The Greek Library Author

Severianus Gabalensis

Homilia de legislatore (Ms Pi)

Edition reference
Homilia de legislatore [Dub.], MPG 56: 397–410.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg007.local003
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

τῆς χριστοῦ χυ βασιλείας τὸ εὐαγγέλιον· κηρύττουσι μὲν προφῆται. ἑρμηνεύουσι δὲ· οἱ τῆς νέας χάριτος ὑπηρέται· δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ· καὶ ἐρασταὶ καὶ ἐπαινέται· οὐκ έστιν ἐντρυφῆσαι τῶ λόγω τῆς ἀληθείας· μὴ διψόντα τὸν λόγον τῆς διδασκαλίας· καὶ ὥσπερ οὐκ ἔστιν μὴ διψῶντα καὶ πεινῶντα ἡδέως ἀπολαῦσαι τροφῆς· οὕτως οὐκ έστιν ἐντρυφῆσαι λόγω ἀληθείας. μὴ διψῶντας τοῦ ἁγίου πνεύματος πνς τὴν διδασκαλίαν. διό φησιν ὁ σωτήρ σηρ · μακάριοι οἱ πινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται· ἡ ἀληθὴς τῶν ψυχῶν τροφῆ ο ἀληθὴς τῶν εὐσεβῶν πλοῦτος· ὁ τοῦ θεοῦ θυ λόγος. ὁ διὰ τοῦ δαυὶδ δαδ λέγων ποτὲ μὲν γὰρ ὡς πλουτῶν ἐναβρύνεται. ποτὲ δὲ ὡς τρυφῶνκορ εν ύμενος καὶ λέγει· ὡς γλυκεῖα τὸ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῶ στόματί μου· ἐνταῦθα τρυφόντος ἀφῆκεν φωνὴν· τρυφῆ γὰρ ἢν αὐτῶ ὁ τοῦ θεοῦ θυ λόγος· περὶ οὖ πολλάκις ἔλεγεν· κατὰ τρύφη σον τῶ κυρίω κω · καὶ δώη σοι τὰ αἰτήματα τῆς καρ δίας σου· ἀλλαχοῦ δὲ. οὐχ ὡς τρυφῶν μόνον. ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλωπίζεται τῶ πλούτω τοῦ νόμου λέγων· ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου· ὑπερ χιλιάδας χρυσίου καὶ ἀργυρίου· εἶδες τρυφὴν εὐσεβείας. καὶ πλοῦτον δικαιοσύνης δεῖ τοίνυν ἡμᾶς διψᾶν τὰ θεῖα· καὶ πεινᾶν τὰ οὐράνια. καὶ ἔχειν ἄφθονον τὴν ἀπόλαυσιν ἐκ τῆς βασιλικῆς τοῦ χριστοῦ χυ τραπέζης· ἀντέχεσθαι δὲ τοῦ εὐαγγελίου τῆς σωτηρίας σρίας · οὐ νῦν ἀρξάμενοι. ἀλλ ἐν τοῖς προφήταις θεμελιωθέντος. καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντες· οὐ γὰρ ἀφ οῦ ἐφάνη χριστός χς τὸ εὐ ἀγγέλιον ἤρξατο. ἀλλ ἐεριζώθη μεν ἐν ταῖς βίβλοις τῶν προφητῶν· ἐβλάστησεν δὲ ἐν τῶ κηρύγμα τι τῶν ἀποστόλων· διὰ τοῦτο ὁ παῦλος βουληθεὶς διδάξαι· ὅτι τὸ εὐ ἀγγέλιον. οὐκ ἀπὸ τῆς οἰκονομίας ἤρξατο· ἀλλ ἀπὸ τῶν προφητῶν ἔλαμψεν διὰ τῆς οἰκονομίας αὐτὰ διαγορεύει· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ κλητὸς ἀπόστολος ἀφορισμένος εἰς εὐ ἀγγέλιον θεοῦ θυ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ υυ αὐτοῦ τοῦ μονογενοῦς ἐκ σπέρματος δαυὶδ δαδ κατὰ σάρκα· οἶδεν παῦ λος ἀδιαίρετον τὴν παλαιᾶν καὶ τὴν νέαν διὰθήκην· διὰ τοῦτο ποτὲ μὲν αὐτὴν καλεῖ καινὴν διὰθήκην· ἵνα δείξη πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα· οἶδα τοῦτον πρώην γυμνάσας τὸν λόγον· ἀλλ’ ἐπαναλάβω πρὸς ὑπόμνησιν καλεῖ καινὴν διὰθήκην. πρὸς ἀντιπαράθεσιν τῆς γεγηρακυίας· κρείττονα πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος· αἰώνιον. πρὸς ἀντιπαράθεσιν τῆς πρὸσκαίρου καλεῖ αὐτὴν καὶ δευτέραν διὰ θήκην· διὰ τί δευτέραν· ἵνα τῆ γνώμη συνάψη· τὸ γὰρ ἀπεσχοινισμένον τινὸς δεύτερον οὐ λέγεται· ἀλλ’ ἐπειδὴ θεὸς θς ἐλάλησεν καὶ ἐν τῆ πρώτη καὶ ἐν τῆ δευτέρα· ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν τῶ ἀριθμῶ τ ῆ ὴν συμφωνίαν ἐργαζόμενος· δια τοῦτο παῦλος ἀδιαίρετον κηρύττων βασιλείαν πατρὸς πρς καὶ υἱοῦ υυ καὶ ἁγίου πνεύματος πνς · ποτὲ μὲν καλεῖ τὸ εὐ ἀγγέλιον τοῦ θεοῦ θυ τοῦ πατρός πρς · ποτὲ δὲ τοῦ υἱοῦ λέγων· παῦλος δοῦλος ἰησοῦ ιυ χριστοῦ χυ · κλητὸς ἀπόστολος· ἀ φωρισμένος εἰς εὐ ἀγγέ λιον θεοῦ θυ · ἀλλ ΐνα μή τις ἀκούσας εὐαγγέλιον τοῦ θεοῦ θυ · νομίση τὸν υἱὸν υν μὴ ἔχειν αὐθεντείαν εἰς τὸ κήρυγμα. ἐν τῆ αὐτῆ ἐπὶστολῆ μικρὸν ὑπὸβᾶς λέγει· μάρτυς γάρ μοι ἐστὶν ὁ θεὸς θς ὧ λατρεύω ἐν τῶ πνεύματί πνι μου εν τῶ εὐαγγελίω τοῦ υἱοῦ υυ αὐτοῦ· ΐδες τὸ θαῦμα τοῦ κήρυκος καὶ τὴν ἀπηρτισμένην διάνοιαν ΐνα μὴ νομισθῆ ἐν τῶ νόμω· ἄλλω θεῶ θω δουλεύειν· ἐν δὲ τῶ εὐαγγελίω πρὸς ἄλλον χωρεῖν λέγει· εὐλογητὸς ὁ θεὸς θς ὧ λατρεύω ἀπὸ προ γόνων ἐν καθαρᾶ συνει δήσει· οὐ γὰρ ἀ π ἄλλου φησὶν πρὸς ἄλλον ἔδραμον· ἀλλ’ ὃν εἶχον ἐν αγνοία πρὸς έλαβον ἐν γνώσει· καὶ πάλιν ὁ αὐτὸς βουληθεῖς δεῖξαι ὅτι τὰ ῥήματα τῆς παλαιᾶς διὰθήκης καὶ τῆς νέας ἑνός ἐστὶ στόματος καὶ ἑνὸς δεσπότου· μίαν μαρτυρίαν ἀπὸ γραφῆς παρήγαγεν συνπλέξας τῶ εὐαγγελικῶ λόγω τὴν παλαιὰν καὶ λέγει· γέγρα πται οὐ φειμώσεις βοῦν ἀλοῶντα. καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τὸ οὐ φειμώσεις· μωϋσῆς εἶπεν· τὸ δὲ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· ὁ χριστὸς χς ἐν τοῖς εὐ ἀγγελίοις· ἀλλ’ ΐνα δείξη ὅτι ἓν στόμα κακείνω καὶ ταῦτα ἐλάλησεν τὰ τοῖς χρόνοις διηρημένα· συνῆψε τῆ συμφωνία τῆς ἀληθεῖας εἰπὼν γέγραπται οὐ φημώσεις βοῦν ἀλλοῶντα· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· τούτου τοῦ εὐ ἀγγελίου εἰκὼν τὰ δίκτυα πέτρου τὰ σήμερον ὑπ όψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα· οὐ γὰρ ἅπαξ πέτρος ἐχάλασεν τὰ δίκτυα· ἀλλὰ τῆ μὲν ϊστορία· ἅπαξ· τῆ δὲ δυνάμει πολλάκις· ὁσάκις γὰρ ἐὰν κηρυχθῆ τὸ εὐ ἀγγέλιον· οὐδὲν ἕτερον ὁρῶ· ἢ πρώτερον καὶ ἀνδρέαν· καὶ τὸν χωρὸν τῶν ἀποστόλων· καὶ τὸ δίκτυον ἁπλοῦντας τὸ εὐ ἀγγελικόν. καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα σρα ϊδεῖν ἐν τῆ θαλάττει· καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας· ξένον πρᾶγμα· οἱ ϊχθύες ἐπὶ τὴν γῆν· καὶ ὁ ἁλιεὺς ἐν τῆ θαλάττη· ἡ κάθεσις ἐκείνου τοῦ δεικτύου. εἰκὼν ἦν τοῦ εὐ ἀγγελικοῦ λόγου· εὗρέν φησὶν τοὺς ἁλιεῖς ἀποπλύνοντας τὰ δίκτυα ὡς ἀπειπόντας τῆς ἄγρας· ἁλιεῦς γὰρ ἐὰν μὴ ἀπαγορεύσει τῆς θήρας· οὐ πλύνει τὸ δίκτυον· εὗρεν οὖν αὐ τοὺς ὁ σωτὴρ σηρ ἀπειπόντας τῆς ἄγρας· καὶ ἐφίσταται ὁ τῆς θῆρας δεσπότης· καὶ τί ποιεῖ· πρώτον διδάσκει τὸν λόγον τῆς ἀληθείας· εἶτα κελεύει χαλασθῆναι τὸ δίκτυον· ἐπεὶ δὴ γὰρ τὰ ῥήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων. ἐχρῆ ἀκολουθῆσαι τῶ λόγω τὴν διὰ τῶν ἔργων ἀπόδειξιν· ὅτι θεοῦ θυ κελεύσαντος. καὶ τὰ μὶ ευρισκόμενα. θηρᾶται. καὶ τὰ μὴ ὄν τα λαμβάνεται· χαλάσα τε φησὶ τὰ δίκτυα ὑμῶν· ὁ δέ πέτρος λέγει· ἐπὶστά τα· δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες· οὐδὲν ηὕ ραμεν· ἐπὶ δὲ τῶ σῶ ῥήμα τι· χαλάσω μὲν τὸ δίκτυον· θαυμά ζω πέτρου τὴν πίστιν· τὰ πρῶτα ἀπογινώσκοντος· καὶ τὰ νέα πιστεύοντος· ἐπὶ τῶ σῶ ρήματι· χαλάσω τὸ δίκτυον· διὰ τί εἶπεν ἐπὶ τῶ σῶ ῥήματι ῥήματ · ἐπειδὴ ἐπὶ τῶ ρή ματι αὐτοῦ καὶ οὐρανὸς οὐνὸς ἐστερεώθη· καὶ θάλασσα ἀφωρίσθη· καὶ ἡ γῆ τοῖς οἰκείοις ἄνθεσιν ἐστεφανώθη· καὶ πάντα τῶ σῶ ρήματι συνέστικεν· ὡς φησὶν ὁ παῦ λος· φέρων τε τὰ πάντα τῶ ῥήματι τῆς δυνά μεως αὐτοῦ· ἐπὶ δὲ τῶ σῶ ῥήματι χαλάσω τὸ δίκτυον· προκα τέβη τοῦ δικτύου τὸ ῥήμα· οὐ παρῆσαν ϊχθύες· καὶ γὰρ εἰ παρῆσαν. δι ὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφυγον· ἀλλά κατῆλθεν τὸ ῥῆμα ἐκείνου τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· προκατῆλθεν τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· καὶ συνήχθη πλήθος ϊχθύων· εἰκὼν γὰρ ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· διερρήγνυτο τὸ δίκτυον· ἔνευσαν τῶ πλύω τῶ συμμετόχω· ἐλθεῖν καὶ συνάρασθαι αὐτοῖς· ἐπεὶ δὴ γὰρ δύο σκάφη συνέδραμεν εἰς τὴν ἄγραν· ἐὰν γὰρ μὴ παρῆν χορὸς προφητῶν βοηθῶν τῆ ἀποστολικῆ χειρὶ καὶ ἐν τῆ προφητικῆ προρρήσει μὴ ἀκολουθήση τῶν ἀποστόλων ἡ ἔκβασις· οὐ θηρᾶται τὰ θηρώμενα· βουληθεὶς τοίνυν ὁ σωτὴρ σηρ δεῖξαι ὅτι ἡ τῶν ϊχθύων ἄγρα εἰκὼν ἐστὶ τῆς ἐκκλησίας· καὶ βουληθεὶς παιδεῦσαι πέτρον· ἔτι τῶ ὑποδείγματι τούτω εἴληψεν αὐτὸν εἰς ἀνδρείαν καὶ λέγει αὐτῶ μὴ φοβοῦ ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔση ζωγρῶν· ἀπὸ τοῦ νῦν ἀφ οῦ φησὶν ἐπηράθης τῆς δυνάμεως· καὶ ἔμαθες ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγω, καὶ πάντα ἕπεται τῶ ἐμῶ νεύματι. λαβῶν ἀρκοῦν τὸ ὑπόδειγμα· χρῆσαι λοιπὸν τῆ θῆρα. καὶ οὐκ εἶπεν ἀνθρώπους ἀνους ἔση ἁλιεύων· ἀλλ ἀνθρώπους ἀνους ἔση ζωγρῶν· ἐπεὶ δὴ οἱ ϊχθύες ἀπὸ ζωῆς εἰς θάνατον ἠλιεύοντο· οἱ δὲ ἄνθρωποι ἄνοι · ἀπὸ θανάτου εἰς ζωὴν ἀγρεύονται· ἀπὸ τοῦ νῦν φησὶν ἀνθρώπους ἀνους ἔση ζωγρῶν· διὰ τί ο ὖν λέγει αὐτῶ μὴ φοβοῦ· ἔστω ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν· διὰ τί οὖν μὴ φοβοῦ· ἐπεὶ δὴ πρὸσέπεσεν τῆ γνώμη τῶν πρώτων ἁμαρτημάτων· μὴ φοβοῦ φησὶν σαυτὸν ὡς ἁμαρτωλὸν, ἀλλὰ λοιπὸ νόει σαυτὸν ὡς ἀπόστολον ῥήματι δεσποτικῶ κελευόμενος τὴν οἰκουμένην σαγηνεῦσαι· μὴ φοβοῦ· μόνον ἀπὸ τοῦ νῦν μετὰνοήσον· τὸ τοίνυν δείκτυον ἵνα εἰς τὴν προλαβοῦσαν ἔλθω ἀκολουθίαν. εἰκὼν ἐστὶ τῆς εὐ ἀγγελικῆς τοῦ σωτῆρος σρς διδασκαλίας· τὸ δὲ εὐ ἀγγέλιον τοῦτο. κάλει παῦλος ποτὲ μὲν εὐ ἀγγέλιον δικαιοσύνης· ποτὲ δὲ εὐ ἀγγέλιον εἰ ρήνης· ποτὲ δὲ εὐ ἀγγέλιον δυνάμεως· ἐπεὶ δὴ γὰρ ὡς δυνατῆ ἡ χάρις τοῦ κηρύγματος· καὶ πολέμους ἠφάνισε· καὶ στάσεις ἀνθρώπων ἀνων μὴ συμφωνοῦντων πρὸς εὐσέβειαν σκόρπισε· καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν σρίαν . λέγεται εὐ ἀγγέλιον δικαιοσύνης· διὰ δὲ το κατὰ στέλλειν τὸν πόλεμον τῶν δαιμόνων. λέγεται εὐ ἀγγέλιον εἰρήνης· διὰ δὲ τὸ εὐτελέσι ρήμασιν κηρύττειν θεοῦ θυ γνώσιν. καλεῖται εὐ ἀγγέλιον δυνάμεως· ἄκουε τοῦ λέγοντος· οὐ γὰρ ἐ παισχύνομαι τὸ εὐ ἀγγέ λιον. δύναμις γὰρ θεοῦ θυ ἐστὶν εἰς σωτηρίαν σρίαν · τὸ δυ νατὸν γὰρ τότε φαίνεται δυνατόν· ὅτ’ ἂν μὴ τοῖς ἀκολούθοις κεχρημένον λογισμοῖς κρατήση τῶν περάτων τῆς γῆς· ὡς λέγει ὁ σωτὴρ σηρ τῶ παῦλω· ἀρ κεί σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀ σθενεῖα τελειοῦται· οὐδὲν ἦν μέγα εἰ γυμνῆ τῆ θεότητι τὴν οἰκουμένην ἐφώτισεν· ἀλλ’ ὅτι δια σώματος τὴν ἀπαθῆ καὶ ἀσώματον ἔ δειξεν δόξαν· οὐδὲν ἦν θαυμαστὸν εἰ ὁ ζῶν ζωοποιὸν ἀπαστράψας δόξαν. τὴν οἰκουμένην ἐζωοποίησεν· ἀλλὰ τὸ δυνατὸν τοῦ λόγου· ὅτι θανάτω τὸν θάνατον ἀφανίζει· διὰ τῶν ὕβρεων τὴν ἀθάνατον ἀστράπτει δόξαν· ἀλλα χοῦ λέγει· εὐ ἀγγέλιον εἰ ρήνης· τοὺς γὰρ πό δας ὑμῶν φησὶν. πα ρὰ σκευάσατε ἐν ἑτοιμα σία τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἀλλαχοῦ καλεῖ δικαιοσύνης. ὡς φησίν· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ θυ · ἐν αὐτῶ ἀπὸ κα λύπτεται· τί ἐστὶν δικαιοσύνη θεοῦ θυ · ἐπεὶ δὴ ὁ πρῶτος νόμος ϊουδαίοις ἐδόθη μόνοις. τὸ δὲ εὐαγγέλιον δικαιοσύνης· δικαίους γὰρ ὁ θεὸς θς ὁμοίως πάντας ποιήσας. ὁμοίως πάντας ἐφώτισεν· καὶ τοῦτο ἦν δίκαιον· τὸ μὴ τοὺς μὲν σῶσαι· τοὺς δὲ μὴ σῶσαι· τὸ μὴ τοὺς μὲν καλέσαι· τοὺς δὲ μὴ καλέσαι· ἐν τῆ παλαιᾶ διὰθήκη· οὐκ ἦν ἡ κλήσις δικαία· ἀλλ’ οἰκονομικῆ· προκατὰσκευάζουσα ὁδὸν τῆ δικαιοσύνη· οὐ γὰρ λέ γω ταύτην δικαίαν. κακείνην ἄδικον· ἀλλ’ ἐκείνην ὁδὸν ταύτης καὶ προκατὰσκευὴν ταύτης· ἔδωκεν νό μον τῶ ἰσραήλ ιηλ · καὶ λέγει ὁ δαυίδ δαδ · ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τοῦ ϊακὼβ δικαιώματα καὶ κρί ματα αὐτοῦ τῶ ἰσραήλ ϊηλ · οὐκ εποίησεν οὕτως παντὶ ἔθνει· καὶ τὰ κρίματα αὐτοῦ οὐκ εδήλωσεν αὐτοῖς. ἐπεὶ οὖν ἐκείνην ἔθνη εἰνὶ· ἀπεκάλυψεν· ἐνταῦθα δὲ ζυγοστατήσας τὸν τῆς ἀληθείας λόγον πᾶσιν αὐτὸν ἐξ ίσου ἐκέρασεν, πρόσεχε παρὰκαλῶ· δικαιοσύνη ἐστὶν· τὸ πάντας ὀμοίως σῶσαι· καὶ μὴ εἶναι διαφορὰν δούλου καὶ ἐλευθέρου· βαρβάρου ἢ ἕλληνος· γυναικὸς ἢ ἀνδρὸς· ἀλ λ’ ὃ λέγει παῦλος· ἐν χριστῶ χω ἰησοῦ ιυ · οὐ βάρβαρος· οὐ σκύ θης· οὐκ άρσεν· οὐ θή λυ· οὐ δοῦλος· οὐκ ελεύ θερος· ὁρᾶς ὁμο τιμίαν, ἐπεὶ δὴ γὰρ ἡ φύσις ὁμότιμος· εἰ καὶ ταῖς γνώμαις ἐμερίσθημεν· συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος· ὅτ’ ἂν γὰρ ἐπλάσθη ὁ ἀδάμ οὐκ ἦν τίς ἀλλὀγενῆς· οὐ σκύθης· οὐ βάρβαρος· οὐχ ἕλλην· οὐ δοῦλος· οὐκ ελεύθερος· οὐκ ἄρσεν· οὐ θήλυ· ἐκ γὰρ τοῦ ἐνὸς· τὰ δύο ἐπήγαγεν· δουλείαν· οὐ φύσις ἐγέννησεν. ἀλλὰ προαίρεσις ἔτεμεν· γίνεται δὲ καὶ δουλεία ἠναγκασμένη· ἡ ἐν συμφορᾶ λιμοῦ. ἢ ἐν αἰχμαλωσίας ἀνάγκη· ἔστιν δὲ καὶ ἑτέρα δουλεία αὐθαίρετος· ἡ δι’ ἐπιγαμίαν θεραπαινίδων· τὴν ἑαυτῆς ἐλευθερίαν πιπράσκουσα· καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομένη· ἡ δὲ πρώτη δουλεία· ἀπὸ κακῆς συνέστη γνώμης· καὶ πόθεν εὐρίσκεται ἡ ρίζα τῆς δουλείας· ἄκουε· μετὰ τὸν κατὰκλυσμὸν ὁ νῶε πιὼν οἴνον· καὶ μὴ κεράσας αὐτὸν τῆ πρεπούση κράσει· δι’ ἀπειρίαν ἐμεθύσθη· οὐ γνώμης νόσον ἐνδειξάμενος. ἀλλ’ ἀγνοίας· καὶ ἐμεθύσθη· καὶ μεθυσθεὶς· ἐγυμνώθη· καὶ εἰσελθὼν εἷς τῶν υἱῶν αὐτοῦ· ΐδεν τὴν τοῦ πατρὸς πρς γύμνωσιν καὶ ἐγέλασεν· τί οὖν ὁ πατὴρ πηρ ἐκνίψας λέγει· ἐπικατάρατος χααν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελ φοῖς αὐτοῦ· ὁρᾶς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; διὰ τοῦ το λέγει ὁ σωτὴρ σηρ · πᾶς ὁ ποι ῶν τὴν ἁμαρτίαν. δοῦ λός ἐστὶν τῆς ἁμαρτίας· ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτῆς τοῦ ἀνθρωπίνου γένους· καὶ συνεχώρησεν τὴν ἁμαρτίαν· μᾶλλον δὲ ἦρεν· ἐκτεμὼν γὰρ τὴν ρίζαν. συνεξέτεμεν τοὺς καρποὺς. καλεῖται δικαιοσύνης εὐαγγέλιον· διὰ τοῦ το πάντας ὁμοίως φωτίζειν· ὑπελάμβανον οὖν οἱ ϊουδαῖοι· ὅτι τὸ εὐ ἀγγέλιον τὸ κηρυττόμενον· δι’ αυτῶν αὐτοῖς δίδοται μόνοις· ἐξέβη δὲ παρ ελπίδας ἡ πρὸσδοκία· διό φη σὶν ὁ δαυίδ δαδ · ὑπελάβομεν ὁ θεὸς θς τὸ ἔλεός σου ἐν μέ σω τοῦ λαοῦ σου· κατα τὸ ὄνομα σου ὁ θεός θς , οὕ τως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· καὶ ΐνα δείξη ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστὶν. ἐπήγαγεν· δικαι οσύνης πλήρης ἡ δεξιά σου· ὅτ’ ἂν βαθύ τι καὶ προφητικὸν ἀνακύψη ζήτιμα· σύνδραμε τῶ λόγω· μὴ κρο τῶν, ἄλλα νοῶν· μὴ ἁπλῶς δεχόμενος τὸν κρότον τῶν ρημάτων, ἀλλὰ τὴν ἔννοιαν βασανίζων τῶν νοημάτων· ἐὰν γὰρ ἄδης τὰ τοῦ θεοῦ θυ μετὰ ἀληθείας· καὶ μάλιστα τὴν φωνὴν ταύτην ἣν ὁ δαυὶδ δαδ εἶπεν ὑπελά βομεν· ὁ θεὸς θς τὸ ἔλεός σου ἐν μέσω τοῦ λαοῦ σου· κα τὰ τὸ ὄνομά σου ὁ θεός θς · οὕ τως· καὶ ἡ αἴνεσίς σου. ἐπὶ τὰ πέρατα τῆς γῆς. δικαιοσύνης πλήρης ἡ δεξιά σου· εὑρίσ κει καὶ ἄδων, τὰ τοῦ θεοῦ θυ · καὶ πληρούμενος πνεύματος πνς ἁγίου· ὁ γὰρ γνησίως ψάλλων· καὶ ἀνακαινιζόμενος τὴν ψυχὴν. ἀποτελεῖται ναὸς ἁγίου πνεύματος πνς · μὴ γὰρ μικρὸν νομίσης ψαλμωδίαν εἶναι· δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν· τῆ δὲ ἀληθεία. τὴν ψυχὴν ἐγείρει· οὕτω καὶ ὁ μα κάριος ἐλισσαῖος ὁ προφήτης παρακαλούμενος παρά τινων βασιλέων προφητεῦσαι τὰ μέλ λοντα λέγει· δότε μοι ἄν δρα εἰδότα ψάλλειν· ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος· καὶ ἐν τῶ ψάλλειν φησὶν ἐκεῖνον· ἦλθεν τὸ πνεῦμα πνα τὸ ἅγιον ἐπὶ ἐλισσαῖον· τί οὖν· αρα τὸ πνεῦμα πνα τὸ ἅγιον φωναῖς θέλγεται· καὶ ἐπ’ ὠδαῖς καθέλκεται· εἰ τῆ ψυχῆ ἐπανεπαύετο τῆ προφητικῆ· ἤρκει ἡ καθαρότης τοῦ προφήτου πρὸσκαλέσασθαι τὸ πνεῦμα πνα τὸ ἅγιον· διὰ τί οὖν λέ γει· δότε μοι ἄνδρα εἰδό τα ψάλλειν· οὐχ’ ΐνα τὸ πνεῦμα πνα τερφθῆ τῆς ψαλμοδίας· ἀλλ’ ΐνα ἐκείνου ψάλλοντος ὀ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς ἄξιος γέννηται τῆς τοῦ ἁγίου πνεύματος πνς ἐπιφοιτήσεως. δια τοῦτο τὸ πνεῦμα πνα λεῖ· ΐνα δείξη ὅτι οὐ τῆ ψαλμο α ἐθέλχθη· ἀλλα τῆ ψυχῇ ψυχ ὑπὸ τῆς δίας διεγερθείση· οὐκ ἦλθεν ἐπὶ τὸν ψάλλοντα. ἀλλ’ ἐπὶ τὸν ἀκούοντα· δεῖ μὲν οὖν καθ’ ὅλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν· ἐξαιρέτως δὲ τοῦ σήμερον ἡμῖν ρηθέντος ἁγίου ψαλμοῦ· ὁ κύριος κς ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί· τὸ ὁ κύριος κς ἐβασίλευσεν· πῶς ὑπὸλαμβάνεις· ἆρα ὡς πρόσφατον λαμβανοντα τὸ τῆς βασιλείας ἀξίωμα; εἰ μὲν γὰρ εἶπεν ὁ κύριος κς βασιλεύει· τὴν ἀΐδιον αὐτοῦ ἑρμηνεύει ἀξίαν· εἰ δὲ λέγει ὁ κύριος κς ἐβασίλευσεν. εἴρηται καὶ πρώην ἡμῖν καὶ νῦν λεχθήσεται· πρὸ τῆς χριστοῦ χυ παρουσίας· πρὸ τοῦ εὐ ἀγγελικοῦ κηρύγματος ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διαβόλου· ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου· πόθεν τοῦτο. λέγει παῦλος· ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῶ θνητῶ ἡμῶν σώματι· οὕτως καὶ ἡ χάρις βασιλεύει διὰ χριστοῦ χυ · ἰδοὺ ἡ τῆς ἁμαρτίας βασιλεία· ποῦ ἡ τοῦ διαβόλου· ἄκουε τοῦ σωτῆρος σρς λέγοντος· εἰ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει· καθ’ ἑαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ· ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία· ποῦ ἡ τοῦ θανάτου· ἄκουε παῦλου λέγοντος· ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϋσέως· καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας· ἐπεὶ οὖν ἡ διαβολικῆ τριὰς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυραννήσασα· τοῦτέστιν ὁ διάβολος ἡ ἁμαρτία· ὁ θάνατος· καὶ ὁ μὲν διάβολος ἠπάτα· ἠ δὲ ἁμαρτία ἔσφαζεν· ὁ δὲ θάνατος ἔθαπτεν· εὐ ἀγγε λίζεται τοὺς τυραννουμένους ὁ δαυὶδ δαδ ὡς ἐξελθεῖν τὸν ζυγὸν τῆς δουλείας· καὶ δέξασθαι τοῦ χριστοῦ χυ τὴν δεσποτείαν κηρυττομένην· ὁ κύριος κς ἐβασίλευσεν· πέπαυται τοῦ θανάτου ἡ βασιλεία· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος· πέπαυται τοῦ διαβόλου ἡ ἐξουσία· ὁ κύριος κς ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ. ἀγαλλιᾶν γὰρ ὀφείλη ἡ ποτὲ δεδολωμένη· καὶ νῦν ἐλευθερωθεῖσα. ἡ ποτὲ πεπλανημένη· καὶ νῦν δεδοξασμένη. ἡ ποτὲ ἐν τάφοις· καὶ νῦν ἐν θρόνοις· ἡ ποτὲ ἐν ἀτιμία· καὶ νῦν ἐν τη μῆ· ὁ κύριος κς ἐβασίλευσεν· οὕτω καὶ ἀλλαχοῦ λέγεται· δεῖ γὰρ τὰ συγγενεῖ τῶν νοημάτων παρὰγα γειν· ὁ κύριος κς ἐβασίλευσεν· εὐπρέπειαν ἐνεδύσατο· ἡμεῖς ἐν δυόμεθα ἔξοθεν ϊμάτιον. ΐνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν. ὁ δὲ θεός θς ΐνα τί καλύψη τὴν ἀσώματον φύσιν; τὴν φωτὸς γέμουσαν; μᾶλλον δὲ φῶς ἀπαστράπτουσαν· ἀλλὰ καλεῖ ἔνδυ μα. αὐτὸ τὸ σῶμα τοῦ χριστοῦ χυ · ὁ κύριος κς ἐβασίλευσεν· εὐπρέπειαν ἐνεδύσατο· εὐπρέπειαν καλεῖ. τὴν σάρκα τοῦ χριστοῦ χυ · εὐπρεπὴς γὰρ ἦν· οὐκ έχουσα αἶσχος ἁμαρτίας· ἁμαρτίαν γὰρ οὐκ εποί ησεν πώποτε· οὐδὲ ηὑρέθη δόλος ἐν τῶ στόματι αὐτοῦ· ἐνε δύσατο κύριος κς δύναμιν καὶ περιεζώσατο· ἐπεὶ τὸν βασιλέα ζώνη κοσμεῖ· ἔστιν δὲ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ· εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα· λέγει γὰρ ἠσαΐας· ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης ϊεσσαὶ· καὶ ἄνθος ἐξ αυ τῆς ἀναβήσεται ἐπ’ αὐ τὸν πνεῦμα πνα θεοῦ θυ · καὶ ἔσται δικαιοσύνην ἐζωσμέ νος τὴν ὀσφὺν αὑτοῦ· καὶ ἀληθείαν εἰλημμέ νος τὰς πλευρὰς αὐτοῦ· τοῦτο τὸ ενδυμα τοῦ σωτῆρος σρς τὸ τῆς σαρκὸς λέγω· κρυφέως καὶ ἐν εἰκόνι εἶχεν ὁ ἀρχιερεὺς ἐν τῶ νόμω· καὶ πρόσεχε ἀκριβῶς· πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἡρμήνευσαν· πῶς οἱ τύποι τοῦ εὐαγγελίου προέλαμπον· λέγω δὲ ἠρέμα καὶ κατὰ τὸ δυνατὸν συγκατὰβαίνον τῆ ἀκοῆ τῶν ἀκαιρέων καὶ τῶν ἀπείρων· ἵνα μὴ ὧδε κακεῖσε περιάγονται· ἐνδυσάτο ὁ ἀρχιερεὺς εἰσϊὼν εἰς τὰ ἅγια τῶν ἁγίων πο δήρη· τοῦτέστιν ϊμάτιον ἀπὸ κεφαλῆς· μέχρι ποδῶν ἀπεωρισμενος· ἐπωμίδα· ζώνην· περὶσκελη· πέταλον χρυσοῦν· τιάραν· τοῦτέστι κορυβάντιον· τὸ λόγιον τὸ ἐπὶ τοῦ στήθους· καὶ ὅσα διὰγορεύει ἡ γραφῆ· καὶ ἔστιν ϊ δεῖν ἄλλα μὲν τὰ σχήματα. ἄλλα δὲ τὰ νοήματα. οὐ γὰρ πάντως θεὸς θς ἀναπαύεται ὑακίνθω καὶ πορφύρα· καὶ κόκκω· καὶ βύσσω· θεὸς θς γὰρ ψυχῶν ἀπετεῖ καθαρότητα. ἀλλ’ ἐν τοῖς σωματικοῖς ἄνθεσιν διὰγράφει τῶν ἀρετῶν τὴν εἰκόνα· εἰ γὰρ ἀληθῶς ταῖς στολαῖς ἐκεῖναις ταῖς ἐνδόξοις ἀνεπαύετο· διὰ τί πρω τοῦ ἀαρὼν τὸν μωϋσὴν οὐκ ενέδυσεν· ἀλλ’ ἢν μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκεῖνης· καὶ ἐνδύον αὐτὴν τοὺς ϊερεῖς· μωϋσῆς οὐκ ελούθη ὕδατι· καὶ ἔλουεν· οὐκ εχρίσθη ἐλαίω· καὶ ἔχριεν· οὐκ εφόρεσεν ϊμάτιον ϊερατικὸν· καὶ ϊερεῖς ἐνέδυσεν· ΐνα μάθης ὅτι τῶ τελείω ἀρκεῖ ἡ ἀρετῆ πρὸς κόσμον· λάβε δὴ ἄνωθεν τὸν ϊερέα ἔστιν γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνομα ἀμφίβολον καὶ ζητούμενον· τῆ δὲ ἑλληνικῆ γλώσση μεταποιούμενον· λάβε οὖν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς πρῶτον τί ἦν ἢ τιάρα ὀνομάζει· τί μετὰ τὸ πρόξενον τί ἆρα· ἀντὶ τοῦ τί ἆρα εστιν τοῦ σχήματος τοῦ ἐνδύματος· ἐπεὶ ἠ ὁ ἀρχιερεὺς κεφαλῆ ἦν τοῦ λαοῦ· ἔδει δὲ τὸν πάντων κεφαλὴν γινόμενον ἔχειν κατὰ κεφαλῆς τὴν ἐξουσίαν· ἀπὸλελυμένη γὰρ αυθεντία· ἀφόρητός ἐστὶν· ἔχουσα δὲ ἐπϊκείμενον τὸ σύνθεμα τῆς δεσποτείας· ὑπὸ νόμον ἄγεται· κελεύει οὖν τὴν κεφαλὴν μὴ εἶναι γυμνήν· ἀλλὰ κεκαλυμμένην ΐνα μάθη ἡ κεφαλῆ τοῦ λαοῦ ὅτι κεφαλὴν ἔχει· διὰ τοῦτο καὶ ἐν τῆ ἐκκλησία ἐν ταῖς χειροτονίαις τῶν ϊερέων· τὸ εὐ ἀγγέλιον τοῦ χριστοῦ χυ ἐπὶ κεφαλῆς τίθεται· ΐνα μάθη ὁ χειροτονούμενος. ὅτι τὴν ἀληθινὴν τοῦ εὐ ἀγγελίου τί ἆραν λαμβάνει· καὶ ΐνα μάθη ὅτι εἰ καὶ πάντων ἐστὶ κεφαλῆ· ἀλλ’ ὑπὸ τούτους πράττει τοὺς νόμους πάντων κρατῶν· καὶ τῶ νόμω κρατούμενος· πάντα λογωθετῶν· καὶ ὑπὸ τοῦ λόγου νομο θετούμενος· διὰ τοῦτο γενναιός τ η ϊ ς τῶν ἀρχαίων· ϊγνάτιος δὲ ἦν ὄνομα αὐτῶ· οὗτος ϊερωσύνη καὶ μαρτυρίω διὰπρέψας· ἐπὶστέλλον τινὶ ϊερεῖ ἔλεγεν· μηδὲν ἄνευ γνώμης σου γινέσθω· μήτε σὺ ἄνευ γνώμης θεοῦ θυ τί πράττε· τὸ τοίνυν ἔχειν τὸν ἀρχιερέα τὸ εὐ ἀγγέλιον· σημεῖον ἐστι τὸ ἐπ ἐξουσίαν εἶναι· διὰ τοῦτο λέγει παῦλος περὶ γυναικὸς ἐχού σης κάλυμμα· ἡ γυ νῆ ὀφείλη ἔχειν ἐπὶ τῆς κεφαλῆς· τοῦτέστιν τὸ κάλυμμα ὃ ἦν εἰκὼν ἐξουσίας· ἦν οὖν ἡ τι ἆρα τὸ σχήμα τῆς ἐξουσί ας. ἦν το πέταλον τὸ χρυσοῦν· ὃ ἐπεγέγραπτο τὸ γεγραμμένὸς· ἐν ῶ ἐκτετύπωτο τὸ τοῦ θεοῦ θυ ὄνομα· καὶ πρῶτον δείκνυσιν ὅτι ἐξουσία θεοῦ θυ · ὄνομα θεοῦ θυ μετὰ τὴν τιάραν καὶ τὸ πέταλον· δύο λίθοι ἐπὶ τῶν ὤμων σμαράγδινοι ἔχοντες τὰς ἓξ φυλὰς ἐντεῦθεν· καὶ τὰς ἓξ ἐντεῦθεν· σημεῖον τοῦτο τῆς ϊερατικῆς ὄψεως· ἀπὸνέμει δὲ τῶ ϊερεῖ τὸν σμάραγδον· δύο ἔχοντα κάλλη· καὶ γὰρ ὠχρότητα ἔχει εὐπρεπῆ· καὶ καθαρὸς ὢν κατόπτρου δύναμιν ἐπέχει· ἐπεὶ οὖν δὴ τὸν ϊερέα καὶ ἀσκήση νήφειν· καὶ τὸν βίον κάτοπτρον ἔχειν τοῖς πολλοῖς βούλεται τῆς ἀρετῆς τὴν εἰκόνα φέρειν τὸν ϊερέα ἐπὶ τῶν ὤμων· ἐπειδὴ τὸ τοῦ θεοῦ θυ ὄνομα ἐπὶ τῆς κεφαλῆς· τὸ ἄρθρον ἐπὶ τοῦ ἄρθρου· καὶ διὰ τί ἐπὶ τῶν ὤμων· ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμης· ἐν τοῖς ὤμοις ἤρτηται· βούλεται οὖν τὸ κάλλος τῆς ἀληθείας ἐπὶ τῶν πράξεων εἶναι· διὰ τοῦτο λέγει ὁ θεὸς θς πρὸς τὴν ϊερουσαλήμ ποτε· θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου θυγάτηρ ἠτιμωμένη· ὅτι κύριος κς κτίζει σε εις σωτηρίαν σρίαν · τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις λαμβάνει ἡ γραφῆ· ὡς ὅταν λέ γη περὶ τοῦ δαυίδ δαδ · καὶ ἐν ταῖς συνέσεσιν τῶν χειρῶν αὐτοῦ ὡδήγη σεν αὐτούς· καὶ ἡ σύνεσις ἆρα ἐν ταῖς χερσίν ἐστιν; ἀλλ’ ἐν ταῖς συνέσεσι λέγει αὐτῶν τῶν πράξεων· καὶ ἐπὶ τοῦ στήθους ἐλάμβανεν ὁ ϊερεὺς τὸ λόγιον τοὺς δώδεκα λίθους ἐγκεκολαμμένους· τοῦτέστιν· σάρδιον τοπάζιον· σμάραγδον· ἄνθρακα· σάπφειρον· ϊασπιν· ϋακινθον· ἀχάτην· ἀμέθυσον· χρυσόλιθον· βηρύλλιον· ὀνύχιον· ἐν τοῖς δώ δεκα λίθοις τούτοις ἐμερίζοντο αἱ δώδεκα φυλαί· βαθὺ τὸ ῥῆμα· διὰ τί ἄνω ἐπὶ τῶν ὤμων μία ἦν ἡ τῶν λίθων φύσις ἓν ὄνομα ἔχουσα· τὸν σμάραγδον· ἐπὶ δὲ τοῦ στήθους κάτω διάφοροι οἱ λίθοι· τί βούλεται τοῦτο ἐπεὶ δὴ μία φύσις ἡμᾶς ἐγέννησεν· διάφοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισαν. τὸ μὲν δίδωσι τῆ γνώμη· τὸ δὲ τῆ φύσει· ἦν τοίνυν θεοῦ θυ ὄνομα ἡ πρακτικῆ ἀρετῆ· εἰ διὰ λόγου καὶ ἀληθείας συνεστῶσα· καὶ ὑπὸ κράσπεδον τοῦ ϊερέως τὸ λεγόμενον λῶμα· ἄνθη ροᾶς· καὶ ῥοΐσκοι χρυσοὶ καὶ κώδωνες· τί ἐβούλετω ταῦτα ἐν τῶ ϊερεῖ· ἆρα θεὸς θς ἀνεπαύετω τούτοις τοῖς ἄνθεσιν; ἀλλ’ ἐν τῶ σχήματι τοῦ ϊερέως· ἐξεικονίζει τὰς ἀρετάς· ἄνω ἐπὶ τῆς κεφαλῆς· ὄνομα θεοῦ θυ · ἐπὶ τοῦ στήθους λόγος· τὰ κάτω ἄνθη καὶ καρποί· τὰ τῶν ἀρετῶν κατωρθώματα· ἅτινά ἐστιν· ἐλεημοσύνη· δικαιοσύνη· φιλανθρωπία φιλανια · δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ ἀνθοῦντα κάλλη καὶ τὰ πεπληρωμένα· ἄνθη δέ εἰσιν ϊερέως· συντυχία· ὁμιλία· ἦθος ἀγαθὸν· λόγος χρηστός· πίστις· δόξα· ἀλήθεια· δικαιοσύνη· καὶ μεταξὺ τούτων· οἱ κώδωνες· ἡ συμφωνία τῶν καλῶν ἔργων. πᾶσα γὰρ ἀρετὴ ἦχον ἀποτελεῖ διὸ λέγει παῦ λος· ἀφ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ θυ · πόθεν δὲ ἤρξατο ὁ ἦ χος; καὶ περίη φησὶν ὁ ἰησοῦς ις διδάσκον πᾶσαν πόλιν καὶ πᾶσαν κώμην· καὶ θεραπεύων πᾶσαν νό σον καὶ πᾶσαν μαλακί αν· καὶ ἐξῆλθεν ἦχος περὶ αὐτοῦ εἰς πᾶσαν τὴν γῆν· πρόσεχε ἀκριβῶς· ΐδες τῶν ἀρετῶν τὸν κόσμον. ἐκεῖνος ὁ ϊερεὺς· χριστοῦ χυ ἦν τύπος· οὐκ ἀλληγοροῦμεν ἐνταῦθα· εἰ μὴ ἀφορμᾶς ἐλάβομεν παρὰ παύλου· εἰ μὴ παῦλος ἐρμήνευσεν τὴν δύναμιν τῆς δικαιοσύνης· ἡμεῖς ταῦτα μαθεῖν οὐκ ἠδυνήμεθα· διὰ τοῦτο ποιεῖ παῦλος τὸν ϊερέα ἐκεῖνον τύπον τοῦ χριστοῦ χυ καὶ λέγει· οὐ γὰρ εἱς χειρο ποίειτα ἅγια εἰσῆλθεν ὁ χριστός χς · ἀντίτυπα τῶν ἀληθινῶν. ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν οὐνον ἐμφανισθῆναι τῶ προσώπω τοῦ θεοῦ θυ ὑπὲρ ἡμῶν· στάσις οὖν ἦν ἐν τοῖς τότε ϊουδαίοις καὶ ζήτιμα ξένον· ἐπεὶδη γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα σρα καὶ βασιλέα καὶ ϊερέα καὶ προφήτην· ἐμάχοντο οἱ ϊουδαῖοι· καὶ ἔλεγον τὰ κατὰ νόμον· ἄλλη φησὶν φυλῆ βασιλείας· καὶ ἄλλη ϊερωσύνης· εἰ δὲ ϊούδα βασιλείας φησίν· εἰ οὖν ὁ χριστὸς χς βασιλεὺς ἐστιν. οὐκέτι ϊερεὺς· εἱ δὲ ϊερεὺς. οὐκέτι βασιλεὺς· παῦλος μαχόμενος καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιαν ἁρμόζων τὸν λόγον φησὶν· μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ϊερωσύνης ἀνέστη χριστός χς παρ’ ὑμῖν διείρηται βασιλεία καὶ ϊερωσύνη. ἐν δὲ τῶ χριστῶ χω συνῆπται· σὺ γὰρ ϊερεὺς φησὶν εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ· διὰ τοῦ το συλλογίζεται καὶ λέγει· εἰ γὰρ ἡ πρώτη ϊερωσύνη ἦν ἄμεμπτος· τίς χρεῖα λεχθῆναι κατὰ τὴν τάξιν μελχισεδέκ ἀνίστασθαι ϊερέα. καὶ οὐ κατὰ τὴν τάξιν ἀαρών· μετὰτιθεμένης γὰρ τῆς ϊερωσύνης· ἐξ ανάγκης καὶ νόμου μετάθεσις γίνεται· ἀρχιερεὺς τοίνυν ὁ σωτὴρ σηρ ἡμῶν· οὐ κατὰ τὸν τῆς θεότητος λόγον· ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον· ἄνω σύνθρονος θεοῦ θυ . κάτω δι’ ἡμᾶς καὶ ἀρχιερεὺς κατὰ τὴν τάξιν μελχισεδεκ· περὶ οῦ πολὺς ὁ λόγος· ἀλλ’ οὐ τοῦ παρόντος· πρόσεχε παρακαλῶ· ἦν ἐν τῶ νόμω ὁλοκαυτώματα· θυσία· περὶ ἁμαρτίας πρὸσφορᾶ· ἐλθὼν ὁ σωτὴρ σηρ παύει τὰς τυπικὰς πρὸσφορᾶς· καὶ ποιεῖ τὸ σῶμα τὸ ΐδιον ἀντι πάσης θυσίας· λέγει παῦλος περὶ τοῦ σωτῆρος σρς · διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· σώμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εξήτκησας· τότε εἴπων ϊδοὺ ἥκω· ἐν κεφαλίδι βι βλίου γέγραπτε περὶ ἐ μοῦ· εἰπὼν τὴν προφητείαν παῦλος καὶ εἰρηκὼς ὅτι θυσίαν καὶ πρὸσφορὰν περὶ ἁμαρτίας οὐκ ἠθέλησας· τότε εἶπον ϊδοὺ ἤκω· ἀναιρεῖ τὸ πρῶτον ΐνα τὸ δεύτερον στήση· καὶ ποῦ ἡ θυσία καὶ ἡ προσφορὰ εὑρίσκεται· ἐν τῶ σώματι τοῦ χριστοῦ χυ καθὼς λέγει ὁ ἀπόστολος παῦλος· παρακαλῶ ὑμᾶς ἀδελφοὶ δϊα τῶν οἰκτιρμῶν τοῦ θεοῦ θυ ὡς τέκνα ἀγαπη τὰ περϊπατεῖτε ἐν ἀ γάπη καθὼς καὶ ὁ χριστὸς χς ἠ γάπησεν ἡμᾶς· καὶ παρέ δωκεν ἑαὐτὸν ὑπὲρ ἡμῶν θυσίαν καὶ πρὸσφορὰν. τῶ θεῶ θω εἰς ὀσμὴν εὐωδίας· διὰ σὲ ἀρχιερεὺς. δι’ ἑαυτὸν θεός θς · μὴ μετάβαλλε ῥήματα θεοῦ θυ ζῶντος· εἰς πατέρα πρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πνα ἐβαπτίσθης· τί αναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα· καὶ εἰσάγεις ὀνόματα λογισμῶν γεννήματα· λέγον ἀγέννητος· καὶ γεννητός· κτιστὸς· καὶ ἄκτιστος· ὢν ἀεὶ καὶ μὴ ὢν ἀεὶ· τούτων ἀνέχεται θεὸς θς τῶν ματαίων ρημάτων. ἓν ρῆμα ΐνα μεταβάλλη προφήτης ποτὲ· ἐκινδύνευσεν ἀπολέσθαι· καὶ βλέπε ρήματος μικροῦ ἀκριβολογίαν· τὰ ῥή ματα τῶν προφητῶν· τιτινὲς ἐκάλουν ὑπὸ ἀπειρίας λήμμα κυρίου κυ · λέγει ὁ θεὸς θς διὰ ϊερεμίου· ἐὰν ἐρωτήση σε ὁ λαὸς. ἢ ὁ ϊερεὺς ἢ ὁ προφή της· καὶ εἴπη σοι τί τὸ λήμμα· εἰπὲ αὐτοῖς· ὅτι τὸ λῆμμα κυρίου κυ ὑμεῖς ἐστέ· λήψομαι γὰρ ὑμᾶς λῆμμα καὶ κράξω ὑμᾶς ΐνα μὴ λέγητε λῆμμα ἓν ρῆμα ΐνα μεταποη θῆ· ἀπειλῆ ὁ θεὸς θς · οὑ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφεις πατρὸς πρς ὄνομα παρὰγραφόμενος· υἱοῦ υυ ἀξίαν ἀρνούμενος· πνεύματος πνς ἁγίου δόξαν ἀθετῶν· ἆρα διαφεύξη τὰς τοῦ θεοῦ θυ χεῖρας; βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ θυ ζόντος· κυρίου κυ τοῦ θεοῦ θυ ἡμῶν· λόγων διαστρεφομένων· ἀγανακτεῖ θεός θς · δογμάτων διαστρεφομένων οὐκ αγανακτεῖ; μὴ σοφώτερος εἶ τοῦ σωτῆρος σρς ; μὴ ἀκριβέστερος τοῦ εὐαγγελίου· φοβήθητι τὸ κρῖμα τοῦ θεοῦ θυ · φοβήθητι ἐκεῖνο τὸ φοβερὸν ὄνομα καὶ ἀπόδυσε τὴν κακίαν· καὶ ἀνάλαβε τὴν μετάνοιαν· καὶ ἐγγυαταί σου ἡ πίστις τὴν σωτηρίαν σρίαν · μετάνοια γὰρ εἰς σωτηρίαν σρίαν μετὰποιεῖ· καὶ τῶν ἐν αἱρέσει καὶ τῶν ἐν κακαῖς πράξεσι τυγχανόντ ων α · μετάνοια· ρίζα θεοσεβείας μετανοήσωμεν· δυσωπήσωμεν τὸν θεὸν θν τῆ μετανοία· ΐνα καὶ πολέμους ἀφανίση· καὶ βαρβάρους σβέση· καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύσι· καὶ δώη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· πολὺ θεὸν θν ἐξϊλεοῦται με τάνοια· ὅταν τις γνησίως πρὸσδράμει τῆ μετανοία· οἷόν τι λέγω· ἥμαρτεν ποτὲ ὁ λαὸς· μετενόησεν καὶ ἐδάκρυσεν λέγει ὁ θεός θς · ἀ κούων ἤκουσα τοῦ στενα γμοῦ ἐφραὶμ ὀδυρωμέ νου καὶ λέγοντος· ἐπαί δευσάς με κύριε κε · καὶ οὐ κ επαιδεύθην· ἀλλ’ ἐγε νόμην ὡς μόσχος ἀδί δακτος· ἐπίστρεψόν με καὶ ἐπὶστραφήσομαι· καὶ τί πρὸς αὐτὸν ὁ θεός θς · ἀνθ ῶν οἱ λόγοι μου εἰσὶν ἐν αυτῶ· μὴ οὐκ αναμνη σθήσομαι αὐτοῦ καὶ ἐλε ήσω αὐτόν; μηδεῖς σε π τω είτω· μὴ φήμη· μὴ βαρβάρων γνόφος· μὴ ὀμίχλη πολλή· κὰν ἀναρίθμητοι ὦσιν οἱ πολέμιοι τῶ πλήθει· ὁ ὑμέτερος ὑπέρμαχος ϊσχρώτερος· ἐὰν δειλιάσης τὸ πλῆθος ὑφορώμενος· λέγει πρὸς σὲ ὁ προφήτης ἐλισσαῖος· μὴ φοβοῦ· πλείους εἰσὶν οἱ μεθ ἡμῶν· ἢ οἱ μετ’ αὐτῶν· ἐκεῖ βαρβάρων πλῆθος· ὧδε ἀγγέλων φάλαγξ· τῶν εὐσεβῶν ὑπερμαχεῖ· ἀγγελικὸς στρατός· προφητῶν χωρός· ἀποστόλων δύναμις· μαρτύρων πρεσβείαι· μὴ νομίσης ὅτι μόνον μάρτυρες πρε σβεύουσιν ὑπερ ἡμῶν. ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλίψεσιν ϊκετεύουσι τὸν θεόν θν · καὶ οὐ μόνον ϊκετεύουσιν· ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέτου· λέγει ζαχαρίας ὁ προφήτης· καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλὸν ἐν εμοὶ. καὶ εἶ πεν πρὸς κύριον κν · αὕτη ἡ εὐχὴ τοῦ ἀγγέλου· κύριε κε παντοκράτωρ· ἕως πότε οὐ μὴ ἐλεήσης τὴν ἱερουσαλὴμ ϊλημ · καὶ τὰς πόλεις ϊοῦδα ἃς ὑπερΐ δες· τοῦτο ἑβδομη κοστὸν ἔτος· τι οὖν απεπέμψατο ὁ θεὸς θς τὴν πρεσβείαν τοῦ ἀγγέλου· μὴ γέννοιτο· ἀλλὰ τί· ἀπεκρίθη φησὶ κύριος κς πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ ῥήματα παρακλητικὰ· καὶ λόγους παρακλητικοὺς· παρακαλέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην καὶ ἕνα ἄγγελον ἀποστελεῖ· καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίζει· ἐγὼ καὶ τὴν κηρότυχον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένην· εἶδον ἐν εἰκόνι ἄγγελον ἐλαύνοντα τὰ νέφη βαρβάρων εἶδον πατούμε να βαρβάρων φύλα καὶ τὸν δαυὶδ δαδ ἀληθεύοντα· κύριε κε ἐν τῆ πόλη σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις· λεγέτω νῦν καὶ περὶ αὐτῶν ὁ μακάριος δαυίδ δαδ · γενη θεῖτω ἡ ὁδὸς αὐτῶν σκό τος καὶ ὀλίσθημα· καὶ ἄγ γελος κυρίου κυ κατὰδιώκων αὐτούς· οἶδεν ὁ θεὸς θς διαφόρους ἀφορμᾶς παρασχεῖν πρὸς τὴν τῶν πολέμων καθαίρεσιν· πολ λῆ ἦν ἡ παράταξις τοῦ σ εναχηρὶμ βασιλέως τῶν ἀσσυρίων· καὶ εἷς ἄγγελος ἀποσταλεὶς· ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἔστρωσεν· ἡμεῖς οἱ ἄνθρωποι ἄνοι · ἀνθρωπίνοις ἀνινοις λογισμοῖς μετροῦμεν τὰ συμβαίνοντα· καὶ λέγομεν καθ εαυτοὺς· τί γίνεται ἐὰν μὴ εὑρεθῆ στρατιῶτης ἐν τοῖς μέρεσι τούτοις· ἐὰν πριν ὴ φθάση ὁ στρατηγὸς· πάντα πορθή σῶσιν. τί ποιοῦμεν· μὴ γὰρ ἐπεὶ δὴ σὺ πρὸσλαμβάνει καὶ θεὸς θς προλαμβάνεται; μὴ γὰρ ἐπειδὴ οὐκ εἶ πανταχοῦ· θεὸς θς οὐκ ἔστι πανταχοῦ· μὴ γὰρ τὸ μὲν δύνατε ὁ θεός θς · τὸ δὲ οὐ δύνατε· ἡ ἄψυχος θάλασσα ὑπήκουσεν καὶ ἐβύθησεν οἱ ἄλογοι ἰχθύες ὑπήκουσαν τῆ ἄγρα πέτρου· καὶ ἄγγελος ἐὰν κελευσθῆ· ὅλους οὐκ αφανίζει τοὺς ἐχθροὺς τῆς ἀληθείας; μόνον νήψωμεν· μόνον παρακαλέσωμεν· μόνον ϊκετεύσωμεν· ἐνόμισέν τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος· λέγω δὴ κοινῶ ὀνόματι· ΐνα πᾶσι κατάδηλος γένηται· ἐνόμισέν τις στρατηγὸς τῶν ἀλλοφύλων ὁ σισάρα· μέμνηται δὲ αὐτοῦ καὶ δαυὶδ δαδ λέγων· ποίησον αὐτοὺς ὡς τὸν μαδιὰμ καὶ τὸν σισάρα· ὡς τὸ ϊαβὶν ἐν τῶ χειμάρρω κισῶν· ὁ ἰαβὶν βασιλεὺς ἦν τῶν ἀλλοφύλων· ὁ σισάρα. ἀρχιστράτηγος· καὶ ἦν αὐτῶ ἅρματα σιδηρὰ ὀκτακόσια· καὶ πλῆθος ἄπειρον· ἐφοβήθη ὁ λαὸς τῶν ϊουδαίων· ΐδεν τὸ νέφος καὶ ἔφριξεν· τί οὖν ὁ φιλάνθρωπος φιλανος θεὸς θς λέγει διὰ τῆς προφήτιδος δεβόρας τῶ ὑπερμάχω τῆς εὐσεβεί ας· μὴ φοβηθὴς· ϊδοὺ παρὰδίδωσίν σοι αὐτὸν κύριος κς · εἰς τὰς χεῖράς σου· καὶ ἔσται τὸ κατόρθωμα· οὐ τῆς χειρός σου· ἀλλ’ εἰς χεῖρας γυναικός· βλέπε πῶς ὁ θεὸς θς ἀλαζωνίαν ἐκόλασεν· ἄνδρες οὐχ ὑ πέστησαν καὶ γυνὴ ἐστρατήγησεν· εἰσῆλθεν ὁ σισάρα φεύγων πρὸς τὴν γυναῖκα ϊαὴλ λεγομένην· καὶ καύσωνι ἀπειλημμένος· αἰτεῖ παρ αυτῆς ὕδωρ· ἡ δὲ ποτίζει αὐτὸν γάλα· ὅρα σοφίαν γυναικός· ἐπεὶ δὴ γὰρ ἦν κατὰψυκτικὸν τὸ γάλα· καὶ εἰς ὕπνον προκαλούμενον· ποτίζει αὐτὸν γάλα· ΐνα ἀληθεύση ἡ γραφῆ ἡ λέ γουσα· ὕδωρ αὐτὴν ἤ τησεν· καὶ γάλα ἔδω κεν· ΐνα καὶ ποτίση καὶ κοιμήση· εἶτα κοιμηθέντος τοῦ ἀλλοφύλου· ἔλαβεν ἡ γυνὴ ἐκεῖνη πάσσαλον καὶ σφύραν. καὶ ἐπέδραμεν τῶ πολεμίω· καὶ ὅρα σοφίαν γυναικός· διὰ τί οὐκ ἔλαβεν ξίφος ἢ μάχαιραν· ἀλλὰ πάσσαλον· ἐφοβήθη ὡς γυνή μὴ ἔξυπνος γενόμενος κατὰλάβη αὐτὴν κατέχουσα ξίφος· διὰ τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρὸς· ἀλλ’ ἐπιτήδευμα γυναικεῖον· ἔθοςγὰρ ταῖς διεζωσμέναις γυναιξὶ πάσσαλον κατὰκρούειν ἐν τοῖς τοίχοις. καὶ οὕτως μετιέναι τὴν ϊδίαν ἐργασίαν· κατὰσκευάζει οὖν ἀπὸ τοῦ ἀνυ πόπτου ὁδὸν δευτέραν· ἐπεὶδὴ δὲ ὁ θεὸς θς συνήργησεν καὶ θεοῦ θυ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας· οὐ γὰρ ἦν ἐκείνης τὸ στρατήγημα. ἀλλὰ θεοῦ θυ τὸ ἀπόφθεγγμα· ἐν χειρὶ γὰρ γϋναικὸς ἔσται ὁ θά νατός σου· συνήργησεν ὁ θεὸς θς ὕπνω δήσας τὸν ἀλάστορα· καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν· διήλασεν κατὰ τοῦ κροτάφου αὐτοῦ οὕτως ϊσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι· καὶ οὕτως μετὰξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανεν· μὴ λίπη τῶ θεῶ θῶ πρόφασις· καί ὅτε βούλεται οὐκ εμποδίζει τὸ μὴ παρεῖναι εις συμμαχίαν θεοῦ θυ ὅπλον· θεοῦ θυ στρατιώτης· θεοῦ θυ δύναμις· νεῦμα μόνον θεοῦ θυ · τῶ χριστῶ χω τοῦτο εἴπωμεν· εἰπὲ λόγω· καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· εἰπὲ λόγον καὶ ἐλεήσεις τὴν πόλιν σου· εἰπε λόγω καὶ οἰκτειρήσεις τὸν κόσμον σου· εἴπο μεν αὐτῶ· ϊδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μη σοῦντέ· σε ἦραν κεφα λήν· θέλεις μα θεῖν καὶ ἄλλης γυναικὸς στρατήγημα, ἐπεὶ δὴ τοῦτο ἠθέλησεν ὁ θεός θς · ἄλλος τίς ἢν ἀβιμελὲχ ὄνομα· ἀνελὼν ἑαυτοῦ ἀδελφοῦς ἑβδομήκοντα· καὶ κρατήσας ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονίας· καὶ πάντα τὸν λαὸν ἔχων ὑπὸχείριον. συνεπάλαισεν τι πόλει τειχομαχῶν· καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πο λέμου· πάλιν· πάλιν ὁ θεὸς θς γυναικὸς χεῖρα νευ ρώσας· ποιεῖ τινα γυ ναῖκα φανῆναι ἐκ τοῦ τείχους· ἥτις κλάσμα μύλου λαβοῦσα· ἐπέρρι ψε τῆ κεφαλῆ τοῦ τυράν νου. καὶ συνέτριψεν αὐτοῦ τὸ κρανίον· καὶ ὅ ρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν αὐτῶ· λέγει τῶ παρεστῶτη δορυφόρω· πλῆξόν με· ΐνα μὴ εἴπωσιν γυνὴ αὐτὸν ἀπέκτεινεν· τὸ σῶμα αὐτοῦ ἀπέθνησκεν· καὶ ὑπερηφανεία ἔμενεν. ἀπετίθετο τὴν ζωὴν· καὶ οὐκ απετίθετο τὴν κενοδοξίαν· καὶ νῦν οὐ λείπει τῶ θεῶ θω δεβώρα, οὐ λείπει τῶ θεῶ θω ϊαήλ· ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον παρθνον καὶ θεοτόκον θκον μαρίαν· πρεσβεύουσαν ὑπὲρ ἡμῶν· εἰ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησεν. πόσω μᾶλλον ἡ τοῦ χριστοῦ χυ μήτηρ μηρ καταισχύνη τοὺς ἐχθροὺς τῆς ἀληθείας. πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισεν γυναῖκαι εἶναι χλευαζομένην. καὶ εὗρεν στρατηγὸν ἀγωνιζόμενον· οὐκ ενόμισεν μνήματι ἅπτεσθαι. καὶ ηὑρέθη αὐτῶ τάφος· νεκρὰν ἐνόμισεν. καὶ ἐνεκρώθη ὐπ’ αὐτῆς· ἔχωμεν τὴν δέββώραν· ἔχωμεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν μαρίαν τὴν θεοτόκον θκον · ἀλλὰ χρεία καὶ ἀποστόλων· εἴπωμεν παύλω καθὼς εἶπον οἱ τότε· διὰβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν· ἔχωμεν ἀποστόλους. μὴ ναρκήσωμεν· ἔχωμεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον θκον τὴν ἁγίαν ἀεὶ παρθένον παρθνον μαρίαν. μὴ ὀκνήσωμεν· ἔχωμεν τὸν χορὸν τῶν μαρτύρων· μὴ ραθυμήσωμεν· μὴ μόνον ϊκετεύσωμεν· ἀλλ’ εἰ δοκεῖ καὶ νηστεύσωμεν· βέλτιον νηστεῦσαι νηστεῖαν πόθου. καὶ μὴ νηστεῖαν λιμοῦ· βέλτιον νηστεῖαν ἀγάπης· καὶ μὴ νηστείαν ἀνάγκης· λέγει ὁ σωτὴρ σηρ περὶ τῶν δαιμό νων· τὸ γένος τοῦτο· οὐ κ εκπορεύεται· εἰ μὴ ἐν προσευχῆ καὶ νηστεῖα· δαίμονας φυγαδεύει· εὐχῆ καὶ νηστεῖα· καὶ βαρβάρους οὐκ ελαύνει· καὶ ἤδη εἴπων καὶ πάλιν λέγω· παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον θκον μαρίαν· παρὰκαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους· παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας· ἐάν τις ἐν ανάγκη καταστὰς πρὸσδράμη τινὶ τῶν δυνατῶν· οὐ προσέχει αὐτῶ γνησίως· πρὸ ἀνάγκης φησιν οὐκ ἤδεις με τιμῆσαι ἠ θεραπεῦσαι· ἀλλ’ ἐν τῆ ἀνάγκη· ἀνύποπτος τιμῆ ἔξω ἀνάγκης· ἐὰν πρὸ ἀνάγκης θεραπεύσης τὸν δικαστὴν. ἐν τῆ ἀνάγκη εὑρήσεις σύμμαχον· οἶδεν γὰρ ὅτι οὐχ’ ἡ ἀνάγκη· ἀλλ ὁ πόθος σὲ ήγαγεν· γενόμεθα τοίνυν τῶν μαρτύρων μὴ ἐν τῆ ἀνάγκη φίλοι. ἀλλ’ ἐν τῆ ἀγάπη· προ χειμῶνος. ὡς ἐν χειμῶνι λυπηθῶμεν. ΐνα ἐν καιρῶ χειμῶνος· τὸ ἔαρ εὕρωμεν· ταῦτα λέγομεν· οὐκ αυθεντοῦντες· ἀλλὰ παρακαλοῦντες· οὐ νομοθετοῦντες. ἀλλὰ δυσωποῦντες· ϊκετεύομεν πάντας νίψαι· ϊκανὸς δὲ ὀ θεὸς θς ὑπὲρ πᾶσαν πίστιν ὑπερ πάντα λόγον· καὶ τοὺς ἐχθροὺς καταισχύναι. καὶ τὴν οἰκουμένην ἐλεεῖσαι· καὶ τοὺς βασιλεῖς τιμῆσαι· καὶ τὴν βασιλείαν στῆσαι· καὶ τὴν αὐτοῦ δόξαν φαιδρύναι· ἐν χριστῶ χω ἰησοῦ ιυ τῶ κυρίω κω ἡμῶν· ὧ ἡ δόξα καὶ τὸ κράτος· εἰς τοὺς αἰῶνας τῶν αἰῶνων ἀμήν·