Quomodo animam acceperit Adamus (Ms Pf)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local014- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεῆς· πόνοι, γεννῶσιν ἀρετὰς· πόνοις, ἀρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις, κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διἤνυσται τοίνυν ἡμῖν μετὰ τῶν ἱερῶν τοῦτων πόνων, ἡ πανάρετος εὐδομᾶς· καὶ εἰς τὸ τέλος ἔδραμε τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοί ἔστιν ἡμέρα, καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ’ ἣν, κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπιδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αυτῆ τῆ ἡμέρα καθ’ ἣν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆδε τῆ ἡμέρα, πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ὀψώμεθα, ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμένην· καὶ διἐκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γῆν ὁμοῖος διἐποίκηλεν, ποταμοῖς καὶ πηγαῖς· διἐζωσμένην, ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασαν μὲν ἀπετείχησεν, σύμπασαν δὲ τὴν εὐπρέπειαν· τῶδε τῶ κόσμω περὶ ἔθηκεν, ὡς πολλάκις ἔφθην εἰπῶν; ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τοῦτου χειροτονητὸν τὸν δεσπότην· πλάττει δὲ αὐτὸν, οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γαρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη, λόγω μόνω κελεύσας, ἀπὸ γῆς προσέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα λόγω καλεῖ· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ διὰ πλάττεται· οὐχ’ ὅτι θεοῦ θυ ἐστὶν καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεῖς τὸ τίμιον παρὰστῆσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ θυ χεῖραν δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθηνὰ, δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνωμεν· διὰ τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβε χοῦν, οὐ βῶλον· οὐ παχυτάτην γῆν· ἀλλὰ λεπτώτατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων, ἡ ἐλπὶς ἐπάγει τῆς ἀναστάσεως· ἐπιδὴ γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον, καὶ εἰς χοῦν θανάτου κατήγαγές με, ἵνα μή τι τῶν ἐν τάφοις χοῦν θεασάμενος ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημιουργία ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν, ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς; καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνήτου μετεποιῆθη· καὶ οὗτως, τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβε, καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβε· καὶ τὶ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὕτω παρέλαβες· τὸν λόγον ἐδίδαξεν· τὸν δε τρόπον ἀπέκρυψεν, ἵνα μάθης μὴ περὶ ἐργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δε θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιἐργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὠφείλεις· ἔποιτα μὲν τὰ τετράποδα ποιῶν ὁ θεός θς , ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψϋχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον· καὶ τότε τὴν ψϋχὴν δημιουργήσας, ἔθηκεν· διὰ τὶ; ἵνα καὶ ἐν τούτο δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπιδὴ γὰρ τὰ ἄλλα ζῶα καὶ τὰ κτήνη λυόμενα θανάτω σϋνἀφανίζει τῶ σώματι καὶ τὴν ψϋχήν; ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννησϊν, ὅπου πάλιν τὸ πᾶν ἤμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας; τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον, ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσίματος, κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τοῦτο, τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφη· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν· καὶ τότε ζῶσαν, τὴν ἐνέργειαν τῆς ψϋχῆς ἐδέξατο· πρῶτον, ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον, ἔπλασε σῶμα νεκρὸν· εἰς ὃ ἥμελλε καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα, ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα. καὶ οὐ ποιεῖ τὴν ψϋχὴν πρὸ τοῦ σώματος, ἵνα μὴ γένοιται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχήν, παρῆναι τῆ δημιουργία, ἵνα μὴ καυχήσηται ὡς σϋνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται; ἀλλ’ ἵνα μὴ δε τὸν τρόπον ἴδη τοῦ γενομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεὸς θς · καὶ γὰρ ἕκαστον ἡμῶν, πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει ἐν κοιλία; οὐδὲνὶ σϋνεχώρησεν ἰδεῖν· σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις, τὸν δρόμον ἀνύει· τὸν δε τρόπον τῆς πλάσεως, οὐδ’ εἳς καταλαμβάνει· ὢ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλαττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκο κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ ἐσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον , κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν; ἐνεφύσισεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψϋχὴν ζῶσαν· πολλοὶ ἐνόησαν, ὅτι τὸ ἐμφύσιμα αὐτῶ ἦν ἡ ψϋχὴ· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ , μετεδόθη τῶ σώματι ἡ ψυχὴ· ἔστιν δὲ πολλῆς; οὐ μόνον ἀνοίας· ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχή; λέγω δῆ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν· ἐν ἄλλω δὲ, μωρὰν καὶ ἀσύνετον. οὐδὲ ἐν τῶ μὲν, εἶναι ψυχὴν δικαίαν· ἐν ἐτέρω δὲ, ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία, οὐ κ μ ερίζεται οὐδε ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀλλοίωτος· ἐγὼ γάρ εἰμι φησὶ, καὶ οὐκ ηλλοίωμαι· ἔποιτα ἀδελφοί, οὐ μόνον εὑρίσκομεν διἀμαρτανοῦσας τὰς ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας, ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ’ εὐρίσκωμεν αὐτὰς, καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτὴρ σὴρ , μη φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψϋχὴν μὴ δϋναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν , τὸν δϋνάμενον καὶ σῶμα καὶ ψϋχὴν ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ, ἑαυτὸν κρινεῖ ὁ θεὸς θς · τὶ οὖν βούλεται· τὸ ἐμφύσημα ἀναγγαῖον ἰδεῖν· ἐπεὶ θεοῦ θυ τὸ ἐμφύσημα; ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον; οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀνίνως , ἀκούωμεν. θεόπρεπῶς δὲ νοῶμεν; τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκϋνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προελθῶν; οὐκ αὐτ ὸ ῶ γέγονεν ψυχή; ἀλλὰ ψϋχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψϋχὴν μετεβλήθη; ἀλλὰ ψυχὴν ἐδημιούργησεν. δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα πνα ἅγιον, τῆ θεία δϋνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πὴρ σϋνελάβετο; μέρος δὲ ὁ υἱὸς; μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ’ ἐκεῖνω λέγω· κὰν πατὴρ πὴρ ποιῆσει, υἱοῦ τὸ ἔργον· καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κὰν υἱὸς δημιουργήσει, πατρὸς πρς ἡ δημιουργία· καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μϋστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρὶ καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία; πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονε τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα παρὰ λαμβάνεται τὸ πνεῦμα πνα ; οὐκ οὖν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον, κὰν θέλωσιν οἱ ἐχθροί, κὰν μὴ· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης, τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης διαλεγόμενος κατασκευῆς, φησὶν· πάντα πρὸς σὲ προσδοκῶσιν κύριε κε , δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς, συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἶτα; τὶ τὸ ἐπαγόμενον· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα σου καὶ κτισθήσονται· οὐκ οὖν, κτίστης καὶ δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει; ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσι· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται; ἐξαποστελεῖς φησί τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταῦτην ἀναβλέψαι τολμήσουσι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ, ἐτέρα μαρτυρία πάλιν πάλ ἀπαστράψει, τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ σῶμα τοῦ χριστοῦ χυ τὸ πανάγιον καὶ προσκϋνητὸν· δι’ οὗ καὶ ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ· καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται· καὶ ἡ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γοῦν παρθένου τῆς ἁγίας· ἀποροῦσης περὶ τὴν εὐαγγελισθῆσαν ξένην ὠδῖνα· καὶ λεγοῦσης πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησὶ πρὸς αὐτὴν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμησαν πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα , δύναμιν δὲ ὑψίστου τὸν υἱὸν· δεῖ δὲ εἰδέναι, ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον, καὶ δύναμιν ὑψίστου καὶ λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἱερουσαλὴμ ἰλὴμ , ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους· ἔπειτα δὲ ἀδελφοὶ· ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγόμενός, φησίν· ἰωσὴφ υἱὸς δαυὶδ δαδ , μὴ φοβηθεῖς παραλαβεῖν μαριὰμ τὴν γϋναίκα σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθέν, ἐκ πνεύματος πνς ἐστιν. οὐ γεννηθὲν· ἵνα μὴ νομήσης τὴν θείαν καὶ ἄχραντον φύσιν χρένεσθαι, οὐκ εῖπεν· τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν, ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισε τὸ πνεῦμα πνα τὸ ἅγιον, δείξον μοι διὰφοραν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθεῖς· πατρὶ πρὶ μὲν ἐπιγράφων, τὴν γηΐνην εἰκόνα· τῶ δὲ πνεύματι πνι , τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γάρ κατὰ τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν, τὸ πνεῦμα πνα εὐρεθήσεται· ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς, κτίζων τὸν ἄνθρωπον τὸν γήϊνον· τὸ δὲ πνεῦμα πνα τὸ οὐράνιον οὐνιον , ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα; ἡ γϋνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησεν τὴν ψϋχὴν τοῦ ἀδὰμ παρῆναι τῆ δημιουργία τοῦ σώματος; οὕτως οὐδἕνα σϋνεχώρησε θνητὸν ὀφθαλμὸν, παραστῆναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦτο μέλλων πλάττειν τὴν γϋναῖκα, ἐπιβάλλει τῶ ἀδάμ κοίμησιν, ἵνα μὴ παρῆ· μὴ δὲ περιἐργάζεται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλλεν ἐπ αὐτὸν ἔκστασιν· τοῦτέστιν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας, καὶ ἔλυσεν· ἐξ’ ὧν ἐργάζεται, δανίζεται· ἐξ’ ὧν ποιεῖ, λαμβάνει· ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος, εἰ δε δύναμϊς οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν ἦν ἔλαβεν, εἰς γυναῖκα· πῶς πάλϊν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς; πῶς εἰς ὀφθαλμὸν μετεποιῆθη· πῶς εἰς χείρας διἐπλάσθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ὔ ἤ παρ μετεποιήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μη ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν, καὶ δημιουργεῖ γϋναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν, ἀπὸ ἑνὸς πλάττει δύο· ἕνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέση διὰ τῆς σϋναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκε τήν γϋναῖκα, ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπὸ γϋναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται· σῶμα τὸ ῥῆμα ἀνθρώπινον ἀνινον · τὸ δὲ νόημα θεῖον· ἐρμήνευσον τὸ πῶς ὠκοδομεῖται πλευρᾶ, καὶ οὐχ’ εὑρήσ ει η ς· πῶς μὲν ἡ πλευρᾶ ὠκοδόμεῖται, οὐχ’ εὑρήσ ει η ς· πῶς, τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμησεν· μὴ τ’ αὐτόν ἐστιν, πλάττειν ἀπὸ γῆς, καὶ ὠκοδομεῖν ἀπὸ πλευρᾶς· ἔπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ· καὶ τοὺς ἐξ’ ἧς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ σϋναφείας· καί εἰσιν οἱ μὲν γενηητοί; ὁ δὲ πλαστὸς· ἡ δὲ ὠκοδομητῆ, τὰ ὀνόματα οὐκ ἦσαν, ἐμερίσθη ἡ οὐσία· ταύτά μοι εὐκαίρως εἰρήσθω ἐπιδὴ λέγουσιν οἱ αἰρετικοὶ, ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐκ ὄμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν; τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασϊν· δὸς οὖν τῶ ἀδὰμ διὰ φορὰν, πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γαρ ἀδὰμ, καὶ γεννητὸς ἐστιν καὶ ἀγέννητος· γεννητός, καθ ὃ ἐγένετο· ἀγέννητος, καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη· ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γϋνὴ, οὕτε ἐγεννήθη οὕτε ἐπλάσθη· ἐπανάλαβε πάλϊν τὸ ῥῆμα, καὶ στήσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη, καὶ οὐκ ἐγε ννήθη· ἡ γϋνὴ ὠκοδομήθη· καὶ οὕτε ἀπὸ γῆς ἐπλάσθη, οὕτε ἐγεννήθη ἀπὸ κοιλίας· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξ’ ἧς ἀνθρώπους ἀνους , οὕτε ἐπλάσθησαν, οὕτε ὠκοδομήθησαν· ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔνοια τῶν ὀνομάτων; ἄλλο γάρ τὸ πλασθῆναι· ἄλλο τὸ ὠκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι; δεῖξον μοι διὰ φορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὔαν, καὶ τοὺς ἐξ αὐτῶν· εἰ δε τέμνονται ταῖς προσηγορίαις· καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν· εἰ τὰ ὀνόματα σϋνεχῶς περὶ γράφης· ἐναλάττει μὲν πρὸς τὴν ἐκφώνησιν· συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν; πόθεν δέ σοι τὸ γεννητὸν, καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν, σοφότερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ῆν σου ἀξιωπιστότερος ὁ θεὸς θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ τῆς σῆς ἐπινοίας εὐρεῖν; οὐκ ἠδύνατο εἰπεῖν, βαπτίζεται αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μεν πρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβείας ἀγῶν, ἐτέρωι ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον, καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προσέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· γϋνῆ δὲ εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ· ὁ σωτὴρ σὴρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι, ἀντιτίθησιν πλευρὰν πλευρὰ· καὶ ἐν τῶ σταυρῶ στρῶ τῆ λόγχη, παρέδωκεν τ ῆ ὴν πλευρ ᾶ ὰ ν· ἵνα ὅθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον, καὶ τίμησον τὸν οἰκονομήσαντα, καὶ βλέπε τὸ θαυμαστὸν· ἐπιδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γάρ ἐγρηγορότως τοῦ ἀδὰμ ἡ πλευρᾶ ἀφηρέθη· ὁ σωτὴρ σὴρ οὐκ ἐγρηγόρως τῶ σώματι τὴν πλευρὰν διἐνάγη; ἀλλὰ μετὰ τὴν κοίμησιν τ ο ὴ ν τοῦ σώματος ἔδωκεν πλευρὰν τῶ στρατιῶτι· καὶ πρόσεχε ἀκριβῶς. ὅτε ὁ σωτὴρ σὴρ ἐπὶ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, ὑπέμεινεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταύτα κατὰ τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γάρ, πάθος οὐκ ἄπτεται· θεὸν θν , πάθος οὐχ’ ὑβρίζει· θεὸν θν , πάθος οὐ μιοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ ταῖς ψϋχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· τὴν δὲ ψϋχὴν μὴ δϋναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψϋχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομεῖνας· κατὰ τὴν ἀνθρωπίνην ἀνίνην οἰκονομίαν, ἐπιτελεῖ τὰς οἰκονομίας· ἵνα δείξει τὴν οἰκονομίαν τὴν αὐθεντοῦσαν· καὶ οὐχ’ ὑποκύπτουσαν νόμοις φύσεως ὡς φησὶν, ἐπὶ τοῦ σταυροῦ στροῦ τετέλεσται· πάτερ περ εἰς χείρας σου παρατίθη μοι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύσιν διἔλυσεν· λόγω τὴν πήξιν ἐφείρμωσεν· αὐτὸς γάρ εστιν ὁ λέγων, ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα , κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ παχὺ τῆς ἀπαλλαγῆς; καὶ νοήσαντες ότι ὑπὲρ βαίνει φύσιν ἀνθρώπου ἀνου · τῶ ψηλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι, προσῆλθον πειράζοντες, εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ὡς ἀληθῶς τῶ σώματι· ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον ; μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦσιν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔνυξεν; ἐξῆλθεν αἷμα καὶ ὕδωρ· ὅ ἐστιν, νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ, ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε ἐπήγαγεν τὸ αἷμα τὸ μυστικὸν, τότε ἡ πλευρὰ πηγὴν ἤνυξε σωτηρίας σρίας · διὰ τὴν πλευρὰν, τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἐκατόνταρχος ὁ παριστάμενος τῶ σταυρῶ στρῶ , ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω· καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ· ὕπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν; οὕτως τοῦ σωτῆρος σπς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται τὸ αἷμα ἰδόντες, υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δε αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διὰ τὶ δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρὰ; ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ , πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδὰμ· ἐπιδὴ γὰρ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσου, φλογίνην ῥομφαίαν περὶ ἔθηκεν τὴν κολύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δε ῥομφαία ἦν, στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον, ἕως ἂν συγκρούση τινὶ τῶν ἀντιπιπτόντων, οὐκ ἴσταται· ἰσθατε δ’ ἀπὸ τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον· ἐὰν μὴ τινὶ συγκρούση, οὐκ ἴσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδ’ εἷς ἠδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ στρεφομένη, ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στροῦ , τῶ σχήματι τῆς ῥομφαίας, ἀντέθηκε τὴν πλευρὰν· ἵνα διὰ τὴς αἰσθητῆς λόγχης, ἡ νοητῆ ῥομφαία συγκρούσασα τῆ πλευρᾶ, παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις ἀποκλείση τὴν εἴσοδον τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς· καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία, τῶ πληγέντι διὰ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα, τοῦ παραδείσου· καὶ ἐπι τέλει, τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν, ἀλλ’ ἢ καὶ ἡλέησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ἠφάνησεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ οἶδα ὅτι καιροῖς τῆ λειτουργεία παραχωρεῖν· πάντα γὰρ δϋνατὰ τῶ θεῶ θῶ , ὥστε καὶ ἡμῖν ἐμβαλλεῖν, τῶν λϊπομένων τὴν ἔνοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν, τοῦ παντὸς· λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ, καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θῶ · ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν, καὶ μυρίους παραδείσους ἀνα πάσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θῶ · ὅτι παράδεισον διὰ τὴν παράβασϊν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν, διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρὶ δόξα· σϋν τῶ παναγίω καὶ ζωὀποιῶ πνεύματι πνι · εἰς τοὺς αἰῶνας τῶν αἰῶνων, ἀμὴν:–