The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Pg)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local015
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων· καρπὸς εὐκλεῆς· πόνοι γεννῶσιν, ἀρετὰς· πόνοις ἀρμόζεται· τὸ τῆς νηστείας, ἐπάγγελμα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνον ἔπαθλον, ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · δϊήνυσται· ἡμῗν μετα τῶν ἱερῶν τούτων πόνων, ἡ πανάρετος εὐδομάς· καὶ εἰς τέλος ἔδραμ τὸ πρῶτον γϋμνάσιον, καὶ λάμπει τὸ τῆς εὐ σεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡ ἡμέρα, καθ’ ἣν ὁ ἀδἂμ ἐπλάσθη, καθ’ ἢν κατεικόνα θεοῦ θῦ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῗν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα· καθ’ ἧν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περι τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆι ἔπλασεν ἄνθρωπον ἄνον ἔκτη ἡμέρα, πᾶλϊν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θῦ λόγος κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελΐας ἀψώμεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς τὴν οἱκουμένην· καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλΐω· καὶ σελήνη κα ί ὶ ἄστροις· καὶ τὴν γὴν ὁμοίως διεποίκιλαι ποταμοῖς; καὶ πηγαῖς δϊ ἐζωσμένην· ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἀπετείχισεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶι κόσμω παρέθηκεν· ὡς πολλάκις ἔφθην εἰπὼν, ἐδημϊούργησε καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ, οῦχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη· λόγω μόνω κελεύσας, ἀπο γῆς προ ἔφερεν· ξαγαγέτω ἡ γὴ τετράποδα ἐρπετὰ καὶ θηρΐα τὰ δούλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος, χειρὶ δϊαπλάττεται· οὐχ’ ὅτι θεοῦ θῦ χεῖρ ἐστὶ καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεὶς τὸ τίμϊον παραστήσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ θῦ χεῖρα δημϊουργοῦσαν· τὰ μεν γὰρ οἱκτρὰ τῶν ἔργων· ἐπιτάττοντες ποιοῦμεν· τὰ δε ποθινὰ, δϊ αυτῶν τῶν χειρῶν ἀναλαμβάνωμεν· δϊὰ τοῦ χοῦν ἔλαβεντο φησὶν ἡ γραφὴ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βῶλον· οὐ παχυτάτην γῆν· ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμΐων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον· καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τάφοις χοῦν θεασάμενος ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων· ἐν αυτῆ τῆ δημϊουργΐα ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· ἔλαβεν ὁ θεός θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς, καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη, καὶ οὗτος τῆι σοφία τοῦ δημϊουργοῦ μετα βάλλεται· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸν μὲν πόθεν ἔλαβεν καὶ τΐ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβε· τὸν δὲ λόγον ἐδίδαξεν, τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περιἐργάζεσθε θεοῦ θυ δημϊουργΐαν· εἰ δὲ θεοῦ θυ δημιουργΐαν οὐκ επετράπεις περιἐργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ’ ὁφείλεις· ἐπεὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεὸς θς ὁμοῦ μετὰ τῶν σωμάτων, καὶ τὰς ψϋχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρῶτον μὲν κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψϋχὴν δημϊουργήσας ἐνέθηκεν· δϊα τΐ· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλογα ζῶα καὶ τὰ κτήνη· λυόμενα θανάτω, συναφανίζει τῶ σώματϊ καὶ τὴν ψϋχὴν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν· ὅπου πῆλϊν τὸ πᾶν ἔμελλεν ἀφανίζεσθαι· τὸν δε ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν σῶμα, ἀπο γῆς λαμβάνει τὴν δε ψϋχὴν, ἐμφυσᾶ· καὶ μϊκρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος· κα τὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοἱμΐων γὰρ καὶ τοῦτο, τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόναν νεκρὰν· καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψϋχῆς ἐδέξατο πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασε σῶμα νεκρὸν εἰς ὃ ἔμελλε καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψϋχὴν προ τοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψϋχὴν παρεῖναι τῆι δημϊουργΐα, ἵνα μὴ καυχήσηται ὁ συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον ἴδη τῶν γινομένων· τοῦτο νῦν ποιεῖ ὁ θεὸς θς · καὶ γὰρ ἔκαστον ἡμῶν πλάττει ἐν κοιλΐα· καὶ πῶς πλάττει, οὐδενὶ βλέπειν συνεχώρισεν· σπειρόμεθα καὶ πλαττόμεθα καὶ ἡ μὲν φύσις, τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεῖς καταλαμβάνει· ὧ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶι πλάττεται βρέφος ἐν κοιλία· οἷκος ἐν οἴκωι κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἷκος οὐκ αισθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδἃμ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψϋχὴν ζῶσαν· πολλοὶ ἐνόἐνεφύσησεν μησαν ὅτι τὸ ἐμφύσημα, αὕτη ἦν ἡ ψϋχῆ· καὶ ὅτι ἐκ τῆς οὐσΐας τοῦ θεοῦ θυ μετ’ εδόθη τὸ σῶμαδύναμις τοῦ ὐψιστου τι ἡ ψϋχή· ἔστη δὲ πολλῆς οὐ μόνον ἀνοίας, σημείωσαι ση ἀλλὰ καὶ ἀτοπίας ὁ λόγος μεστός· εἰ γὰρ ἐκ τῆς λόγον οὐσΐας τοῦ θεοῦ θυ ἡ ψυχὴ· οὐκ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδα ἐν τούτω μὲν εἶναι ψϋχὴν δϊκαίαν· ἐν ἄλλω δὲ ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία, οὐ μερί ζεται οὐδὲ ἀλλοιοῦται· ἀλλ’ ἔστιν ἀναλλοίωτος· ἐγὼ γὰρ εἰμῒ φησὶν καὶ οὐκ ἠλλοίωμαι· ἔπειτα ἀδελφοὶ· οὐ μόνον εὐρίσκομεν διὰμαρτανούσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσΐας· ἀλλ’ εὐρίσκομεν αὐτὰς, καὶ κρίσει ὑποβαλλωμένας· λέγει ὁ σωτὴρ σὴρ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν , τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γε ἔννη· εἰ οὖν ἐξ αυτοῦ ἡ ψϋχῆ, ἐαυτὸν κρινεῖ ὁ θεὸς θς · τί οὖν βούλεται τὸ ἐμφύσημα ναγκαῖον ἰδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγΐου πνεύματος πνς ἐστὶν ἐνεργεία· ὥσπερ γὰρ ὁ σωτὴρ σὴρ ἐνεφήσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγϊον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπΐνως ἀκουόμενον, πνεῦμά ἐστὶν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προελθὸν, οὐκ αὐτὸ γέγονεν ψϋχὴ, ἀλλὰ ψϋχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψϋχὴν μετεβλήθη· ἀλλὰ ψϋχὴν ἐδημϊούργησεν· δημϊουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγϊον· κοινωνεῖ τῆι δημϊουργΐα τοῦ σώματος, καὶ τῆ δημϊουργΐα τῆς ψϋχῆς· πατὴρ πὴρ γὰρ καὶ υἱὸς υις καὶ πνεῦμα πνα ἅγϊον, τῆ θεῖα δυνάμει δημϊουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πὴρ συνεβάλλετο· μέρος δὲ ὁ υἱός υις , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγϊον· ἀλλ ἐκείνο λέγω ὅτι κἂν πατὴρ πὴρ ποιήση, υἱοῦ τὸ ἔργον, καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν ὁ υἱὸς υς δημϊουργήση· πατρὸς πρς ἡ δημϊουργΐα, καὶ τοῦ ἁγΐου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγϊον οὐκ ἐκοινώνησεν τῆι ἡμετέρα δημϊουργΐα, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπο τῆς τριάδος ἐκτίσθημεν, πῶς τῶι ἁγΐω πνεύματι πνι ἐπιγράφεται ἡ μυσταγωγΐα· πῶς ἐν ονόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγΐου πνεύματος πνς ἀνα καινίζεται ἡ δημϊουργΐα· ἀλλ’ ὅτε ἐνεκτίσθημεν, οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα πνα · οὐκ οὖν δημϊουργὸν τὸ πνεῦμα πνα τὸ ἅγϊον κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μὴ θέλωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημϊουργϊκῆ δυνάμει τοῦ πνεύματος πνς · περι γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατασκευῆς φησὶν· πᾶντα προς σὲ προσδοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σοι, αὐτοὶ συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἶτα τί τὸ ἐπαγόμενον· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον τὰ ραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκ οὖν κτίστης καὶ δημϊουργὸς τὸ πνεῦμα πνα τὸ ἅγϊον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περι ψϋχῆς τῆς ἡμετέρας λέγει, ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περι πνεύματος πνς ἁγΐου διἀλέγεται, ἐξαποστελλεῖς τὸ πνεῦμά πνα σου φησὶν καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀντιλέξαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἰρετικοὶ, ἑτέρα μαρτυρία πᾶλϊν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁγΐου πνεύματος πνς δημϊουργϊκὴν δΰναμϊν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημϊουργΐας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγΐου πνεύματος πνς εὐρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγϊον καὶ προσκυνητὸν· δι οῦ καὶ οὐρανὸς καὶ γῆ καὶ κόσμος ὅλος ἀνακαινίζεται καὶ ἡ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγΐου πνεύματος πνς · τῆς γοὖν παρθένου τῆς ἁγΐας ἀπορούσης περι τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῗνα· καὶ λεγούσης πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα πνεῦμα πνα ἅγιον ἅγ οὐ γϊνώσκω, ὁ ἄγγελός φησὶν πρὸς αὐτὴν· δύναμις τοῦ ὐψίστου πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμϊς ὑψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμισαν, πνεῦμα πνα μὲν ἅγϊον εἱρῆσθαι, αὐτὸ τὸ πνεῦμα πνα · δύναμϊν δὲ ὑψίστου τὸν υἱὸν υιν · δεῖ δὲ εἰδέναι· ὅτι τὸ αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγϊον, καὶ δύναμϊν ὑψΐστου· ὥσπερ γὰρ ὁ υἱὸς υις δύναμϊς ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμϊς, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγϊον δύναμϊς ὁνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε ἐν ἱερουσαλὴμ ἱλὴμ , ἔως οὗ ἐνδύσησθε δύναμϊν ἐξ ύψους· καὶ προ τούτου ἀδελφοὶ ὁ ἄγγελος τῶ ἰωσὴφ δια λεγόμενος φησὶν· ἱωσὴφ υἱὸς υις δαυὶδ δαδ · μὴ φοβηθὴς παραλαβεῖν μαριἃν τὴν γυναίκα σου τὸ γὰρ ἐν αὐτὴ γεννηθὲν, ἴνα μὴ νομΐσης κτιστὴν τὴν θείαν καὶ ἄχραντον φύσιν, ἐκ πνεύματος πνς ἐστὶν ἁγΐου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔδειξεν τὸ πνεῦμα πνα τὸ ἅγϊον δεῖξον διαφορὰν δημϊουργΐας πρὸς δημϊουργΐαν· ἀλλ’ ὅρα μὴ αἰσχυνθής· πατρὶ πρι μὲν ἐπὶ γράφων τὴν γηΐνην εἰκόνα, τῶ δὲ πνεῦμα πνα τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ἀδἂμ ἐκτίσθη κοινωνίαν οὐκ ἔσχεν εἰς δημϊουργΐαν τὸ πνεῦμα πνα · εὐρεθήσεται ὁ μὲν πατὴρ πὴρ καὶ υἱὸς υις , κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα τὸ οὐράνιον οὐνιον · ἐνεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψϋχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημϊουργήθη· ὅτε τὸν οἱκεῖον ἀπέλαβε χαρακτῆρα; ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεὸς θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψϋχὴν τοῦ ἀδἂμ παρεῖναι τῆ δημϊουργΐα τοῦ σώματος, οὔτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆι τῆς γυναικὸς δημϊουργΐαι· δϊα τοῦτο μέλλων πλάττειν τὴν γϋναῖκα· ἐ πὶ βάλλει τῶ ἀδἂμ κοίμησιν ἵνα μὴ παρῆ ἔκστασιν εἰς τὸν ἀδάμ μὴ δὲ περιἐργάζηται θεοῦ θυ δημϊουργΐαν· καὶ ἐ πέβαλεν ἐπ αυτὸν, ἔκστασιν τοῦτέστιν ὕπνον, καὶ ὕπνωσεν· καὶ ἔλαβεν μΐαν τῶν πλευρῶν αὐτοῦ· ὁ δύσας, καὶ ἔλυσεν· ἐξ ὧν ἐργάζε ται· δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει· ἔλαβεν μΐαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀντεπλήρωσεν σάρκα ἀντ αυτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος; ἡ δὲ δύναμϊς οὐκ ἀ πορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πᾶλϊν ὡκοδώμησεν· ὁστοῦν πλευρᾶς, πῶς εἰς ὁφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἦπαρ μετερυθμΐσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλΐαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς δϊεγλύφησαν ρῗνες· πῶς ἐπετάσθη τὰ ὧτα· πῶς ἥνθησαν τρίχες· πόθεν ἐφύησαν ὅνυχες· πῶς δϊατρέχει τὸ αἶμα· ἐρμήνευσον τὴν σὴν δημϊουργΐαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμϊσόν σου τὴν κατὰ τοῦ μονογενοὺς συκο φαντΐαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδἂμ ὁ θεὸς θς ἔκστασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει μΐαν τῶν πλευρῶν αὐτοῦ καὶ δημϊουργεῖ καὶ γϋναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφΐαν· ἀπὸ ενὸς, πλάττει δΰο· ἵνα ἀπὸ τῶν δΰο, τὸν ἔνα πᾶλϊν ἀποτελέση δϊα τῆς συναφείας· ἀπὸ τοῦ ἀδἂμ ἔτεκε τὴν γυναῖκα· ἀπὸ τοῦ ἐνὸς, ἐποίησεν δΰο· πᾶλϊν ὁ αὐτὸς ἀπο τῶν δΰο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπο γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἒν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον , τὸ δὲ νόημα θεῖον· ἐρμήνευσον πῶς ὡκοδόμηται καὶ οὐχ εὐρήσεις· πῶς τὸν μὲν ἔπλασεν τὴν δὲ ὡκοδώμησεν· μὴ ταὐτόν ἐστὶν πλάττειν ἀπο γῆς καὶ οἱκοδομεῖν ἀπο πλευρᾶς; ἔπλασεν ὁ θεὸς θς τὸν ἀδἂμ ἀπὸ γῆς· ἐδημϊούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξεῖς ἄπαντας ἀνθρώπους ἀνους ἀπο συναφείας· καί εἰσὶν οἱ μὲν γεννητοί· ὁ δὲ πλαστὸς· ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ΐσα· ἐμερίσθη ἡ οὐσΐα; οὐδαμῶς· ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοὶ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον, οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα· ιαφορὰν, τὸσαύτην ἔχει τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶι ἀδἂμ διαφορὰν πρὸς τοὺς ἐξ αυτοῦ· ὁ γὰρ ἀδἂμ γεννητός ἐστὶ, καὶ ἀγέννητος· γεννητὸς, καθῶς ἐγένετο· ἀγέννητος καθ ὃ οὐκ εγεννήθη ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ εγεννήθη; ἡ δε γυνὴ, οὔτε ἐγεννήθη οὕτε ἐπλάσθη· ἐπανάλαβε πᾶλϊν τὸ ῥῆμα, καὶ στῆσον τὸ νόημα· ὁ ἀδἂμ ἐπλάσθη, καὶ οὐκ ἐγεννήθη· ἡ δε γυνὴ, ὠκοδομήθη· καὶ οὕτε ἀπο γῆς ἐπλάσθη, οὕτε ἀπο κοιλΐας ἐγεννήθη· οἱ περι κάϊν καὶ ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀνους · οὕτε ἐπλάσθησαν οὕτε ὠκοδομήθησαν· ἀλλ’ εγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια· ἄλλο γὰρ τὸ πλασθύναι καὶ ἄλλο τὸ οἱκοδομηθήναι· καὶ ἄλλο τὸ γεννηθῆναι· δεῖξόν μοι οὐσΐας δϊαφορὰν, τοῦ ἀδὰμ προς τὴν εὔαν καὶ τοὺς ἐξ αυτῶν· εἰ δε τέμνονται ταῖς προσἡγορΐαις καὶ οὐ τέμνονται τῆ οὐσΐα· τί θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφοντα, ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἡρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν; σοφώτερος ἐ γένου τοῦ ἁγΐου πνεύματος πνς τὴν προσηγορίαν; οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεὸς θς ; οὐκ ηδύνατο τὸ σοφὸν τοῦτο, αὐτὸς προ τῆς σῆς ἐπινοίας εὐρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζετε αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἰρετικοὺς μάχη, καὶ ὁ ὑπερ ευσεβείας ἀγὼν, ἑτέρω καιρῶ ταμειεὑέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλε τῶι ἀδἂμ τὸν ὕπνον· καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προἕρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως, γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῶι ἀδἂμ· ὁ σωτὴρ σὴρ βουλόμενος τὴν πληγὴν εραπε ῦ ύ σαι, ἀντιτΐθησι πλευρὰν, πλευρᾶ· καὶ ἐν τῶι σταυρῶ στρῶ · τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγασε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία , ἐξ ἦλθεν αἶμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστὸν· ἐπειδὴ γὰρ ὁ ἀδἃμ περι τὸν ὕπνον ἀφηρέθη τὴν πλευρὰν· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδἂμ ἡ πλευρᾶ ἀφηρέθη· ὁ σωτὴρ σὴρ οὐκ εγρηγο ῶς τῶι σώματι τὴν πλευρὰν δϊενύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος· ἔδωκεν τὴν πλευρὰν τῶι στρατιώτηι· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σὴρ ἐπὶ τοῦ σταυροῦ στροῦ τὴν ἔνθεον οἱκονομΐαν ἐπλήρου· ὑπέμεινεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὦν καὶ φαινόμενος· καὶ ταῦτα, κατὰ τὴν ἀνθρωπίνην κατάστασιν· θεὸν θν γὰρ πᾶθος οὐχ ἄπτεται· θεὸν θν πᾶθος οὐχ’ ὑβρίζει· θεὸν θν πᾶθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψϋχῶν ἐστὶ κατώτερος· εἰ γὰρ καὶ ταῖς ψϋχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψϋχὴν μη δυναμένων ἀ ποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοῦ σώματος· ψυχὴ, οὐκ αποθνήσκει· καὶ ὁ κτίσας τὰς ψϋχὰς ἀποθνήσκει; ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οὐσΐαν τὰ πάθη, ἐπετέλει τὰ τῆς οἱκονομΐας· ἵνα δείξη τὴν οἰκονομίας τὴν ἐξουσΐαν αὐθεντοῦσαν· καὶ οὐχ ὐποκύπτουσαν νόμοις φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στροῦ · τετέλεσται· πάτερ περ εἰς χεῖρα σου παρατΐθημϊ τὸ πνεῦμά πνα μου· φωνὴ τὴν φύσϊν δϊἔλυσε· καὶ λόγω, τὴν πῆξιν ἐφήρμωσεν αὐτὸς γὰρ ἐστὶν ὁ λέγων ἐξουσίαν ἔχω θήναι τὴν ψϋχήν μου καὶ ἐξουσΐαν ἔχω πᾶλϊν λαβεῖν αὐτὴν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον σχήμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον δια τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς; καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶι ψηλῶι ῥήματι τὴν ψϋχὴν παραδιδῶναι, πρὸς ἦλθον πειράζοντες εἰ ζῆ· καὶ εὖρον νεκρὸν μὲν, ἀληθῶς τῶι σώματι ζῶντα δὲ τῆι ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὡμολόγουν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν αὐτοῦ ἔνυξεν, ἐξἦλθεν αἶμα καὶ ὕδωρ· ὃ ἐστὶ νεκροῦ, ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἶμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἶμα τὸ μυστικὸν, τότε πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας σρίας · δϊα τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομΐαν· τότε λέγει ὁ ἐκατόνταρχος ὁ παρεστηκῶς τῶι σταυρῶ στρῶ · ἀληθῶς θεοῦ θυ υἱὸς υις ἦν· ζῶντα ἡρνήσω καὶ ἀποθανόντα κηρύττεις, ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· σπερ τοῦ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀναπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον, καὶ νῦν μετὰ τὴν κοίμησιν· οἱ στρατιώται αἷμα ἰδόντες, υἱὸν υιν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· δϊα τί δὲ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ; ἔδει ἐν τῶι σχήματι τοῦ σταυροῦ στροῦ πάντα λυθήναι τὰ κατὰ τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ἐκβαλῶν ὁ θεὸς θς τὸν ἀδἂμ ἀπὸ τοῦ παραδείσου, τὴν φλογίνην ῥομφαίαν πε ριέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσἔρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαία ἢν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον ἔως ἂν κρούση τινὶ τῶν ἀντιπιπτόντων οὐχ’ ἵσταται· ἴδε δὲ ἀπὸ τῆς πεῖρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐὰν μή τινι συγκρούση, οὐχ ἴσταται τοῦ ἰδΐου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἡδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη· ἐν τῆ οἱκονομΐα τοῦ σταυροῦ στροῦ , τῶι σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν· ἵνα δϊα τῆς αἰσθητῆς λόγχης, ἡ νοητῆ ῥομφαία συγκρούσας τῆι πλευρᾶ; παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαῖαν δια τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίχθη ἡ θύρα τοῦ παραδεῖσου· ἐπήγασεν ἀπο πλευρᾶς ἡ θεραπία, τῶι πληγέντι δια πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου, καὶ ἐπι τέλει αὐτὸν εἰσήγαγεν εἰς τὴν βασιλείαν· ἐπαίδευσεν· ἀλλ’ ἡλέησεν· ἐξέβαλλεν, ἀλλ’ οὑκ ηφάνησεν· ἀπέστρεψεν, ἀλλ οὐκ εξέωσεν· ἀλλ οἷδα ὅτι ὁ καιρὸς τῆ λειτουργΐα· παραχωρεῖ πάντα γὰρ τῶι θεῶι θῶι δυνατᾶ ὥστε καὶ ἡμῗν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν, καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παρἱστᾶν, τοῦ παντὸς λόγου τὴν δύναμϊν· δίδου γὰρ σοφῶ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν οὖν τῶι θεῶ θῶ ὅτι παράδεισον ἔνα ἀπωλέσαμεν, καὶ μυρίους παραδείσους ἀνασπάσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶι θεῶι, ὅτι παράδεισον δϊὰ τὴν παράβασιν ἀπωλέσαντες, εἰς βασιλείας οὐρανῶν οὐνῶν ἐ κκλήθημεν· δϊὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἱησοῦ χρηστοῦ μεθοῦ τῶι πατρὶ πρὶ δόξα συν ἁγΐω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν:+