Quomodo animam acceperit Adamus (Ms Vo)
- Edition reference
- Quomodo animam acceperit Adamus [Dub.] (CPG 4195), ed. H. Savile, Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου τῶν εὑρισκομένων, vol. 5, Eton: Regius Typographus, 1611: 648–653.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg004.local020- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
⁖λόγος μα:– Κ αλοὶ τῆς ὑπομονῆς οἱ πόνοι· καὶ κάλλιστος ὁ καρπὸς, ὁ τοῖς πόνοις ἐπόμενος· ἀγαθῶν γὰρ πόνων, ὁ καρπὸς εὐκλεεῖς· πόνοι, γεννῶσιν ἀρετάς· πόνοις ἀρμόζεται, τὸ τῆς νηστεῖας ἐπάγγελ μα· πόνοις κατορθοῦται, τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα· πόνων ἔπαθλον, ἡ βασιλεῖα τῶν οὐρανῶν οὐνῶν , δι’ ἧς τοίνυν μετὰ τῶν ἱερῶν τοῦτων πόνων, εἰς τέλος ἔδραμεν τὸ πρώτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβεῖας ἔπαθλον· σήμερον ἀ δελφοὶ ἔστιν ἡμέρα, καθ’ ἧν ὁ ἀδὰμ ἐπλάσθη· καθ ἦν κατ εἰκόνα θεοῦ θυ γέγονεν· καὶ ἐπειδὴ χθὲς ἡμῖν τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπ’ ἤκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῆ τῆ ἡμέρα καθ’ ἧν ὁ ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους· ἔπλασεν αὐτὸν ὁ θεὸς θς · τῆδε ἡμέρα πάλιν αὐτὸν ἀναπλάττει ὁ τοῦ θεοῦ θυ λόγος, κατὰ τήνδε τὴν ἡμέραν· τί οὖν ἵνα τῆς προκειμένης ἐπαγγελεῖας ἀψώμεθα· ὅτε ὁ θεὸς θς ἐποίησε τὴν οἰκουμένην· καὶ διεκόσμησεν οὐρανὸν οὐνον καὶ ἥλεον καὶ σελήνην καὶ ἄστρα, καὶ τὴν γῆν ὁμοίως κατεποίκιλεν ποταμοὺς καὶ πηγὰς διεζωσμένην, ἄνθεσιν καὶ φωτὸς ἐστεφανομένην· καὶ θάλασσαν ἀπετείχησεν· σύμπασαν δὲ τὴν εὐπρέπειαν τῶ κόσμω περιέθηκεν· ὡς πολλάκις εὔθην εἰπὼν, ἐδημιούργησε καὶ ἔπλασε τὸν κόσμον τοῦτον· χειροτονῆ τὸν δεσπότην· πλάττει δὲ αὐτὸν, οὐχ’ ὁμοίως τοῖς ἄλλοις· τὰ μὲν γὰρ τ ετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη, λόγω μόνω κελεύσας ἀπὸ γῆς προσέφερεν· ἐξαγαγέτω ἡ γῆ τετράποδα ἑρπετὰ καὶ θηρία· τὰ δοῦλα, λόγω καλεῖται· τὸ δὲ πλάσμα τῆς θεῖας εἰκόνος, χειρὶ πλάττεται· οὐχ’ ὅτι χεῖρ ἐστὶν καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεῖς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων. εἰσάγει θεοῦ θυ χεῖρα δημιουργοῦσαν· τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων, ἐπιτάττοντες ποιοῦμεν· τὰ δὲ ποθινὰ, διὰ τῶν χειρῶν ἀναλαμβάνο μεν· διὰ τοῦτο φησὶν ἡ γραφῆ· καὶ ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἔλαβεν χοῦν, οὐ βόλον· οὐ παχυτάτην, ἀλλὰ λεπτότατον χοῦν· ὅρα πῶς ἐ ξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγει τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι, κατὰ τὸ εἰρημένον· καὶ εἰς χοῦν θανάτου κατήγαγές με· ἵνα μή τις τῶν ἐν τοῖς τάφοις χοῦν θεασάμενος ἀπαγορεύσει τὴν ἐλπίδα τῶν ἀνθρώπων ἀνων , ἐν αὐτῆ τῆ δημιουργία ἔπιξε τὴν ἐλπίδα τῆς ἀναστάσεως· διὸ φησίν· ἔλαβεν ὁ θεὸς θς χοῦν ἀπὸ τῆς γῆς· ἐκεῖ χοὺς, καὶ ὧδε χούς· ἐκείνω, τῆ δυνάμει τοῦ τεχνίτου μετεποιήθη· καὶ οὗτος, τῆ σοφία τοῦ δημιουργοῦ μετεβάλλετο· ἔλαβεν γὰρ καὶ ἔπλασεν· τὸ μὲν πό θ εν ἔλαβεν καὶ τί ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετ’ ἐποίησεν, οὐ παρέλαβες· τὸν λόγον ἐδίδαξεν, τὸν δὲ τρόπον ἀπέκρυψεν· ἵνα μάθης. μὴ περιεργάζεσθαι θεοῦ θυ δημιουργίαν· εἰ δὲ θεοῦ θυ δημιουργίαν οὐκ’ ἐπετράπης περιεργάζεσθαι, πολλῶ μᾶλλον θεοῦ θυ γέννησιν πολυπραγμονεῖν οὐκ’ ὀφείλεις· ἐπεὶ, τὰ μὲν τετρά π οδα ποιὼν ὁ θεός θς , ὁμοῦ μετὰ τῶν σωμάτων, καὶ τὰς ψυχὰς ἐπήγαγεν· τὸν δὲ ἄνθρωπον ἄνον πλάττων, πρώτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· διὰ τί; ἵνα καὶ ἐν τοῦτω δεῖξει, τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου ἀνου · ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῶα καὶ τὰ κτήνη λυώμενα θανάτω, σὺν ἀφανίζει τὸ σώματι καὶ τὴν ψυχήν· ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν, ὅπου πάλιν τὸ πᾶν ἥμελλεν ἀφανίζεσθαι· τὸν δὲ ἄνθρωπον ἄνον πλά σ ας· τὸ μὲν σώμα, ἀπὸ γῆς λαμβάνει· τὴν δὲ ψυχὴν, ἐμφυσά· καὶ μικρὸν ἀνάμεινον ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος, κατὰ τὸ ἐγχωροῦν παραστήσω· ἐκ προοιμίων γὰρ καὶ τοῦτο, τὴν ἐλπίδα τῆς ἀναστάσεως γράφει· πλάττει τὸ σώμα πρώτον· καὶ πρώτον ἄνθρωπος ἄνος ἔλαβεν εἰκόνα νεκρὰν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο· πρῶτον εδειχθη νε κ ρὸς, εἶτα ζῶν· πρῶτον ἔπλασε σώμα νεκρόν, εἰς ὃ ἔμελλεν καταλίγειν ὁ ἄνθρωπος ἄνος · εἶτα ὅτε ἀπετέλεσεν τὸ νεκρὸν σώμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα· καὶ οὐ ποιεῖ τὴν ψυχὴν προτοῦ σώματος, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων· οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῆ δημιουργία. ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ θυ · καὶ οὐ μόνον ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μὴ δὲ τὸν τρόπον ἴδει τοῦ γενομένου. τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός θς · καὶ γὰρ ἕκαστον ἡμῶν π λάττει ἐν κοιλία· καὶ πῶς πλάττει. οὐδενὶ συνεχώρησεν βλέπειν· σπηρώμεθα καὶ πλαττώμεθα· καὶ ἡ μὲν φύσις. τὸν δρόμον ἀνύει· τὸν δὲ τρόπον τῆς φύσεως. οὐδ’ εἷς καταλαμβάνει· ὦ τοῦ θ αύματος· κτίζεται ναὸς ἐν ναῶ· πλάττεται βρέφος ἐν κοιλία· οἴκος ἐν οἶκω κατασκευάζεται, καὶ ὁ ἔξωθεν οἶκος οὐκ’ ἐσθάνεται· ποιεῖ τοίνυν τὸν ἄνθρωπον ἄνον , κατὰ τὴν νεκρὰν εἰκόνα· εἶτα φησίν· ἐνεφύσησεν εἰς τὸ πρόσω πον τοῦ ἀδὰμ ὁ θεὸς θς πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος ἄνος , εἰς ψυχὴν ζῶσαν· πολλοὶ ἐνόμησαν ὅτι τὸ ἐμφύσημα αὐτὸ ἦν ἡ ψυχῆ· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ μετεδόθη τὸ σώματι ἡ ψυχῆ· ἔστιν δὲ πολλῆς οὐ μόνον ἀνοῖας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος· εἰ γ ὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ θυ ἡ ψυχῆ· λέγω δὴ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐκ’ ἐχρὴν ἐν τῶ μὲν εἶναι σοφὴν, ἐν ἄλλω δὲ μωρὰν καὶ ἀσύνετον· οὐδὲ ἐν τῶ μὲν εἶναι ψυχὴν δικαίαν· ἐν ἑτέρω δὲ ψυχὴν ἄδικον· ἡ γὰρ τοῦ θεοῦ θυ οὐσία, οὐ μερίζεται οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀνἀλλοίωτος· ἐγὼ γάρ εἰμι φησιν φη , καὶ οὐκ’ ἠλλοίωμαι· ἔπειτα δ ὲ ἀδελφοῖ· οὐ μόνον εὑρήσκομεν δι’ ἁμαρτανοῦσας τὰς ψυχὰς καὶ ἐκ τοῦτου ἐλεγχομένας ὡς οὐκ’ εἰσὶν ἐκ τῆς θεῖας οὐσίας, ἀλλ’ εὑρήσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας· λέγει γὰρ ὁ σωτήρ σηρ · μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεννόντων τὸ σώμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φο βήθητε δὲ τὸν θεόν θν · τὸν δυ νάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπωλέσαι ἐν γεέννη· εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχῆ· ἑαυτὸν κρίνει ὁ θεός θς ; τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν ἐπὶ θεοῦ θυ τὸ ἐμφύσημα, ἡ τοῦ ἁγίου πνεύματος πνς ἐστὶν ἐνέργεια· ὥ σπερ γὰρ ὁ σωτὴρ σηρ ἐνεφύσισεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπεν· λάβετε πνεῦμα πνα ἅγιον· οὕτω τῶ ἐμφύσιμα τὸ θεῖον· ἀνθρωπίνως ἀνινως ἀκούωμεν, θεοπρεπῶς δὲ νοοῦμεν· τὸ πνεῦμα πνα ἐστὶν τὸ προσκυνητὸν καὶ ἅγιον· τοῦτο τὸ πνεῦμα πνα τὸ ἅγιον προσελθὼν οὐκ’ αὐτὸ γέγονεν ἡ ψυχῆ, ἀλλὰ ψυχὴν ἔκτισεν· οὐκ’ αὐτὸ γέγονεν ψυχῆ ἢ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησεν· δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ κοινωνεῖ τῆ δημιουργία τοῦ σώματος, καὶ τῆ δημιουργία τῆς ψυχῆς· πατὴρ πηρ γὰρ υἱὸς, καὶ πνεῦμα πνα ἅγιον, θεῖα δυνάμει δημιουργεῖ τὸ πλάσμα· καὶ μὴ νομίσης ὅ τι μέρος μὲν ὁ πατὴρ πηρ συνελάβετο· μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα πνα τὸ ἅγιον, ἀλλ’ ἐκεῖνο λέγω· ὅτι κἀν πατὴρ πηρ ποιήσει, τοῦ υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος πνς τὸ κατόρθωμα· κἀν υἱὸς δημιουργήσει, πατρὸς πρς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος πνς ἡ ἐνέργεια· εἰ δέ τις ἀ πιστεῖ ὅτι τὸ πνεῦμα πνα τὸ ἅγιον οὐκ’ ἐκοινώνησεν τῆ ἡμετέρα δημιουργία, ἐλεγχέσθω ἐκ τῶν μυστηρίων· εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς ὑπὸ τῆς τριάδος ἀναγεννώμεθα· εἰ μὴ τῶ πατρὶ πρι καὶ τῶ υἱῶ καὶ τῶ ἁγίω πνεύματι πνι ἐπιγράφετε ἡ δημιουργία, πῶς ἐν ὀνόματι πατρὸς πρς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πνς , ἀνακαινίζεται ἡ δημιουργία· ἀλλ’ ὅτ’ ἂν μὲν ἐκτίσθημεν, οὐ χρεῖα γέγονε τοῦ πνεύματος πνς · ὅτ’ ἂν δὲ ἀνακαινιζόμεθα παραλαμβάνεται τὸ πνεῦμα πνα ; οὐκ’ οὖν, δημιουργὸν τὸ πνεῦμα πνα τὸ ἅγιον, κἀν θέλωσιν οἱ ἐχθροῖ κἀν μή· μαρτυρεῖ δαυὶδ δαδ ὁ προφήτης, τῆ δημιουργικῆ δυνάμει τοῦ πνεύματος πνς · περὶ γὰρ τῆς ἀνθρωπίνης ἀνίνης δ ιαλεγόμενος κατασκευῆς, φησί· πάντα πρὸς σὲ προσ δοκοῦσι κύριε κε , δοῦναι τὴν τρο φὴν αὐτῶν εἰς εὔκαιρον· δόν τος σου αὐτοὶ συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεί ρα, τὰ σύμπαντα πλησ θήσονται χρηστότητος· τ αῦτα τὴν ἄφθονον χωρηγίαν, ἐνδεῖκνυνται· εἶτα, τί τὸ ἐπαγόμενον· ἀποστρέ ψαντος δέ σου τὸ πρόσω πον ταραχθήσονται· ἀν τανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ εκλεῖψουσιν· ἐξἀποστε λεῖς τὸ πνεῦμά πνα σου καὶ κτισ θήσονται· οὐκ’ οὖν, κτίσ της καὶ δημιουργὸς, τὸ πνεῦμα πνα τὸ ἅγιον· καὶ βλέπε ῥημάτων ἀκρίβειαν· ὅτε μὲν περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει· ἀντανελεῖς τὸ πνεῦμα πνα αὐτῶν καὶ ἐκλείψουσιν· ὅτε δὲ περὶ πνεύματος πνς ἁγίου διαλέγεται, ἐξαποστελεῖς τὸ πνεῦμά πνα σου καὶ κτισθήσονται· εἰ δὲ π ρὸς ταῦτην ἀναβλέψαι τολμήσουσιν τὴν ἀλήθειαν οἱ αἰρετικοῖ, ἑτέρα μαρτυρία πάλιν ἀπαστράψει, τὴν τοῦ ἁγίου πνεύματος πνς δημιουργικὴν δύναμιν κηρύττουσα· τὸ γὰρ κρεῖττον πᾶσης δημιουργίας· καὶ οὐρανοῦ οὐνοῦ καὶ γῆς καὶ θαλάσσης, ἔργον τοῦ ἁγίου πνεύματος πνς εὑρήσκεται· τ ὸ γὰρ τοῦ χριστοῦ χυ πανάγιον καὶ προσκυνητὸν σώμα· δι’ οὗ καὶ οὐρανὸς οὐνὸς καὶ γῆ καὶ ὅλος ὁ κόσμος ἀνακαινίζεται καὶ ἡ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος πνς · τῆς γὰρ παρθένου τῆς ἁγίας ἀποροῦσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα καὶ λεγοῦσης· πῶς ἔσται μοι τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω, ὁ ἄγγελός φησὶ πρὸς αὐτήν· πνεῦμα πνα ἅγι ον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιά σει σοι· τινὲς μὲν ἐνόμη σ αν πνεῦμα πνα μὲν ἅγιον εἰρῆσθαι, αὐτὸ τὸ πνεῦμα πνα · δύναμιν δὲ ὑψίστου, τὸν υἱόν· δεῖ δὲ εἰδέναι ὅτι αὐτὸ ἐκάλεσεν καὶ πνεῦμα πνα ἅγιον, καὶ δύναμιν ὑψίστου· ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται· χριστὸς χς γὰρ θεοῦ θυ δύναμις, οὕτω καὶ τὸ πνεῦμα πνα τὸ ἅγιον δύναμις ὀνομάζεται· λέγει γὰρ τοῖς ἀποστόλοις ὁ κύριος κς · μεῖ νατε εἰς ἱερουσαλὴμ, ἕως οὖ ἐνδύσησθε δύναμιν ἐξ ὕ ψους· ἔπειτα δὲ ἀδελ φ οῖ· ὁ ἄγγελος τῶ ἰωσὴφ διαλεγόμενός, φησίν· ἰωσὴφ υἱὸς δαυίδ δαδ · μὴ φοβηθεῖς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῆ γεννηθέν· ἵνα μὴ νομίσης τὴν θεῖαν καὶ ἄχραντον φύσιν χραίνεσθαι, οὐκ’ εἶπεν τὸ γὰρ ἐν αὐτῆ γεννηθέν· ἀλλὰ τὸ γεννηθὲν, ἐκ πνεύματος πνς ἐστὶν ἁγίου· εἰ τοίνυν τὸ σ ώμα τοῦ θεοῦ θυ ἔκτισε τὸ πνεῦμα πνα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν· ἀλλ ὅρα μὴ αἰσχυνθεῖς πατρὶ πρι μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα· τὸ δὲ πνεύματι πνι τὴν οὐράνιον οὐνιον εἰκόνα· εἰ γὰρ κατὰ τὸν σὸν λόγον ὅτε ὁ ἀδὰμ ἐκτίσθη· κοινωνίαν οὐκ’ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα πνα , εὑρεθήσεται ὁ μὲν πατὴρ πηρ καὶ υἱὸς· κτίζων τὸν γήϊνον ἄνθρωπον ἄνον · τὸ δὲ πνεῦμα πνα , τὸν οὐράνιον οὐνιον · ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν· καὶ π ρόσεχε ἀκριβῶς· ὅτε ἐπλάσθη· ὅτε ἐδημιουργίθη· ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἔπλαστο· ἀλλὰ τί ποιεῖ ὁ θεός θς · ὥσπερ οὐκ’ ἠθέλησεν τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῆ δημιουργία τοῦ σώματος, οὕτως οὐδὲ συνεχώρησεν θνητὸν ὀφθαλμὸν παρεῖναι, τῆ τῆς γυναικὸς δημιουργία· δ ιὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει τῶ ἀδὰμ κοίμησιν, ἵνα μὴ παρεῖ, μὴ δὲ περιἐργάζηται θεοῦ θυ δημιουργίαν· καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν· τοῦτ’ ἔστιν ὕπνον καὶ ὕπνωσεν· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ δήσας, καὶ ἔλυσεν· ἐξ’ ὦν ἐργάζεται, δανείζεται· ἐξ’ ὦν ποιεῖ, λαμβάνει· ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσεν σάρκα ἀντ’ αὐτῆς· πόθεν ἀνεπλήρωσεν; ἀπορεῖ μὲν ὁ λόγος· ἡ δὲ δύναμις οὐκ’ ἀπορεῖ· καὶ ὠκοδόμησεν τὴν πλευρὰν, ἦν ἔλαβεν εἰς γυναῖκα· π ῶς πάλιν ὠκοδόμησεν ὀστοῦν πλευρᾶς· πῶς εἰς ὀφθαλμὸν μετεποιήθη· πῶς εἰς χεῖρας διεπλάσθη· πῶς εἰς ἤπαρ μετερυθμήθη· πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη· πῶς ἐπάγη γλώττα· πῶς ἀπετορνεύθη χείλη· πῶς διεγλύφησαν ῥῖνες· πῶς ἤνθησαν τρίχες· πόθεν ἐφύησαν ὄνυχες· πῶς διατρέχει τὸ αἷμα· ἑρμήνευσον τὴν σὴν δημιουργίαν· εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμησόν σου τὴν κατὰ τοῦ μονογενοὺς συκοφαντίαν· ἐπέβαλεν ἐπὶ τὸν ἀδὰμ ἔκστασιν ὁ θεὸς θς καὶ ὕπνωσεν· καὶ λαμβάνει πλευρὰν, καὶ δημιουργεῖ γυναῖκα· καὶ βλέπε τὴν π άνσοφον σοφίαν· ἀπὸ ἑνὸς, πλάττει δύο· ἵνα ἀπὸ τῶν δύο, τὸν ἕνα πάλιν ἀποτελέσει διὰ τῆς συναφεῖας· ἀπὸ τοῦ ἀδὰμ, ἔτεκεν τὴν γυναῖκα· ἀπὸ τοῦ ἑνὸς ἐποίησε δύο· παλιν ὁ αὐτὸς, ἀπὸ τῶν δύο ποιεῖ τον ἕνα· τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖται σώμα· τὸ ῥῆμα ἀνθρώπινον ἀνινον , τὸ δὲ νόημα θεῖον· ἑρμήνευσον πῶς ὠκοδόμηται πλευρὰ, καὶ οὐχ’ εὑρήσης· πῶς τὸ μὲν ἔπλασεν, τὴν δὲ, ὠκοδόμησεν ἀπὸ πλευρᾶς· ἔπλασε τὸν ἀδὰμ ἀπὸ γῆς· ἐδημιούργησεν τὴν εὖαν ἀπὸ πλευρᾶς· κατασκευάζει τὸν κάϊν καὶ τὸν ἄβελ καὶ τοὺς ἐξῆς ἅπαντας ἀνθρώπους ἀνους , ἀπὸ συναφεῖας· καί εἰσίν· οἱ μὲν, γεννητοῖ· ὁ δὲ, πλαστός· ἡ δὲ, ὠκοδομητῆ· τὰ ὀνόματα οὐκ’ ἴσα, ἐμερίσθη ἡ οὐσία· τ αῦτα μοι εὐκαίρως εἰρῆσθω· ἐπειδὴ λέγουσιν οἱ αἰρετικοῖ· ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ’ ὅμοια· ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφορὰν, τὸσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν· δὸς οὖν διαφορὰν τῶ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ· ὁ γὰρ ἀδὰμ, καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητὸς, καθ’ ὃ ἐγένετο· ἀγέννητος, καθ’ ὃ οὐκ’ ἐγεννήθη· ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γυνῆ, οὔτε ἐγενήθη οὔτε ἐπλάσθη· ἐ πἀνάλαβε πάλιν τὸ ῥήμα, καὶ στήσον τὸ νόημα· ὁ ἀδὰμ ἐπλάσθη καὶ οὐκ’ ἐγεννήθη· ἡ γυνῆ ὠκοδομήθη· καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη· οἱ περὶ κάϊν καὶ ἄβελ καὶ τοὺς ἐξῆς ἀνθρώπους ἀνους , οὔτε ἐπλάσθησαν οὔτε ὠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν· ἐπεὶ οὖν πολλὴν ἔ χει διαφορὰν ἡ ἔννοια τῶν ὀνομάτων· ἄλλο γὰρ τὸ πλασθῆναι. ἄλλο τὸ ὠκοδομηθῆναι. καὶ ἄλλο τὸ γεννῆθῆναι, δεῖξον μοι διαφορὰν οὐσίας τοῦ ἀδὰμ πρὸς τὴν εὖαν καὶ τοὺς ἐξ αὐτῶν· εἰ δὲ τέμνονται ταῖς κατηγορίαις. καὶ οὐ τέμνονται τῆ οὐσία, τί θαυμαστὸν εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφεις· ἐνἀλάττει μὲν, πρὸς τὴν ἐκφώνησιν· συμφωνῆ δὲ, πρὸς τὴν ἀλήθειαν· πόθεν δέ σοι τ ὸ γεννητὸν καὶ τὸ ἀγέννητον· ἠρνίσω πατρὸς πρς καὶ υἱοῦ τὴν προσηγορίαν· σοφότερος ἐγένου τοῦ ἁγίου πνεύματος πνς τῆ προσηγορία· οὐκ’ ἤν σοι ἀξιοπιστότερος ὁ θεός θς ; οὐκ’ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς προ τῆς σῆς ἐπινοῖας εὑρεῖν; οὐκ ἠδύνατο εἰπεῖν βαπτίζεται αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; ἀλλ’ ἡ μὲν π ρὸς τοὺς αἰρετικοὺς μάχη· καὶ ὁ περὶ εὐσεβεῖας ἀγὼν, ἑτέρω καιρῶ ταμιευέσθω· εἰς δὲ τὸ προκεῖμενον ἐπ’ ἀνέλθωμεν· ἐπέβαλεν τῶ ἀδὰμ τὸν ὕπνον. καὶ τότε τὴν πλεῦρὰν ἔλαβεν· ἐπεὶ οὖν ἥμελλεν ἐκ τῆς πλευρὰς ταῦτης προἔρχεσθαι ἡ αφορμῆ τῆς παραβάσεως· ἡ γυνῆ δὲ, εἰσήγαγε τὸν θάνατον τῶ ἀδάμ· ὁ σωτὴρ σηρ βουλόμενος τὴν πληγὴν θεραπεύσαι, ἀντιτίθησι πλευρὰν πλευρᾶ· καὶ ἐν τῶ σταυρῶ στρω , τῆ λόγχη παρέδωκε τὴν πλευράν· ἵν’ ὅθεν ἐπήγασεν τὸ τραύμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία σρία · ἐξήλθεν αἷμα καὶ ὕδωρ· νόει τὸ μυστήριον, καὶ τίμησον τὸν οἰκονομήσαντα· κ αὶ βλέπε τὸ θαυμαστόν· ἐπειδὴ γὰρ ὁ ἀδὰμ μετὰ τὸν ὕπνο ἀφἠρέθη τῆς πλευρᾶς· οὐ γὰρ ἐγρηγοράτως τοῦ ἀδὰμ ἡ πλευρὰ ἀφ’ ἠρέθη· ὁ σωτὴρ σηρ , οὐκ ἐγρηγορῶς τὸ σώματι τὴν πλευρὰν διενοίγη· ἀλλὰ με τὰ τὴν κοίμησιν τὴν τοῦ σώματος, ἔδωκε τὴν πλευρὰν τῶ στρατιῶτι· καὶ πρό σ εχε ἀκριβῶς· ὅτε ὁ σωτὴρ σηρ ἐπὶ τοῦ σταυροῦ στρου τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, ὑπέμενεν μὲν τὰ ἄλλα ἔτι ἐν σαρκι ὢν καὶ φαινόμενος· καὶ ταῦτα, κατὰ τὴν ἀνθρωπίνην ἀνίνην κατάστασιν· θεοῦ θυ γὰρ πάθος, οὐκ’ ἄπτεται· θεὸν θν πάθος οὐχ’ ὑβρίζει· θεὸν θν πάθος οὐ μιοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχών ἐστι κατώτερος· εἰ γὰρ ταῖς ἡμετέραις ψυχαῖς ἐπἀγγέλλεται λέγων· μὴ φοβηθήτε ἀπὸ τῶν ἀποκταιννόντων τὸ σῶμα· τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, πῶς αὐτὸς τῶν παθῶν μετεῖχεν τοῦ σώματος· ψυχῆ οὐκ’ ἀποθνήσκει· καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; πάντα οὖν ὑπομεῖνας κατὰ τὴν ἀνθρωπίνην ἀνίνην οἰκονομίαν, ἐπι τελεῖ τὰς οἰκονομίας· ἵνα δεῖξει τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὐχ’ ὑποκύ πτουσαν νόμοις φύσεως, ὡς φησὶν ἐπὶ τοῦ σταυροῦ στρου . τε τέλεσται· πάτερ περ εἰς χείρας σου παρατίθημι τὸ πνεῦμά πνα μου· φ ωνῆ τὴν φύσιν διἔλυσεν· λόγω τὴν πῆξιν ἐφήρμωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ἐξου σίαν ἔχω θῆναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτε οὖν παρέδωκεν τὸ πνεῦμα πνα κατὰ τὸ ἀνθρώπινον ἀνινον σχῆμα νεκρωθέντος αὐτοῦ· μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως· οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς· καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου ἀνου τῶ ψηλῶ ῥήματι τὴν ψυχὴν παραδιδόναι, προσήλθον πειράζοντες εἰ ζῆ· καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τὸ σώματι, ζῶντα δὲ τῆ ἐνεργεῖα· καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον ἄνον , μετὰ τὸν σταυρὸν στρὸν ὁμολογοῦσιν υἱὸν τοῦ θεοῦ θυ · ὅτε γὰρ ὁ στρατιώτης λόγχη τὴν πλευρὰν ὄρυξεν, ἐξήλθεν αἷμα καὶ ὕδωρ, ὅ ἐστιν νε κροῦ ἀλλότριον· οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει· ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικὸν, τότε ἡ πλευρὰ, πηγὴν ἤνοιξε σωτηρίας, διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν· τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκῶς τῶ σταυρῶ στρω · ἀληθῶς θεοῦ θυ υἱὸς ἦν· ζῶντα ἠρνήσω· καὶ ἀποθανόντα κηρύττεις; ἀ κ ριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· ὥσπερ τῶ ἀδὰμ ὕπνον ἐπέβαλεν ὁ θεὸς θς καὶ τότε τὴν πλευρὰν ἀνέσπασεν, οὕτως τοῦ σωτῆρος σρς τὴν κοίμησιν· ὑπιστάντος πάντως κατὰ τὸ σώμα, τότε ἡ πλευρὰ ἠνοίγει· καὶ γὰρ τότε μετὰ τὸν ὕπνον· καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες, υἱὸν θεοῦ θυ ἐκήρυξαν· οἱ δὲ αἰρετικοὶ καὶ θαύματα βλέποντες, κτίσμα λέγουσιν· διὰ τ ί δὲ ἀδελφοῖ τῆ λόγχη ὑπήντησεν ἡ πλευρᾶ· ἔδει ἐν τῶ σχήματι τοῦ σταυροῦ στροῦ , πάντα λυθῆναι τὰ κατὰ τοῦ ἀδάμ· ἐπειδὴ γὰρ ὁ θεὸς θς ἐκβαλὼν τὸν ἀδὰμ ἀπὸ τοῦ παραδεῖσου, φλογίνην ῥομφαίαν περιέθηκεν, τὴν κωλύουσαν αὐτὸν εἰσέρχεσθαι εἰς τὸν παράδεισον· ἡ δὲ ῥομφαῖα ἦν στρεφομένη· πὰν δὲ το στρεφόμενον· ἕως ἂν συγκρούσει τινὶ τῶν αντιπιπτόντων, οὐκ’ ἴσταται· ἴστε ἀπὸ τῆς πεῖρας, ἀδελφοὶ τὸ λεγόμενον· πᾶν τὸ στρεφόμενον ἐἂν μὴ πρὸσκρούσει, οὐκ’ ἴσταται τοῦ ἰδίου δρόμου· ἐπεὶ οὖν οὐδ’ εἷς ἠδύ ν ατο ἀντιστῆναι τῆ ῥομφαία τῆ πυρίνη· ἐν τῆ οἰκονομία τοῦ σταυροῦ στρου , τῶ σχήματι τῆς ῥομφαῖας, ἀντέθηκε τὴν πλευράν· ἵνα διὰ τῆς αἰσθητῆς λόγχης, ἡ νοητῆ ῥομφαῖα συγκρούση τῆ πλευρᾶ· παῦσηται λοιπὸν τῆς ἀπειλῆς· καὶ μὴκἔτι τοῖς ἀνθρώποις ἀνοις τὴν εἴσοδον ἀποκλείσει τοῦ παραδεῖσου· ἐδέξατο τοίνυν ὁ κύριος κς τὴν ῥομφαῖαν διὰ τῆς πλευρᾶς, καὶ εὐθέως ἠνοίγει ἡ θύρα τοῦ παραδεῖσου· ἐπήγασεν ἀπὸ πλευρὰς ἡ θεραπεῖα, τῶ πληγέντι ἀπὸ πλευρᾶς· ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδεῖσου· καὶ ἐπὶ τέλει. τὸν αὐτὸν εἰσήγαγεν εἰς βασιλεῖαν· ἐπαίδευσεν, ἀλλ’ ἡλέησεν· ἐξέβαλεν, ἀλλ’ οὐκ ἠφάνησεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν· ἀλλ’ ὅτι καιρὸς τ ῆ λειτουργία παραχωρεῖν, πάντα γὰρ δυνατὰ τῶ θεῶ θῶ · ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν· καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν, τοῦ παντὸς λό γου τὴν δύναμιν· δίδου γὰρ σοφω ἀφορμὴν, καὶ σο φότερος ἔσται· εὐχαριστή σ ωμεν τῶ θεῶ θῶ · ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν, καὶ μυρίους παραδεῖσους ἀναπᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν· εὐχαριστήσωμεν τῶ θεῶ θῶ ὅτι παράδεισον διὰ τὴν παρακοὴν ἀπωλέσαντες, εἰς βασιλείαν οὐρανῶν οὐνῶν ἐκλήθημεν διὰ τῆς χάριτος τοῦ κυρίου κυ ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ · μεθ’ οὗ τῶ πατρὶ πρι ἡ δόξα· ἅμα τῶ παναγίω καὶ ἀγαθῶ καὶ ζωοποιῶ πνεύματι πνι · νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων, ἀμήν:–