The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Va)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local018
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἑπόμενος· ἀγαθῶν γὰρ πόνων, καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἁρμόζεται τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον. ἡ βασιλεία τῶν οὐρανῶν οὐνῶν · διήνυσται τοίνυν ἡμῖν μετα τῶν ἱερῶν τούτων πόνων. ἡ πανάρετος ἑβδομάς· καὶ εἰς τέλος ἔδρα με τὸ πρῶτον γυμνάσιον. καὶ λαμπει τὸ τῆς εὐσεβείας ἔπαθλον· σήμερον ἀ δελφοι ἐστιν ἡ ἡμέρα. καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη· καθ ἣν κατ εἰκόνα θεοῦ θυ γέγονε· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ υπήκουσεν. ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα. καθ ἣν ὁ ἀδὰμ ἐπλάσθη. τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς τῆ ἕκτη ἡμέρα. πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατα τήνδε τὴν ἡμέραν· τί οὖν· ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα· ὅτε ἐποίησεν ὁ θεὸς θς την οἰκουμένην. καὶ διεκόσμησεν οὐρανὸν οὐνὸν ἡλίω καὶ σελήνη καὶ ἄστροις. καὶ τὴν γῆν ὁμοίως διεποίκιλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἐπετείχισε· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶδε τῶ κόσμω περιέθηκεν· ὡς πολλάκις ἔφθην εἰπὼν· ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάτ τει δὲ οὐχ ὁμοίως τοῖς ἄλλοις· τὰ μεν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη· λόγω μόνω κελεύσας. ἀπο γῆς προέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα. λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος. χειρὶ διαπλάττεται· οὐχ ὅτι θεοῦ θυ χείρ ἐστι καὶ μέλος τοιοῦτον. ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ μικρὰ τῶν ἔργων. ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθεινὰ. δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· δια τοῦτο φησιν φη ἡ γραφή· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβε χοῦν· οὐ βῶλον· οὐ παχυτάτην γῆν. ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατα τὸ εἰρημένον. καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος. ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων . ἐν αὐτῆ τῆ δημιουργία ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διό φησιν φη · ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπο τῆς γῆς· ἐκεῖ χοῦς. καὶ ὧδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη. καὶ οὗτος τῆ σοφία τοῦ δημιουργοῦ μεταβάλλεται· ἔ λαβε χοῦν καὶ ἔπλασεν· τὸ μεν πόθεν ἔλαβεν· καὶ τί ἔπλασεν. ἔμαθες· τὸ δε πῶς μετεποίησεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν· τὸν δε τρόπον ἀπέκρυψεν· ἵνα μάθης μη περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δε θεοῦ θυ δημιουργίαν οὐκ επετράπης περιεργάζεσθαι. πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις· ἐπεὶ τὰ μεν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετα τῶν σωμάτων. καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον πλάττων. πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον. καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἐνέθηκεν· δια τί· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μεν ἄλλα ζῶα καὶ τὰ κτήνη· λυό μενα θανάτω. συναφανίζει τῶ σώματι καὶ τὴν ψυχήν. ἐκεῖθεν αὐτῶν λέγει τὴν γέννησιν· ὅπου πάλιν τὸ πᾶν ἔμελλεν ἀφανίζεσθαι· τὸν δε ἄνθρωπον ἄνον πλάσας· τὸ μὲν σῶμα. ἀπὸ γῆς λαμβάνει· τὴν δε ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον· ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατα το ἐγχωροῦν παραστήσω ἐκ προοιμίων γὰρ καὶ τούτο. τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν. καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον ἐδείχθη νεκρός. εἶτα ζῶν· πρῶτον ἔπλασε σῶμα νεκρόν εἰς ὃ ἔμελλε καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα. τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προ τοῦ σώματος. ἵνα μη γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία. ἵνα μη καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μη καυχήσηται. ἀλλ ἵνα μηδὲ τὸν τρόπον εἰδῆ τῶν γινομένων· τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ βλέπειν συνεχώρησεν· σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἡ μεν φύσις, τὸν δρόμον διανύει· τὸν δὲ τρόπον τῆς πλάσεως. οὐδεὶς καταλαμβάνει· ὢ τοῦ θαύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἴκω κατασκευάζεται. καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν· ἐνεφύσησεν ὁ θεὸς θς εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ πνοὴν ζωῆς. καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώματι ἡ ψυχή· ἔστι δε πολλῆς. οὐ μόνον ἀνοίας. ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· οὐκ εχρῆν ἐν τω μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τούτω μὲν εἶναι ψυχὴν δικαίαν. ἐν ἄλλω δὲ ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία. οὐ μερίζεται οὐδε ἀλ λοιοῦται· ἀλλ ἔστιν ἀναλλοίωτος· ἐγὼ γάρ εἰμί φησι φη καὶ οὐκ ηλλοίωμαι· ἔπειτα, ἀδελφοί· οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς· καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας. ἀλλ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει ὁ σωτήρ σηρ · μη φοβηθῆτε ἀπο τῶν ἀποκτενόντων τὸ σῶμα. τὴν δε ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν θεὸν θν · τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αυτοῦ ἡ ψυχὴ. ἑαυτὸν κρινεῖ ὁ θεός θς · τί οὖν βούλεται τὸ ἐμφύσημα. ἀναγκαῖον ἰδεῖν· ἐπι θεοῦ θυ τὸ ἐμφύσημα. ἡ τοῦ ἁγίου πνεύματός πνς ἐστιν ἐνέργεια· ὥσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τα πρόσωπα τῶν ἀποστόλων· καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον· ἀνθρωπίνως ἀκουόμενον. πνεῦμά ἐστιν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα τὸ ἅγιον προελθὸν· οὐκ αὐτὸ γέγονε ψυχὴ. ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη. ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ ὁ υἱὸς. καὶ πνεῦμα πνα τὸ ἅγιον. τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μη νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνεβάλετο· μέρος δὲ ὁ υἱός υς · μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον· ἀλλ ἐκεῖνο λέγω· ὅτι κἂν πατὴρ πηρ ποιήση, υἱοῦ τὸ ἔργον. καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἂν υἱὸς υς δημιουργήση. πατρὸς πρς ἡ δημιουργία. καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀπιστεῖ· ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῆ ἡμετέρα δημιουργία. ἐλεγχεσθω ἐκ τῶν μυστηρίων· εἰ μη ὑπο τῆς τριάδος ἐκτίσθημεν. πῶς τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ μυσταγωγία· πῶς ἐν ονόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ ὅτε μὲν ἐκτίσθημεν. οὐ χρεία γέγονε τοῦ πνεύματος πνς , ὅτε δὲ ἀνακαινιζόμεθα προσλαμβάνεται τὸ πνεῦμα πνα ; οὐκοῦν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· κἀν θέλωσιν οἱ ἐχθροὶ κἀν μη θέ λωσιν· καὶ μαρτυρεῖ δαυὶδ δαδ ὁ προφητης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περι γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατασκευῆς. φησίν φη · πάντα προς σὲ προσδοκῶ σι κύριε κε δοῦναι τὴν τροφὴν αὐ τῶν εἰς εὔκαιρον· δόντος σου αὐτοὶ συλλέξουσιν· ἀνοίξαν τος δέ σου τὴν χεῖρα. τὰ σύμ παντα πλησθήσεται χρη στότητος· ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἶτα· τί τὸ ἐπαγόμενον· ἀ ποστρέψαντος δέ σου τὸ πρό σωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν. καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξα ποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτι σθήσονται· οὐκ οὖν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ρημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει. ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περι πνεύματος πνς ἁγίου διαλέγεται. ἐξαποστελεῖς τὸ πνεῦμά σου φησι φη καὶ κτισθήσονται· εἰ δε προς ταύτην ἀντιλέξαι· τολμήσουσι τὴν ἀλήθειαν οἱ αἱρετικοὶ. ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει. τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνου καὶ γῆς καὶ θαλάσσης. ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρίσκεται· τὸ γὰρ τοῦ χριστοῦ χυ σῶμα τὸ πανάγιον καὶ προσκυνητὸν· δι οὗ καὶ οὐρανὸς οὐνος καὶ γῆ καὶ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται. ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γοὖν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα· καὶ λεγούσης πῶς ἐσταί μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησι φη προς αὐτήν· πνεῦμα πνα ἅγιον ἐπελεύσεται ἐπι σὲ καὶ δύναμις ὑψίστου ἐ πισκιάσει σοι· τινὲς ἐνό μισαν· πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα πνα δύναμιν δὲ ὑψίστου τὸν υἱόν· δεος δὲ εἰδέναι ὅτι αὐτὸ ἐκάλεσε καὶ πνεῦμα πνα ἅγιον. καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς. δύναμις ὑψίστου λέγεται χριστὸς χς γὰρ θεοῦ θυ δύναμις. οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γοὖν τοῖς ἀποστόλοις ὁ κύριος κς · μείνατε εἰς ἱερουσαλὴμ. ἕως οὗ ἐν δύσησθε δύναμιν ἐξ ύψους· καὶ προ τούτου ἀδελφοί ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγό μενος φησιν φη · ἰωσὴφ υἱὸς δαυίδ δαδ · μὴ φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αυτῆ γεννηθὲν. οὐ γενηθὲν ἵνα μη νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν. ἐκ πνεύματος πνς ἐστιν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔδειξε τὸ πνεῦμα πνα τὸ ἅγιον· δεῖξον διαφορὰν δημιουργίας προς δημιουργίαν· ἀλλ ὅρα μη αἰσχυνθῆς· πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τῶ δε πνεύματι πνι τὴν οὐράνιον εἰκόνα· εἰ γὰρ κατα τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐκτίσθη· κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα · εὑρεθήσεται ὁ μεν πατὴρ πηρ καὶ υἱὸς. κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον . τὸ δε πνεῦμα πνα τὸν οὐράνιον· ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα. ἡ γυνὴ οὐδέπω ἐπέπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος. οὕτως οὐδένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· δια τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα. ἐπιβάλλει τῶ ἀδάμ κοίμησιν· ἵνα μη παρῆ· μὴδε περιεργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν· τουτέστιν ὕπνον. καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ· ὁ δήσας. καὶ ἔλυσεν· ἐξ ὦν ἐργάζεται, δανείζεται· ἐξ ὧν ποιεῖ. λαμβάνει· ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ ἀνεπλήρωσε σάρκα ἀντ αυτῆς· πόθεν ἀντεπλήρωσεν· ἀπορεῖ ὁ λόγος. ἡ δε δύναμις οὐκ ἀπορεῖ· καὶ ὠκοδόμησε τὴν πλευρὰν ἣν ἔλαβεν, εἰς γυναῖκα· πῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἥπαρ μετερυθμίσθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλῶττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἐπετάσθη τὰ ὦτα· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν. ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν· ἐπέβαλεν επὶ τὸν ἀδὰμ ὁ θεὸς θς ἔκστασιν καὶ ὕπνωσεν· καὶ λαμβάνει μίαν τῶν πλευρῶν αὐτοῦ. καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν· ἀπο ἑνὸς πλάττει δύο· ἵνα ἀπο τῶν δύο. τὸν ἕνα πάλιν ἀποτελέση δια τῆς συναφείας· ἀπὸ τοῦ ἀδὰμ ἔτεκε τὴν γυναῖκα· ἀπο τοῦ ἑνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπο τῶν δύο ποιεῖ τὸν ἕνα· τὸ γὰρ ἀπο γυναικὸς καὶ ἀνδρὸς τικτόμενον. εἰς ἓν ἀποτελεῖται σῶμα· τὸ ῥῆμα ἀνθρώπινον. τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται. καὶ οὐχ εὑρήσεις πῶς τὸν μὲν ἔπλασεν, τὴν δὲ ὠκοδόμησεν· μὴ ταυτόν ἐστι πλάττειν ἀπο γῆς. καὶ οἰκοδομεῖν ἀπο πλευρᾶς; ἔπλασεν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπο γῆς· ἐδημιούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους ἀπο συναφείας· καί εἰσὶν οἱ μὲν γενητοὶ. ὁ δὲ πλαστὸς. ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ἴσα· ἐμερίσθη ἡ οὐσία; ταῦτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν· τοσαύτην ἔχει τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν τῶ ἀδὰμ διαφορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ γενητός ἐστι καὶ ἀγέννητος· γενητὸς. καθὸ ἐγένετο· ἀγέννητος. καθ ὃ οὐκ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη· ἀλλ οὐκ ἐγεννήθη· ἡ δε γυνὴ. οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα. καὶ στῆσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη. καὶ οὐκ ἐγεννήθη· ἡ δε γυνὴ ὠκοδομήθη· καὶ οὔτε ἀπο γῆς επλάσθη. οὔτε ἀπο κοιλίας ἐγεννήθη· οἱ περι κάϊν καὶ ἄβελ· καὶ τοὺς λοιπους ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθη σαν, οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια. ἄλλο γὰρ τὸ πλασθῆναι. καὶ ἄλλο τὸ οἰκοδομηθῆναι· καὶ ἄλλο τὸ γεννηθῆναι, δεῖξόν μοι οὐσίας διαφορὰν. τοῦ ἀδὰμ προς τὴν εὔαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δε τέμνονται ταῖς προσηγορίαις· καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφων· ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν. συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν; σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία; οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο· αὐτὸς προ τῆς σῆς ἐπινοίας εὑρεῖν; οὐκ ηδύνατο εἰπεῖν· βαπτίζετε αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ ἡ μεν πρὸς τοὺς αἱρετικοὺς μάχη· καὶ ὁ ὑπερ εὐσεβείας ἀγὼν. ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δε τὸ προκείμενον ἐπανέλθωμεν· ἐπέ βαλε τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλευρὰν ἔλαβεν· ἐπεὶ οὖν ἔμελλεν ἐκ τῆς πλευρᾶς ταύτης προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως. γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τοῦ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι. ἀντιτίθησι πλευρὰν, πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγασε τὸ τραῦμα. ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρια · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον. καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ περὶ τὸν ὕπνον ἀφηρέθη τὴν πλευρὰν· οὐ γὰρ εγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη· ὁ σωτὴρ σηρ οὐκ εγρηγορὼς τῶ σώματι τὴν πλευρὰν διενύγη· ἀλλὰ μετα τὴν κοίμησιν τοῦ σώματος. ἔδωκε τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπι τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου· ὑπέμεινε μὲν τὰ ἄλλα· ἔτι ἐν σαρκὶ ὢν καὶ φαινόμενος· καὶ ταῦτα. κατὰ τὴν ἀνθρωπίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ άπτεται· θεὸν θν πάθος οὐχ υβρίζει· θεὸν θν πάθος οὐ μειοῖ· εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος· εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγ γέλλεται λέγων· μὴ φοβηθῆ τε ἀπο τῶν ἀποκτεννόντων τὸ σῶμα. τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· πῶς αὐτὸς τῶν παθῶν μετεῖχε τοὺ σώματος· ψυχὴ οὐκ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; ὑπομείνας κατα τὴν ἀνθρωπίνην οὐσίαν τὰ πάθη. ἐπετέλει τὰ τῆς οἰκονομίας· ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν. καὶ οὐχ ὑποκύπτουσαν νόμοις φύσεως· ὡς φησὶν φη ἐπι τοῦ σταυροῦ στρου · τετέλεσται· πάτερ περ , εἰς χεῖράς σου παρατίθη μι τὸ πνεῦμά πνα μου· φωνῆ τὴν φύσιν διέλυσε. καὶ λόγω τὴν πῆξιν ἐφήρμοσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου. καὶ ἐ ξουσίαν ἔχω πάλιν λαβεῖν αὐ τήν· ὅτε οὖν παρέδωκε τὸ πνεῦμα πνα · κατὰ τὸ ἀνθρώπινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον δια τῆς νεκρώσεως· οἱ στρατιῶτα ἀπιστήσαντες δια τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου · τὸ ψιλῶ ῥήματι τὴν ψυχὴν παραδόναι. προσῆλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι. ζῶντα δὲ τῆ ἐνεργεία· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον. μετὰ τὸν σταυρὸν στρον ὡμολόγουν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν αὐτοῦ ἔνυξεν. ἐξῆλθεν αἷμα καὶ ὕδωρ· ὅ ἐστι νεκροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπο νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικὸν. τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρί σρι ας. δια τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόν ταρχος ὁ παρεστηκὼς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω. καὶ ἀποθανόντα κηρύττεις; ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεός θς · καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν. οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατα το σῶμα. τότε ἡ πλευρὰ ἐνύγη· καὶ γὰρ τότε μετα τὸν ὕπνον· καὶ νῦν μετα τὴν κοίμησιν· οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἱρετικοὶ καὶ θαύματα βλέποντες. κτίσμα λέγουσιν· δια τί δὲ ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρά· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στρου πάντα λυθῆναι τὰ κατα τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ἐκβαλὼν ὁ θεὸς θς τὸν ἀδὰμ ἀπο τοῦ παραδείσου· φλογίνην ῥομφαίαν περιέθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τον παράδεισον· ἡ δε ῥομφαία ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον. ἕως ἂν κρούση τινὶ τῶν ἀντιπιπτόντων οὐχ ίσταται· ἴστε δὲ ἀπο τῆς πείρας ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον· ἐὰν μή τινι συγκρούση. οὐχ ίσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδεὶς ἠδύ νατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου . τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν· ἵνα δια τῆς αἰσθητῆς λόγχης· ἡ νοητὴ ῥομφαία συγκρούσασα τῆ πλευρᾶ. παύσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μηκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείση τοῦ παραδείσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαίαν δια τῆς πλευρᾶς. καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου· ἐπήγασεν ἀπο πλευρᾶς ἡ θεραπεία. τῶ πληγέντι δια πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου. καὶ ἐπι τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν. ἀλλ ἠλέησεν· ἐξέβαλεν. ἀλλ οὐκ ἠφάνισεν· ἀπέστρεψεν· ἀλλ οὐκ εξέωσεν· ἀλλ οἶδα ὅτι ὁ καιρὸς τῆ λειτουργία παραχωρεῖ· πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥστε καὶ ἡμῖν ἐκβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν. καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν. τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ σοφῶ ἀφορμὴν. καὶ σοφώτερος ἔσται· εὐχαρι στήσωμεν οὖν τῶ θεῶ θω · ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν. καὶ μυρίους παραδείσους ἀνα πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον δια τὴν παράβασιν ἀπολέσαντες. εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθημεν· δια τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · μεθ οὗ τῶι πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι . εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν·