Quomodo animam acceperit Adamus (Ms Pk)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local016- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεεὶς· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεταιαρμόζεται· συζεύγνυται· συνάπτεται:· τὸ τῆς νηστείας διάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον ἡ βασιλεῖα τῶν οὐρανῶν· δι ήνοισται τοίνυν ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων ἡ πανάρετος ἐβδομὰς, καὶ εἰς τέλος ἔδραμες τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀδελφοὶ ἐστὶν ἡ ἡμέρα καθὴν ὁ αδαμ ἐπλάσθη· καθὴν κατεικόνα θεοῦ θυ γέγονεν. καὶ ἐπειδὴ χθὲς ἡμὶν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθὴν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περι τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆδε τῆ ἡμέρα· πάλιν αὐτὸν ἀ ναπλάττει κατα τήνδε τὴν ἡμέραν· τί οὖν ἵνα τῆς προκειμένης επαγγελίας ὁψόμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἱκουμένην καὶ διεκόσμησεν οὐρανὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις· καὶ τὴν γὴν ὁμοίως διεποίκιλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· καὶ θάλασσαν μὲν ἀπετείχησε· σύμπασαν δε τὴν εὐπρέπειαν τοδε τῶ κόσμω περιέθηκεν· ὡς πολλάκις ἔφθην εἰπὼν· ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τούτου χειροτονεῖτὸν δεσπότην· πλάττει δε αὐτὸν οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μεν γαρ τετράποδα καὶ τα θηρία καὶ τα κτήνη λόγω μόνω κελεύσας, ἀπο γῆς πρὸσ ἔφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἐρπετὰ καὶ θηρία· τὰ δοῦλα λόγω καλεῖται· τὸ δε πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ χεῖρ ἔστι καὶ μέλος τοιοῦτον· ἀλλα βουληθεῖς τὸ τήμιον παραστῆσαι τῶν πραττομένων, εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τα μὲν γὰρ οἱκρτὰ τῶν ἔργων, ἐπιτάττοντες οῦμεν τὰ δὲ ποθηνὰ, διαυτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτο φησὶν ἡ γράφη· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπο τῆς γῆς· ἔλαβε χοῦν· ὅρα πῶς ἐξ αυτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ το εἰρημένον καὶ εἰς χοῦν θανάτου κατήγαγέν με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος, ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αυτῆ τῆ δημιουργία ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπο τῆς γῆς· ἐκεῖ χοῦς, καὶ ὥδε χοὺς, ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποὶήθη· καὶ οὗτος τη σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τι ἔπλασεν ἔμαθες· τὸ δε πῶς μετεποίησεν οὐ παρέλαβες τὸν λόγον· τὴν πλάσιν εἶπεν, τὸν δε τρόπον ἀπέκρυψεν· ἵνα μάθης μη περιἐργά ζεσθαι θεοῦ θυ δημιουργίαν·· ει δὲ θεοῦ θυ δημιουργίαν οὐκ επετράπεις περιεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ οφίλεις· ἐπεὶ τα μὲν τετράποδα ποιῶν ὁ θεός θς , μετὰ τῶν σωμάτων καὶ τὰ ψυχὰς ἐπήγαγεν· τὸν δε ἄνθρωπον ἄνον πλάττων, πρῶτον κατασκεβάζει τὸ τοῦ σώματος ὄργανον· καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· δια τί· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου ἐπειδὴ γὰρ τα μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυομενα θανάτω, συναφανίζει τῶ σώματι καὶ τὴν ψυχήν· ἐκεῖθεν αὐτῶ λέγει τὴν γένεσιν, ὅπου πάλιν τὸ πὰν ἥμελλεν ἀφανίζεσθαι· τὸ μὲν οὖν σῶμα ἀπο γῆς λαμβάνει τὸν ἄνθρωπον ἄνον πλάσας θεός θς · τὴν δε ψυχὴν ἐμφυσᾶ. καὶ μικρὸν ἀνάμινον, ἵνα σοὶ τὸν λόγον τοῦ ἐμφυσήματος· δια τὸ ἐγχωροῦν παραστήσω· ἐκ προιμίων γὰρ καὶ τούτω τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει. πλάττει τὸ σῶμα πρῶ τον· καὶ πρῶτον ὁ ἄνθρωπος ἄνος · ἔλαβεν εἰκόναν μικρὰν· καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδεὶ νεκρὸς εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν· εἰσὼ ἤμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα· τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρωτον· ἵνα μὴ γένηται ἀπτώπτης τῶν γυνομένων· οὐ ποιεῖ τὴν ψυχὴν· προσείναι τῆ δημιουργία· ἵνα μὴ καυχήσηται ὁ σύνεργος τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται· ἀλλ ίνα μηδὲν τὸν τρόπον ἴδη τοῦ γινομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεὸς θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλεῖα· καὶ πῶς πλάττει οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα δὲ καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσεις τὸν δρόμον ἀνοίει· τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεῖς καταλαμβάνει· ὦ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· οἶκος ἐν οἴκω κατασκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ εσθάνεται. ποιεῖ τοί νυν τὸν ἄνθρωπον ἄνον · κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν· ἐνεφύσεισεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωὴς· καὶ ἐγένετο ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὅτι τὸ ἐμφύσημα αὐτοῦ ἦν ἡ ψυχῆ· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδώθη τῶ σῶματι ἡ ψυχῆ. ἔστι δὲ πολλῆς οὐ μόνον ἀνοίας· ἀλλὰ καὶ ἀ τοποῖας μεστὸς ὁ λόγος· ἡ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχῆ· οὐκ εχρῆν ἐν τὸ μὲν εἶναι σοφὴν. ἐν άλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τοῦτο μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἑτέρω δὲ ψυχὴν· οὐ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται· οὐδὲ ἀλλοιοῦται· ἀλλ έστιν ἀναλλοίωτος· ἐγὼ γὰρ εἰμὴ φησὶ φη καὶ οὐκ ηλλοίωμαι· ἔπειτα ἀδελφοῖ· οὐ μόνον εὑρίσκωμεν διὰμαρτανοῦσας ψυχὰς· καὶ ἐκ τοῦτον ἐλεγχομένας· ὡς οὐκ εισὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ ευρίσκωμεν αὐτὰς· καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτὴρ σὴρ · μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτενόντων τῶ σώμα· τὴν δὲ ψυχὴν μη δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον· τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπο κτεῖναι λέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αυτοῦ ἡ ψυχή ἑαυτὸν κρινεῖ ὁ θεὸς θς . τί οὖν βούλεται τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν· τὸ ἐμφύσημα ἀπὸ θεοῦ θυ · ἡ τοῦ ἁγίου πνεύματος πνς ἔστιν ἐνέργεια. ὥσπερ γὰρ ὁ πατὴρ πηρ ἐνεφύσεισεν εις τὰ πρόσωπα τῶν ἀποστόλων· καὶ εἶπε λάβετε πνεῦμα πνα ἅγιον· τοῦτο τὸ πνεῦμα πνα προελθὼν· οὐκ αυτὸ γέγονε ψυχῆ· ἀλλὰ ψυχὴν ἔκτησεν· οὐκ αυτὸ εἰς ψυχὴν μετεβλήθη· ἀλλὰ ψυχὴν εδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· κοινωνεῖ τῆ δημιουργεῖα τοῦ σώματος· καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς· καὶ πνεῦμα πνα ἅγιον τῆ θεῖα δυνάμει δημιουργῆ τὸ πλάσμα· καὶ μὴ νομήσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνεβάλετο· μέρος δὲ ὁ υἱὸς· μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ εκεῖνο λέγω· ὅτι κὰν ὁ πατὴρ πὴρ ποιή σει· υἱοῦ τὸ ἔργον· καὶ τοῦ πνεύματος πνς τῶ κατώρθωμα· κὰν ὁ υἱὸς δημιουργήσει· πνεύματος πνς ἡ δημιουργία· εἰ δέ τις ἀπιστεῖ ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ εκοινώνοισεν· τῆ ἡμετέρα δημιουργία· ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ἐπὶ τῆς τριάδος ἐκτύσθημεν· πῶς καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφε ἡ δημιουργία; ἀλλ’ ὅταν μὲν ἐκτήσθημεν· οὐ χρεία γέγονεν τοῦ πνεύματος πνς · αλλ’ όταν κὰν μὴ θέλωσιν οἱ εχθροὶ· καὶ μαρτυρεῖ δαυὶδ δαδ τῆ δημιουργία τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης · διαλεγόμενος· κατασκευῆς φησὶ· πάντα προς σὲ πρὸσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς, εἰς εὔκαιρον· ἀνοίξαντος δέ σου τὴν χεῖρα· τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χωριγεῖαν ἐνδείκνυται· εἶτα τί τὸ ἐπαγόμενον· ἀποστρέψαντος δε σου τὸ πρόσωπον ταραχθήσονται· οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ρημάτων ἀκρί βειαν· ὅτε μὲν περι ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς φησὶ τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ὅτε δὲ περι τοῦ πνεύματος πνς διαλέγεται· ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτϊσθήσονται· εἰ δε προς αύτην ἀναβλέψαι τολμήσωσιν τὴν ἀλήθειαν οἱ αἰρετικοί, ἐτέρα μαρτυρία πάλιν τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κυρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὐρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ τὸ πανάγιον πνεῦμα πνα δι οῦ καὶ οὐρανὸς οὐνος καὶ ἡ γῆ· καὶ ὁ κόσμος ὅλος ἀνακαὶνίζεται καὶ οἱκουμένη σώζεται, ἔργον ἔρ ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπορούσης, περι τὴν ευαγγελιθείσαν ξένην, ὠδῆνα· καὶ λεγούσης. πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελος φησὶ προς αυτὴν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· τινὲς ἐνόμισαν πνεῦμα πνα μὲν ἅγιον εἰρήσθαι αὐτῶ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέναι ὅτι το αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμιν ὑψίστου· ὥσπερ ὁ υἱὸς υς δύναμις ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις· οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμεϊς ὁνομάζεται· λέγει οὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μεῖναται εἰς ἱλημ ἱερουσαλήμ , ἕως ἂν ἐνδύσεισθαι δύναμιν ἐξ ύψους· ἐπειτα δὲ ἀδελφοὶ ὁ άγγελος τῶ ἱωσὴφ διαλεγόμενος φησὶν· ἱωσὴφ, υἱὸς υς δαυίδ δαδ μη φοβηθεῖς παραλαβεῖν μαρίαν τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αυτὴ γεννηθέν οὐ γενηθὲν ἵνα μη νομίήσης τὴν θεῖαν καὶ ἄχραντον φύσιν χραίνεσθαι· εἰ τοίνυν τὸ σώμα τοῦ χριστοῦ χυ ἔκτησε τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ όρα μη αισχυνθῆς πατρὶ πρι μὲν ὑπογράφον τὴν γιΐνην εἰκόνα, τῶ πνεύματι πνι δὲ τὴν οὐράνιον· εἰ γὰρ κατα τὸν σὸν λόγον ὅτε ὁ αδὰμ ἐκτίσθη κοινονίαν οὐκ έσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὑρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς υς κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δε πνεῦμα πνα τὸν οὐράνιον οὐνιον · ἐνεφύσησεν ἐκ τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη ὁ ἀδὰμ, ὅτε ἐδημιουργίθη· ὅτε τὸν οἱκεῖον ἀπέλαβεν χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστω· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὁφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· δια τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει ὕπνον τῶ ἀδὰμ, ἵνα μὴ παρεὶ καὶ περι ἐργάζεται θεοῦ θυ δημιουργίαν· καὶ ὕπνωσεν καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας καὶ ἔλυσεν· ἐξ ων ἐργάζεται δανίζεται· ἐξ ῶν ποιεῖ λαμβάνει. ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀντ αυτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος ἡ δύναμις δὲ οὐκ απορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν εἰς γυναῖκα· πῶς πάλιν ὡκοδώμησεν ὁστοῦν πλευρᾶς· πῶς εἰς ὁ φθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεύρα διετάθη· πῶς εἰς ήπαρ μετεχρόσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετυρεύθη χείλη· πῶς διεγλύφησαν ρίνες· πῶς ἐπετάσθη τὰ ῶτα· πῶς ἤνθησαν τρίχες· πῶς διατρέχει τὸ αἷμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μη ἱσχύεις εἰπεῖν ἐπιστόμησον σου τὴν κατὰ τοῦ μονογενοὺς συκοφαντίαν· ἐπέβαλεν ἐπι τὸν ἀδὰμ ἔκστασην ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπ ενὸς πλάττει δύο· ἵνα ἀπο τῶν δύο τὸν ἔνα πάλιν ἀποτελέση δια τῆς συμφυΐας· ἀπο τοῦ αδὰμ, ἐποίησε τὴν γυναῖκα· ἀπο τοῦ ἐνὸς ἐποίησε δύο· πάλιν ὁ αὐτὸς ἀπο τῶν δύο ποιεῖ τὸν ἔνα· τὸ γὰρ ἀπο γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἒν ἀποτελεῖ σῶμα· το ρήμα, ἀνθρώπινον ἀνινον , τὸ δε νόημα θεῖον· ἐρμήνευσον πῶς ὀκοδόμη καὶ οὐχ ευρήσεις· πῶς ἡ πλευ ρὰ ὁκοδώμηται· πῶς τὸ μὲν ἔπλασεν τὴν δὲ ὁκοδόμησεν· μη ταυτόν ἐστι πλάττειν ἀπο γῆς καὶ οἱκοδομὴν ἀπο πλευρᾶς· ἔπλασε τὸν ἀδὰμ ἀπο γῆς· ἐδημιούργησε τὴν εὔαν ἀπο τῆς πλευρᾶς· κατασκεβάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς λοιπους ἀνθρώπους ἀνους ἀπο συναφίας· καὶ εἰσὶν οἱ μὲν γεννητοῖ ὁ δὲ πλαστός ἡ δὲ οἱκοδομητῆ τὰ ὁνόματα οὐκ εῖσα ἐμερίσθη ἡ οὐσία· ταῦτά μοι εὐκαίρως εἰρείσθω, ἐπειδὴ λέγουσιν οἱ αιρετικοί· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ’ ὅμοια· ἀλλ’ ὁσην έχει τὰ ὁνόματα διαφορὰν, τὸσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν διαφορὰν τῶ αδὰμ προς τοὺς ἐξ αυτοῦ· ὁ γὰρ ἀδὰμ, καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς καθὼς ἐγένετο· ἀγέννητος, καθῶς οὐκ εγενήθη· καὶ ἐγένετο καὶ ἐπλάσθη, ἀλλ οὐκ εγενήθη· ἡ δε γυνὴ οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ρήμα καὶ τῆσον τὸ νόημα· ὁ αδὰμ ἐπλάσθη καὶ οὐκ εγεννήθη· ἡ γυνὴ ὁκοδομήθη· καὶ οὔτε ἀπο γῆς ἐ πλάσθη, οὔτε ἀπο κοιλίας ἐγεννήθη ὥσπερ ὁ κάιν· οἱ δε λοιποὶ οὔτε ἐπλάσθησαν οὔτε οἱκοδομήθησαν ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔνοια τῶν νοημάτων, ἄλλο γὰρ τὸ πλασθῆναι καὶ ἄλλο τὸ γεννηθῆναι, δεῖξόν μοι οὐσίας διαφορὰν τοῦ ἀδὰμ πρὸς τὴν εὔαν καὶ τοῦ ἐξ αυτῶν· εἰ δε τέμνονται ταῖς προσηγορίαις καὶ οὐ τέμνοντε τῆ οὐσία, τί θαυμαστόν· εἰ τα ὁνόματα συνεχῶς περιστρέφεις· εναλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ προς τὴν ἀλήθειαν, πόθεν δέ σοι τὸ γεννητὸν προς τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφώτερος εγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ήν σου ἀξιοπιστώτερος ὁ θεός θς · οὐκ ηδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ της σῆς ἐπινοίας εὐρεῖν; οὐκ ηδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μεν προς τοὺς αἰρετικοὺς μάχη ἐτέρω κα ὶ ι ρῶ ταμιευέσθω· ἐκ δε τὸ προκείμενον ἐπανέλθωμεν· ἐπίβαλε τῶ ἀδὰμ τὸν ὕπνον, καὶ τότε τὴν πλευρὰν ἔλαβεν, ἐπεὶ οὖν ἐκ τῆς πλευρὰς· ἔμελλε προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως· γυνὴ δὲ εἰσήγαγεν τὸν θάνατον τὸ ἀδὰμ, ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι· ἀντιτίθησιν πλευρᾶν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵνα ὅθεν ἐπήγασε τὸ τραύμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξῆλθεν αἵμα καὶ ὕδωρ, νόει τῶ μυστήριον καὶ τίμησον τὸν οἱκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστὸν· ἐπεὶ δὴ γὰρ ὁ ἀδὰμ· μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς, οὐ γὰρ ἐγρηγορότως τοῦ ἀδὰμ ἡ πλευρᾶ ἀφηρέθη, ὁ σωτὴρ σηρ οὐκ εγρηγόρως τῶ σώματι τὴν πλευρὰν διενοίγη, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκεν τὴν πλευρὰν τῶ στρατιῶτη, καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἱκονομίαν ἐπλήρου· τὰ μὲν ἄλλα ὑπέμεινεν ἔτι ὧν ἐν σαρκὶ· καὶ φενόμενος κατὰ τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθως οὐχ άπτεται· θεὸν θν πάθος οὐχ υβρίζη· θεὸν θν πάθος οὐ μοιεῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· ἡ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις, αὐτὸς ἐπαγγέλεται λέγων, μη φοβηθῆτε ἀπὸ τῶν ἀπὸ κτενόντων τῶ σώμα, τὴν δὲ ψυχὴν μη δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετέσχε τοῦ σώματος· ψυχὴ οὐκ αποθνίσκει, καὶ ὁ κτήσας τὰς ψυχὰς ἀποθνήσκει· πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην ἀνίνην οἱκονομίαν· ἐπι τελεῖ τῆς οἱκονομίας· ἵνα δείξη τῆς οἱκονομίας τὴν αὐθεντίαν· καὶ τὴν ἐξουσίαν αὐθεντοῦσαν· καὶ οὐχ υποκύπτουσαν νόμοις φύσεως· φησὶν ἐπὶ τοῦ σταυροῦ στρου τετέλεσθαι· πάτερ περ εἰς χεῖρας σου παρατίθημοι τῶ πνεῦμά πνα μου· φωνὴ τὴν τὴν φύσιν διέλυσεν λόγω τὴν πῆξιν ἐφήρμωσε· αὐτὸς γὰρ ἐστὶν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν· ὅτε οὖν παρέ δωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον · σχῆμα, νεκρωθέντες αὐτοῦ μᾶλλον δε νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶται ἀπιστῆσαντες· διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ μήσαντες. ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψηλῶ ῥήματι· τὴν ψυχὴν παραδοῦναι· πρὸς ἦλθον πειράζωντες εἰ ζῆ. καὶ εὑρὼν νεκρὸν μὲν ἀληθῶς τῶ σώματι ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον · μετὰ τὸν σταυρὸν στρὸν ὁμολόγουν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν αὐτοῦ ἤνοιξεν· ἐξῆλθεν αἷμα καὶ ὕδωρ. ὃ ἐστὶν νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικὸν· τότε ἡ πλευρᾶ πηγὴν ἤνοιξε σωτηρίας σρίας , διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ εκατόνταρχος ὁ παρεστηκῶς τῶ σταυρῶ στρῶ · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν οὗτος· ζῶντα ἠρνήσω· καὶ ἀποθανόντα κυρήττεις· ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις, ὥσπερ τῶ ἀδὰμ ὕπνον ὑπέ βαλεν· ὁ θεὸς θς καὶ τότε τὴν πλευ ρὰν ὑπέσπασεν, οὕτος τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν· ὑποστάντος κατὰ τὸ σώμα. τότε ἡ πλευρᾶ ἐνοίγη, καὶ γὰρ τότε μετα τὸν ὕπνον καὶ νῦν μετὰ τὴν κοίμησιν· οἱ στρατιῶται αἷμα ϊδόντες· υἱὸν θεοῦ θυ εκήρυξαν· οἱ δὲ αἰρετικοῖ καὶ θαῦμα βλέποντες, κτίσμα λέγουσιν· δια τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρὰ· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ , πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδα· ἐπειδὴ γὰρ ἐκβαλὼν τοῦ παραδείσου φλογίνην ρομφαῖαν τὴν κωλύουσαν αὐτὸν περιέθηκεν εἰσέρχεσθαι εἰς τὸν παράδεισον, ἡ δε ῥομφαῖα ἢν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον ἕως ἂν συγκρούσηι τινὶ τῶν ἀντιπιπτόντων οὐχ ίσταται· ἔσται ἀπὸ τῆς πεῖρας ἀδελφοῖ τὸ λεγόμενον· ὅτι πᾶν τὸ στρεφόμενον· ἐὰν μη τινὶ συγκρούση· οὐχ ἵσταται τοῦ οἱκείου δρόμου· ἐπεὶ οὖν οὐδεῖς ἡδύνατο ἀντιστῆναι τῆ πυρίνη ῥομφαῖα· ἐν τῆ οἱκονομία τοῦ σταυροῦ στρου · τῶ σχήματι τῆς ῥομφαῖας ἀντέθηκε τὴν πλευρᾶν· ἵνα διὰ τῆς αἰσθητῆς λόγχης ἡ νοητῆ ῥομφαῖα συγκρούσασα τῆ πλευρὰ· παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μηκέτι τῆς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλήσει τοῦ παραδείσου· ὁ κύριος κς τὴν ῥομφαῖαν διὰ τῆς πλευρὰς. καὶ εὐθέως ἡνοίγη ἡ θῦρα τοῦ παραδείσου, ἐπήγασεν ἀπὸ πλευρὰς ἡ θεραπεῖα τῶ πληγεν διὰ πλευρὰς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου· καὶ ἐπὶ τέλει τὸν αὐτὸν εἰσήγαγε τὴν βασιλείαν, ἐπ αί ε δευσεν ἀλλ ηλέησεν· ἐξέβαλεν ἀλλ ουκ εφάνησεν· ἀπέστρεψεν ἀλλ ουκ εξέωσεν· ἀλλ οἷδα ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν· τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν· τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶ ἀφορμὴν καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παρά δεισο ἕνα ἀπολέσαμεν, καὶ μυρίοις παραδείσοις ἀνάπασαν τὴν οἱκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες· εἰς βασιλείαν οὐρανῶν οὐνῶν οὖν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν· ἰησοῦ ιυ χριστοῦ χυ · ὦ ἡ δόξα· εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–