Homilia de legislatore (Ms Lo)
- Edition reference
- Homilia de legislatore [Dub.], MPG 56: 397–410.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg007.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
τῆς χριστοῦ χυ βασιλείας τὸ ευ ἀγγέλιον, κηρύττουσι προφῆται· ἑρμηνεύουσι δὲ οἱ τῆς νέας χάριτος ὑπηρέται, δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρασταὶ καὶ ἐπαινέται· οὐκ έστιν ἐντρυφῆσαι τῶ λόγω τῆς ἀληθείας, μὴ διψῶντα τὸν λόγον τῆς διδασκαλίας· καὶ ὥσπερ οὐκ’ ἔστιν μη διψῶντα καὶ πεινῶντα ἡδέως ἀπολαῦσαι τροφῆς, οὕτως οὐκ έστιν ἐντρυφῆσαι λόγω ἀληθείας. μὴ διψῶντας τοῦ ἁγίου πνεύματος πνς τὴν διδασκαλίαν· διὸ φησὶν ὁ σωτήρ σηρ · μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθῆσονται· ἡ ἀληθὴς τῶν ψυχῶν τροφή· ἡ ἀληθὴς τῶν εὐσεβῶν τρυφή· ὁ ἀληθὴς τῶν εὐσεβῶν πλοῦτος· ὁ τοῦ θεοῦ θυ λόγος, ὁ διὰ τοῦ δαυὶδ δαδ λέγων· ποτὲ μὲν γὰρ ὡς πλουτῶν ἐναβρύνεται, ποτὲ δὲ ὡς τρυφῶν. καὶ λέγει· ὡς γλυ κεία τῶ λάρυγγί μου τὰ λόγιά σου, ὑπερ μέλη καὶ κηρίον τῶ στόματί μου· ἐνταῦθα τρυφῶν τος ἀφηκεν φωνήν· τρυφὴ γὰρ ἦν αὐτῶ ὁ τοῦ θεοῦ θυ φόβος καὶ λόγος περι οῦ πολλάκις ἔλεγεν· κατατρύφησον τῶ κυρίω κω καὶ δώη σοι τὰ αιτήμα τα τῆς καρδίας σου. ἀλλαχοῦ δὲ οὐχ ως τρυφῶν μόνον, ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλλωπίζεται τῶ πλούτω τοῦ νόμου, λέγων· ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου, ὑπερ χιλιάδας χρυσίου καὶ ἀργυρίου· εἶδες τρυφὴν εὐσεβείας καὶ πλοῦτον ἐν δικαιοσύνη; δεῖ τοίνυν ἡμᾶς δειψὰν τὰ θεῖα καὶ πεινᾶν τὰ οὐράνια, καὶ ἔχειν ἄφθονον καὶ τὴν ἀπόλαυσιν ἐκ τῆς βασιλικῆς τοῦ χριστοῦ χυ τραπέζης· ἀντέχεσθαι δὲ τοῦ εὐαγγελίου τῆς σωτηρίας· οὐ νῦν ἀρξαμένοι, ἀλλὰ ἐν τοῖς προφήταις θεμελιωθέντος. καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντος· οὐ γὰρ ἀφ οῦ ἐφάνη χριστός χς τὸ ευαγγέλιον ἤρξατο· ἀλλ ερριζώθη μὲν ἐν τ α ο ῖς βίβλοις τῶν προφητῶν. ἐβλάστησεν δὲ ἐν τῶ κηρύγματι τῶν ἀποστόλων· δια τοῦτο ὁ παῦλος βουληθεῖς δεῖξαι· ὅτι τὸ εὐ ἀγγέλιον οὐκ απο τῆς οἰκονομίας ἤρξατο· ἀλλ’ ἀπο τῶν προφητῶν ἔλαμψεν, δια τῆς οἰκονομίας αὐτὸ διογορεύ ει· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς ευ ἀγγέλιον θεοῦ θυ · ὃ πρὸεπηγγείλατο διὰ τῶν προφητῶν αὐ τοῦ ἐν γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ υυ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρ ματος δαυὶδ δαδ κατα σάρκα· οἶδεν παῦλος ἀδιαίρετον τὴν παλαιὰν καὶ τὴν νέαν διαθήκην· δια τοῦτο ποτὲ μὲν αὐτὴν καλ η εῖ καινὴν διαθήκην ἵνα δείξη πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα· οἶδα τοῦτον πρώην γυμνάσας τὸν λόγον· ἀλλ’ επαναλαμβάνω πρὸς ὑπόμνησιν· καλεῖ καινην διαθήκην. πρὸς ἀντιπαράθεσιν τῆς γεγηρακῦϊας· κρείττονα πρὸς ἀντιδιαστολὴν τῆς ελάττονος· αἰώνιον, προς αντι παραθεσιν τῆς προσκαίρου. καλεῖ αὐτὴν καὶ δευτέραν διαθήκην· δια τὶ δευτέραν· ἵνα τῆ γνώμη συνάψη· τὸ γὰρ ἀπαισχ οινι σμένον, τινὸς δεύτερον οὐ λέγεται· ἀλλ επειδὴ θεὸς θς ἐλάλησεν καὶ ἐν τῆ πρώτη καὶ ἐν τῆ δευτέρα, ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν τῶ ἀριθμῶ τὴν συμφωνίαν ἐργαζόμενος· δια τοῦτο παῦλος ἀδιαίρετον κηρύττων βασιλείαν πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς , ποτὲ μὲν καλεῖ τὸ εὐαγγέλιον τοῦ θεοῦ θυ τοῦ πατρός πρς , ποτὲ δὲ τοῦ υἱοῦ υυ λέγων· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐ ἀγγέλιον θεοῦ θυ · ἀλλ’ ἵνα μή τις ἀκούσας εὐαγγέλιον θεοῦ θυ νομίση τὸν υἱὸν υν μὴ έχειν αὐθεντείαν εἰς τὸ κήρυγμα, ἐν τῆ αὐτῆ ἐπιστολῆ μικρὸν ὑποβᾶς λέγει· μάρτυς γάρ μοι ἐστιν ὁ θεὸς θς ὧ λατρεύω ἐν τῶ πνεύματί πνι μου ἐν τῶ εὐ ἀγγελίω τοῦ υἱοῦ υυ αὐ τοῦ· εἶδες τὸ θαῦμα τοῦ κήρυκος καὶ τὴν ἀπηρτισμένην διάνοιαν; ἵνα μὴ νομισθῆ ἐν μὲν τῶ νόμω ἄλλω θεῶ θω δουλεύειν· ἐν δε τῶ εὐ ἀγγελίω πρὸς ἄλλον χωρεῖν, λέγει· εὐλογητὸς ὁ θεὸς θς ὧ λατρεύω ἀπο προγόνων ἐν καθαρᾶ συνειδήσει· οὐ γὰρ ἀπ’ ἄλλου φησὶν πρὸς ἄλλον ἔδραμον· ἀλλ’ ὃν εἶχον ἐν αγνοία, πρὸς ἔλαβον ἐν γνώσει· καὶ πάλιν ὁ αὐτὸς βουληθεὶς δεῖξαι ὅτι τὰ ρήματα τῆς παλαιᾶς διαθήκης καὶ τῆς νέας ἑνός ἐστιν στόματος καὶ ἑνὸς δεσπότου, μίαν μαρτυρίαν ἀπο γραφῆς παρήγαγεν συμπλέξας τῶ εὐ ἀγγελικῶ λόγω τὴν πα λαιὰν, καὶ λέγει· γέγραπται· οὐκ ημώσεις βοῦν ἀλοῶντα, καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τὸ οὐκ ημώσεις. μωϋσῆς εἶπεν· τὸ δὲ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, ὁ χριστὸς χς ἐν τοῖς εὐ ἀγγελίοις· ἀλλ’ ἵνα δείξη ὅτι ἓν στόμα κακεῖνα καὶ ταῦτα ἐλάλησεν, τα τοῖς χρόνοις διηρημένα συνῆψεν τῆ συμφωνία τῆς ἀληθείας εἰπών· γέγραπται οὐκ ημώσεις βοῦν ἀλοῶντα. καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τούτου τοῦ εὐαγγελίου εἰκὼν. τὰ δίκτυα πέτρου, τὰ σήμερον ὑπ όψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα· οὐ γὰρ ἅπαξ πέτρος ἐχάλασεν τὰ δίκτυα, ἀλλὰ τῆ μὲν ἱστορία ἅπαξ· τῆ δέ δυνάμει πολλάκις· ὁσάκις γὰρ ἐὰν κηρυχθῆ τὸ εὐαγγέλιον οὐδὲν ἕτερον ὁρῶ, ἢ πέτρον καὶ ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀποστόλων, καὶ τὸ δίκτυον ἁπλοῦντας τὸ εὐαγγελικόν. καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα σρα ἰδεῖν ἐν θαλάττη, καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἐστώτας· ξένον πρᾶγμα· οἱ ϊχθύες ἐπι τὴν γῆν, καὶ ὁ ἁλιεὺς ἐν θαλάττη· ἡ κάθεσις ἐκείνου τοῦ δικτύου. εἰκὼν ἦν τοῦ εὑαγγελικοῦ λόγου· εὗρεν φησὶν τοὺς ἁλιεῖς ἀποπλύνοντας τὰ δίκτυα, ὡς απειπόντας τῆς ἄγρας· ἁλιεὺς γὰρ ἐὰν μὴ ἀπαγορεύση τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. η ε ὖρεν οὖν αὐτοὺς ὁ σωτὴρ σηρ ἀπειπόντας τῆς ἄγρας, καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης· καὶ τί ποιεῖ· πρῶτον διδάσκει τὸν λόγον τῆς ἀληθεῖας· εἶτα, κελεύει χαλασθῆναι τὸ δίκτυον· επειδὴ γὰρ τα ρήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν έργων, ἐχρῆν ἀκολουθῆσαι τῶ λόγω τὴν δια τῶν ἔργων ἀπόδειξιν· ὅτι θεοῦ θυ κελεύσαντος· καὶ τὰ μὴ εὑρισκόμενα θηρᾶται. καὶ τὰ μὴ ὄν τα λαμβάνεται· χαλά σατε φησὶν τὸ δίκτυον ὑμῶν· ὁ δὲ πέτρος λέγει· ἐπιστᾶτα· δι όλης τῆς νυκτὸς κοπιάσαντες· οὐδὲν η ε ὕ ραμεν· ἐπι δὲ τῶ σῶ ῥήματι. χαλάσω το δίκτυον· θαυμάζω πέτρου τὴν πίστιν. τὰ πρῶτα ἀπογινώσκοντος. καὶ τὰ νέα πιστεύοντος· ἐπι τω σῶ ῥήματι χαλάσω τὸ δίκτυον· δια τί εἶπεν επι τῶ σῶ ῥήματι· ἐπειδὴ ἐπι τῶ ῥήματι αὐτοῦ. καὶ ὁ οὐρανὸς οὐνος ἐστερεώθη· καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ θάλασσα ἀφ ο ω ρίσθη· καὶ ἄνθρωπος οἰκείοις ἄνθεσιν ἐστεφανώθη, καὶ πάντα τῶ σῶ ῥήματι συνέστηκεν ὡς φησιν ὁ παῦλος· φέρων τε τὰ πάντα τῶ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἐπι δὲ τῶ σῶ ῥήματι. χαλάσω τὸ δίκτυον· προκατέβη τοῦ δικτύου τὸ ῥῆμα· οὐ πάρεισιν οἱ ϊχθύες· καὶ γὰρ εἰ παρῆσαν, δια τὴν όχλησιν τῶν ἀγρευόντων διέφευγον· ἀλλὰ κατῆλθεν τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· πρὸκατῆλθεν τοῦ δικτύου. ἡ δύναμις τοῦ κελεύσαντος· συνήχθη πλήθος ϊχθύων· εἰκὼν ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· διἐρρήγνυτο τὸ δίκτυον· ἔνευσαν τῶ πλοίω τῶ συμμετόχω ἐλθεῖν καὶ συνάρασθαι αὐτοῖς· ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν· ἐὰν γὰρ μὴ παρῆ χορὸς προφητῶν βοηθῶν τῆ ἀποστολικῆ χειρὶ· καὶ ἐν τῆ προφητικῆ προρρήσει μὴ ἀκολουθήσ ει η τῶν ἀποστόλων ἡ έκβασις. οὐ θηρᾶται τὰ θηρώμενα· βουληθεῖς τοίνυν ὁ σωτὴρ σηρ δεῖξαι· ὅτι ἡ τῶν ϊχθύων ἄγρα· εἰκών ἐστιν τῆς ἐκκλησίας· καὶ βουληθεῖς παιδεῦσαι πέτρον ἔτι τῶ ὑποδείγματι το ύ ῦ τ ω ο ἤλειψεν αὐτὸν εἰς ανδρείαν· λέγει αὐτῶ· μὴ φοβοῦ· ἀπο τοῦ νῦν, ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἀπο του νῦν· ἀφ οῦ φησὶν ἐπειράθης τῆς δυνάμεως καὶ ἔμαθες· ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγω καὶ πάντα ἕπεται τῶ ἐμῶ νεύματι, λαβῶν ἀρκοῦν τὸ ὑπόδειγμα, χρῆσαι λοιπὸν τῆ θήρα· καὶ οὐκ ειπεν ἀνθρώπους ἀνους ἔση ἁλιεύων· ἀλλὰ ἀνθρώπους ἔση ζωγρῶν· ἐπειδὴ οἱ ϊχθύες ἀπο ζωῆς εἰς θάνατον ἡλιεύοντο· οἱ δὲ ἄνθρωποι ἄνοι ἀπο θανάτου εἰς ζωὴν ἀγρεύονται, ἀπο τοῦ νῦν φησὶν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· δια τὶ οὖν λέγει αὐτῶ μὴ φοβοῦ· ἔστω ἡ επαγγελία καλὴν εἶχεν ὄψιν. δια τί οὖν μὴ φοβοῦ· ἐπειδὴ προσέπεσεν τῆ μνήμη τῶν πρώτων ἁμαρτημάτων, μὴ φοβοῦ φησὶν σαυτὸν ὡς ἁμαρτωλὸν· ἀλλὰ λοιπὸν νόει, σαυτὸν ὡς ἀπόστολον· ῥήματι δεσποτικῶ κελευόμενος, τὴν οἰκουμένην σαγινεῦσαι· μὴ φοβοῦ. πᾶς ἁμαρτωλος παρα χριστοῦ χυ ἀκουέτω· μὴ φοβοῦ. μόνον ἀπὸ τοῦ νῦν μετὰνοείτω· τὸ τοίνυν δίκτυον, ἵνα εἰς τὴν προλαβοῦσαν ἔλθω ἀκολουθίαν, εἰκών ἐστιν τῆς εὐαγγελικῆς τοῦ σωτῆρος σρς διδασκαλίας· το δὲ εὐ ἀγγέλιον τοῦτο καλεῖ παῦλος· ποτὲ μὲν εὐαγγέλιον δικαιοσύνης· ποτὲ δὲ εὐ ἀγγέλιον εἰρήνης, ποτὲ δὲ εὐ ἀγγέλιον δυνάμεως· ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος· καὶ πολέμους ἠφάνησεν· καὶ στάσεις ἀνθρώπων ἀνων μὴ συμφωνούντων πρὸς ευσέβειαν. ἐσκόρπισε· καὶ διὰ μεν τὸ πάντας κα λέσαι πρὸς σωτηρίαν σρίαν , λέγεται εὐ ἀγγέλιον δικαιοσύνης· δια δε τὸ κατὰ στέλλειν τὸν πόλεμον τῶν δαιμόνων. λέγεται εὐ ἀγγέλιον εἰρήνης· δια δὲ τὸ ευτελέσι ρήμασιν κηρύττειν θεοῦ θυ γνῶσιν, καλεῖται εὐαγγέλιον δυνάμεως· ἄκουε το πα υλου λέγοντος· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ θυ ἐστιν εἰς σωτηρίαν σρίαν · τὸ δυνατὸν, γὰρ τότε φαίνεται δυνατὸν, ὅτ’ ὰν μὴ τοῖς ἀκολούθοις κεχρημένος λογισμοῖς. κρατήση τῶν περάτων τῆς γῆς· ὡς λέγει ὁ σωτὴρ σηρ τῶ παύλω· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ασθενεία τελειοῦται· οὐδὲν ἦν μέγα εἰ γυμνῆ τῆ θεότητι τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ’ ὅτι δια σώματος τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξεν δόξαν· οὐδὲν ἦν θαυ μαστὸν· εἰ ὁ ζῶν· ζωοποιὸν ἀπαστράψας δόξαν. τὴν οἰκουμένην ἐζωοποίησεν· ἀλλὰ το δυνατὸν τοῦ λόγου. ὅτι θανάτω τὸν θάνατον ἀφα νίζει, καὶ δια τῶν ὕβρεων τὴν ἀθάνατον ἀπαστράπτει δόξαν· ἀλλα χοῦ λέγει εὐαγγέλιον εἰρήνης· τοὺς γὰρ πόδας ὑμῶν φησὶν παρασκευάσατε ἐν ετοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἀλλαχοῦ καλεῖ δικαιοσύνης. ὥς φησιν· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ θυ ἐν αυτῶ ἀποκαλύπτεται· τί ἐστιν δικαιοσύνη θεοῦ θυ · ἐπειδὴ ὁ πρῶτος νόμος ϊουδαίοις ἐδόθη μόνοις· τὸ δὲ εὐ ἀγγέλιον πᾶσιν. καλεῖ εὐαγγέλιον δικαιοσύνης· δίκαιος γὰρ ὁ θεός θς · ὁμοίως πάντας ποιήσας, ὁμοίως πάντας ἐφώτισεν· καὶ τοῦτο ἦν δίκαιον, τὸ μὴ τοὺς μὲν σῶσαι· τοὺς δὲ μὴ σῶσαι· τὸ μὴ τοὺς μὲν καλέσαι· τοὺς δὲ μὴ καλέσαι· ἐν τῆ παλαιᾶ διαθήκη. οὐκ ῆν ἡ κλῆσις δικαία· ἀλλ οἰκονομική· προκατασκευάζουσα ὁδὸν τῆ δικαιοσύνη· οὐ γὰρ λέγω ταύτην δικαίαν. κακεῖνην ἄδικον· ἀλλ’ ἐκείνην ὁδὸν ταύτης. καὶ προκατασκευὴν ταύτης· ἔδωκεν νόμω τῶ ἰσραήλ ιηλ , καὶ λέγει ὁ δαυίδ δαδ · ὁ ἀπαγγέλλων τὸ λόγιον αὐτοῦ τῶ ἱα κωβὶ δικαι ο ώ ματα καὶ κρίματα αὐτοῦ τῶ ἰσραήλ ιηλ · οὐκ εποίησεν οὕτως παν τι ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς· ἐπεὶ οὖν ἐκεί νην ἔθνει ἀπεκάλυψεν· ἐνταῦθα δὲ ζυγοστατήσας τὸν τῆς ἀληθείας λόγον. πᾶσιν αὐτὸν ἐξ ίσου ἐκέρασεν, πρόσεχε παρακαλῶ· δικαιοσύνη ἐστὶν, τὸ πάντας ὁμοίως σῶσαι. καὶ μὴ εῖναι διαφορὰν δούλου καὶ ἐλευθέρου· βαρβάρου ἠ ἕλληνος· γυναικὸς ἠ ἀνδρός, ἀλλ’ ὃ λέγει παῦλος· ἐν χριστῶ χω ἰησοῦ ιυ . οὐ βάρβαρος· οὐ σκύθης· οὐκ άρσεν· οὐ θῆλυ· οὐ δούλος, οὐκ ελεύθερος· ὁρᾶς ὁμοτιμίαν; ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος εἰ καὶ ταῖς γνωμαις ἐμερίσθημεν, συνάγει τὴν φύσιν εἰς το ἀρχαῖον κάλλος· ὅταν γὰρ ἐπλάσθη ἀδὰμ’. οὐκ ῆν τίς αλλογενῆς· οὐ σκύθης· οὐ βάρβαρος· οὐχ ἕλλην· οὐ δοῦλος· οὐκ ελεύθερος· οὐκ άρσεν, οὐ θῆλυ· ἐκ γὰρ τοῦ ἑνὸς, τὰ δύο ἐπήγαγεν· δουλείαν οὐ φύσις ἐγέννησεν, ἀλλὰ πρὸαίρεσις ἔτεμεν· γίνεται δὲ καὶ δουλεία ἠναγκασμένη· ἠ εν συμφορᾶ λιμοῦ. ἠ αἰχμαλωσίας ἀνάγκη· ἔστιν δὲ καὶ ἑτέρα δουλεία αὐθαίρετος, ἡ δι επιγαμίαν θεραπενίδων τὴν ἑαυτῆς ἑλευθερίαν πιπράσκουσα. καὶ ὑπο ζυγὸν δουλείας ἐρχομένη· ἡ δε πρώτη δουλεία. ἀπο κακῆς συνέστη γνώμης· καὶ πόθεν εὑρίσκεται ἡ ρίζα τῆς δουλείας, ἄκουε· μετὰ τὸν κατακλυσμὸν ὁ νῶε πιῶν οἶνον καὶ μὴ κεράσας αὐτὸν τῆ πρεπούση κράσει, δι απειρίαν ἐμεθύσθη· οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ αγνοίας· καὶ ἐμεθύσθη· καὶ μεθυσθῆς, ἐγυμνώθη· καὶ εἰσελθὼν εἷς τῶν ὑϊῶν αὐτοῦ. εἶδεν τὴν τοῦ πατρὸς πρς γύμνωσιν καὶ ἐγέλασεν· τί οὖν ὁ πατὴρ· ἐκνήψας. λέγει· ἐπικατάρατος χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ· ὁρᾶς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἀμαρτία; δια τοῦτο λέγει ὁ σωτήρ σηρ · πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός εστιν τῆς ἁμαρτίας· ἐπεὶ οὖν ἦλ θεν ὁ ελευθερωτὴς τοῦ ἀνθρωπίνου γένους· καὶ συνεχώρησεν τὴν ἁμαρτίαν· μᾶλλον δὲ ἦρεν, ἐκτεμὼν γὰρ τὴν ρίζαν συνεξέτεμεν τοὺς καρπούς, καλεῖ δικαιοσύνης εὐαγγέλιον. δια το πάντας ὁμοίως φωτίζειν· ὑπελάμβανον οὖν οἱ ϊουδαῖοι, ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι’ αὐτῶν αὐτοῖς δίδοται μόνοις· ἐξέβη δὲ παρ ελπίδας ἡ προσδοκία· διὸ φησὶν ὁ δαυίδ δαδ · ὑπελάβομεν ὁ θεὸς θς τὸ ελεός σου ἐν μέ σω τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομά σου ὁ θεός θς , οὕτως καὶ ἡ αἴνεσίς σου ἐπι τὰ πέρατα τῆς γῆς· καὶ ἵνα δείξη· ὅτι το ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστιν, ἐπήγαγεν· δικαιοσύνης πλήρης ἡ δεξιά σου· ὅτ’ ἂν βαθύ τι καὶ προφητικὸν ἀνακύψη ζήτημα, σύνδραμε τῶ λόγω· μη κροτῶν, ἀλλὰ νοῶν· μη ἁπλῶς δεχόμενος τὸν κρότον τῶν ῥημάτων· ἀλλὰ τὴν ἔννοιαν βασανίζων τῶν νοημάτων· ἔαν γὰρ ἄδης τὰ τοῦ θεοῦ θυ μετὰ ἀληθείας· καὶ μάλιστα τὴν φωνὴν ταύτην ἠν ὁ δαυὶδ δαδ εἶπεν· ὑπελάβομεν ὁ θεὸς θς τὸ έλεός σου ἐν μέ σω τοῦ λαοῦ σου· κατὰ τὸ ὄνομα σου ὁ θεὸς θς οὕ τως καὶ ἡ αἴνεσίς σου ἐπι τα πέρατα τῆς γῆς. δικαιοσύνης πλήρης ἡ δεξιά σου, εὑρίσκη καὶ ἄδον τα τοῦ θεοῦ θυ καὶ πληρούμενος πνεύματος πνς ἁγίου· ὁ γὰρ γνησίως ψάλλων. ἀνακαινιζόμενος, τὴν ψυχὴν, ἀποτελεῖται ναὸς ἁγίου πνεύματος πνς · μὴ γὰρ μικρὸν νομίσης ψαλμωδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν, τῆ δε ἀληθεία τὴν ψυχὴν ἐγείρει· οὕτω καὶ ὁ μακάριος ἐλισσαῖος ὁ προφήτης παρακαλούμενος παρά τινων βασιλέων προφητεύσαι τὰ μέλλοντα, λέγει· δότε μοι ἄνδρα εἰδότα ψάλλειν· ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος· καὶ ἐν τῶ ψάλλειν φησὶν ἐκεῖνον, ἦλθεν τὸ πνεῦμα πνα τὸ ἅγιον ἐπι ελισσαῖον· τί οὖν· ἆρα τὸ πνεῦμα πνα τὸ ἅγιον φωναῖς θέλγεται καὶ ἐπωδαῖς καθέλκεται; εἰ τῆ ψυχῆ ἐπανεπαύετο τῆ προφητικῆ. ἤρκει ἡ καθαρότης τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα πνα τὸ ἅγιον· δια τί οὖν λέγει δότε μοι ἄνδρα εἰδότα ψάλλειν· οὐχ ΐνα τὸ πνεῦμα πνα τερφθῆ τῆς ψαλμωδίας, ἀλλ’ ἵνα ἐκείνου ψάλλοντος ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεῖς, ἄξιος γένηται τῆς τοῦ ἁγίου πνεύματος πνς ἐπιφοιτήσεως· διὰ τοῦτο τὸ πνεῦμα πνα καλεῖ. ἵνα δείξη· ὅτι οὐ τῆ ψαλμωδία ἐθέλχθη· ἀλλὰ τῆ ψυχῆ τῆ ὑπο τῆς ψαλμωδίας διεγερθείση, οὐκ ῆλθεν ἐπι τον ψάλλοντα, ἀλλ επι τὸν ἀκούοντα· δεῖ μὲν οὖν καθόλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν· ἐξαιρέτως δὲ τοῦ σήμερον ἡμῖν ῥηθέντος ἁγίου ψαλ μοῦ· ὁ κύριος κς ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφραν θήτωσαν νῆσοι πολλαί· τὸ ὁ κύριος κς ἐβασίλευσεν. πῶς ὑπολαμβάνεις· ἆρα ὡς πρόσφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; εἰ μὲν γὰρ εἶπεν ὁ κύριος κς βασιλεύει, τὴν ἀΐδιον αὐτοῦ ἡρμήνευεν ἀξίαν· νῦν δὲ λέγει ὁ κύριος κς ἐβασίλευσεν· εἴρηται καὶ πρώην ἡ ὑ μῖν καὶ νῦν λεχθήσεται· προ τῆς χριστοῦ χυ παρουσίας· προ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διαβόλου· ὑπο τῆς ἁμαρτίας. ὑπὸ τοῦ θανάτου· πόθεν τοῦτο; λέγει παῦ λος· ὥσπερ γὰρ ἐβασίλευ σεν ἡ ἁμαρτία ἐν τῶ θνη τῶ ἡμῶν σώματι. οὕτως καὶ ἡ χάρις βασιλεύσει διὰ χριστοῦ χυ · ἰδοὺ ἡ τῆς ἀμαρτίας βασιλεία· ποῦ ἡ τοῦ διαβόλου· ἄκουε τοῦ σωτῆρος σρς λέγοντος· εἰ ὁ σατα νᾶς τὸν σατανᾶν ἐκβάλ λει. καθ’ ἑαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ· ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία· ποῦ ἡ τοῦ θανάτου· ἄκουε παυλου λέγοντος· ἐβασίλευσεν ὁ θάνα τος ἀπο αδὰμ’ μέχρ η ι μωϋσέως καὶ ἐπι τοὺς μ ι η αμαρτήσαντας· ἐπεὶ οὖν ἐκράτει ἡ διαβολικὴ τριὰς· ἡ κατὰ τῆς ἀγίας καὶ ἀχράντου τριάδος τυραννήσασα· τοῦτέστιν· ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἠπάτα· ἡ δὲ ἁμαρτία ἐσφαζεν· ὁ δὲ θάνατος ἔθαπτεν. εὐ ἀγγελίζεται τοὺς τυραννουμένους ὁ δαυὶδ δαδ , ὥστε ἐξελθεῖν τὸν ζυγὸν τῆς δουλείας. καὶ δέξασθαι τοῦ χριστοῦ χυ τὴν δεσποτείαν κηρυττομένην· ὁ κύριος κς ἐβασίλευσεν· πέπαυται τοῦ θανάτου ἡ βασιλεία· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, πέπαυται τοῦ διαβόλου ἡ ἐξουσία· ὁ κύριος κς ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ· ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτε δεδουλωμένη, καὶ νῦν ἐλευθερωθεῖσα· ἡ ποτὲ πεπλανημένη, καὶ νῦν δεδοξασμένη· ἡ ποτὲ ἐν τάφοις, καὶ νῦν ἐν θρόνοις· ἡ ποτὲ ἐν ατιμία, καὶ νῦν ἐν τ η ι μῆ, ὁ κύριος κς ἐβασίλευσεν· οὕτω καὶ ἀλλαχοῦ λέγεται· δεῖ γὰρ τὰ συγγενῆ τῶν νοημάτων παράγειν· ὁ κύριος κς ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· ἡμεῖς ἐνδυόμεθα ἔξω θεν ἱμάτιον, ἵνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν· ὁ δὲ θεός θς . ἵνα τί καλύψη· τὴν ἀσώματον φύσιν. τὴν φωτὸς γέμουσαν. μᾶλλον δὲ φωτὸς ἀπαστράπτουσαν; ἀλλὰ καλεῖ ένδυμα. αὐτὸ τὸ σῶμα τοῦ χριστοῦ χυ · ὁ κύριος κς ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο· εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ χριστοῦ χυ · εὐπρεπὴς γὰρ ἦν οὐκ έχουσα αἶσχος ἁμαρτίας· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν πώποτε. οὐδε ηὐρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· ἐνεδύσατο κύριος κς δύναμιν, καὶ περιεζώσατο· ἐπει δὴ τὸν βασιλεα ζώνη κοσμεῖ· ἔστιν δὲ ἡ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ, εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα· λέγει γὰρ ἡσαΐας· ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ϊεσσαὶ. καὶ ἄνθος ἐξ αυτῆς ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ αυτὸν πνεῦμα πνα θεοῦ θυ · καὶ ἔσται δικαιοσύνη ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ ἀλήθεια ἠλιμμένος τὰς πλευρᾶς αὐτοῦ· τοῦτο τὸ ένδυμα τοῦ σωτῆρος σρς τὸ τῆς σαρκὸς λέγω· κρυ φαίως καὶ ἐν εικόνι εἶχεν ὁ ἀρχιερεὺς ἐν τῶ νόμω. καὶ πρόσεχε ἀκριβῶς, πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἡρμήνευσαν· πῶς οἱ τύποι τοῦ εὐαγγελίου προέλαμπον· λέγω δὲ ἡρέμα καὶ κατα τὸ δυνατὸν συγκαταβαίνων τῆ ἀκοῆ τῶν ἀκεραίων καὶ τῶν ἀπείρων, ἵνα μὴ ὧδε κακεῖσε περιάγωνται· ἐνεδύσατο ὁ ἀρχϊερεὺς εἰσιῶν εἰς τὰ ἅγια τῶν ἁγίων ποδήρη· τοῦτεστιν, ἱμάτιον ἀπο κεφαλῆς μέχρι ποδῶν ἀπεωρισμένον· ἐπωμίδα, ζώνην περισκελῆ· πέταλον χρυσοῦν· τιάραν, τουτέστιν κορυβάντιον· τὸ λόγιον ἐπι του στήθους. καὶ ὅσα διαγορεύει ἡ γραφή· καὶ ἔστιν ἰδεῖν ἄλλα μὲν τα σχήματα· ἄλλα δὲ τὰ νοήματα· οὐ γὰρ πάντως θεὸς θς ἀναπαύεται ὑακίνθω· καὶ πορφύρα· καὶ κόκκω καὶ βύσσω· θεὸς θς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα· ἀλλ εν τοῖς σωματικοῖς ἄνθεσι, διαγράφη τῶν ἀρετῶν τὴν εἰκόνα· εἰ γὰρ ἀληθῶς ταῖς στολαῖς ἐκε ῖ ί ναις ταῖς ἐνδόξοις ἀνεπαύετο, δια τί προ τοῦ ἀαρὼν τὸν μωϋ σῆν οὐκ ενέδυσεν· ἀλλ’ ἦν μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκείνης, καὶ ἐνδύων αὐτὴν τοὺς ἱερεῖς· μωϋσῆς οὐκ ελούθη ὕδατι. καὶ έλουεν· οὐκ εχρίσθη ἐλαίω. καὶ ἔχριεν· οὐκ εφόρεσεν ἱμάτιον ἱερατικὸν. καὶ τοὺς ϊερεῖς ἐνέδυσεν· ἵνα μάθης ὅτι τῶ τελείω. ἀρκεῖ ἡ ἀρετὴ πρὸς κόσμον· λάβε δὲ ἄνωθεν τὸν ἱερέα· ἔστιν γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνομα ἀμφίβολον καὶ ζητούμενον, τῆ δε ἑλληνικῆ γλώσση μετὰποιούμενον· λάβε οὖν ἀρχὴν ἀπο τῆς κεφαλῆς πρῶτον τί ἦν ἠ τιάρα ἢ τί ὀνομάζη τί μετὰ τὸ πρόξενον τιάρα· ἀντὶ τοῦ τί ἆρά εστιν τὸ σχῆμα τοῦ ἐνδύματος· ἐπειδὴ ὁ ἀρχιερεὺς κεφαλὴ ἦν τοῦ λαοῦ, ἔδει δὲ τὸν πάντων κεφαλὴν γινόμενον, ἔχειν κατα κεφαλῆς τὴν ἐξουσίαν· ἀπολελυμένη γὰρ αὐθεντεία. ἀφόρητός εστιν· ἔχουσα δὲ τὸ ἐπικείμενον τὸ σ αυ ύν θεμα τῆς δεσποτείας, ὑπο νόμον ἄγεται· κελεύει οὖν τὴν κεφαλὴν μὴ εῖναι γυμνὴν, ἀλλα κεκαλυμμένην· ἵνα μάθη ἡ καὶ μετὰξὺ τούτων, οἱ κώδωνες· ἡ συμφωνία τῶν καλῶν ἔργων· πᾶσα γὰρ ἀρετὴ ἦχον ἀποτελεῖ· διὸ λέγει παῦλος· ἀφ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ θυ · πόθεν δὲ ἤρξατο ὁ ἦχος; καὶ περίη φησὶν ὁ ἰησοῦς ις δι δάσκων πᾶσαν πόλιν καὶ πᾶσαν κώμην· καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλα κίαν· καὶ ἐξῆλθεν ἦχος περὶ αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· πρόσεχε ἀκριβῶς· εἶδες τῶν ἀρετῶν τὸν κόσμον; ἐκεῖνος ὁ ϊερεὺς. χριστοῦ χυ ἦν τύπος· οὐκ αλληγοροῦμεν ἐνταῦθα· εἰ μὴ ἀφορμὰς ἐλάβομεν παρα παύλου· εἰ μὴ παῦλος ἡρμήνευσεν τὴν δύναμιν τῆς δικαιοσύνης, ἡμεῖς ταῦτα μαθεῖν οὐκ ηδυνήμεθα· δια τοῦτο ποιεῖ παῦλος τὸν ἱερέα ἐκεῖνον τύπον τοῦ χριστοῦ χυ , καὶ λέγει· οὐ γὰρ εἱς χειροποίητα ἅγια εἰσ ῆλθεν ὁ χριστὸς χς ἀντίτυπα τῶν ἁληθινῶν· ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν ουνον ἐμφανισθῆ ναι τῶ προσώπω τοῦ θεοῦ θυ ὑπέρ ἡμῶν· στᾶσις οὖν ἦν τοῦτο ἐν τοῖς τότε ἰουδαίοις καὶ ζήτημα ξένον· ἐπειδὴ γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα σρα . καὶ βασιλέα· καὶ ϊερέα. καὶ προφήτην, ἐμάχοντο οἱ ϊουδαῖοι καὶ ἔλεγον τὰ κατα νόμον· ἄλλη φησὶν φυλὴ βασιλείας, καὶ ἄλλη ϊερωσύνης· ἡ λευϊτικη φυλή. ἱερωσύνης· ἡ δὲ ϊούδα βασιλείας φησὶν· εἰ οὖν ὁ χριστὸς χς βασιλεύς εστιν, οὐκέτι ϊερεύς· εἰ δὲ ϊερεὺς, οὑκέτι βασιλεύς· παῦλος μαχόμενος καὶ προς τὴν ἐκείνων ὑπόνοιαν ἀρμόζων τὸν λόγον. φησίν· μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ἱερωσύνης ἀνέστη χριστός χς ; παρ ὑμῖν διήρηται βασιλεία καὶ ἱερ ο ω σύνη, ἐν δε τῶ χριστῶ χω συνῆπται· σὺ γὰρ ἱερεύς φησιν εἰς τὸν αἰῶνα. κατὰ τὴν τάξιν μελχισεδέκ· δια τοῦτο συλλογίζεται καὶ λέγει· εἰ γὰρ πρώτη ἱερ ο ω σύνη ἦν ἄμεμπτος. τίς χρεία λεχθῆναι κατα τὴν τάξιν μελχισε δέκ ἀνίστασθαι ἱερέα· καὶ οὐ κατὰ τὴν τάξιν ἀαρῶν· μετὰτιθεμένης γὰρ τῆς ἱερ ο ω σύνης, ἐξ ανάγκης καὶ νόμου μετάθεσις γίνεται· ἀρ χιερεὺς τοίνυν ὁ σωτὴρ σηρ ἡμῶν ου κατὰ τὸν τῆς θεότητος λόγον, ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον· ἄνω σύνθρονος θεοῦ θυ δι’ ἡμᾶς. καὶ ἀρχιερεὺς κατὰ την τάξιν μελχισεδέκ· περι οὗ πολὺς ὁ λόγος. ἀλλ’ οὐ τοῦ παρόντος· πρόσεχε πα ρακαλῶ· ἦν ἐν τῶ νόμω ὁλοκαυτώματα· θυσία περι ἁμαρτίας. προσφορά· ἐλθὼν ὁ σωτὴρ σὴρ , παύει τὰς τυπικὰς προσφορᾶς, καὶ ποιεῖ τὸ σῶμα τὸ ἴδιον, ἀντι πάσης θυσίας· λέγει παῦλος περι τοῦ σωτῆρος σρς · διὸ εἰσερ χόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσ φορὰν οὐκ ηθέλησας. σῶμα δὲ κατηρτήσω μοι· ὁλοκαυτώματα καὶ περι ἁμαρτίας οὐκ εζή τησας, τότε εἶπον· ἰδοὺ ἡκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περι ἐμοῦ· εἰπὼν τὴν προφητείαν παῦλος· καὶ εἰ ρηκὼς ὅτι θυσίαν καὶ προσφορὰν καὶ περι ἁμαρτίας οὐκ ηθέλησας τότε εἶπον ἰδοὺ ἥκω, ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήση· καὶ ποῦ ἡ θυσία καὶ ἡ προσφορὰ εὐρίσκεται· ἐν τῶ σώματι τοῦ χριστοῦ χυ · καθὼς λέγει ὁ ἀπόστολος παῦλος· πα ρακαλῶ ὑμᾶς ἀδελφοὶ δια τῶν οἰκτιρμῶν τοῦ θεοῦ θυ , ὡς τέκνα ἀγαπητὰ περὶπατῆτ ω ε ἐν ἀγά πη· καθὼς καὶ ὁ χριστὸς χς ἡ γάπησεν ἡμᾶς καὶ πα ρεδωκεν ἑαυτὸν ὑπερ ἡμῶν θυσίαν καὶ προ σφορὰν τῶ θεῶ θω εἰς ω ο σ μὴν εὐωδίας· δια σὲ ἀρχιερεὺς, δι εαυτὸν θεός θς · μὴ μετάβαλλε ῥήματα θεοῦ θυ ζῶντος εἰς πατέρα πρα καὶ υἱὸν υν καὶ ἅγιον πνεῦμα πνα ἐβαπτίσθης· τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα, καὶ εἰσάγεις ὀνόματα λογισμῶν. γεννήματα λέγων· ἀγέννητος καὶ γεννητὸς· κτιστὸς καὶ ἄκτιστος· ὢν ἀεὶ, καὶ μὴ ὢν ἀεὶ· τούτων ἀνέχεται θεὸς θς τῶν ματαίων ῥημάτων; ἓν ῥῆμα ἵνα μετὰβάλη προφήτης ποτὲ ἐκινδύνευσεν ἀ πολέσθαι· καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν· τὰ ρήματα τῶν προφητῶν. τινὲς ἐκάλουν ὑπὸ απειρίας λῆμμα κυρίου κυ · λέγει ὁ θεὸς θς δια ϊερεμίου· ἐὰν ἐρωτήση σε ὁ λαὸς ἠ ὁ ϊερεὺς ἠ ὁ προφήτης· καὶ εἴπη σοι τί τὸ λῆμμα; εἰπὲ αὐτοῖς· ὅτι το λῆμμα κυρίου κυ ὑμεῖς ἐστέ· λήψομαι γὰρ ὑμᾶς λῆμμα· καὶ ῥάξω ὑμᾶς. ἵνα μὴ λέγητε λῆμμα· ἓν ῥῆμα ἵνα μεταποιηθῆ ἀπειλεῖ ὁ θεός θς , σὺ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφεις. πατρὸς πρς ὄνομα παραγραφόμενος. υἱοῦ υυ ἀξίαν ἀρνούμενος· πνεύματος πνς ἁγίου δόξαν ἀθετῶν; ἆρα διαφεύξη τας τοῦ θεοῦ θυ χεῖρας; βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ θυ ζῶντος· κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν λόγων διαστρεφομένων ἀγανακτεῖ θεός θς , δογμάτων διαστρεφομένων οὐκ αγανακτεῖ; μὴ σοφώτερος εἶ τοῦ σωτῆρος σρς ; μὴ ἀκριβέστερος εἶ τοῦ εὐαγγελίου; φοβήθητι κρίμα θεοῦ θυ · φοβήθητι ἐκεῖνο τὸ φοβερον ὄνομα καὶ ἀπόδυσαι τὴν κακίαν. καὶ ἀ νάλαβε τὴν μετάνοιαν, καὶ ἐγγυᾶταί σου ἡ πίστις τὴν σωτηρίαν σρίαν · μετάνοια γὰρ σωτηρίαν σρίαν ποιεῖ· καὶ τῶν ἐν α ρ ι ρέσει, καὶ τῶν ἐν κακ ί αις πράξεσιν τυγχαν όντων· μετάνοια, ῥίζα θεοσεβείας· μετανοήσωμεν· δυσωπήσωμεν τὸν θεὸν θν τῆ μετανοία· ἵνα καὶ πολέμους ἀφανίση· καὶ βαρβάρους σβέση· καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύση, καὶ δώη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· πολὺ θεὸν θν ἐξιλαιοῦται μετάνοια. ὅτ’ ἂν τίς γνησίως πρὸσδράμη τῆ μετανοία· οἷόν τι λέγω· μετενόησεν. καὶ ἐδάκρυσεν· λέγει ὁ θεός θς · ἀ κούων ήκουσα τοῦ στεναγ μοῦ ἐφραὶμ ὀδυρομέ νου καὶ λέγοντος· ἐπαί δευσας με κύριε κε καὶ οὐ κ επαιδεύθην· ἀλλ’ ἐγε νόμην ὡς μόσχος ἀδί δακτος. ἐπίστρεψόν με καὶ ἐπιστραφήσομαι· καὶ τί προς αὐτὸν ὁ θεός θς · ἀνθ ὧν οἱ λόγοι μου εἰσὶν ἐν αὐτῶ· οὐ μὴ ἀναμνησ θήσομαι αὐτοῦ; καὶ ἐλε ήσω αὐτόν; μὴ δει σε πτοείτω· μὴ φήμη· μὴ βαρβάρων γνόφος· μὴ ὁμίχλη πολλὴ· κὰν ἀναρίθμητοι ῶσιν οἱ πολέμιοι τῶ πλήθει, ὁ ἡμέτερος ὑπέρμαχος ἰσχυρότερος· ἑὰν δειλιάσης τὸ πλῆθος ὑφορώμενος, λέγει πρὸς σὲ ἐλισσαῖος ὁ προφήτης· μὴ φοβοῦ· πλείους εἰσὶν οἱ μεθ’ ἡμῶν, ἠ οἱ μετ αυτῶν· ἐκεῖ βαρβάρων πλῆθος. ὧδε ἀγγέλων φάλαξ· τῶν εὐσεβῶν ὑπερμαχεῖ· εὐ ἀγγελικὸς στρατός· προφητῶν χορός· ἀποστόλων δύναμις, μαρτύρων πρεσβεῖαι· μὴ νομίσης ὅτι μάρτυρες μόνον πρεσβεύουσιν ὑπὲρ ἡμῶν· ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλ ή ί ψεσιν ἱκετεύουσιν τὸν θεόν θν · καὶ οὐ μόνον ἱκετεύουσιν, ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργε του· λέγει ζαχαρίας ὁ προ φήτης· καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν εμοὶ. καὶ εἶπεν πρὸς κύριον κν · αὕτη ἡ ευχὴ τοῦ ἀγγέλου· κύριε κε παν τὸκράτωρ, ἕως πότε· οὐ μὴ ἐλεήσης τὴν ἱερουσαλὴμ ιλημ καὶ τας πόλεις ἱούδα, ἃς ὑ περεῖδες· τοῦτο ἑβδομηκοστὸν ἔτος· τί οὖν· ἀπεπέμψατο ὁ θεὸς θς τὴν πρε σβείαν τοῦ ἀγγέλου; μὴ γέ νοιτο· ἀλλα τί· ἀπεκρίθη φησὶν κύριος κς προς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν εμοὶ ῥή ματα παρακλητικὰ καὶ λόγους παρὰκλητικους· παρακαλέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην· καὶ ἕνα ἄγγελον ἀποστελεῖ, καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίσει· ἐγὼ σημείωσαι σημ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένης· εἶδον ἐν εικόνι ἄγγελον ἐλαύνοντα νέφη βαρβάρων· εἶδον πατούμενα βαρβάρων φύλα, καὶ τὸν δαυὶδ δαδ ἀληθεύοντα· κύριε κε ἐν τῆ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις· λεγέτω καὶ νῦν περι ἡμῶν ὁ μακά ριος δαυίδ δαδ · γενηθήτω ἡ ὀ δος αὐτῶν σκότος καὶ ὀλί σθημα. καὶ ἄγγελος κυρίου κυ κα τὰδιώκων αὐτούς· οἶδεν ὁ θεὸς θς διαφόρους ἀφορμὰς παρασχεῖν προς τὴν τῶν πολεμίων καθαίρεσιν· πολλὴ ἦν ἡ παράταξις τοῦ σἐνναχειρὶμ βασιλέως τῶν ασσυρίων· καὶ εἷς ἄγγελος ἀποσταλεὶς, ἑκατὸν ὀγδοήκονταπέντε χιλιάδας ἔστρωσεν· ἡμεῖς οἱ ἄνθρωποι ἀνοι ἀνθρωπίνοις λογισμοῖς μετροῦμεν τὰ συμ βαίνοντα· καὶ λέγομεν καθ εαυτοὺς· τί γίνεται· ἐὰν μὴ εὑρεθῆ στρατιώτης ἐν τοῖς μέρεσι τούτοις· ἐὰν πρὶν ὴ φθάση ὁ στρατηγὸς πάντας πορθήσωσιν, τί ποιοῦμεν· μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνη· καὶ θεὸς θς προλαμβάνεται; μὴ γὰρ ἐπειδὴ σὺ οὐκ εῖ πανταχοῦ. θεὸς θς οὐκ ἔστιν πανταχοῦ; μὴ γὰρ τὸ μὲν δύναται θεός θς · τὸ δὲ οὐ δύναται; ἡ ἄψυχος θάλασσα ὑπήκουσεν καὶ ἐβύθισεν. οἱ ἄλογοι ἰχθῦες ὑπήκουσαν τῆ ἄγρα πέτρου· καὶ ἄγγελος ἐὰν κελευσθῆ· ὅλους οὐκ αφανίζει τοὺς ἐχθροὺς τῆς ἀληθείας; μόνον νήψωμεν· μόνον παρακαλέσωμεν· μόνον ἱκετεύσωμεν· ἐνόμισέν τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος λέγω δὴ κοινῶ ὀνόματι ἵνα πήση κατάδηλος γένηται· ἐνόμισέν τις στρατηγὸς τῶν ἀλλοφύλων ὁ σισάρα μέμνηται δὲ αὐτοῦ καὶ δαυὶδ δαδ λέγων· ποίησον αὐτοὺς ὡς τῆ μαδιὰμ καὶ τῶ σισάρρα, ὡς τῶ ϊαβεὶμ ἐν τῶ χειμάρρω κισών· ὁ ϊαβεὶμ· βασιλεὺς ἦν τῶν ἀλλοφύλων· ὁ σισάρα, ἀρχιστράτηγος· ἦν αὐτῶ ἄρματα σιδηρὰ ὀκτακόσια καὶ πλῆθος ἄπειρον· ἐφοβήθη ὁ λαὸς τῶν ἱουδαίων· εἶδεν τὸ νέφος καὶ ἔφριξεν· τί οὖν ὁ φιλ άνθρωπος ανος θεὸς θς λέγει δια τῆς προφήτιδος δεββώρας τῶ ὑπερμάχω τῆς εὐσεβείας· μὴ φοβηθεῖς· ἰδοὺ παραδίδωσί σοι αὐτὸν κύριος κς εἰς τας χεῖράς σου· καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου, ἀλλ’ εἰς χεῖρας γυναικός· βλέπε πῶς ὁ θεὸς θς τὴν ἀλαζονείαν ἐκόλασεν· ἄνδρες οὐχ ὑπέστησαν, καὶ γυνὴ ἐστρατήγησεν· εἰσῆλθεν ὁ σισάρα φεύγων πρὸς τὴν γυναῖκα ϊαὴλ λεγομένην καὶ καύσωνι ἀπειλημμένος· αἰτεῖ παρ’ αὐτῆς ὕδωρ, ἡ δὲ ποτίζει αὐτὸν γάλα· ὅρα σοφίαν γυναικός· ἐπειδὴ γὰρ ἦν καταψυκτικὸν τὸ γάλα καὶ εἰς ὕπνον προκαλούμενον, ποτίζει αὐτὸν γάλα· ἵνα ἀληθεύση ἡ γραφὴ ἡ λέγουσα· ὕδωρ αὐτὴν ἤτησεν, καὶ γάλα ἔδωκεν· ἵνα καὶ ποτίση καὶ κοιμήση· εἶτα κοιμηθέντος τοῦ ἀλλοφύλου. ἔλαβεν φησὶν ἡ γυνὴ ἐκείνη πάσσαλον καὶ σφύραν καὶ ἐπέδραμεν τῶ πολεμίω· καὶ ὅρα σοφίαν γυναικός· δια τί οὐκ έλαβεν ξίφος ἠ μάχαιραν ἀλλὰ πάσσαλον· ἐφοβήθη ὡς γυνὴ· μὴ ἔξυπνος γενόμενος. καταλάβη αὐτὴν κατέχουσαν ξίφος· δια τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρὸς. ἀλλ επιτήδευμα γυναικεῖον· ἔθος γὰρ ταῖς διαζομέναις γυναιξὶν πάσσαλον κατακρούειν ἐν τῶ τοίχω, καὶ οὕτως μετιέναι τὴν ἰδίαν ἐργασίαν· κατὰσκευάζει οὖν ἀπο τοῦ ἀνὑπόπτου ὁδὸν δευτέραν· ἐπειδὴ δὲ ὁ θεὸς θς συνήργησεν. καὶ θεοῦ θυ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας· οὐ γὰρ ἦν ἐκείνης τὸ στρατήγημα ἀλλὰ θεοῦ θυ τὸ ἀπόφθεγμα· ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου, συνήργησεν θεὸς θς ὕπνω δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφύραν, διήλασεν κατὰ τοῦ κροτάφου αὐτοῦ οὕτως ἰσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι· καὶ οὕτως μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανεν· μὴ λείπει τῶ θεῶ θω πρόφασις; καὶ ὅτε βουλεται οὐκ εμποδίζει τὸ μη παρεῖναι συμμαχίαν· θεοῦ θυ ὅπλον· θεοῦ θυ στρατιώτης· θεοῦ θυ δύναμις, νεῦμα μόνον θεοῦ θυ · τῶ χριστῶ χω τοῦτο εἴπωμεν· εἰπὲ λόγω καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· εἰπὲ λόγω. καὶ ἐλεήσεις τὴν πόλιν σου· εἰπὲ λόγω. καὶ οἰκτειρήσεις τὸν κοσμον σου. εἴπωμεν αὐτῶ· ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μησοῦντες σε ἤραν κεφαλήν· θέλεις μαθεῖν καὶ ἄλλης γυναικὸς στρατήγημα; ἐπειδὴ τοῦτο ἠθέλησεν ὁ θεός θς · ἄλλος τις ἦν αβιμελὲχ ὄνομα· ἀνελὼν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα· καὶ κρατήσας ἀπο τῆς τοιαύτης ἀδελφοκτονίας πάντα τὸν λαὸν ἔχων ὑποχείριον, συνεπάλεσεν τινὶ πόλει τειχομαχῶν· καὶ πάντων ναρκησάντων προς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς θς γυναικὸς χεῖρα νευρώσας, ποιεῖ τινὰ γυναῖκα φανῆναι ἐκ τοῦ τείχους· ἥτις κλάσμα μύλου λαβοῦσα, ἐπέρρ η ι ψεν τῆ κεφαλῆ τοῦ τυράννου καὶ συνέτριψεν αὐτοῦ τὸ κρανίον· καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν· λέγει τῶ παρεστῶτι δορυφόρω· σπάσαι τὴν μάχαιράν σου καὶ πλῆξόν με· ἵνα μὴ εἴπωσιν γυνὴ αὐτὸν ἀπέκτεινεν· τὸ σῶμα αὐτοῦ ἀπέθνησκεν, καὶ ἡ ὑπερηφανία ἔμενεν· ἀπετίθετο τὴν ζωὴν. καὶ οὐκ απετίθετο τὴν κενοδοξίαν· καὶ νῦν οὐ λείπει τῶ θεῶ θω δεββώρα. οὐ λείπει τῶ θεῶ θω ϊαήλ· ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον μαρίαν πρεσβεύουσαν ὑπερ ἡμῶν· ἠ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησεν, πόσω μᾶλλον ἡ τοῦ χριστοῦ χυ μήτηρ μηρ καταισχύνει τους ἐχθροὺς τῆς ἀληθείας· πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς. ἐνόμισεν γυναῖκα εἶναι χλευαζομένην. καὶ η ε ὗρεν στρατηγὸν ἀγωνιζόμενον· οὐκ ενόμισεν μνήματι ἅπτεσθαι. καὶ ηὑρέθη αὐτῶ τάφος· νεκρὰν ἐνό μ η ι σεν. καὶ ἐνεκρώθη ὑπ αυτῆς· ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν μαρίαν τὴν θεοτόκον θκον · ἀλλὰ χρεία καὶ ἀποστόλων· εἴπωμεν παύλω καθὼς εἶπον οἱ τότε· διαβὰς εἰς μακεδ ω ο νίαν βοήθησον ἡμῖν· ἔχομεν ἀποστόλους. μὴ ναρκήσωμεν· ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον θκον τὴν ἁγίαν ἀειπάρθενον μαρίαν. μὴ ὀκνήσωμεν· ἔχομεν τὸν χορὸν τῶν μαρτύρων. μὴ ραθυμήσωμεν· μὴ μόνον ἱκετεύσωμεν, ἀλλ ει δοκεῖ καὶ νηστεύσωμεν· βέλτιον νηστεῦσαι νηστείαν πόθου, καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νηστείαν ἀγάπης, καὶ μὴ νηστείαν ἀνάγκης· λέγει ὁ σωτὴρ σηρ περὶ τῶν δαιμόνων τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται εἰ μὴ ἐν πρὸσευχῆ καὶ νηστεία· δαίμονας φυγαδεύει εὐχὴ καὶ νηστεία· καὶ βαρβάρους οὐκ ελαύνει; καὶ ἤδη εἶπον καὶ πάλιν λέγω· παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον παρθνον καὶ θεοτόκον θκον μαρίαν· παρακαλέσωμεν τοὺς ἁγίους καὶ ενδόξους ἀποστόλους· παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας· εάν τις ἐν ανάγκη καταστὰς προσδράμη τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῶ γνησίως· προ ανάγκης φησὶν οὐκ ήδεις με τιμῆσαι ἠ θεραπεύσαι· ἀλλ’ ἐν τῆ ἀνάγκη; ἀνύποπτος τιμὴ, ἔξω ἀνάγκης· ἐὰν προ ανάγκης θεραπεύσης τὸν δικαστὴν, ἐν τῆ ἀνάγκη εὑρήσεις σύμμαχον· οἶδεν γὰρ ὅτι οὐχ ἡ ἀνάγκη, ἀλλ’ ὁ πόθος σε ἤγαγεν· γε νώμεθα νῦν τῶν μαρτύρων μὴ ἐν τῆ ἀνάγκη φίλοι. ἀλλ εν τῆ ἀγάπη· προ χειμῶνος, ὡς ἐν χειμῶνι λυπηθῶμεν, ἵνα ἐν καιρῶ χειμῶνος τὸ ἔαρ εὕρωμεν· ταῦτα λέγομεν οὐκ αυθεντοῦντες. ἀλλὰ παρὰκαλοῦντες· οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· ἱκετεύομεν πάντας νῆψαι· ἱκανὸς δὲ ὁ θεὸς θς ὑπερ πᾶσαν πίστιν· ὑπερ πάντα λόγον, καὶ τοὺς ἐχθροὺς καταισχύναι· καὶ τὴν οἰκουμένην ἐλεῆσαι· καὶ τοὺς βασιλεις τιμῆσαι. καὶ τὴν βα σιλείαν στῆσαι. καὶ τὴν αὐτοῦ δόξαν φαιδρύναι, ἐν χριστῶ χω ἰησοῦ ιυ τῶ κυρίω κω ἡμῶν· ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν:–