Homilia de legislatore (Ms Ac)
- Edition reference
- Homilia de legislatore [Dub.], MPG 56: 397–410.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
τῆς χριστοῦ χυ βασιλείας τὸ εὐαγγέλιον, κηρύττουσι προφῆται· ἐρμηνεύουσι δὲ οἱ τῆς νέας χάριτος ὑπηρεται· δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρασταὶ καὶ ἐπαινέται· οὐκ έστιν ἐντρυφῆσαι τῶ λόγω τῆς ἀληθείας, μὴ διψῶντα τὸν λόγον τῆς διδασκαλίας· καὶ ὥσπερ οὐκ έστιν μὴ διψῶντα καὶ πεινῶντα· ἡδέως ἀπολαῦσαι τροφῆς, οὕτως οὐκ έστιν ἐντρυφῆσαι λόγω ἀληθείας μὴ διψῶντας τοῦ ἁγίου πνεύματος πνς τὴν διδασκαλίαν· διὸ φησὶν ὁ σωτὴρ σηρ μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιὁσύνην, ὅτι αὐτοὶ χορτάσθήσονται· ἡ ἀληθὴς τῶν ψυχῶν τροφ ῆ ὴ . ἡ ἀληθὴς τῶν εὐσεβῶν τρυφή· ὁ ἀληθῆς τῶν εὐσεβῶν πλοῦτος, ὁ τοῦ θεοῦ θυ λόγος· ὁ διὰ τοῦ δαυὶδ δαδ λέγων· ποτὲ μὲν γὰρ ὡς πλουτῶν ἐναβρύνεται. ποτὲ δὲ ὡς τρυφῶν καὶ λέγει· ὡς γλυκεῖα τῶ λάρυγγί μου τὰ λόγια σου· ὑπερ μέλι καὶ κηρίον τὸ στόματί μου· ἐνταῦθα τρυφῶντος ἀφήκεν φωνήν· τρυφὴ γὰρ ἦν αὐτῶ ὁ τοῦ θεοῦ θυ φόβος καὶ λόγος· περι οῦ πολλάκις ἔλεγεν· κατατρύφησον τοῦ κυρίου κυ καὶ δώη σοι τὰ αἴτήματα τῆς καρδίας σου· ἀλλ’ αχοῦ δὲ οὐχ ὡς τρυφῶν μόνον, ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλλωπίζεται τῶ πλούτω τοῦ νόμου λέγων· ἀγαθόν μοι ὁνόμος τοῦ στόματός σου· ὑπερ χιλιάδας χρυσίου καὶ ἀργυρίου· εἶδες τρυφὴν εὐσεβείας καὶ πλοῦτον ἐν δικαιοσύνη; δεῖ τοίνυν ἡμᾶς δειψᾶν τὰ θεῖα καὶ πεινᾶν τὰ οὐράνια οὐνία · καὶ ἔχειν ἄφθονον καὶ τὴν ἀπόλαυσιν ἐκ τῆς βασιλικῆς τοῦ χριστοῦ χυ τραπέζης· ἀντέχεσθαι δὲ τοῦ εὐαγγελίου τῆς σωτηρίας σρίας · οὐ νῦν ἀρξάμενοι· ἀλλὰ ἐν τοῖς προφήταις θεμελιωθέντες· καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντες· οὐ γὰρ ἀφ οὗ ἐφάνη χριστός χς . τὸ εὐαγγέλιον ἤρξατο· ἀλλ ερριζώθη μὲν· ἐν ταῖς βίβλοις τῶν προφητῶν, ἐβλάστησεν δε ἐν τῶ κηρύγματι τῶν ἀ ποστόλων· διὰ τοῦτο ὁ παῦ λος βουληθεὶς δεῖξαι ὅτι τὸ εὐαγγέλιον οὐκ ἀπὸ τῆς οἰκονομίας ἤρξατο, ἀλλ ἀπὸ τῶν προφητῶν ἔλαμψεν, διὰ τῆς οἰκονομίας αὐτὸ διαγορεύει· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ κλητὸς ἀπόστολος αφωρισμενος εἰς ευαγγέλιον θεοῦ θυ · ὃ προ ἐπηγγείλατο διὰ τῶν προ φητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ υυ αὐτοῦ τοῦ μονογενοῦς ἐκ σπέρματος δαυὶδ δαδ κατὰ σάρκα· οἶδεν παῦλος ἀδιαίρετον τὴν παλαιὰν καὶ τὴν νέαν διαθήκην· δια τοῦτο ποτὲ μὲν αὐτὴν καλεῖ καὶνὴν διαθήκην ἵνα δείξη πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα· οἶδα τοῦτον πρώην γυμνάσας τὸν λόγον· ἀλλ’ ἐπαναλαμβάνω πρὸς ὑπόμνησιν· καλεῖ καὶνὴν διαθήκην. πρὸς ἀντιπαράθεσιν τῆς γεγηρακυίας. κρείττονα, πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος· αἰώνιον. προς ἀντιδιαστολὴν τῆς προσκαίρου· καλεῖ αὐτὴν καὶ δευτέραν διαθήκην· δια τι δευτέραν· ἵνα τῆ γνώμη συνάψη· τὸ γὰρ ἀπαισχυνισμένον, τινὸς δεύτερον οὐ λεγεται· ἀλλ’ ἐπειδὴ θεὸς θς ἐλάλησεν καὶ ἐν τῆ πρώτη καὶ ἐν τῆ δευτέρα, ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν. τῶ ἀριθμῶ, τὴν συμφωνίαν ἐρ γαζόμενος· διὰ τοῦτο παῦλος ἀδιαίρετον κηρύττων βασιλείαν πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς , ποτὲ μὲν καλεῖ τὸ εὐαγγέλιον τοῦ θεοῦ θυ τοῦ πατρός πρς · ποτε δὲ τοῦ υἱοῦ υυ · λέ γων· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ , κλητὸς ἀπόστολος ἀφωρισμενος εἰς ευαγγέλιον θεοῦ θυ · ἀλλ’ ἵνα μὴ τίς ἀκούσας εὐαγγέλιον θεοῦ θυ · νομήσει τὸν υἱὸν υν μὴ ἔχειν· αὐθεντείαν εἰς τὸ κήρυγμα, ἐν τῆ αὐτῆ ἐπιστολῆ μικρὸν ὑπὸβὰς λέγει· μάρτυς γάρ μοι ἔστιν ὁ θεὸς θς . ὦ λατρεύω ἐν τῶ πνεύματί πνι μου ἐν τῶ εὐαγγελίω τοῦ υἱοῦ υυ αὐτοῦ· εἶδες τὸ θαῦμα τοῦ κήρυκος καὶ τὴν ἀπηρτισμένην διάνοιαν; ἵνα μὴ νομισθῆ ἐν μὲν τῶ νόμω ἄλλω θεῶ θω δουλεύειν· ἐν δὲ τῶ εὐαγγελίω πρὸς ἄλλον χωρεῖν· λέγει· εὐλογητος ὁ θεός θς ὧ λατρεύω ἀπο προγόνων ἐν καθαρὰ συνειδήσει· οὐ γὰρ ἀπ’ ἄλλου φησιν πρὸς ἄλλον ἔδραμον, ἀλλ ὃν εἶχον ἐν αγνοία, προσέλαβον ἐν γνώσει· καὶ πάλιν ὁ αὐτὸς βουληθεῖς δεῖξαι ὅτι τὰ ρήματα τῆς παλαιᾶς διαθήκης καὶ τῆς νέας ἐν ό ὸ ς ἔστιν στόματος καὶ ἐνὸς δεσπότου· μίαν μαρτυρίαν ἀπο γραφῆς παρήγαγεν· συμπλέξας τῶ ευαγγελικῶ λόγω τὴν παλαιὰν καὶ λέγει· γέγραπται· οὐ κημώσεις βοῦν ἀλοῶντα· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τὸ μὲν γὰρ οὐ κημώσεις μωϋσῆς εἶπεν· τὸ δὲ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, ὁ χριστὸς χς ἐν τοῖς εὐαγγελίοις· ἀλλ’ ἵνα δείξη ὅτι ἓν στόμα κακεῖνα καὶ ταῦτα ἐλάλησεν. τὰ τοῖς χρόνοις διἡρημένα, συνῆψεν τῆ συμφωνία τῆς ἀληθείας εἰπὼν· γέγραπται οὐ κημώσεις βοῦν ἀλοῶντα· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τούτου τοῦ εὐαγγελίου εἰκὼν τὰ δίκτυα πέτρου· τὰ σήμερον ὑπόψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα· οὐ γὰρ ἄπαξ πέτρος ἐχάλασεν τὰ δίκτυα· ἀλλὰ τῆ μὲν ἱστορία ἄπαξ· τῆ δέ δυνάμει πολλάκις· ὁσάκις γὰρ ἐὰν κηρυχθῆ τὸ εὐαγγέλιον· οὐδὲν ἔτερον ὁρῶ· ἠ πέτρον καὶ ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀποστόλων· καὶ το δίκτυον ἀπλοῦντας τὸ εὐαγγελικόν· καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα σρα ἰδεῖν ἐν θαλάττη· καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας· ξένον πρᾶγμα· οἱ ϊχθύες ἐπὶ τὴν γῆν. καὶ ὁ ἁλιεὺς ἐν θαλάττη· ἡ κάθαισις ἐκείνου τοῦ δικτύου, εἰκὼν ἦν τοῦ εὐαγγελικοῦ λόγου· εὗρεν φησὶν τοὺς ἀλιεῖς ἀποπλύνοντας τὰ δίκτυα ὡς ἀ πειπόντας τῆς ἄγρας· ἀλιεὺς γὰρ ἐὰν μὴ ἀπαγορεύση τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. ηὔρεν οὖν αὐτοὺς ὁ σωτὴρ σηρ ἀπειπόντας τῆς ἄγρας· καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης καὶ τί ποιεῖ· πρῶτον διδάσκει τὸν λόγον τῆς ἀληθείας· εἶτα κελεύει χαλασθῆναι τὸ δίκτυον· ἐπειδὴ γὰρ τὰ ρήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων, ἐχρῆν ἀκολουθῆσαι τῶ λόγω τὴν διὰ τῶν ἔργων ἀπόδειξιν, ὅτι θεοῦ θυ κελεύσαντος· καὶ τὰ μὴ εὐρισκόμενα θηρᾶται· καὶ τὰ μὴ ὄντα λαμβάνεται· χαλάσα τε φησὶν τὸ δίκτυον ὑμῶν· ὁ δὲ πέτρος λέ γει· ἐπιστᾶτα· δι ὅλης νυκτὸς κοπιάσαντες. οὐδὲν ηὕραμεν· ἐπι δὲ τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· θαυμάζω πέτρου τὴν πίστιν· τὰ πρῶτα ἀπογινώσκοντος, καὶ τὰ νέα πιστεύοντος· ἐπι τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· δια τὶ εἶπεν ἐπι τῶ σῶ ῥήματι· ἐπειδὴ ἐπι τῶ ρήματι αὐτοῦ καὶ ὁ οὐρανὸς οὐνος ἐστερεώθη· καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ θάλασσα ἀφωρίσθη· καὶ ἄνθρωπος ἄνος · καὶ γὴ οἰκείοις ἄνθεσιν ἐστεφανώθη. καὶ πάντα τῶ σῶ ρήματι συνέστηκεν ὡς φησιν ὁ παῦλος· φέρων τε τὰ πάντα, τῶ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἐπι δε τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· προκατέβη τοῦ δικτύου τὸ ρῆμα· οὐ πάρεισιν οἱ ϊχθύες· καὶ γὰρ εἰ παρῆσαν διὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφευγον, ἀλλὰ κατῆλθεν τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· προκατῆλθεν τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· συνήχθη πλήθος ϊχθύων· εἰκῶν ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· διερρήγνυτο τὸ δίκτυον· ἔνευσαν τῶ πλοίω τῶ συμμετόχω ἐλθεῖν καὶ συνάρασθαι αὐτοῖς· ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν· ἐὰν γὰρ μὴ παρῆ χορὸς προφητῶν βοηθῶν τῆ ἀποστολικῆ χειρὶ καὶ ἐν τῆ προφητικῆ προρρήσει μὴ ἀκολουθήση τῶν ἀποστόλων ἡ ἔκβασις, οὐ θηρᾶται τὰ θηρώμενα· βουληθεῖς τοίνυν ὁ σωτὴρ σηρ δείξαι ὅτι ἡ τῶν ϊχθύων ἄγρα εἰκῶν εστιν τῆς ἐκκλησίας· καὶ βουληθεῖς παιδεῦσαι πέτρον ἔτι τῶ ὑπὸδείγματι τούτων ἤλειψεν αὐτὸν εἰς ανδρείαν· λέγει αὐτῶ· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἀπὸ τοῦ νῦν· ἀφ’ οὗ φησὶν ἐπειράσθης τῆς δυνάμεως καὶ ἔμαθες ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγω. καὶ πάντα ἕπεται τῶ ἐμῶ νεύματι, λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα. χρῆσαι λοιπὸν τῆ θήρα· καὶ οὐκ εῖπεν ἀνθρώπους ἔση ἀλιεύων. ἀλλὰ ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἐπειδὴ οἱ ϊχθύες ἀπο ζωὴς εἰς θάνατον ἡλιεύοντο· οἱ δὲ ἄνθρωποι ἄνοι ἀπὸ θανάτου εἰς ζωὴν ἀγρεύονται· ἀπὸ τοῦ νυν φησὶν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· διὰ τί οὖν λέγει αὐτῶ μὴ φοβοῦ· ἔστω ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν. δια τί οὖν μὴ φοβοῦ· ἐπειδὴ πρὸς ἔπεσεν τῆ μνήμη τῶν πρώτων ἀμαρτημάτων· μὴ φοβοῦ φησὶν σαυτὸν ὡς ἀμαρτωλὸν. ἀλλὰ λοιπὸν νόει σαυτὸν ὡς ἀπόστολον· ῥήματι δεσποτικῶ κελευόμενος τὴν οἰκουμένην σαγίνευσαι· μὴ φοβοῦ· πᾶς ἀμαρτωλὸς, παρὰ χριστοῦ χυ ἀκουέτω μὴ φοβοῦ· μόνον ἀπὸ τοῦ νῦν μετὰνοείτω· τὸ τοίνυν δίκτυον ἵνα εἰς τὴν πρὸλαβοῦσαν ἐλθω ἀκολουθίαν, εἰκών ἐστιν τῆς εὐαγγελικῆς τοῦ σωτῆρος σρς διδασκαλίας. τὸ δὲ εὐαγγέλιον τοῦτο καλεῖ παῦλος· ποτὲ μὲν εὐαγγέλιον δικαιοσύνης· ποτὲ δὲ εὐαγγέλιον εἰρήνης· ποτὲ δὲ εὐαγγέλιον δυνάμεως ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος, καὶ πολέμους ἡφάνισεν· καὶ στάσεις ἀνθρώπων ἀνων μὴ συμφωνούντων πρὸς εὐσέβειαν ἐσκόρπισεν· καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν σρίαν , λέγεται εὐαγγελιον δικαιοσύνης· δια δὲ τὸ κατὰστέλλειν τὸν πόλεμον τῶν δαιμόνων. λέγεται εὐαγγέλιον εἰρήνης· διὰ δὲ τὸ εὐτελέσι ῥήμασιν κηρύττειν θεοῦ θυ γνῶσιν. καλεῖται εὐαγγέλιον δυνάμεως· ἄκουε τοῦ λέγοντος· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ θυ ἔστιν εἰς σωτηρίαν σρίαν · τὸ δυνατὸν γὰρ τότε φαίνεται δυνατὸν, ὅτ’ ἂν μὴ τοῖς ἀκολούθοις κεχρημενον λογισμοῖς. κρατήση τῶν περάτων τῆς γῆς· ὡς λέγει ὁ σωτὴρ σηρ τῶ παύλω· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ασθενεῖα τελειοῦται· οὐδὲν ἦν μέγα εἰ γυμνὴ τῆ θεότητι τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ’ ὅτι δια σώματος. τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξεν δόξαν· οὐδὲν ἦν θαυμαστὸν εἰ ο ζῶν· ζωοποιὸν ἀπαστράψας δόξαν. τὴν οἱκουμένην ἐζωοποίησεν· ἀλλὰ τὸ δυνατὸν τοῦ λόγου· ὅτι θανάτω τὸν θάνατον ἀφανίζει. καὶ διὰ τῶν ὕβρεων τὴν ἀθάνατον ἀπαστράπτει δόξαν· ἀλλαχοῦ λέγει εὐαγγέλιον εἰρήνης· τοὺς γὰρ πόδας ὑμῶν φησιν παρασκευάσατε ἐν ετοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἀλλαχοῦ καλεῖ δικαιοσύνης ὡς φησίν· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐἀγγέλιον· δικαιοσύνη γὰρ θεοῦ θυ ἐν αὐτῶ ἀποκαλύπτεται· τί ἔστιν δικαιοσύνη θεοῦ θυ · ἐπειδὴ ὁ πρῶτος νόμος ϊουδαίοις ἐδόθη μόνοις· τὸ δὲ εὐαγγέλιον πᾶσιν, καλεῖ εὐαγγέλιον δικαιοσύνης· δίκαιος γὰρ ὁ θεὸς θς ὁμοίως πάντας ποιήσας· ὁμοίως πάντας ἐφώτισεν· καὶ τοῦτο ἦν δίκαιον, τὸ μὴ τοὺς μὲν σῶσαι· τοὺς δὲ μὴ σῶσαι· τὸ μὴ τοὺς μὲν καλέσαι. τοὺς δὲ μὴ καλέσαι· ἐν τῆ παλαιᾶ διαθήκη· οὐκ ῆν ἡ κλήσις δικαία ἀλλ’ οἰκονομικῆ. προκατὰσκευάζουσα ὁδὸν τῆ δικαιοσύνη· οὐ γὰρ λέγω ταύτην δικαίαν κακείνην ἄδικον· ἀλλ’ ἐκείνην ὁδὸν ταύτης· καὶ πρὸκατὰσκευὴν ταύτης· ἔδωκεν νόμον τῶ ἰσραήλ ιηλ · καὶ λέγει ὁ δαυίδ δαδ · ὁ ἀπαγγέλλων τὸ λόγιον αὐ τοῦ τῶ ϊακὼβ δικαιό ματα καὶ κρίματα αὐτοῦ τῶ ἰσραήλ ιηλ · οὐκ εποίησεν οὔτως παντὶ ἔθνη· καὶ τὰ κρίματα αὐτοῦ οὐ κ εδήλωσεν αὐτοῖς· ἐπεὶ οὖν ἐκείνην ἔθνη ἐνὶ ἀπεκάλυψεν· ἐνταῦθα δε ζυγοστατίσας τὸν τῆς ἀληθείας λόγον. πᾶσιν αὐτὸν ἐξ ίσου ἐκέρασεν· πρόσεχε παρακαλῶ· δικαιοσύνη ἔστιν. τὸ πάντας ὁμοίως σῶσαι. καὶ μὴ εἶναι δια φορὰν δούλου καὶ ἐλευθέρου· βαρβάρου ἠ ἔλληνος· γυναικὸς ἠ ἀνδρός· ἀλλ’ ὃ λέγει παῦλος· ἐν χριστῶ χω ἰησοῦ ιυ · οὐ βάρβαρος· οὐ σκύθης· οὐκ άρσεν· οὐ θῆλυ· οὐ δοῦλος οὐκ ἐλεύθερος· ὁρᾶς ὁμοτιμίαν; ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος· εἰ και ταῖς γνῶμαις ἐμερίσθημεν, συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος· ὅτ’ ἂν γὰρ ἐπλάσθη ἀδὰμ. οὐκ ἦν τίς ἀλλογενής· οὐ σκύθης· οὐ βάρβαρος· οὐκ έλλην· οὐ δοῦλος· οὐκ ελεύθερος· οὐκ άρσεν οὐ θῆλυ· ἐκ γὰρ τοῦ ἐνὸς τὰ δύο ἐπήγαγεν· δουλείαν οὐ φύσις ἐγέννησεν, ἀλλὰ πρὸαίρεσις ἔτεκεν· γίνεται δὲ καὶ δουλεῖα ἡναγκασμένη· ἠ ἐν συμφορᾶ λιμοῦ· ἠ αἰχμαλωσίας ἀνάγκη· ἔστιν δὲ καὶ ἐτέρα δουλεία αὐθαίρετος ἡ δι ἐπιγαμίαν θεραπαινίδων τὴν ἑαὐτῆς ἐλευθερίαν πιπράσκουσα· καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομένη· ἡ δὲ πρώτη δουλεῖα. ἀπο κακῆς συνέστη γνώμης· καὶ πόθεν εὐρίσκεται ἡ ῥίζα τῆς δουλείας ἄκουε· μετὰ τὸν κατὰκλυσμὸν ὁ νῶε πιὼν οἶνον καὶ μὴ κεράσας αὐτὸν τῆ πρεπούση κράσει. δι’ ἀπειρίαν ἐμεθύσθη· οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ’ ἀγνοίας· καὶ ἐμεθύσθη· καὶ μεθυσθεῖς ἐγυμνώθη· καὶ εἰσἐλθὼν εἶς τῶν υἱῶν αὐτοῦ· εἶδεν τὴν τοῦ πατρὸς πρς γύμνωσιν καὶ ἐγέλασεν· τι οὖν ὁ πατὴρ πηρ ἐκνίψας λέγει· ἐπικατάρατος χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ· ὁρᾶς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; διὰ τοῦτο λέγει ὁ σωτὴρ σηρ · πᾶς ὁ ποιῶν τὴν ἀμαρτίαν δοῦλος ἔστιν τῆς ἀμαρτίας· ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτῆς τοῦ ἀνθρωπίνου γένους καὶ συνεχώρησεν τὴν ἀμαρτίαν· μάλλον δὲ ἦρεν· ἐκτεμῶν γὰρ τὴν ῥίζαν· συνεξέτεμεν τοὺς καρπούς· καλεῖ δικαιοσύνης εὐαγγέλιον· διὰ τὸ πάντας ὁμοίως φωτίζειν· ὑπελάμβανον οὖν οἱ ϊουδαῖοι ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι’ αὐτῶν, αὐτοῖς δίδοται μόνοις· ἐξέβη δὲ παρ ελπίδας ἡ πρὸσδοκία· διὸ φησὶν ὁ δαυίδ δαδ · ὑπελάβομεν ὁ θεὸς θς τὸ ἔλεός σου ἐν μέσω τοῦ λα οῦ σου· κατὰ τὸ ὄνομά σου ὁ θεὸς θς οὕτως καὶ ἡ αἰ νεσίς σου ἐπι τὰ πέρατα τῆς γῆς· καὶ ἵνα δείξη ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστιν, ἐπήγαγεν· δικαιὁσύνης πλήρης ἡ δεξιά σου· ὅτ’ ἂν βαθύ τι καὶ προφητικὸν ἀνακύψη ζήτημα· σύνδραμε τῶ λόγω μη κροτῶν ἀλλὰ νοῶν· μὴ ἀπλῶς δεχόμενος τὸν κρότον τῶν ῥημάτων, ἀλλὰ τὴν ἔννοιαν· βασανίζων τῶν νοημάτων· ἐὰν γὰρ ἄδης τὰ τοῦ θεοῦ θυ μετὰ ἀληθείας· καὶ μάλιστα τὴν φωνὴν ταύτην ἦν ὁ δαυὶδ δαδ εἶπεν· ὑπελάβομεν ὁ θεὸς θς τὸ ἔ λεός σου ἐν μέσω τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομα σου ὁ θεὸς θς οὗτως καὶ ἡ αἴνεσίς σου ἐπι τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου, εὐρίσκει καὶ ἄδων τὰ τοῦ θεοῦ θυ καὶ πληρούμενος πνεύματος πνς ἁγίου· ὁ γὰρ γνησίως ψάλλων, ἀνακαινιζόμενος τὴν ψυχὴν. ἀποτελεῖται ναὸς ἁγίου πνεύματος πνς · μὴ γὰρ μικρὸν νομίσης ψαλμωδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν τῆ δὲ ἀληθεία τὴν ψυχὴν ἐγείρει· οὕτω καὶ ὁ μακάριος ἐλισσαῖος ὁ προφήτης παρὰκαλούμενος παρά τινων βασιλέων πρὸφητεύσαι τὰ μέλλοντα, λέγει· δότε μοι ἄνδρα εἰδότα ψάλλειν ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος. καὶ ἐν τῶ ψάλλειν φησὶν ἐκεῖνον· ἦλθεν τὸ πνεῦμα πνα τὸ ἅγιον ἐπι ἐλισαῖον· τί οὖν· ἆρα τὸ πνεῦμα πνα τὸ ἅγιον φωναῖς θέλγεται καὶ ἐπωδαῖς καθέλκεται; εἰ τῆ ψυχῆ ἐπανεπαύετο τῆ προφητικῆ. ἤρκει ἡ καθαρό της τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα πνα τὸ ἄγιον· δια τί οὖν λέγει δότε μοι ἄνδρα εἰδότα ψάλλειν· οὐχ ἵνα τὸ πνεῦμα πνα τερφθῆ τῆς ψαλμωδίας, ἀλλ’ ἵνα ἐκείνου ψάλλοντος ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς. ἄξιος γένηται τῆς τοῦ ἁγίου πνεύματος πνς ἐπιφοιτήσεως· διὰ τοῦτο τὸ πνεῦμα πνα καλεῖ ἵνα δείξη ὅτι οὐ τῆ ψαλμωδία ἐθέλχθη· ἀλλὰ τῆ ψυχὴ τῆ ὑπὸ τῆς ψαλμωδίας διεγερθείση· οὐκ ῆλθεν ἐπι τὸν ψάλλοντα, ἀλλ ἐπι τὸν ἀκούοντα· δεῖ μὲν οὖν καθόλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν· ἐξαιρέτως δὲ τοῦ σήμερον ἡμῖν ῥηθέντος ἁγίου ψαλμοῦ· ὁ κύριος κς ἐβασί λευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νήσοι πολλαί· τὸ ὁ κύριος κς ἐβασίλευσεν, πῶς ὑπὸλαμβάνεις· ἆρα ὡς πρόσφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; εἰ μὲν γὰρ εἶπεν ὁ κύριος κς βασιλεύει. τὴν ἀΐδιον αὐτοῦ ἐρμήνευεν ἀξίαν· εἰδὲ λέγει ὁ κύριος κς ἐβασίλευσεν, εἴρηται καὶ πρώην ὑμῖν καὶ νῦν λεχθήσεται· προ τῆς χριστοῦ χυ παρουσίας· πρὸ τοῦ εὐαγγελικοῦ κηρύγματος ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διὰβόλου· ὑπὸ τῆς ἁμαρ τίας· ὑπὸ τοῦ θανάτου· πόθεν τοῦτο· λέγει παῦ λος· ὥσπερ γὰρ ἐβασί λευσεν ἡ ἀμαρτία ἐν τῶ θνητῶ ἡμῶν σώμα τι, οὕτως καὶ ἡ χάρις· βασιλεύσει διὰ χριστοῦ χυ · ἰδοὺ ἡ τῆς ἀμαρτίας βασιλεια, ποῦ ἡ τοῦ διαβόλου· ἄ κουε τοῦ σωτῆρος σρς λέγοντος· εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει· καθ εαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ· ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία· ποῦ ἡ τοῦ θανάτου· ἄκουε παύλου λέγοντος· ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϋσεως καὶ ἐπὶ τοὺς μὴ ἀμαρτήσαντας· ἐπεὶ οὖν ἐκρά τει ἡ διαβολικῆ τριᾶς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυραννήσασα, τοῦτέστιν ὁ διάβολος· ἡ ἁμαρτία· ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἡπάτα· ἡ δὲ ἀμαρτία ἔσφαζεν· ὁ δὲ θάνατος ἔθαπτεν. εὐαγγελίζεται τοὺς τυραννουμένους ὁ δαυὶδ δαδ · ὥστε ἐξελθεῖν τῶν ζυγῶν τῆς δουλείας· καὶ δέξασθαι τοῦ χριστοῦ χυ τὴν δεσποτείαν κηρυττομένην· ὁ κύριος κς ἐβασίλευσεν· πέπαυται τοῦ θανάτου ἡ βασιλεία· πέπαυται τῆς ἀμαρτίας τὸ κράτος· πέπαυται τοῦ διὰβόλου ἡ ἐξουσία· ὁ κύριος κς ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ· ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτὲ δεδουλωμένη. καὶ νῦν ἐλευθερωθεῖσα· ἡ ποτὲ πεπλανημένη, καὶ νῦν δεδοξασμένη· ἡ ποτὲ ἐν τάφοις. καὶ νῦν ἐν θρόνοις· ἡ ποτε ἐν ατιμία, καὶ νῦν ἐν τιμή· ὁ κύριος κς ἐβασίλευσεν· οὕτω καὶ ἀλλαχοῦ λέγεται· δεῖ γὰρ τὰ συγγενῆ τῶν νοημάτων παράγειν· ὁ κύριος κς ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· ἡμεῖς ἐνδυόμεθα ἔξωθεν ἰμάτιον ἵνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν· ὁ δὲ θεὸς θς ἵνα τί καλύψη· τὴν ἀσώματον φύσιν τὴν φωτὸς γέμουσαν μᾶλλον δὲ φῶς ἀπαστράπτουσαν; ἀλλὰ καλεῖ ἔνδυμα, αὐτὸ τὸ σῶμα τοῦ χριστοῦ χυ · ὁ κύριος κς ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ χριστοῦ χυ · εὐπρεπῆς γὰρ ἦν οὐκ έχουσα αἶσχος ἀμαρτίας· ἀμαρτίαν γὰρ οὐκ εποίησεν πώποτε· οὐδε ηὑρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· ἐνεδύσατο κύριος κς δύναμιν καὶ περιεζώσατο· ἐπει δὴ τὸν βασιλέα ζώνη κοσμεῖ· ἔστιν δὲ ἡ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ· εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα· λέγει γὰρ ἡσαΐας ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ϊεσσαὶ· καὶ ἄνθος ἐξ αυτῆς ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα πνα θεοῦ θυ · καὶ ἔσται δικαιὁσύνη ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ· καὶ ἀληθεία ἡλιμμένος τὰς πλευρᾶς αὐτοῦ. τοῦτο τὸ ἔνδυμα τοῦ σωτῆρος σρς τὸ τῆς σαρκὸς λέγω· κρυφαίως καὶ ἐν εικόνι εἶχεν ὁ ἀρχιερεῦς ἐν τῶ νόμω· καὶ πρόσεχε ἀκριβῶς πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἠρμήνευσαν· πῶς οἱ τύποι τοῦ εὐαγγελίου πρὸέλαμπον· λέγω δὲ ἡρέμα καὶ κατὰ το δυνατὸν συγκαταβαίνων τῆ ἀκοῆ τῶν ἀκεραίων καὶ τῶν ἀπείρων ἵνα μὴ ὦδε κακεῖσε περιάγωνται· ἐνεδύσατο ὁ ἀρχιερεὺς εἰσιὼν εἰς τὰ ἅγια τῶν ἀγίων ποδήρη, τοῦτέστιν ἱμάτιον ἀπο κεφαλῆς μέχρι ποδῶν· ἀπεωρισμενος ἐπωμίδα· ζώνην περισκελῆ· πέταλον χρυσοῦν, τιάραν· τοῦτεστιν κορυβάντιον· το λόγιον ἐπι τοῦ στήθους· καὶ ὅσα διαγορεύει ἡ γραφῆ καὶ ἔστιν ἰδεῖν· ἄλλα μὲν τὰ σχήματα· ἄλλα δε τὰ νοήματα· οὐ γὰρ πάντως θεὸς θς ἀναπαύεται ὑακίνθω καὶ πορφύρα· καὶ κόκκω καὶ βύσσω· θεὸς θς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα. ἀλλ’ ἐν τοῖς σω ματικοῖς ἄνθεσι διαγράφει τῶν ἀρετῶν τὴν εἰκόνα· εἰ γὰρ ἀληθῶς ταῖς στολαῖς ἐκείναις ταῖς ἐνδόξοις ἀνεπαύετο, δια τί πρὸ τοῦ ἀαρὼν τὸν μωϋσῆν οὐκ ενέδυσεν· ἀλλ ἦν μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκείνης. καὶ ἐνδύων αὐτὴν τοὺς ἰερεῖς· μωϋσῆς οὐκ ἐλούσθη ὕδατι καὶ ἔλουεν· οὐκ εχρίσθη ἐλαίω καὶ ἔχριεν· οὐκ εφόρεσεν ἰμάτιον ἰερατικὸν καὶ τοὺς ϊερεῖς ἐνέδυσεν· ἵνα μάθης ὅτι τῶ τελείω ἀρκεῖ ἡ ἀρετῆ προς κόσμον· λάβε δὲ ἄνωθεν τὸν ϊερέα· ἔστιν γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνομα ἀμφίβολον καὶ ζητούμενον τῆ δὲ ἐλληνικῆ γλώσση μετὰποιούμενον· λάβε οὖν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς πρῶτον τί ἦν τιάρα· ὁνομοζένη, τί μετὰ τὸ πρόξενον τιάρα· ἀντὶ τοῦ τιάρα ἔστιν τὸ σχῆμα τοῦ ἐνδύματος· ἐπειδὴ ὁ ἀρχιερεὺς κεφαλὴ ἦν τοῦ λαοῦ· ἔδει δὲ τὸν πάντων κεφαλὴν γινόμενον. ἔχειν κατὰ κεφαλῆς τὴν ἐξουσίαν· ἀπολελυμένη γὰρ αὐθεντεια ἀφόρητός ἐστιν· ἔχουσα δὲ τὸ ἐπικείμενον τὸ σύνθεμα τῆς δεσποτείας ὑπὸ νόμον ἄγεται· κελεύει οὖν τὴν κεφαλὴν μὴ εἶναι γυμνὴν· ἀλλὰ κεκαλυμμένην· ἵνα μάθη ἡ κεφαλὴ τοῦ λαοῦ ὅτι κεφαλὴν ἔχει· διὰ τοῦτο καὶ ἐν τῇ ἐκκλησία ἐν ταῖς χειροτονίαις τῶν ἰερέων τὸ εὐαγγέλιον τοῦ χριστοῦ χυ ἐπι κεφαλῆς τίθεται· ἵνα μάθη ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει· καὶ ἵνα μάθη ὅτι εἰ καὶ πάντων ἔστιν κεφαλῆ, ἀλλ’ ὑπὸ τούτους πράττει τοὺς νόμους πάντων κρατῶν καὶ τῶ νόμω κρατούμενος· πάντα λογοθετῶν. καὶ ὑπὸ τοῦ νόμου λογοθετούμενος· διὰ τοῦτο γενναῖός τις τῶν ἀρχαίων ϊγνάτιος δὲ ἦν ὅνομα αὐτῶ. οὕτως ϊερωσύνη καὶ μαρτυρίω διαπρέψας ἐπιστέλλων τινὶ ἰερεῖ ἔλεγεν· μὴδὲν ἄνευ γνώμης σου γινέσθω· μήτε σὺ ἄνευ γνώμης θεοῦ θυ τί πρᾶττε· τὸ τοίνυν ἔχειν τὸν ἀρχιερέα τὸ εὐαγγέλιον. σημεῖον ἐστιν τὸ ἐπ εξουσίαν εἶναι· δια τοῦτο λέγει παῦλος περὶ γυναικος ἐχούσης κάλυμμα· ἡ γυνὴ ὀφείλει ἔχειν ἐπι τῆς κεφαλῆς τοῦτέστιν τὸ κάλυμμα· ὃ ἦν εἰκὼν ἐξουσίας· ἦν οὖν ἡ τιάρα τὸ σχήμα τῆς ἐξουσίας· ἦν τὸ πέταλον τὸ χρυσοῦν. ὧ ἐπεγέγραπτο τὸ γεγραμμένον· ἐν ὧ ἐκτετύπωτο τὸ τοῦ θεοῦ θυ ὅνομα· καὶ πρῶ τον δείκνυσιν. ὅτι ἐξουσία θεοῦ θυ , ὄνομα θεοῦ θυ · μετὰ τὴν τιἄραν καὶ τὸ πέταλον. δύο λίθοι ἐπὶ τῶν ὤμων σμαράγδινοι ἔχοντες τὰς ἐξ’ φυλᾶς ἐντεῦθεν· καὶ τὰς ἐξ’ ἐντεύθεν· σημεῖον τοῦτο τῆς ἱερατικῆς ὄψεως· ἀπονέμει δὲ τῶ ϊερεῖ τὸν σμάραγδον δύο ἔχοντα κάλλ ει η · καὶ γὰρ ὡχρότητα ἔχει εὐπρεπῆ, καὶ καθαρὸς ὦν. κατόπτρου δύναμιν ἐπέχει· ἐπεὶ οὖν δεῖ τὸν ϊερέα καὶ ἀσκήσει νήφειν· καὶ τὸν βίον κάτοπτρον ἔχειν τοῖς πολλοῖς βούλεται τῆς ἀρετῆς τὴν εἰκόνα φέρειν τὸν ϊερέα ἐπι τῶν ὤμων· ἐπειδὴ τὸ τοῦ θεοῦ θυ ὄνομα ἐπι τῆς κεφαλῆς· τὸ ἄρθρον ἐπι τοῦ ἄρθρου· καὶ δια τί ἐπι τῶν ὤμων· ἐπειδὴ πράξεώς ἔστιν σημεῖον· ἡ γὰρ πρακτικῆ δύναμεις ἐν τοῖς ὤμοις ἤρτηται· βούλεται οὖν τὸ κάλλος τῆς ἀληθείας ἐπι τῶν πράξεών εἶναι· διὰ τοῦτο λέγει ὁ θεὸς θς πρὸς τὴν ἱερουσαλήμ ιλημ ποτέ· θὲς τὴν καρδίαν σου ἐπι τῶν ὤμων σου θυγάτηρ ἠτιμωμένη, ὅτι κύριος κς κτίζει σε εἰς σωτηρίαν σρίαν · τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις λαμβάνει ἡ γραφὴ· ὡς ὅτ’ ἂν λέγει περὶ τοῦ δαυίδ δαδ · καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς· καὶ ἡ σύνεσις ἆρα ἐν ταῖς χερσὶν ἐστίν; ἀλλ’ ἐν ταῖς συνέσεσι λέγει αὐτῶν τῶν πράξεων· καὶ ἐπι τοῦ στήθους ἐλάμβανεν ὁ ϊερεῦς τὸ λόγιον. τοὺς δώδεκα λίθους ἐ ν γ κεκολαμμένους τοῦτέστιν· σάρδιον· τὸπάζιον· σμάραγδον· ἄνθρακα· σάπφιρον· ἴασπιν· ὑἄκινθον ἀχάτην· ἀμέθυσον· χρυσόλιθον· βιρύλλιον· ὁνύχιον· ἐν τοῖς δῶδεκα λίθοις τούτοις ἐμερίζοντο αἱ δώδεκα φυλαί· βαθὺ τὸ ῥῆμα ἄνω ἐπὶ τῶν ὤμων μία ἦν ἡ τῶν λίθων φύσις· ἓν ὄνομα ἔχουσα τὸν σμάραγδον· ἐπὶ δὲ τοῦ στήθους κάτω διάφοροι οἱ λίθοι· τί βούλεται τοῦτο· ἐπειδὴ μία φύσις ἡμᾶς ἐγέννησεν· διάφοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισαν· τὸ μὲν δίδωσι τῆ γνώμη, τὸ δὲ τῆ φύσει· ἦν τοίνυν θεοῦ θυ ὄνομα. ἡ πρακτικῆ ἀρετῆ ἡ διὰ λόγου καὶ ἀληθείας συνεστῶσα· καὶ ὑπὸ το κράσπεδον· τοῦ ϊερέως τὸ λεγόμενον λῶμα, ἄνθη, ῥοᾶς, καὶ ῥοΐσκοι χρυσοῖ· καὶ κώδωνες· τί ἐβού λετο ταῦτα ἐν τῶ ϊερεῖ· ἆρα θεὸς θς ἀνεπαύετο τοῦτοις τοῖς άνθεσιν; ἆρα ἐβούλετο γήϊνα ἄνθη εἶναι περὶ τὸν ϊερέα; ἀλλ ἐν τῶ σχήματι τοῦ ϊερέως ἐξεικονίζει τὰς ἀρετάς· ἄνω ἐπὶ τῆς κεφαλῆς ὄνομα θεοῦ θυ , ἐπὶ τοῦ στήθους, λόγος· τὰ κάτω ἄνθη καὶ καρποὶ τῶν ἀρετῶν κατορθώματα· ἄτινα ἔστιν ἐλεημο σύνη· δικαιοσύνη· φιλ ανθρωπία ανια · δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ ἀνθοῦντα κάλλη. + τα πεπληρωμένα· ἄνθη δὲ εἰσὶν. ἰερέως συντυχία· ὁμιλία· ἦθος ἀγαθόν· λόγος χρηστός· πίστις· δόξα· ἀλήθεια· δικαιοσύνη· καὶ μεταξὺ τοῦτων οἱ κώδωνες· ἡ συμφωνία τῶν καλῶν ἔργων· πᾶσα γὰρ ἀρετῆ· ἦχον ἀποτελεῖ· διὸ λέγει παῦλος· ἀφ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ θυ · πόθεν δὲ ἤρξατο ὁ ἦχος· καὶ πε ριΐη φησὶν ὁ ἰησοῦς ις διδάσκων πᾶσαν πόλιν καὶ πᾶσαν κώμην· καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· καὶ ἐξῆλθεν ἦχος περὶ αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· πρόσεχε ἀκρι βῶς· εἶδες τῶν ἀρετῶν τὸν κοσμον; ἐκεῖνος ὁ ϊερεὺς, χριστοῦ χυ ἦν τύπος· οὐκ αλληγοροῦμεν ἐνταῦθα. εἰ μὴ ἀφορμας ἐλάβομεν παρα παῦλου· εἰ μὴ παῦλος ἠρμήνευσεν τὴν δύναμιν τῆς δικαιοσύνης. ἡμεῖς ταῦτα μαθεῖν οὐκ ηδυνήμεθα· διὰ τοῦτο ποιεῖ παῦλος τὸν ϊερέα ἐκεῖνον τύπον τοῦ χριστοῦ χυ καὶ λέγει· οὐ γὰρ εἱς χειροποιη τα ἅγια εἰσῆλθεν ὁ χριστὸς χς ἀν τίτυπα τῶν ἀληθινῶν· ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν οὐνον ἐμ φανισθῆναι τῶ προσώ πω τοῦ θεοῦ θυ ὑπὲρ ἡμῶν· στάσις οὖν ἦν τοῦτο ἐν τοις τότε ἰουδαίοις καὶ ζήτημα ξένον· ἐπειδὴ γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα σρα καὶ βασιλέα καὶ ἱερέα καὶ προφήτην, ἐμάχοντο οἱ ϊουδαῖοι καὶ ἔλεγον τὰ κατὰ νόμον· ἄλλη φησὶν φυλὴ βασιλείας, καὶ ἄλλη ἱερωσύνης· ἡ δὲ ϊουδα βασιλείας φησὶν, εἰ οὖν ὁ χριστὸς χς βασιλεὺς ἐστιν, οὐκέτι ἱερεύς· εἰ δὲ ϊερεὺς. οὐκέτι βασιλεύς· παῦλος μαχόμενος καὶ προς τὴν ἐκεῖνων ὑπόνοιαν ἀρμόζων τὸν λόγον φησίν· μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ἱερωσύνης ἀνέστη χριστός χς ; παρ ὑμῖν διήρηται βασιλεία καὶ ἱερωσύνη· ἐν δὲ τῶ χριστῶ χω συνῆπται· σὺ γὰρ ϊερεύς φησιν εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ· δια τοῦτο συλλογίζεται καὶ λέγει· εἰ γὰρ ἡ πρώτη ϊερωσύνη ἦν ἄμεμπτος, τίς χρεία λεχθῆναι κατὰ τὴν τάξιν μελχισεδὲκ ἀνίστασθαι ϊερέα καὶ οὐ κατὰ τὴν τάξιν ἁἀρών· μετὰτιθεμένης γὰρ τῆς ϊερωσύνης, ἐξ ανάγκης καὶ νόμου μετάθεσις γίνεται· ἀρχιερεὺς τοίνυν ὁ σωτὴρ σηρ ἡμῶν οὐ κατὰ τὸν τῆς θεότητος λόγον, ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον· ἄνω σύνθρονος θεοῦ θυ δι’ ἡμᾶς καὶ ἀρχιερεὺς κατὰ τὴν τάξιν μελχισεδὲκ· περὶ οὗ πολὺς ὁ λόγος ἀλλ’ οὐ τοῦ παρόντος· πρόσ εχε παρακαλῶ ἦν ἐν τῶ νόμω ὁλοκαυτώματα· θυσία περι αμαρτίας· προσφορά· ἐλθὼν ὁ σωτὴρ σηρ , παύει τὰς τυπικὰς προσφο ρᾶς. καὶ ποιεῖ τὸ σῶμα τὸ ἴδιον ἀντι πάσης θυσίας· λέγει παῦλος περὶ τοῦ σωτῆρος σρς · διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ηθέ λησας, σῶμα δὲ κατηρτί σω μοι· ὁλοκαυτώματα καὶ περὶ ἀμαρτίας οὐκ εξή τησας· τότε εἶπον ἰδοὺ ἤκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· εἰπὼν τὴν προφητείαν παῦλος καὶ εἰρηκὼς ὅτι θυσίαν καὶ προσφορὰν· καὶ περὶ ἀμαρτίας οὐκ ηθέλησας· τότε εἶπον· ἰδοὺ ἤκω· ἀναιρεῖ τὸ πρῶτον· ἵνα τὸ δεύτερον στήση· καὶ ποῦ ἡ θυσία καὶ ἡ προσφορὰ εὐρίσκεται· ἐν τῶ σώματι τοῦ χριστοῦ χυ · καθῶς λέγει ὁ ἀπόστο λος παῦλος· παρακαλῶ ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἱκτιρμῶν τοῦ θεοῦ θυ , ὡς τέ κνα ἀγαπητὰ περὶπα τήτε ἐν ἀγάπη· καθῶς καὶ ὁ χριστὸς χς ἡγάπησεν ἡμᾶς, καὶ παρέδωκεν εαυτὸν ὑπερ ἡμῶν θυσίαν καὶ προσφορὰν τῶ θεῶ θω εἰς ὀσμὴν εὐωδίας· δια σὲ ἀρχιερεὺς. δι’ εαυτὸν θεός θς μὴ μετάβαλλε ῥήματα θεοῦ θυ ζῶντος εἰς πατέρα πρα καὶ υἱὸν υν καὶ ἅγιον πνεῦμα πνα ἐβαπτίσθης· τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα. καὶ εἰσάγεις ὀνόματα λογισμῶν· γεννήματα λέγων· ἀγέννητος καὶ γεννητὸς. κτιστὸς καὶ ἄκτιστος· ὢν ἁεὶ καὶ μὴ ὢν ἁεί· τούτων ἀνέχεται θεὸς θς τῶν ματαί ων ῥημάτων; ἓν ῥῆμα ἵνα μετὰβάλλη προφήτης ποτὲ ἐκινδύνευσεν ἀπολέσθαι· καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν· τὰ ῥήματα τῶν προφητῶν. τινὲς ἐκάλουν ὑπ ὲρ ὸ ἀ πειρίας, λῆμμα κυρίου κυ · λέγει ὁ θεὸς θς διὰ ϊερεμίου· ἐὰν ἐρωτήση σε ὁ λαὸς ἠ ὁ ϊερεὺς ἠ ὁ προφήτης· καὶ εἴπη σοι τί τὸ λῆμμα, εἰπὲ αὐτοῖς· ὅτι τὸ λῆμμα κυρίου κυ ὑμεῖς ἐστέ· λήψομαι γὰρ ὑμᾶς λῆμμα· καὶ ῥάξω ὑμᾶς· ἵνα μὴ λέγητε λῆμμα· ἓν ῥῆμα ἵνα μετὰποιηθῆ, ἀπειλεῖ ὁ θεὸς θς · σὺ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφεις πατρὸς πρς ὄνομα παραγραφόμενος· υἱοῦ υυ ἀξίαν ἀρνούμενος· πνεύματος πνς ἁγίου δόξαν ἀθετῶν· ἆρα διαφεύξ ει η τὰς τοῦ θεοῦ θυ χεῖρας; βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ θυ ζῶντος· κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν λόγων διαστρεφομένων ἀγανακτεῖ θεός θς · δογμάτων διαστρεφομένων οὐκ αγανακτεῖ; μὴ σοφώτερος εἶ τοῦ σωτῆρος σρς ; μὴ ἀκριβέστερος εἶ τοῦ εὐαγγελίου; φοβήθητι κρίμα θεοῦ θυ · φοβήθητι ἐκεῖνο τὸ φοβερὸν ὄνομα, καὶ ἀπόδυσε τὴν κακίαν καὶ ἀνάλαβε τὴν μετάνοιαν· καὶ ἐγγυᾶταί σου ἡ πίστις τὴν σωτηρίαν σρίαν · μετάνοια γὰρ σωτηρίαν ποιεῖ· καὶ τῶν ἐν αιρέσει καὶ τῶν ἐν κακαῖς πράξεσιν τυγχανόντων· μετάνοια· ῥίζα θεοσεβείας· μετανοήσωμεν· δυσωπήσωμεν τὸν θεὸν θν τῆ μετανοία· ἵνα καὶ πολέμους ἀφανίση καὶ βαρβάρους σβέση· καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύση· καὶ δώη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· πολὺ θεὸν θν ἐξι λαιοῦται μετὰνοια ὅτ’ ἂν τίς γνησίως προσδράμη τῆ μετανοία· οἷον τί λέγω· μετενόησεν. καὶ ἐ δάκρυσεν· λέγει ὁ θεός θς · ἀ κούων ἤκουσα τοῦ στεναγ μου ἐφραὶμ ὁδυρομένου καὶ λέγοντος· ἐπαίδευσά ς με κύριε κε καὶ οὐκ επαιδεύ θην· ἀλλ εγενόμην ὡς μόσχος ἀδίδακτος· ἐπίστρεψόν με καὶ ἐπιστραφήσομαι· καὶ τί προς αὐτὸν ὁ θεός θς · ἀνθ ῶν οἱ λόγ ι οι μου εἰσὶν ἐν αὐτῶ, οὐ μὴ ἀναμνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτὸν; μὴ δείς σε πτοείτω· μη φήμη· μὴ βαρβάρων γνόφος· μὴ ὁμίχλη πολλῆ· κὰν ἀναρίθμητοι ὦσιν οἱ πολέμιοι τῶ πλήθει· ὁ ἡμέτερος ὑπέρμαχος ϊσχυρότερος· ἐὰν δειλιάσης τὸ πλήθος ὑφορώμενος· λέγει πρὸς σὲ ἐλισαῖος ὁ πρὸφήτης· μὴ φοβοῦ· πλείους εἰσιν· οἱ μεθ’ ἡμῶν, ἠ οἱ μετ’ αὐτῶν· ἐκεῖ βαρβάρων πλῆθος, ὧδε ἀγγέλων φύλαξ· τῶν εὐσεβῶν ὑπερμαχεῖ, εὐαγγελικὸς στρατὸς· προφητῶν χορός· ἀποστόλων δύναμις· μαρτύρων πρεσβεῖαι· μὴ μόνον νο μίσης ὅτι μάρτυρες πρεσβεύουσιν ὑπερ’ ἡμῶν ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλήψεσιν ϊκετεύουσιν τὸν θεόν θν · καὶ οὐ μόνον ἱκετεύουσιν. ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέτου· λέγει ζαχαρίας ὁ προ φήτης· καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρὸς κύριον κν · αὔτη ἡ εὐχη τοῦ ἀγγέλου· κύριε κε παντὸκράτωρ ἕως πότε οὐ μὴ ἐλεήσης τὴν ἱερουσαλήμ ιλημ · καὶ τὰς πόλεις ἰοῦδα ἃς ὑπερἴδες· τοῦτο ἐβδομὴκοστὸν ἔτος· τί οὖν ἀπεπέμψατο ὁ θεὸς θς τὴν πρεσβεῖαν τοῦ ἀγγέλου; μὴ γένοιτο· ἀλλὰ τί· ἀπεκρί θη φησὶν κύριος κς πρὸς τὸν ἄγ γελον τὸν λαλοῦντα ἐν εμοὶ ῥήματα παρὰκλητικὰ καὶ λόγους παρακλη τικούς· παρακαλεσω μεν τὸν τῶν ἀγγέλων δεσπότην· καὶ ένα ἄγγελον ἀποστελεῖ. καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίζει· ἐγὼ καὶ τὴν σημειωτέον ση κηρόχυτον γραφὴν ἡγάπησα εὐσεβείας πεπληρωμένην· εἶδον ἐν εικονι ἐλαύνοντα νέφη βαρβάρων· εἶδον πατούμενα βαρβάρων φύλα· καὶ τὸν δαυὶδ δαδ ἀληθεύοντα κύριε κε ἐν τῆ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις· λεγέτω περι ἡμῶν ὁ μα κάριος δαυίδ δαδ · γενηθή τω ἡ ὀδὸς αὐτῶν σκότος καὶ ὁλίσθημα, καὶ ἄγγελος κυρίου κυ κατὰδιώκων αὐτούς· οἶ δεν ὁ θεὸς θς διαφόρους ἀφορμᾶς παρασχεῖν προς τὴν τῶν πολεμίων καθαίρεσιν· πολλὴ ἦν ἡ παράταξις τοῦ σἐνναχειρὶμ βασιλέως τῶν ασσυρίων· καὶ εἶς ἄγγελος ἀποσταλεῖς. ἐκατὸν ὁγδοήκοντα πέντε χιλιάδας ἔστρωσεν· ἡμεῖς οἱ ἄνθρωποι ἄνοι ἀνθρωπίνοις λογισμοῖς μετροῦμεν τὰ συμβαίνοντα· καὶ λέγομεν καθ εαυτοὺς τί γίνεται ἐὰν μὴ εὐρεθῆ στρατιῶτης ἐν τοῖς μέρεσι τούτοις· εὰν πριν ὴ φθάση ὁ στρατηγὸς πάντας πορθήσωσιν· τί ποιοῦμεν· μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνη καὶ θεὸς θς προλαμβάνεται; μὴ γὰρ ἐπειδὴ σὺ οὐκ εῖ πανταχοῦ, θεὸς θς οὐκ έστιν πανταχοῦ; μὴ γὰρ τὸ μὲν δύναται θεὸς θς τὸ δὲ οὐ δύναται; ἡ ἄψυχος θάλασσα ὑπήκουσεν καὶ ἐβύθισεν· οἱ ἄλογοι ἰχθύες ὑπήκουσαν τῆ ἄγρα πέτρου· καὶ ἄγγελος ἐὰν κελευσθὴ· ὅλους οὐκ αφανίζει τοὺς ἐχθροὺς τῆς ἀληθείας; μόνον νήψωμεν· μόνον παρακαλέσωμεν· μόνον ἰκετεύσωμεν· ἐνόμισέν τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος λέγω δὴ κοινῶ ὀνόματι ἵνα πᾶσι κατάδηλος γένηται· ἐνόμισέν τις στρατηγὸς τῶν ἀλλοφύλων ὁ σισάρα· μέμνηται δὲ αὐτοῦ καὶ δαυὶδ δαδ λέγων· ποίησον αὐτοὺς ὡς τῆ μαδιὰμ καὶ τῶ σισάρρα ὡς τῶ ϊαβεὶν ἐν τῶ χειμάρρω κισών· ὁ ϊαβεὶν, βασιλεὺς ἦν τῶν ἀλλοφύλων· ὁ σισάρα ἀρχιστράτηγος· ἦν αὐτῶ ἄρματα σιδηρὰ ὁκτὰκόσια καὶ πλῆθος ἄπειρον· ἐφοβήθη ὁ λαὸς τῶν ἰουδαίων· εἶδεν τὸ νέφος καὶ ἔφριξεν· τί οὖν ὁ φιλαν θρωπος θεὸς θς λέγει δια τῆς προφήτιδος δεββώρας τῶ ὑπερμάχω τῆς εὐσεβείας· μὴ φοβηθῆς· ἰδοῦ παρὰδίδωσί σοι αὐτὸν κύριος κς εἰς τὰς χεῖρας σου. καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου. ἀλλ’ εἰς χεῖρας γυναικός· βλέπε πῶς ὁ θεὸς θς τὴν ἀλαζονείαν ἐκόλασεν· ἄνδρες οὐχ ὑπέστησαν. καὶ γυνὴ ἐστρατήγησεν· εἰσῆλθεν ὁ σισάρα φεύγων προς τὴν γυναῖκα ϊαὴλ λεγομένην καὶ καύσωνι ὑπειλημμένος· αἰτεῖ παρ αυτῆς ΰδωρ· ἡ δὲ ποτίζει αὐτὸν γάλα· ὅρα σοφίαν γυναικός· ἐπειδὴ γὰρ ἦν κατὰψυκτικὸν τὸ γάλα καὶ εἰς ὕπνον πρὸκαλούμενον ποτίζει αὐτὸν γάλα· ἵνα ἀληθεύση ἡ γραφὴ ἡ λέγουσα· ὕδωρ αὐτὴν ἤτισεν· καὶ γάλα ἔδωκεν· ἵνα καὶ ποτίση καὶ κοιμήση· εἶτα κοιμὴθέντος τοῦ ἀλλοφύλου ἔλαβεν φησῖν ἡ γυνὴ ἐκείνη πάσσαλον καὶ σφῦραν καὶ ἐπέδραμεν τῶ πολεμίω· καὶ ὅρα σοφίαν γυναικός· δια τί οὐκ έλαβεν ξίφος ἠ μάχαιραν ἀλλὰ πάσσαλον· ἐφοβήθη ὡς γυνὴ μὴ έξυπνος γενόμενος καταλάβη αὐτὴν κατέχουσαν ξίφος· διὰ τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρὸς, ἀλλ επιτήδευμα γυναίκειον· ἔθος γὰρ ταῖς διαζομέναις γυναιξὶν πάσσαλον κατὰκρούειν ἐν τῶ τύχω καὶ οὕτως μετιέναι τὴν ἰδίαν ἐργασίαν· κατὰσκευάζει οὖν ἀπο τοῦ ἀνυπόπτου ὁδὸν δευτέραν· ἐπειδὴ δὲ ὁ θεὸς θς συνήργησεν καὶ θεοῦ θυ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας οὐ γὰρ ἦν ἐκεῖνης τὸ στρατήγημα, ἀλλὰ θεοῦ θυ τὸ ἀπόφθ γ ε γμα· ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου. συνήργησεν θεὸς θς ὕπνω δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν. διήλασεν κατὰ τοῦ κοτράφου αὐτοῦ οὕτως ἰσχυρῶς ὡς καὶ τῆς γῆς ἄψασθαι· καὶ οὕτως μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανεν· μὴ λείπη τῶ θεῶ θω πρόφασις. καὶ ὅτε βούλεται οὐκ εμποδίζει τὸ μὴ παρεῖναι συμμαχείαν· θεοῦ θυ ὅπλον· θεοῦ θυ στρατιώτης· θεοῦ θυ δυναμις, νεῦμα μόνον θεοῦ θυ · τῶ χριστῶ χω τοῦτο εἴπωμεν· εἰπὲ λόγω, καὶ σκορπισθήσονται οἱ εχθροί σου, εἰπὲ λόγω, καὶ ελεήσεις τὴν πόλιν σου· εἰπὲ λόγω, καὶ οικτειρήσεις τὴν πόλιν σου· εἴπωμεν αὐτῶ ἰδοὺ οἱ ἐχθροί σου ήχησαν· καὶ οἱ μισοῦντες σε ήραν κεφαλήν· θέλεις μαθεῖν, καὶ ἄλλης γυναικὸς στρατήγημα· ἐπειδὴ τοῦτο ἡθέλησεν ὁ θεός θς , ἄλλος τίς ἦν ἀβιμέλεχ· ὄνομα, ἀνελῶν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα. καὶ κρατήσας ἀπο τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν εχων ὑποχείριον· συνεπάλαισεν τινὶ πόλει τειχομαχῶν. καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς θς γυναικὸς χείρα νευρώσας, ποιεῖ τινὰ γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ήτις κλάσμα μύλου λαβοῦσα ἔρριψεν τῆ κεφαλὴ τοῦ τυράννου καὶ συνέτριψεν αὐτοῦ τὸ κρανίον· καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν άμετρον κακίαν σὺν ἀποθανοῦσαν· λέγει τῶ παρεστῶτι δορυφόρω· σπάσαι τὴν μάχαιράν σου καὶ πλήξον με. ἵνα μὴ εἴπωσιν γυνὴ αὐτὸν ἀπέκτεινεν· τὸ σῶμα αὐτοῦ ἀπέθνησκεν, καὶ ἡ ὑπερηφάνια ἔμενεν· ἀπετίθετο τὴν ζωην, καὶ οὐκ απετίθετο τὴν κενοδοξίαν· καὶ νῦν οὐ λείπει τῶ θεῶ θω δεββώρα· οὐ λείπει τῶ θεῶ θω ϊαήλ· ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον μαρίαν πρεσβεύουσαν ὑπερ ἡμῶν· ἡ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησεν, ποσω μᾶλλον ἡ τοῦ χριστοῦ χυ μήτηρ μηρ καταισχύνει τοὺς ἐχθροὺς τῆς ἀληθείας πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισεν γυναῖκα εἶναι χλευαζομένην, καὶ ηὖρεν στρατηγὸν ἀγωνιζόμενον· οὐκ ενόμισεν μνήματι απτεσθαι· καὶ ηὐρέθη αὐτω τάφος· νεκρὰν ἐνόμισεν, καὶ ενεκρώθη ὑπ’ αὐτῆς· ἔχομεν τὴν δεββώραν· ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν μαρίαν την θεοτόκον θκον · ἀλλὰ χρεία καὶ ἀποστόλων, εἴπωμεν παῦλω καθῶς εἶπον οἱ τότε· διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν· ἔχομεν ἀποστόλους, μὴ ναρκήσωμεν· ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον θκον τὴν ἁγίαν αειπάρθενον μαρίαν, μη ὀκνήσωμεν· ἔχομεν τὸν χορὸν τῶν μαρτύρων, μὴ ῥαθυμήσωμεν· μὴ μόνον ϊκετεύσωμεν, ἀλλ’, εἰ δοκεῖ καὶ νηστεύσωμεν· βέλτιον νηστευσαι νηστείαν πόθου, καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νηστείαν ἀγάπης, καὶ μὴ νηστείαν ἀνάγκης· λέγει ὁ σωτὴρ σηρ περὶ τῶν δαιμόνων· τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται ει μὴ ἐν προσευχὴ καὶ νηστεία· δαίμονας φυγαδεύει ευχὴ καὶ νηστεία; καὶ βαρβάρους οὐκ ελαύνει, καὶ ἤδη εἶπον καὶ πάλιν λέγω· παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον θκον μαρίαν· παρακαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους· παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας· εάν τις εν ανάγκη καταστὰς προσδράμη τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῶ γνησίως· προ ανάγκης φησὶν οὐκ ήδεις με τιμησαι· ἠ θεραπεῦσαι· ἀλλ’ ἐν τῆ ἀνάγκη, ἀνύποπτος τιμὴ εξω ἀνάγκης· ἐὰν πρὸ ἀνάγκης θεραπεύσης τὸν δικαστην. ἐν τη ἀνάγκη ευρήσεις σύμμαχον· οἶδεν γὰρ ὅτι οὐχ’ ἡ ἀνάγκη· ἀλλ’ ὁ πόθος ήγαγεν· γενώμε θα νῦν τῶν μαρτύρων μὴ εν τὴ ἀναγκη φίλοι, ἀλλ’ ἐν τῆ ἀγάπη· προ χειμῶνος, ὡς ἐν χειμῶνι λυπηθῶμεν· ἵνα ἐν καιρῶ χειμῶνος τὸ εαρ εὔρωμεν· ταῦτα λέγωμεν οὐκ αὐθεντοῦντες ἀλλὰ παρακαλοῦντες· οὐ νομωθετοῦντες, ἀλλὰ δυσωποῦντες, ϊκετεύωμεν πάντας νήψαι· ϊκανῶς δὲ ὁ θεὸς θς ὑπὲρ πᾶσαν πίστιν· ὑπὲρ πάντα λόγον· καὶ τοὺς ἐχθροὺς κατ’ αἱσχύναι· καὶ τὴν οἰκουμένην ελεησαι· καὶ τοὺς βασιλεῖς τιμῆσαι· καὶ τὴν βασιλείαν στῆσαι· καὶ τὴν αὐτου δόξαν φαιδρύναι· ἐν χριστῶ χω ἰησοῦ ιυ τῶ κυρίω κω ἡμῶν· ῶ ἡ δόξα καὶ τὸ κρατος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:–