The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Sp)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local017
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, και κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετὰς· πόνοι γεννῶσιν. τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων, ἡ πανάρετας ἑβδομάς· καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον· καὶ λάμπει τὸ τῆς εὐσεβεῖας ἔπαθλον· σήμερον ἀδελφοὶ ἔστιν ἡ ἡμέρα κα ὁ ἀδὰμ ἐπλάσθη, καθ ἦν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ’ ὑπήκουσεν· ἀνάγκη σήμερον αὐτῆ τῆ ἡμέρα κα ὁ ἀδὰμ ἐπλάσθη τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν ὁ θεὸς θς τὸν ἀδὰμ τῆδε τῆ ἡμέρα πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν, ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἰκουμένην. καὶ διεκόσμησεν οὐρανὸν οὐνον , ἡλίω καὶ σελήνη καὶ ἄστροις, καὶ τὴν γῆν ὁμοίως διεποίκιλεν. ποταμοῖς καὶ πηγαῖς διεζωσμένην· ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἀπετείχησεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶ κόσμω περιέθηκεν· ὡς πολλάκις ἔφθην εἰπὼν, ἐδημιούργη καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονῆ τὸν δεσπότην· πλάττει δὲ αὐ τὸν οὐχ’ ὁμοίως τοῖς ἄλλοις· κτήνη γὰρ λόγω μόνω κελεύσας, ἀπὸ γῆς προσέφερε ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ σημείωσαι ση διαπλάττεται· οὐχ’ ὅτι θεοῦ θυ χείρ ἐστι καὶ μέλος τοιοῦτον· ἀλλὰ βουληθεῖς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων ἐπιτάττοντες ποιοῦμεν. τὰ δὲ ποθινὰ, διὰ τῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτο φησὶν ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν οὐ βόλον· οὐ παχυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγεται τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον. καὶ εἰς χοῦν θανά του κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τά φοις χοῦν θεασάμενος ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , αὐτῆ τῆ δημιουργία. ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησὶν· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς, καὶ ὧδε χοῦς· ἐκείνος τη δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν καὶ τί ἔπλασεν ἔμα θες· τὸ δὲ πῶς μετεποίη σεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν, τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι, πολλῶ μάλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις· ἔπειτα μὲν τετράποδα ποιῶν ὁ θεός θς , ὁμοῦ μετὰ τῶν σωμάτων, καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ανον πλάττων, πρώτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· δια τί; ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπερωχὴν τοῦ ἀνθρώπου· ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυόμενα θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχὴν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν· ὅπου πάλιν τὸ πᾶν ἐμελλεν ἀφανίζεσθαι. τὸν δὲ ἄνθρωπον ἄνον πλάσας. τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει. τὴν δε ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ ἐν τούτω τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν, καὶ τε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν, εις ὃ ἔμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα. τότε ἀπέδωκεν τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρὸ τοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυ χὴν παρεῖναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται. ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον εἴδη τοῦ γενομένου· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ βλέπειν συνεχώρησεν · σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει· ὦ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ’ ἐσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησὶν ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς καὶ ἐγένετο ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνσαν ὅτι τὸ ἐμφύσημ αὐτῶ ἦν ἡ ψυχή· καὶ ὅτ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ λέγω δὴ ἐκ τησίας αὐτοῦ. οὐκ’ ἐχρῆν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύ νετον· οὐ ναι ψυχὴκαίαν. ἑτ δὲ ψὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ με ρίζεται οὐδε ἀλλοιοῦ ἀλλ’ ἔστιν ἀνἀλλοίωτος ἐγὼ γάρ εἰμι φησὶν φη καὶ οὐκ ἠλλοίωμαι· ἔπειτα ἀδελφοὶ οὐ μόνον εὑρήσκομεν διαμαρτανοῦσας ψυχὰς καὶ ἐκ τοῦτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θεῖας οὐσίας, ἀλλ’ εὑρήσ κομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέ γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσ ἀ πὸ τῶν ἀποκτενόντων τὸ σώμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖ ναι· φοβήθητε δὲ τὸν θεόν θν τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεένη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχὴ. ἑαυτὸν κρίνει ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα ἀναγκαῖον ἰδεῖν ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα. ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστιν ἐνέργεια· σημείωσαι ση ὥσπε ἐνεφύσισεν ὁ σωτὴρ σηρ εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν. λάβετε πνεῦμα πνα ἅγιον· οὕτω τὸ ἐμφύσημα τὸ θεῖον· ἀνθρωπίν ἀκούωμεν, θεοπρεπῶς δὲ νοοῦμεν. τὸ πνεῦμα πνα ἔστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τὸ ἅγιον πνεῦμα πνα προ θὼν, ὐτὸ γέγονεν ψυχὴ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδηύργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον. καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ υς υἱὸς καὶ πνεῦμα πνα ἅγιον τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνελάβετο· μέρος δὲ ὁ υἱός υς , μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον, ἀ ἐκεῖνο λέγω· ὅτι κἀν πατὴρ πηρ ποιήσει, υἱὸς υς τὸ ἔργον καὶ τοῦ π νεύματος πνς τὸ κατόρθωμα· κἀν υἱὸς υς δημιουργήση, πατρὸς πρς ἡ δημιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστῆ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώ ησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέ ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ υω καὶ τῶ ἁγίω πνεύματι πνι ὑπογράφεται ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ’ ὅτἀν μὲν ἐκτίσ θημεν οὐ χρεῖα γέγονεν τοῦ πνεύματος πνς · ὅτἀν δὲ καινιζόμεθα παραλαμβάνεται πνεῦμα πνα οὐκ’ οὖν δημιουργὸν τὸ πνεῦμα πνα κἀν θέλωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης διαλεγόμενος κατασκευῆς φη σὶν· πάντα πρὸς σὲ προσ δοκῶσι κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαι ρον· δόντος σοῦ, αὐτοὶ συλ λέξουσιν· ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ σύμ παντα πλησθήσονται χρηστότητος· ταῦτα τὴν ἄφθονον χωρηγίαν ἐνδείκνυται· εἶτα τὸ ἐ παγόμενον· ἀποστρέ ψαντος δὲ σοῦ τὸ πρόσω πον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐ τῶν καὶ ἐκλεῖψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρίψου σιν· ἐξἀποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐ κ οὖν κτίστης καὶ δημιουρ γὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρί βειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει. ἀντανελεῖς το πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν ἁγίου δι οστελεῖς σου καὶ κτισθήσοντ δὲ πρὸς ταῦ ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἰρετικοῖ, ἑτέρα μαρτυρία πάλιν ἀπαστράψει τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ πανάγιον καὶ προσκυνητὸν σώμα δι’ οὗ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὅλος ὁ κόσμος ἀνακαινίζεται· καὶ ἡ οἰκουμένη σώζεται, ἔργον ἐστὶν τοῦ ἁγίου πνεύματος πνς · τῆς γοὐν παρθένου τῆς ἁγίας ἀποροῦσης περὶ τὴν εὐαγγελισθῆσαν ξένην ὠδῖνα καὶ λεγοῦσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω. ὁ ἄγγελός φησὶν πρὸς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκι σημείωσαι ση άσει σοι· τινὲς ἐνόμησαν. πνεῦμα πνα μὲν ἅγιον εἰρεῖσθαι αὐτὸ τὸ πνεῦμα πνα , δύναμιν δὲ ὑψίστου τὸν υἱόν υν · δεῖ δὲ εἰδέναι ὅτι αὐ τκάλεσεν καὶ πνεῦμα πνα ἅγι δ ὑψίστου· ὥρ γὰρ ὁ υἱὸς υς δύναμις ὑψίστου καὶ ἀκούεται καὶ λέγεται χριστὸς χς γὰρ θεοῦ θυ δύναμις οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμϊς ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μήνατε εἰς ἱερουσαλὴμ ἱλημ ἕως ἂν ἐνδύσησθαι δύ ναμιν ἐξ ὕψους· ἔπειτα ἀδελφοὶ ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγόμενός φησὶν· ἰωσὴφ υἱὸς υς δαυίδ δαδ μὴ φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναῖκα σου τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν· οὐ κτισθέν· ἵνα μὴ νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραίνεσθαι. οὐκ εἶπεν τὸ κτισθὲν ἀλλὰ τὸ γὰρ ἐν αὐτῆ γεννηθὲν ἐκ πνεύματος πνς ἐστιν ἁγίου εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ ὅρα μὴ αἰσχυνθῆς πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηήνην εἰκόνα· κατὰ τὸν σὸν λόγον ὅ ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὑρεθήσεται ὁ μὲν πατὴρ πηρ τίζων τὸν γήνον ἄνθρωπον ἄνον · δὲ πνεῦμα πνα τὸ οὐράνιον οὐνιον · ἐνεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετω εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβεν χαρακτῆρα. ἡ γυνὴ οὐδέποτε ἐπέπλαστω· ἀλλα τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος· οὕτως οὐδένα συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ δημιουργία· διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα. ἐπιβάλλει τῶ ἀδὰμ κοίμιν· ἵνα μὴ παρῆ μὴ δὲ περιεργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσεν σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀνεπλήρωσεν ἀπορεῖ ὁ λόγος· ἡ δὲ δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἦν ἔλαβεν εἰς γυναῖκα· πῶς οὖν πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν με τεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἤπαρ μετερυθμήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλώττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥίνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πόθεν διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν, καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπὸ ἑνὸς πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσει διὰ τῆς συναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκεν τὴν γυναῖκα, ἀπὸ τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τον ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν. ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνιον · τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδομεῖται πλευρὰ καὶ οὐχ’ εὑρήσις· πῶς τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμησεν· μὴ ταὐτόν ἐστιν πλάττειν ἀπὸ γῆς, καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἑξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας· καὶ εἰσὶν οἱ μὲν γεννητοὶ· ὁ δὲ πλαστός, ἡ δὲ, οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· τί οὖν ἐμερίσθη ἡ οὐσία· μη γένοιτο· ἀλλὰ ταῦτα μοι εὐκαίρως εἰρείσθω· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοῖ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν· τὸσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστὶν καὶ ἀγέννητος· γεννητὸς, καθὸ ἐγένετο· ἀγέννητος καθὸ οὐκ’ ἐγεννήθει· ἡ δὲ γυνῆ οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπἀνάλαβε πάλιν τὸ ῥήμα, καὶ στήσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἑξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθησαν οὔτε ὠκοδομήθησαν· ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν ὀνομάτων· ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ γεννῆθῆναι· δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὖαν καὶ τοὺς ἐξ · εἰ δὲ τέμνονται ταῖς προσηγορίαις καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστόν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφεις· ἐναλλάττει μὲν πρὸς τὴν ἐκ φώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνίσω πατρὸς πρς καὶ υἱοῦ υυ τὴν προσηγορίαν· σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ τῆς σῆς ἐπινοῖας εὑρεῖν· οὐκ ἠδύνατο εἰπεῖν βαπτΐζεται αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ· ἀλλ’ ἡ μὲν τοὺς αἱρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβείας λόγος, ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἥμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως, γυνὴ δὲ εἰσήγαγεν τὸν θάνατον τῶ ἀδὰμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι, ἀντιτίθησιν πλευράν· καὶ ἐν τῶ σταυρῶ στρω πάλιν λόγχη παρέδωκεν τὴν πλευράν· ἵνα ὅθεν ἐπήγαγεν τὸ τραῦμα, ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξήλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς, οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη· ὁ σωτὴρ σηρ οὐκ ἐγρηγορὼς τῶ σώματι τὴν πλευρὰν διενύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος ἔδωκεν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς, ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὑπέμενεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίνην ἀνιν κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐκ’ ἅπτεται· θεὸν θν , πάθος οὐχ’ ὑβρίζει· θεὸν θν , πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἔστι κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέραις, αὐτὸς ἐπἀγγέλλεται λέγων· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς μετέσχεν τῶν παθῶν τοῦ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχᾶς ἀποθνήσκει; πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν· ἐπιτελεῖ τὰς οἰκονομίας· ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὐχ υποκύπτουσαν νόμοις φύσεως· ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου , τετέλεσται· πάτερ περ εἰς χεῖρας σου παρατίθημι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύσιν διέλυσεν· λόγω, τὴν πῆξιν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνιον σχίμα, νεκρωθέντος αὐτοῦ· μάλλον δε νεκρώσαντος αὐτοῦ τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες δια τὸ ταχύ τῆς ἀπαλλαγής· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τὸ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδιδῶνε, προσήλθον πειράζοντες εἰ ἔτι ζεῖ· καὶ ηύρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι, ζόντα δε τῆ ἐνεργία· καὶ ὼν απέκτιναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦσαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιῶτις τὴν πλευρὰν ἐνυξεν· ἐξήλθεν αἵμα καὶ ὕδωρ· ὅ ἐστὶν νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἵμα πιγάζει· ὅτε δὲ ἐπίγασεν τὸ αίμα τὸ μυστικόν, τότε ἡ πλευρὰ πιγὴν ἤνυξεν σωτηρίας σριας · δια την πλευρὰν τὴν ανοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστικῶς τῶ σταυρῶ στρω , ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν ζώντα ἠρνί σω· καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγωμένοις· ὥσπερ το αδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς , καὶ τότε την πλεῦραν ἀπέσπασεν· οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν· ὑποστάντος κατὰ τὸ σώμα, τότε ἡ πλεῦρα ενύγει· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον καὶ νῦν μετὰ την κοίμησιν οἱ ιῶται αἵμα ἰδόντες, υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δε αἱρετικοὶ καὶ θαύματα ἰδοντες οὐ κ εκήρυξαν· διὰ τι δὲ ἀδελφοῖ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ· ἔδει ἐν τῶ σχίματι τοῦ σταυροῦ στροῦ πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδὰμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδείσσου φλογίνην ρομφαίαν πεέθηκεν τὴν κολύαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισσον. ἡ δε ρομφαῖα ἦν ειστρεφομένη· πᾶν δὲ στρεφόμενον ἕως αν συγκρούσει τινὶ τῶν αντιπιπτόντων οὐκ’ ἴστατε· ἴσ ἀπὸ τῆς πειρας ἀδελφοὶ τὸ λεγώμενον· πᾶν τὸ στρεφόμενον ἐαν μὴ συγκρούσει οὐχ’ ἵστατε τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεις οὐ δύναται αντιστῆναι τη ρομφαία τῆ πυρίνη ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου τὸ σχήματι τῆς ρομφαίας ἀνέθηκεν τὴν πλευρᾶν· ἵνα δια τῆς αἰσθητις λόγχης ἡ νοητι ρομφαῖα συγκρούσασα τῆ πλευρᾶ παῦσηται πὸν τῆς ἀπειλὴς· καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀπὸ κλήσει τοῦ παραδεῖσσου. ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ρομφαίαν δια τῆς πλεῦρᾶς, καὶ εὐθέως ἠνύγη ἡ θύρα τοῦ παραδείσσου· ἐπίγασεν ἀπὸ πλεῦρᾶς ἡ θεραπεία τῶ πλιγέντι δια πλευρᾶς· καὶ εὐθέως ως ἠνύγη ἡ θύρα τοῦ παραδεῖσσου επίγασεν απὸ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρώτα τοῦ παραδείσσου, καὶ επιτέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπέδευσεν, ἀλλ’ εἰλέησεν· ἐξέβαλεν ἀλλ οὐκ ἠφάνησεν· ὅτι καιρὸς τη λιτοῦργία παραχωρεῖν· πάντα γὰρ δυνατὰ τῶ θεῶ θῶ · ὥστε καὶ ἡμῖν ἐκβάλλειν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶ ἀφορμὴν· καὶ σοφότερος ἔσται· εὐχαριστήσωμεν τω θεῶ θῶ , ὅτι παράδεισσον ἕνα ἀπολέσαμεν, καὶ μυρίους παραδείσσους ἀναπάσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θῶ ὅτι παράδεισσον δια τὴν παράβασιν ἀπὸλέσαντες εἰς βασιλείαν οὐρανῶν οὐνῶν εκλίθημεν δια τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οῦ τῶ πατρὶ πρι δόξα σὺν αγίω πνεύματι πνι · νῦν καὶ ἀεῖ καὶ εις τοὺς αἰῶνας τῶν αἰῶνων ἀμὴν:–