The Greek Library Author

Severianus Gabalensis

Quomodo animam acceperit Adamus (Ms Vc)

Edition reference
Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local019
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής· πόνοι γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεται· τὸ τῆς νηστείας ἐπάγγελμα· πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον· ἡ βασιλεία τῶν οὐρανῶν οὐνων · διήνυσται τοίνυν ἡμιν μετὰ τῶν ἱερῶν τούτων πόνων ἡ πανάρετος ἐβδομᾶς καὶ εἰς τέλος ἔδραμεν τὸ πρῶτον γυμνάσιον καὶ λάμπει τὸ τῆς εὐσεβείας ἐπαθλον· σήμερον ἀδελφοὶ ἐστὶν ἡ ἡμέρα καθ ην ὁ ἀδὰμ ἐπλάσθη· καθ ην κατ εικόνα θεοῦ θυ γέγονεν καὶ ἐπιδη χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ υπήκουσεν ἀνάγκη σήμερον· ἐν αὐτῆ τῆ ἡμέρα καθ ὴν ὁ ἀδάμ ἐπλάσθη τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς · τήδε τῆ ἡμέρα· πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος κατὰ τήνδε τὴν ἡμέραν· τι οὖν ἵνα τῆς προκειμένης ἐπαγγελίας ἀψώμεθα ὅτε ὁ θεὸς θς ἐποίησεν τὴν οἱκουμένην· καὶ διἐκόσμησεν οὐρανὸν οὐνον · ἡλίω καὶ σελήνη· καὶ ἄστροις· καὶ τὴν γὴν ὁμοίως διἐποίκιλεν· ποταμοῖς καὶ πηγαῖς διἐζωσμένην ἄνθεσιν καὶ φυτοῖς ἐστεφανωμένην· καὶ θάλασσαν μὲν ἀπετείχισεν· σύμπασαν δὲ εὐπρέπειαν τῶδε τω κόσμω περιἔθηκεν· ὡς πολλάκις ἐφθην εἰπῶν ἐδημιούργησεν· καὶ ἔπλασεν τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ αὐτὸν οὐχ’ ὁμοίως· τοῖς ἄλλοις. τα μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη· λόγω μόνω κελεύσας ἀπὸ γῆς προσέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἐρπετὰ καὶ θηρία· τα δοῦλα λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται· οὐχ ότι θεοῦ θυ χεὶρ· ἔστιν καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεῖς τὸ τίμιον παρὰστήσαι τῶν πλαττωμένων· εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρᾶ τῶν ἔργων· ἐπὶτάττοντες ποιοῦμεν· τὰ δὲ ποθεινὰ δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν· διὰ τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς. ἔλαβεν χοῦν· οὐ βώλον· οὐ παχυτάτην ὕλην ἀλλα λεπτότατον χοῦν· ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγεται τῆς ἀναστάσεως· ἐπεὶ δη γὰρ ἤμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον· καὶ εἰς χοῦν θάνάτου κατήγαγες με· ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασᾶμενος ἀπαγορεύση τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων · ἐν αυτῆ τῆ δημιουργία ἔπηξεν τὴν ἐλπίδα τῆς ἀναστάσεως· διό φησὶν ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοῦς καὶ ὥδε χοῦς· ἐκεῖνος τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη· καὶ οὑτως τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν χοῦν καὶ ἔπλασεν· τὸ μὲν πόθεν ἔλαβεν· καὶ τὸ ἔπλασεν ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης μὴ περὶ ἐργάζεσθαι θεοῦ θυ δημιουργίαν εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ επετράπης περὶ ἐργάζεσθαι· πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις· ἐπεὶ τα μὲν τετράποδα ποιῶν ὁ θεός θς · ὁμοῦ μετὰ τὸν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον· καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· δια τί· ἵνα καὶ ἐν τούτω δείξη τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζώα καὶ τὰ κτήνη λυόμενα θανάτω συναφανίζει τῶ σώματι καὶ τὴν ψυχὴν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γένησιν· ὅπου πάλιν τὸ πᾶν ἥμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλάσας τὸ μὲν σῶμα ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν ἐμφυσᾶ· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατα τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τούτω τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπὸ γράφει· πλάττει τὸ σῶμα πρῶτον· καὶ πρῶτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νοερὰν· καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο πρῶτον ἐδείχθη νεκρὸς· εἶτα ζῶν· πρῶτον ἔπλασεν σῶμα νεκρὸν· εἰς ὁ ἤμελλεν καταλήγειν ὁ ἄνθρωπος ἄνος · εἶτα· ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σῶμα τότε ἀπέδωκεν τὸν χαρακτῆρα καὶ οὐ ποιεῖ τὴν ψυχὴν προ τοῦ σῶματος· ἵνα μη γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία· ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ· καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται· ἀλλ’ ἵνα μηδε τὸν τρόπον εἴδη τοῦ γινομένου τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν κοιλία· καὶ πῶς πλάττει οὐδενὶ σὺνεχώρησεν βλέπειν· σπειρόμεθα καὶ πλαττόμεθα· καὶ ἡ μὲν φύσις τὸν δρόμων ἀνύει τὸν δε τρόπον τῆς πλάσεως οὐδεῖς καταλαμβάνει· ὦ του θαύματος. κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἶκος ἐν οἶκω κατασκευάζεται· καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον κατὰ τὴν νεκρὰν εἰκόναν· εἶτα φησίν· ἐνεφύσησεν εἰς τὸ πρόσωπον τοῦ ἀδὰμ ὁ θεὸς θς πνοην ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος εἰς ψυχὴν ζῶσαν πολλοὶ ἐνομισαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἢν ἡ ψυχή· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τῶ σώματι ἡ ψυχὴ· ἔστιν δε πολλῆς οὐ μόνον ἀνοίας· ἀλλὰ καὶ ἀτοπίας μεστῶς ὁ λόγος· εἰ γὰρ ἐκ τῆς οὑσίας τοῦ θεοῦ θυ ἡ ψυχὴ· λέγω δὴ ἐκ τῆς οὑσίας αὐτοῦ· οὐκ εχρὴν ἐν τω μὲν εἶναι σοφὴν· ἐν άλλω δε μωρὰν καὶ ἀσύνετον· οὐδε ἐν τω μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ετέρω δε ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία οὐ μερίζεται· οὐδε ἀλλοιοῦται· ἀλλ έστιν ἀναλλοίωτος ἐγὼ γάρ ειμι φησίν καὶ οὐκ ηλλοίωμε· ἔπειτα δὲ ἀδελφοὶ οὑ μόνον εὑρίσκομεν δι’ ἁμαρτανούσας τὰς ψυχὰς· καὶ ἐκ τούτου ἐλεγχομένας ὡς οὐκ εισὶν ἐκ τῆς θείας οὐσίας· ἀλλ ευρίσκομεν αὐτὰς καὶ κρίσει ὑπὸ βαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀπὸ κτενόντων τὸ σώμα· τὴν δὲ ψυχὴν μὴ δυνάμενον ἀπὸ κτεῖναι· φοβείθητε δὲ τὸν θεὸν θν τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχή· ἑαυτὸν κρίνει ὁ θεός θς · τι οὖν βούλεται τὸ ἐνφύσημα· ἀναγκαίον ϊδεῖν· ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα· ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὠσπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβεται πνεῦμα πνα ἅγιον· οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκούομεν· θεοπρεπῶς δε νοοῦμεν· τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προσελθῶν· οὐκ αυτὸ γέγονεν ψυχὴ· ἀλλα ψυχὴν ἔκτισεν· οὐκ αυτὸ εἰς ψυχὴν μετεβλήθη· ἀλλὰ ψυχὴν ἐδημιούργησεν δημιουργὸν γὰρ τὸ πνεῦμα πνα τὸ ἅγιον κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος· καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ καὶ υἱὸς υς καὶ πνεῦμα πνα ἅγιον· τῆ θεία δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μη νομίσης ὅτι μέρος μὲν ὁ πατὴρ πηρ συνελάβετο· μέρος δὲ ὁ υἱός υς · μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον ἀλλ’ ἐκεῖνο λέγω ὅτι κὰν πατὴρ πηρ ποιήση· υἱοῦ υυ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· καὶ υἱὸς υς δημιουργήση· πατρὸς πρς ἡ δημιουργία καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· ἡ δέ τις ἀπιστεῖ ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ εκοινώνησεν τῆ ἡμετέρα δημιουργία ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς ἀγίας τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς ἀγίας τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφεται ἡ δημιουργία· πῶς ἐν ονόματι πατρὸς πρς καὶ υιοῦ καὶ ἁγίου πνεύματος πνς · ἀνακαινίζεται ἡ δημιουργία ἀλλ όταν μὲν ἐκτίσθημεν οὐ χρεία γέγονεν· τοῦ πνεύματος πνς ὅταν δε ἀνακαινιζόμεθα παραλαμβάνεται τὸ πνεῦμα οὐκοῦν δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον κὰν θέλωσιν οἱ ἐχθροὶ κὰν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς περὶ γὰρ τῆς ἀνθρωπίνης ανινης διὰ λεγόμενος κατασκευῆς φησίν· πάντα πρὸς σὲ προσδοκῶσιν κύριε κε δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὑκαιρον δόντος σου αὐτοὶ συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ταύτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται· εἴτα τί τὸ ἐπαγόμενον ἀπὸ στρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν ἐκλείψουσιν ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα πνα τὸ ἄγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν τό τε δὲ περὶ πνεύματος πνς ἀγίου διαλέγεται ἐξαποστελεῖς φησὶ το πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ πρὸς ταύτην ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν ὂν αἰρετικοὶ, ετέρα μαρτυρία πάλιν ἀπαστράψει τὴν τοῦ ἁγίου πνεύματος πνς , δημιουργικὴν δύναμιν κηρύττουσα τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ οὐνου καὶ γῆς καὶ θαλάσσης ἔργον τοῦ ἁγίου πνεύματος πνς εὐρίσκεται τὸ γὰρ τοῦ χριστοῦ χυ τὸ πανάγιον καὶ πρὸς κυνητὸν σῶμα· δι’ οὗ καὶ οὐρανὸς οὐνος καὶ ἡ γῆ καὶ ὅλος ὁ κόσμος ἀνακαινίζεται καὶ ἡ οἱκουμένη σώζεται ἔργον εστὶν τοῦ ἀγίου πνεύματος πνς · τῆς γοῦν παρθένου τῆς ἀγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδίνα καὶ λεγούσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω· ὁ ἄγγελος φησὶν πρὸς αὐτὴν· πνεῦμα πνα ἄγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπὶ σκιάσει σοι· τινὲς ἐνόμισαν· πνεῦμα πνα μὲν ἅγιον εἰρήσθαι αὐτὸ τὸ πνεῦμα πνα δύναμιν δὲ ὑψίστου τὸν υἱόν υν δει δὲ εἰδέναι ὅτι τὸ αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον καὶ δύναμιν ὑψίστου ὥσπερ γὰρ ἦν ὁ υἱὸς υς δύναμις ὑψίστου καὶ λέγεται χριστὸς χς γὰρ θεοῦ θυ δύναμις· οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἄγιον δύναμις ὀνομάζεται· λέγει γοῦν τοῖς ἀποστόλοις ὁ κύριος κς μείνατε εἰς ἱερουσαλὴμ ϊλημ ἕως ἂν ἐνδύσησθαι δύναμιν ἐξ ύψους· ἔπειτα δε ἀδελφοὶ ὁ ἄγγελος τῶ ϊωσὴφ διὰ λεγόμενος φησίν· ϊωσήφ υἱὸς υς δαυὶδ δαδ μὴ φοβηθῆς παραλαβεῖν μαριὰμ τὴν γυναικά σου τὸ γὰρ ἐν αὐτῆ γενηθὲν οὑ γενηθὲν ἵνα μη νομίσης τὴν θείαν καὶ ἄχραντον φύσιν χραί νεσθαι· οὐκ είπεν τὸ γὰρ ἐν αυτῆ γεννηθὲν, ἀλλὰ τὸ γεν ηθὲν· ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ χυ ἔκτισεν τὸ πνεῦμα πνα τὸ ἅγιον δείξον διἀφορὰν δημιουργίας πρὸς δημιουργίαν ἀλλ όρα μὴ αἰσχυνθὴς πατρὶ πρι μὲν ἐπὶ γράφων τὴν γηΐνην εικόνα· τὸ δὲ πνεῦμα πνα τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατα τὸν σὸν λόγον ὅτε ἀδὰμ ἐκτίσθη κοινωνίαν οὐκ έσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα εὐρεθήσεται· ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς υς κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον τὸ δὲ πνεῦμα πνα τὸν οὐράνιον ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν καὶ πρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη ὅτε ἐδημιουργήθη· ὅτε τὸν οἱκεῖον ἀπέ λαβεν χαρακτήρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ ηθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῆ τῆς γυναικὸς δημιουργία· διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναικα ἐπὶ βάλλει τῶ ἀδάμ κοίμησιν ϊνα μὴ παρῆ μηδε περιἐργάζηται θεοῦ θυ δημιουργίαν καὶ ἐπέβαλεν ἐπ αυτὸν ἔκστασιν τουτέστιν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ ὁ δήσας καὶ ἔλυσεν· ἐξ ῶν ἐργάζεται· δανείζεται ἐξ ων ποιεῖ λαμβάνει· ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἐπλήρωσεν σάρκα ἀντ αυτῆς· πόθεν ἀνεπλήρωσεν· ἀπορεῖ μὲν ὁ λόγος· ἡ δὲ δύναμις οὐκ απορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν ἧν ἔλαβεν εἰς γυναῖκα πῶς πάλιν ὠκοδόμησεν· ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας δι’ επλάσθη πῶς εἰς νεῦρα διετάθη· πῶς εἰς ἡπαρ μετερυθμήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλώττα· πῶς ἀπετορεύθη χείλη, πῶς δι’ εγλύφησαν ρίνες· πῶς ηὑῥέθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἐρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δε μη ϊσχύης εἰπεῖν· ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς σὺκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν πάνσοφον σοφίαν ἀπὸ ἐνὸς πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο τὸν ἔνα πάλιν ἀποτελέση τῆς συμφυείας ἀπὸ τοῦ ἀδάμ ἔτεκεν τὴν γυναίκα, ἀπὸ τοῦ ἐνὸς ἐποίησεν δύο· πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο, ποιεῖ τὸν ἔνα τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον εἰς ἓν ἀποτελεῖ σῶμα· τὸ ῥήμα ἀνθρώπινον ἀνινον τὸ δὲ νόημα θεῖον· ἐρμήνευσον πῶς ὠκοδόμηται πλευρὰ καὶ οὐχ ευρήσεις· πῶς μὲν ἡ πλευρὰ ὠκοδόμηται οὐχ ευρήσεις· πῶς τὸ μὲν ἔπλασεν τὴν δὲ ὠκοδόμησεν ἀπὸ πλευρᾶς ἐπλασεν τὸν ἀδὰμ ἀπὸ γῆς ἐδημιούργησεν τὴν εὔαν ἀπὸ πλευρᾶς κατασκευάζει· τὸν κάϊν καὶ τὸν ἄβελ· καὶ τοὺς ἑξης ἅπαντας ἀνθρώπους ἀνους ἀπὸ συναφείας καὶ εἰσὶν οἱ μὲν γεννητοὶ, ὁ δὲ πλαστός, ἡ δὲ οἰκοδομητή· τὰ ὀνόματα οὐκ ΐσα. ἐμερίσθη ἡ οὐσία ταυτά μοι εὐκαίρως εἰρήσθω· ἐπειδὴ λέγουσιν οἱ αἱρετικοὶ ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια· ἀλλ όσην ἔχει· τὰ ὁνόματα διὰ φορὰν τὸσαύτην ἔχει καὶ τὰ προστάγματα τὴν διάστασιν· δὸς οὖν διὰ φορὰν πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς καθὸ ἐγένετο ἀγέννητος καθὸ οὐκ εγεννήθη· ἐγένετο καὶ ἐπλάσθη ἀλλ’ ουκ εγεννήθη· ἡ δὲ γυνὴ οὔτε ἐγεννήθη οὔτε ἐπλάσθη· ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στήσον τὸ νόἡμα ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ εγεννήθη· ἡ γυνῆ ὡκοδομήθη καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἑξῆς ἀνθρώπους ἀνους · οὔτε ἐπλάσθησαν οὔτε ὠκοδομήθησαν ἐπεὶ οῦν πολλὴν ἔχει διἀφορὰν ἡ ἔννοια τῶν ὁνομάτων· ἄλλο γὰρ τὸ πλασθῆναι καὶ ἄλλο τὸ γεννηθῆναι δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὐὰν καὶ τοὺς ἐξ αυτῶν· εἰ δε τέμνονται ταῖς κατηγορίαις καὶ οὑ τέμνονται· ἡ οὐσία τί θαυμαστὸν· εἰ τὰ ὀνόματα συνεχῶς περὶ στρέφεις· ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τὸ γεννητὸν ἠρνήσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ ἠν σοι ἀξιοπιστότερος ὁ θεός θς · οὐκ ηδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοίας εὐρεῖν· οὐκ ηδύνατο εἰπεῖν βαπτίζετε αὐτοὺς ἐν ονόματι ἀγεννήτου καὶ γεννητοῦ ἀλλ η μεν πρὸς τοὺς αἰρετικοὺς μάχη καὶ ὁ περὶ εὐσεβείας ἀγῶν ετέρωι καιρῶ τὰμίευσθω· εἰς δε το προκείμενον ἐπανέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον καὶ τότε τὴν πλευρὰν ἔλαβεν ἐπεὶ οὖν ἤμελλεν ἐκ τῆς πλευρας ταύτης προἔρχεσθαι· ἡ ἀφορμὴ τῆς παραβάσεως· γυνη δὲ εἰσήγαγεν τὸν θάνατον· τῶ ἀδὰμ ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεύσαι ἀντιτίθησι πλευρᾶν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ τῆ λόγχη παρέδωκεν τὴν πλευρᾶν· ἣ ν όθεν ἐπήγαγεν τὸ τραύμα ἐκεῖθεν ἀνθήση ἡ σωτηρία σρία · ἐξῆλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα· καὶ βλέπε τὸ θαυμαστόν· ἐπεὶ δὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνον ἀφηρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγορότος τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφηρέθη, ὁ σωτὴρ σηρ οὐκ εγρηγορὸς τῶ ὤματι τὴν πλευρᾶν διενύγη· ἀλλὰ μετὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκεν τὴν πλευρὰν τῶ στρατιώτη· καὶ πρόσεχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἱκονομίαν ἐπλήρου· ὑπέμεινεν μὲν τὰ ἄλλα· ἔτι ἐν σαρκὶ ῶν καὶ φαινόμενος· καὶ ταῦτα κατὰ τὴν ἀνθρωπίνην ἀνινην κατάστασιν· θεοῦ θυ γὰρ πάθος οὐχ ἄπτεται· θεὸν θ υ ν πάθος οὐχ ὑβρίζει· θεὸν θν πάθος οὐ μειοῖ εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν στιν κατώτερος· εἰ γὰρ ταῖς ψυχαῖς ταῖς ἡμετέ αις αὐτὸς ἐπαγγέλλεται λέγων· μὴ φοβηθήτε ἀπὸ τῶν ἀποκτηνόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι πῶς αυτὸς τῶν παθῶν μετέσχη τοῦ σώματος· χῆ· οὐκ αποθνήσκει καὶ ὁ κτίσας τὰς ψυχὰς ἀπὸ θνήσκει, πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην ἀνινην οἰκονομίαν ἐπι τελεῖ τὰς οἰκονομίας, ἵνα δείξη τὴν ἐξουσίαν αὐθεντοῦσαν καὶ οὐχ ὑποκύπτουσαν νόμους φύσεως ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου τετέλεσται· πάτερ περ εἰς χεῖρας σου παρατίθημι τὸ πνεῦμά πνα μου φωνῆ· τὴν φύσιν διέλυσεν· λόγω τὴν πήξιν ἐφήρμωσεν· αὐτὸς γὰρ ἐστιν ὁ λέγων ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου + ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν· τε οὖν παρεδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶτα ἀποστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψιλῶ ῥήματι τὴν ψυχὴν παρὰ διδόναι· προσῆλθον πειράζοντες εἰ ζῆ καὶ εὑρον νεκρὸν μὲν ἀληθῶς τῶ σώματι ζῶντα δὲ τῆ ἐνεργεία καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον μετ τὸν σταυρὸν στρον ὁμολογοῦσαν υἱὸν υν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ἔνυξεν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ ὁ έστιν νεκρου ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκρου αἰμα πηγάζει· ὅτε δὲ ἐπήγασεν τὸ αἷμα τὸ μυστικὸν τότε ἡ πλευρὰ πηγὴν ἤνοιξεν σωτηρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρὰ νομίαν· τότε λέγει ὁ ἐκατόνταρχος ὁ παρεστηκὼς τῶ σταυρῶ· ἀληθῶς θεοῦ θυ υἱὸς υς ἦν· ζῶντα ἠρνήσω καὶ ἀποθανόντα κηρύττεις· ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις ὥσπερ τῶ ἀδάμ ὕπνον ἐνέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σωμα τότε ἡ πλευρᾶ ἐνύγη κα γὰρ τότε μετὰ τὸν ὕπνον καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ϊδόντες υἱὸν υν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες κτί μα λέγουσιν· δια τί δε ἀδελφοὶ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ, ἔδει ἐν τ σχήματι τοῦ σταυροῦ στρου πάντα λυθήναι τὰ κατὰ τοῦ ἀδὰμ ἐπεὶ δὴ γὰρ ὁ θεὸς θς ἐκβαλῶν τὸν ἀδὰμ ἀπὸ τοῦ παρὰ δείσου φλογίνην ῥομφαίαν περὶ έθηκεν τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθε εἰς τὸν παράδεισον ἡ δὲ ῥομφαῖα ἦν στρεφομένη· πᾶν δὲ τὸ στρεφόμενον ἕως ὰν συνκρούση τινὶ τῶν ἀντιπίπτοντων οὐχ ΐσταται· ΐστε ἀπὸ τῆς πείρας τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐὰν μη τινι συγκρούση οὐχ ΐσταται τοῦ ἰδίου δρόμου ἐπει οῦν οὐδεῖς ἡδύνατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου τῶ σχήματι τῆς ῥομφαίας ἀντέθηκεν τὴν πλευρᾶν ἴνα διὰ τῆς αἰσθητῆς λόγχης ἡ νοητῆ ῥομφαία· συγκρούσασα τῆ πλευρᾶ παύσηται λοιπὸν τῆς ἀπειλῆς καὶ μὴκέτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἰσοδον ἀποκλείση τοῦ παραδείσου ἐδέξατο τοίνῦν ὁ κύριος κς τὴν ῥομφαῖαν διὰ τῆς πλευρᾶς καὶ εὐθέως ἡνοίγη ἡ θύρα τοῦ παραδεῖσου· ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῶ πληγέντι διὰ πλευρὰς ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου + ἐπιτέλει αὐτὸν εἰσήγαγεν εἰς βασιλείαν· ἐπαίδευσεν ἀλλ ηλέησεν· ἐξέβαλεν ἀλλ’ οὐκ ηφάνισεν ἀπέστρεψεν ἀλλ ουκ εξέωσεν· ἀλλ’ οὶδα ὅτι καιρὸς τῆ λειτουργία παραχωρεῖν. πάντα γὰρ δυνατὰ τῶ θεῶ θω · ὥσται ἡμῖν ἐμβαλεῖν δευτέραν τὴν ἔννοιαν· πρώτην τῶν λειπομένων· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν τοῦ παντὸς λόγου τὴν δύναμιν· δίδου γὰρ ἀφορμὴν σοφῶ καὶ σοφώτερος ἔσται· εὐχαριστήσωμεν τῶ θεῶ θω · ὅτι παράδεισον ἔνα ἀπολέσαμεν καὶ μυρίους παραδείσους ἀνά πασαν τὴν οἱκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θω , ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες εἰς βασιλείαν οὐρανῶν οὐνων ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ μεθοῦ τῶ πατρὶ πρι δόξα συν αγίω πνεύματι πνι εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν.