In psalmum 95
- Edition reference
- Non-critical edition Patrologia Graeca 55 Volumen 55 Migne Jean-Paul Paris 619-630 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg008.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Ἀναγκαῖον δέ, ἀδελφοί, μαθεῖν τίνος ἕνεκεν τὸ παλαιὸν ὁ θεὸς περιέγραψε τὸν λαὸν ἐν τόπῳ καὶ κλίματι, διὰ τί δὲ οὐκ ἐπέτρεπε τῷ λαῷ ἐκείνῳ ἀνὰ πᾶσαν τὴν γῆν ᾄδειν τὰ θεῖα. Ἐκεῖνο γὰρ δεῖ πρῶτον εἰδέναι καλῶς, ὅτι θεὸς οὐ τρέπεται, οὐ μεταβάλλεται, οὐδ’ ἀφ’ ἑτέρας εἰς ἑτέραν μετατίθεται γνώμην· οὐ ποτὲ μὲν τοῦτο δοκιμάζει, ποτὲ δὲ ἕτερον· ἀλλ’ αὐτὸς μὲν ὢν ἄτρεπτος καὶ ἀναλλοίωτος, ἁρμόζεται πρὸς τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Λαλεῖ θεός, ἀδελφοί, καὶ νομοθετεῖ πολλάκις, οὐχ αὐτὸς δύναται, ἀλλ’ ὡς ἡμεῖς ἀκούειν δυνάμεθα. Ἐδύνατο καὶ διὰ τοῦ παλαιοῦ ᾄσματος ἐξάψαι τὴν λαμπάδα τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἦσαν οἱ μεταχειριζόμενοι τὴν λαμπάδα εὔτονοι πρὸς τὸ τῆς εὐσεβείας κήρυγμα. Εἰ γὰρ αὐτοὶ λαβόντες μὴ κατέσχον τὸν τῆς εὐσεβείας λόγον, πῶς εἰς ἄλλους διαδοῦναι τὸν τῆς εὐσεβείας νόμον ἠδύναντο; Ἀλλ’ ἐπειδὴ ὁ λαὸς σαθρὸς καὶ ἄπιστος ἦν, καὶ ταχέως τοῖς ἐθνικοῖς ὑπαγόμενος μιάσμασιν, ἑνὶ περιορίζεται τόπῳ, ἵνα δυνηθῇ τὸ καθ’ ἑαυτὸν ἀσκεῖσθαι τὸν τῆς εὐσεβείας νόμον. Τοῦτο ποιεῖ καὶ ἀνὴρ πολλάκις τῶν καθ’ ἡμᾶς ἕκαστος. Ἐπειδὰν ἔχῃ ὕποπτον γυναῖκα, περιορίζει αὐτὴν τόπῳ, καὶ θαλάμοις ἐναποκλείει καὶ εὐνούχους περιίστησι, καὶ πᾶσαν φυλακὴν περιτίθησι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται τὰ φυλάττοντα τὴν σωφροσύνην, ἐπειδὴ οὐκ ἔχει τὴν ἀληθῆ φιλανθρωπίαν, καὶ φυλακὴν τὴν ἀπὸ τῆς σώφρονος διανοίας, τὴν σώφρονι συμπολιτευομένην. Ὁ δὲ σώφρονα καὶ κοσμίαν ἔχων γυναῖκα, οὐδεμιᾶς αὐτὴν προόδου κωλύει. Ἔχει γὰρ ἀσφαλὲς ἐνέχυρον τὴν διάθεσιν. Πρόεισιν ἐπ’ ἀγορᾶς καὶ ἔσβεσται ὁ ζῆλος. Συντυγχάνει πολλοῖς ἀνδράσι καὶ οὐδαμοῦ ζηλοτυπίας νόσος. Ἡ γὰρ σώφρων ἔχει μεθ’ ἑαυτῆς φύλακα καὶ παιδαγωγὸν τὸν τρόπον. Ὃ τοίνυν ἐφ’ ἡμῶν γίνεται τῶν ἀνθρώπων, τοῦτο ὁ θεὸς ποιεῖ.
Καλὸν ἡμῖν ὡς ἀληθῶς καὶ θαυμάσιον ὕμνον διὰ τῆς πνευματικῆς ἀνεκρούσατο λύρας ὁ ὑμνογράφος Δαυίδ, διὰ μὲν τῆς προφητικῆς γλώττης τὸν εὐαγγελικὸν ὑφαίνων λόγον διὰ δὲ τῶν ἀρχαίων λόγων τὰ καινὰ πράγματα σημαίνων. Τὶ γὰρ ἐβόησεν; Ὡς ἀρτίως ἀκηκόαμεν· ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Σκόπησον, ἀγαπητέ, εὐσεβῶς, καὶ νόησον, ὅπως τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς συνάπτων ῥήμασιν, μίαν ἐργάζεται τῶν δογμάτων τὴν συμφωνίαν. Ἴσμεν, ἀδελφοί, ὅτι τὸ καινὸν ᾆσμα πρὸς τὸ παλαιὸν ἀντιδιαστέλλεται. Ἀναγκαῖον δὲ ζητῆσαι τί μὲν ᾆσμα τὸ παλαιόν, τὶ δὲ τὸ καινὸν ὑποτίθεται· Οὕτω γὰρ ἐκ τῆς τῶν πραγμάτων διαφορᾶς δυνησόμεθα καταλαβεῖν τῆς ἀληθείας τὴν ἔννοιαν. Τὸ τοίνυν πρῶτον καὶ πάντων ἀρχαιότατον ᾆσμα ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ᾔδετο, ὅτε Μωϋσῆς ἐκεῖνος ὁ θαυμάσιος θείᾳ δυνάμει τὴν θάλασσαν ἐπέτρωσε, καὶ γῆν ἐποίησε τὸ πέλαγος, καὶ ᾆσμα ἀνακρουσάμενος ἔλεγεν· ᾌσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. . Ἐλέγετο καὶ ἄλλο παλαιὸν ᾆσμα ὑπὸ τῆς μακαρίας Δεβόρρας, ὁπηνίκα στρωθέντων ἐν τῷ πολέμῳ τῶν ἐναντίων, οἷόν τι μέγιστον ἤγειρε τρόπαιον, τὸν ἐπινίκιον ὕμνον. Εὑρήσεις καὶ ἄλλο παλαιὸν ᾆσμα ἐν τῇ ἐρήμῳ γενόμενον, ὅτε τὸ φρέαρ εὗρον οἱ υἱοὶ Ἰσραὴλ καὶ τῆς ξένης ἀπήλαυον χάριτος. Καὶ πολύν ἐστιν εὑρεῖν λόγον τοῦ παλαιοῦ ᾄσματος τοῖς γνησίως καὶ εἰλικρινῶς ταῖς ἁγίαις γραφαῖς ἐντυγχάνουσιν. Ἀναγκαῖον δὲ λοιπὸν ζητῆσαι τὸ νέον τοῦτο καὶ καινὸν ᾆσμα ποίαν ἔχει δύναμιν, καὶ ποίαν ὑποτίθεται θεωρίαν. Καί μοι πρόσεχε ἀκριβῶς. Τὸ παλαιὸν ᾆσμα ἑνὶ περιώριστο λαῷ, καὶ εἰς ἓν περιεγέγραπτο κλίμα, τὸ τῆς Παλαιστίνης, καὶ οὐκ ἐπετέτραπτο τῷ λαῷ ἐκτὸς τοῦ κλίματος ἐκείνου τὸ παλαιὸν ᾆσμα προφέρειν, ἀλλ’ ἐπειδὴ λαὸς εἷς ἦν καὶ ἔθνος ἕν, ἑνὶ τόπῳ καὶ κλίματι καὶ τὸ ᾆσμα καὶ ἡ λατρεία τὸ παλαιὸν περιώριστο. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ὁ μακάριος Δαυὶδ, ὧδέ πη λέγων ἐκ προσώπου τῶν εἰς τὴν Βαβυλῶνα παραληφθέντων Ἰουδαίων· Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ὁρᾷς ὡς οὐκ ἐπετέτραπτο τῷ παλαιῷ ᾄσματι διὰ πάσης χωρεῖν τῆς ὑπ’ οὐρανόν, ἀλλὰ τῷ ἔθνει καὶ ὁ ὕμνος συνεγράφετο; Ἀλλὰ πάλιν ἐπαναλάβωμεν τὰ λαληθέντα παρὰ τῶν ἐν Βαβυλῶνι. Τότε ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Εἶτα τῷ νόμῳ περιγεγραμμένοι καὶ κωλυόμενοι ἐπὶ τῆς ἀλλοδαπῆς τὰ θεῖα ᾄδειν, ἀποκρίνονται· Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τὸ μὲν οὖν παλαιὸν ᾆσμα οὕτω διαρρήδην περιεγέγραπτο, ὡς ἔφθην εἰπών, τῷ τε λαῷ καὶ τῷ κλίματι. Τὸ δὲ νέον ᾆσμα διὰ πάσης χωρεῖ τῆς ὑπ’ οὐρανόν, καὶ ὑπὸ πάσης ᾄδεται τῆς οἰκουμένης· Διὰ τοῦτο καὶ ὁ προφήτης εἰπὼν ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν εὐθέως ἐπήγαγεν· ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Ὅρα πῶς ἁπλοῖ τὸ δῶρον, ὅρα πῶς πλατύνει τὴν θεολογίαν, ὅρα πῶς δείκνυσιν ἀντιδιαστελλόμενον τὸ ᾆσμα τὸ καινὸν πρὸς τὸ παλαιὸν ἐκεῖνο καὶ περιγεγραμμένον. Καὶ ἵνα μή τις στοχασμοῖς ἀνθρωπίνοις ἀμβλύνῃ τὴν θεωρίαν, οὐκ ἐσιώπησεν οὔτε τῆς ἀγγελικῆς χάριτος τὴν ἐνέργειαν, ἀλλ’ εἰπὼν ᾌσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ πάλιν ἐπήγαγεν· Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ὁποῖον σωτήριον; Ἦ δῆλον ὅτι τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν λέγει, ὅτι θεὸς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, ὅτι τοῖς ἐσκοτισμένοις τὸ φῶς ἐπέλαμψεν, ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς ἐπέφανεν, ἡ ὀδὸς ἐκείνη ἡ σήμερον βοήσασα διὰ τῶν εὐαγγελίων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Καὶ μή τις ἀνάρμοστον εἶναι νομίσῃ τὴν εἰκόνα τὴν προκειμένην· Ὁ γὰρ θεὸς οὕτω προσφέρεται τῷ λαῷ ὡς ἀνὴρ γυναικί, οὐ κατὰ τὴν τῶν σωμάτων ἕνωσιν, ἀλλὰ κατὰ τὴν διάθεσιν καὶ τὴν εὔνοιαν. Ὁ αὐτὸς γοῦν καὶ τῇ παλαιᾷ διαλεγόμενος συναγωγῇ διὰ τοῦ προφήτου σαφῶς ἔλεγεν· Ἐμνηστευσάμην σε ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἐπιγνώσει. Τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφειαν. Καὶ τίς ἡ συνάφεια θεοῦ; Ἡ ἐπίγνωσις. Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συναφείας σώματα σώμασι συνάπτεται· ἐπὶ δὲ τῆς κατὰ θεὸν συναφείας ψυχὴ τῷ θεῷ κολλᾶται. Καὶ ὥσπερ ἐκεῖ εἴρηται· Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν , οὕτως ἡ ψυχὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Εἶχεν οὖν ἡ παλαιὰ συναγωγὴ ἄνδρα τὸν νόμον, ὡς μαρτυρεῖ Ἡσαΐας σήμερον διὰ τοῦ ἀποστόλου φθεγξάμενος· Τῇ γὰρ προφητικῇ κατεχρήσατο φωνῇ Παῦλος λέγων· Καθὼς γέγραπται ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἐπεὶ οὖν εἶχεν ἐκείνη ἄνδρα τὸν νόμον – Ἐπαναλήψομαι γὰρ τὸν λόγον, ὕποπτος δὲ ἦν, ὡς πανταχοῦ προδιδοῦσα τὴν εἰς θεὸν εὔνοιαν τῇ πρὸς τὰ εἴδωλα συνειδήσει. Ἐλέγχει γὰρ αὐτὴν ὁ θεὸς λέγων· Καὶ ἐμοίχευες τὸν λίθον καὶ τὸ ξύλον, κἀμοῦ ἐπελάθου, λέγει κύριος. Ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συναγωγή, εἰκότως αὐτὴν περιγράφει τόπῳ καὶ περικλείει, οἷά τινι θαλάμῳ, τῷ ναῷ, οὐκ ἐπιτρέπων οὔτε θυσιαστήριον ἱστᾶν ἐν παντὶ τόπῳ, ἀλλὰ πᾶσα μὲν ἡ Ἰουδαία τοῦ λαοῦ καὶ Παλαιστίνη, εἷς δὲ ἦν ὁ τόπος ὁ ἔχων τὸ θυσιαστήριον Διὰ τοῦτο καὶ Μωϋσῆς ἰδὼν τὸ ὕποπτον τῆς γυναικός – Γυναῖκα δὲ τέως λέγει τὴν συναγωγὴν ὁ λόγος. – εἰδὼς τὸ ὕποπτον τῆς συναγωγῆς, προανεφώνει λέγων· Πρόσεχε ἑαυτῷ, Ἰσραήλ, μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου καὶ τὰς θυσίας ἐν παντὶ τόπῳ οὗ ἂν εὕροις, ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου. Ὅρα πῶς περιώρισται. Καὶ εἰκότως, ἀδελφοί. Εἰ γὰρ ἐν ἑνὶ τόπῳ δεξαμένη θυσιαστήριον πάντα τόπον τῆς εἰδωλολατρείας ἐπλήρωσε, καθὼς μαρτυρεῖ κράζων Ἱερεμίας· Κατ’ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατ’ ἀμφόδους Ἱερουσαλὴμ ἔθυες τῇ Βάαλ. Εἰ τόπον ἕνα λαβοῦσα, πᾶσαν τὴν γῆν ἐπλήρωσε τῆς μοιχείας, εἰ εἰς πᾶσαν ἔλαβεν ἄδειαν, ἐννόησον ὅσην ἔλαβεν ἄμετρον ἀκολασίαν. Διὰ τοῦτο, ἀδελφοί, καὶ τὸ ᾆσμα περιώρισται τόπῳ καὶ τὸ θυσιαστήριον τόπῳ καὶ ὁ λαὸς ἐκεῖνος τόπῳ. Ἡ δὲ ἐκκλησία ἡ σώφρων καὶ κόσμιος καὶ πανταχοῦ τὸν Χριστὸν ἐν αὐτῇ περιφέρουσα, καὶ μυρίους μάρτυρας προβαλλομένη ὑπὲρ τῆς εἰς τὸν ἄνδρα εὐνοίας, οὐ κωλύεται ἀπὸ τόπων. ἀλλ’ ἐν παντὶ τόπῳ θυσιαστήρια· ἐν παντὶ τόπῳ διδασκαλίαι. Ταῦτα προανεφώνει ὁ θεὸς διὰ τοῦ προφήτου. Τὴν γὰρ ἐκκλησιαστικὴν εὐθηνίαν σημαίνων, καὶ τὴν ἀγνωμοσύνην τοῦ λαοῦ στηλιτεύων, πρὸς ἐκείνους φησίν· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ παντὶ τόπῳ θυσία προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Ὅρα πῶς λαμπρῶς καὶ περιφανῶς τὴν μυστικὴν ἡρμήνευσε τράπεζαν, τὴν ἀναίμακτον θυσίαν. Θυμίαμα δὲ λέγει καθαρὸν τὴν προσευχὴν τὴν ἁγίαν τὴν μετὰ τῆς θυσίας ἀναφερομένην. ἐκεῖνο γὰρ θεὸν ἀναπαύει τὸ θυμίαμα οὐ τὸ ἀπὸ τῶν ῥιζῶν γηΐνων λαμβανόμενον, ἀλλὰ τὸ ἀπὸ καθαρᾶς καρδίας ἀναπεμπόμενον θυμίαμα. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὁρᾶς ὅπως πανταχοῦ διαλάμπειν ἐπιτρέπεται τῇ λειτουργίᾳ ἀγγελικῇ; Ὁρᾷς ὅπως οὐ περιώρισται οὔτε τὸ θυσιαστήριον, οὔτε τὸ ᾆσμα; Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι μου. Ἔστι μὲν οὖν θυσία καθαρά, πρώτη μὲν ἡ μυστικὴ τράπεζα, τὸ οὐράνιον, τὸ ὑπερκόσμιον θῦμα· Ἔστι δὲ καὶ ἐν ἡμῖν διαφορὰ πολλῶν θυσιῶν. Ἐπειδὴ γὰρ ὁ νόμος εἶχε πολλὰς θυσίας ἐν τῇ παλαιᾷ, καὶ τὴν ὑπὲρ ἁμαρτιῶν, τὴν δὲ ὁλοκαύτωμα λεγομένην καὶ τὴν μὲν αἰνέσεως, τὴν δὲ σωτηρίου· ἄλλη ὑπὲρ τῶν καθαιρομένων λεπρῶν, καὶ ἄλλας πολλὰς καὶ διαφόρους ὑπὲρ τῶν ἐν μυρίοις μιάσμασιν ἐξεταζομένων. Καὶ πολὺς ἦν καὶ ἄμετρος ἀριθμὸς θυσιῶν τῶν κατὰ νόμον. Ἡ νέα χάρις ἐλθοῦσα διὰ μιᾶς περιγράφει πάσας καὶ μίαν ἀληθινὴν ἔστησε θυσίαν.
Ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρας θυσίας, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ τῇ ἀγγελικῇ χάριτι πρεπούσας. Καὶ βούλει μαθεῖν τὰς θυσίας ταύτας ἃς ἔχει ἡ ἐκκλησία, πῶς ἐκτὸς αἱμάτων καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελικὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυσία καθαρὰ καὶ ἀμίαντος; Ἄκουε τῆς ἁγίας γραφῆς σαφῶς σοι παριστώσης τὴν διαφορὰν ταύτην καὶ τὴν ποικιλίαν. Ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστικὸν δῶρον, περὶ οὗ φησιν ὁ Παῦλος· Μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θεῷ θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας. Δευτέρα θυσία ἡ τῶν μαρτύρων. Καὶ τίς μαρτυρεῖ λόγος; Ἄκουε Παύλου· Παρακαλῶ ὑμᾶς, ἀδελφοί, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν εὐάρεστον τῷ θεῷ. Ἔχεις πρώτην σωτηρίας τὴν θυσίαν, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς εὐχῆς. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις χειρῶν μου θυσία ἑσπερινή. Τετάρτη ἡ δι’ αἰνέσεως, τουτέστι δι’ ὕμνων. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Πέμπτη ἡ διὰ δικαιοσύνης· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ἕκτη ἡ δι’ ἐλεημοσύνης· Θυσία φησὶ καθαρὰ καὶ ἀμίαντος, ἐπισκέπτεσθαι πτωχοὺς καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν. Ἑβδόμη ἡ τοῦ ἀλαλαγμοῦ. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἄλλο γὰρ ὀλολυγμὸς καὶ ἄλλο ἀλαλαγμός. Ὅταν γὰρ μετὰ νίκης ἐν πολέμῳ στρατιῶται βοῶσι, ἀλαλαγμός ἐστιν ἐκεῖνος καὶ σήμαντρον νίκης. Διὰ τοῦτο ὁ προφήτης τοὺς μέλλοντας εἰδέναι τὴν νίκην τοῦ Χριστοῦ, τὸν ὕμνον βοῶντας τὸν κατὰ τῶν πολεμίων, μακαρίζει λέγων· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλαλαγμὸς τοίνυν ἐστὶν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἐπεὶ οὖν τὴν νίκην ἔλαβε ὁ σωτὴρ τὴν κατὰ πάντων· Θαρσεῖτε, λέγων, ἐγὼ νενίκηκα τὸν κόσμον , τὸν ὕμνον ἀναπέμποντες τοῦτον τῷ τὴν νίκην ἐργασαμένῳ ἀναπληροῦμεν τὸν ἀλαλαγμόν, ὃν μακαρίζει ὁ προφήτης λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ. Ὀγδόη ἐστὶν ἑτέρα θυσία τῷ θεῷ, πνεῦμα συντετριμμένον· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. Ὁρᾷς πηλίκαι θυσίαι παρ’ ἡμῖν πολιτεύονται; Ἔστι καὶ ἄλλη καινὴ θυσία ἡ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πληρουμένη, ὁ λόγος ὁ διδακτικός, περὶ οὗ φησιν ὁ ἀπόστολος Παῦλος· Ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τοῦ θεοῦ εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. Ὁρᾷς ὅπως ἔδειξεν, ὅτι καὶ τὸ κήρυγμα ἀντὶ θυσίας ἀναπέμπεται τῷ θεῷ; Ἔχεις τὴν πρώτην θυσίαν τὸ σωτήριον δῶρον, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς προσευχῆς, τετάρτην τὴν τοῦ ἀλαλαγμοῦ, πέμπτην τὴν τῆς δικαιοσύνης, ἕκτην τὴν τῆς ἐλεημοσύνης, ἑβδόμην τὴν τῆς αἰνέσεως, ὀγδόην τὴν τῆς κατανύξεως, τὴν τῆς ταπεινοφροσύνης, ἐνάτην τὴν τοῦ κηρύγματος. Εἰ καί τι παρέλιπον; ἐννέα γὰρ ἀπαριθμησάμενος, ἐνόμισα δέκα παραδίδοσθαι. Τίς οὖν ἡ παραλελειμμένη θυσία; Ἔστι τοίνυν δεκάτη ἡ τῆς καρποφορίας, περὶ ἧς ὁ Παῦλός φησιν· Ἐδεξάμην τὰ παρ’ ὑμῶν ἀποσταλέντα δι’ Ἐπαφροδίτου, θυσίαν δεκτικὴν εἰς ὀσμήν εὐωδίας. Ὁρᾷς πῶς καὶ τὴν καρποφορίαν τὴν εἰς τοὺς ἁγίους θυσίαν καλεῖ Παῦλος; Ἔχεις οὖν ποικιλίαν θυμάτων. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Ἐπῄνεσα δὲ πάντας ὑμᾶς, ἀδελφοί, μᾶλλον δὲ πάντες ἐπῃνέσαμεν, καὶ πρὸ πάντων ὁ θεός, τὴν θυσίαν ἦν ἐνεδείξασθε, λέγω δὴ τὴν εἰς τοὺς πένητας καρποφορίαν. Ἠλεήσατε γὰρ τοὺς ἐπὶ τῆς ἀγορᾶς πατουμένους, τοὺς πρὸς τὸν θεὸν βοήσαντας καὶ δι’ ὑμῶν ἐπακουσθέντας. Ἐπιμιμήσασθε τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Ἀπεσυλήσατε τῆς ἀγορᾶς τὸ ὄνειδος τῆς πτωχείας. Προῆλθεν ἡ ἐλεημοσύνη καὶ ἔσβεσε τὴν αἰσχύνην· Αἰσχύνη γὰρ ἦν τῶν ἐχόντων ἡ κραυγὴ τῶν πενήτων. Ἐθησαυρίσατε θησαυρὸν ζωῆς· ἀπεθησαυρίσατε θησαυρὸν δικαιοσύνης. Τοῦτον γὰρ δεῖ τὸν θησαυρὸν πρὸ ὀφθαλμῶν ἔχειν, τὸν τῆς ἀληθείας, τὸν τῆς δικαιοσύνης, τὸν τῆς φιλοπτωχίας. Ἐπειδήπερ, ἀδελφοί, δύο εἰσὶ θησαυροί, εἷς ὁ τοῖς κακοῖς θησαυριζόμενος, καὶ εἷς ὁ τοῖς ἀγαθοῖς ταμιευόμενος. Θησαυρὸς κακῶν ἡ παρακοή, ἡ ἀπείθεια, ἡ παρανομία· Ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκηλρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ θεοῦ. Ὁρᾷς θησαυρὸν ἁμαρτημάτων ἀποτιθέμενον τοῖς ἐργάταις τῆς ἀνομίας; Ἴδε καὶ τὸν θησαυρὸν τὸν ἀπὸ τῆς φιλοπτωχίας ἀποτιθέμενον τοῖς δικαιοσύνην ἐργαζομένοις. Ἄκουε Παύλου Τιμοθέῳ γράφοντος· Τοῖς πλουσίοις παράγγελλε τοῖς ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἀγαθοποιεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους ὄντας, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θησαυρὸν ἀγαθὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὁρᾷς θησαυρὸν ἀγαθῶν; Ὁρᾷς θησαυρὸν κακῶν; Καὶ παρὰ τίνι ὁ θησαυρὸς ἀποτίθεται; Ἢ δῆλον ὅτι παρὰ τῷ θεῷ. Αὐτὸς καὶ τὸν τῶν κακῶν θησαυρὸν ταμιεύεται εἰς ἀντάμειψιν, καὶ τοὺς μὲν ἀμύνεται, τοὺς δὲ ἀμείβεται.
Θέλεις ἰδεῖν αὐτὸν ἀκριβῆ τὴν μνήμην ἔχοντα καὶ τὴν φυλακὴν τῶν θησαυρῶν τούτων; Λέγει περὶ τῶν ἐργαζομένων τὰ φαῦλα διὰ Μωϋσέως· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ ὁ θυμὸς ἀσπίδων ἀνίατος. Καὶ ὡς ἀπηριθμήσατο τὰ ἔργα τῆς ἀνομίας, εὐθέως ἐπήγαγεν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν θησαυροῖς μου; Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν. Οὕτω ταμιεύεται τὸν θησαυρὸν τῆς ἀνομίας τοῖς ἐργάταις τῆς ἀδικίας. Ταμιεύεται δὲ καὶ τοὺς θησαυροὺς τῆς βασιλείας τοῖς ἐργάταις τῆς δικαιοσύνης, περὶ ὧν φησιν Ἡσαΐας· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια παρὰ κυρίου. Οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Ὅθεν καὶ ὁ σωτὴρ ἔλεγε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς· Θησαυρίσατε ὑμῖν θησαυρὸν ἀνέκλειπτον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Καὶ αὐτὸς τῷ πλουσίῳ διαλεγόμενος φύγωμεν τοίνυν τὸν θησαυρὸν τῆς ἁμαρτίας, καὶ ἀποθησαυρίσωμεν τὸν θησαυρὸν τῆς ἐλεημοσύνης, ἔργον καλὸν καὶ ἱκανὸν σβέσαι πᾶσαν ἁμαρτίαν, ἱκανὸν λῦσαι πᾶσαν παρανομίαν. Καὶ ἵνα ἀκριβῶς μάθῃς ὅσην ἰσχὺν ἔχει ἡ ἐλεημοσύνη, σκόπησον ἀκριβῶς τὰ λεγόμενα.
Τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἄνθρωπον βλέπει· τὰ δὲ εἰς θεόν, οἷον τὸ ἀσεβῆσαι καὶ βλασφημῆσαι καὶ ναὸν θεοῦ ὑβρίσαι, ἢ ἐκκλησίαν θεοῦ διῶξαι ἢ ἀτιμάσαι. Ταῦτα πάντα εἰς θεὸν τὴν ἀναφορὰν ἔχει. Τὸ δὲ μοιχεῦσαι καὶ κλέψαι καὶ ἀδικῆσαι, ταῦτα ἐν τῇ περὶ τοὺς ὁμοδούλους στρέφεται καταστάσει. Πολλὴ δὲ διαφορὰ τῶν εἰς θεὸν ἁμαρτανομένων καὶ τῶν εἰς ἀνθρώπους πλημμελουμένων. Ἀσεβείας τοίνυν χεῖρον οὐδέν· οὐδὲν τῆς εἰς θεὸν παρανομίας μοχθηρότερον· οὐδὲν ἀσεβέστερον τῆς κατὰ θεὸν βλασφημίας. Ἀλλ’ ὅμως καὶ τὴν τοσαύτην παρανομίαν ἐλεημοσύνη δύναται λύειν, οὐκ ἐὰν ἐπιμένῃ τῇ βλασφημίᾳ, ἀλλ’ ἐὰν ἐν τῇ μετανοίᾳ τὴν ἁμαρτίαν ἀνακαλέσηται. Μὴ γάρ μοι τις κατατρεχέτω τοῦ λόγου κακῶς ἀκούων· οὐ πρὸς τὴν ἄνοιαν τῶν ἀνοήτων, ἀλλὰ πρὸς τοὺς πιστοὺς ὑμᾶς ὁ λόγος, πρὸς τοὺς συντρόφους τῆς ἀληθείας. Οὐδὲν δεινότερον τῆς ἀσεβείας· οὐδὲν μοχθηρότερον βλασφημίας. Ἀλλ’ ὅμως τοσοῦτον κακὸν δι’ ἐλεημοσύνης λύεται, ἐὰν γνησίως τις προσέλθῃ τῇ ἀληθείᾳ. Καί μοι λάβε πρὸς ἀπόδειξιν τὴν ἀρχαίαν ἱστορίαν τοῦ Δανιήλ. Τοῦ Ναβουχοδονόσορ παῖς ὁ Βαλτάσαρ, ἐπικωμάσας ποτὲ τοῖς θείοις καὶ ὑβρίσας τὰ ἅγια, ἐτόλμησε κοινῷ συμποσίῳ μεθυόντων καὶ ἀσεβούντων καὶ βλασφημούντων, καὶ τὰ ἱερὰ σκεύη, ἃ ἀπὸ τῆς Ἱερουσαλὴμ ἔλαβε, ταῦτα παραγαγεῖν εἰς μέσον, καὶ χρήσασθαι τούτοις ὀργάνοις μέθης. Καὶ ἐξήγαγέ φησι τὰ σκεύη τοῦ θεοῦ τὰ ἐξ Ἱερουσαλήμ, τὰ ἅγια καὶ ἔπινεν ἐν αὐτοῖς αὐτὸς καὶ αἱ γυναῖκες αὐτοῦ καὶ αἱ παλλακαὶ καὶ αἱ παράκοιτοι αὐτοῦ. Ὑβρίζετο τὰ θεῖα οὐ μόνον διὰ κοινῆς τραπέζης, ἀλλὰ καὶ διὰ τῆς ἀσελγείας. Καὶ τοσοῦτον κακὸν καὶ ὁ θεὸς μακροθυμεῖ, ἡ ἀνεξίκακος δύναμις, ἡ πλουσία χάρις, ἡ ἄφθονος φιλανθρωπία ἡ ἐκδεχομένη τὴν μετάνοιαν ἡμῶν, καὶ ὑπερτιθεμένη τὴν τιμωρίαν. Ἐπικωμάζοντα τοῖς ἁγίοις φέρει θεὸς καὶ προφέρει κατ’ αὐτοῦ ἀπόφασιν. Ἐξήνεγκε γάρ φησιν ἐν τῷ ταῦτα γίνεσθαι ἐπὶ τοῦ κονιάματος τοῦ τοίχου, τουτέστιν ἐπὶ τοῦ χρίσματος, ἐξῆλθεν ὡς ἀστράγαλος χειρὸς ἀπὸ τοῦ καρποῦ μέχρι τῶν δακτύλων, σχῆμα χειρός, καὶ ἔγραφεν ἐπὶ τοῦ τοίχου Μανή, Θεκέλ, Φαρές. Καὶ τὰ ῥήματα ἦν Ἑβραϊκά, καὶ τὸ ξένον τοῦ θύματος ἐξέπληττε τὸν τύραννον καὶ τοὺς συμπότας. Καὶ ἐζητεῖτο τῶν ἀπορουμένων ἡ λύσις, καὶ οὐχ εὑρίσκετο. Ἐκάλεσεν ἑρμηνέας πολλοὺς καὶ ἠπόρουν πρὸς τὸ φαινόμενον. Καλεῖται ὁ Δανιὴλ εἰς τὸ μέσον. Δεῖ γὰρ πρῶτον τὸ ψεῦδος ἀπορῆσαι, καὶ οὕτω τὴν ἀλήθειαν λάμψαι. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ ἠπόρησαν οἱ μάντεις καὶ οἱ σοφοί, καὶ τότε Ἰωσὴφ ἀνέκυψε τὴν ἀλήθειαν ἑρμηνεύων, τότε ἡ τοῦ θεοῦ σοφία διὰ τοῦ πιστοῦ θεράποντος ἔλαμψεν. Ἐκλήθη Δανιὴλ· εἰσῆλθεν ὁ τῶν ἁγίων λόγων προφήτης, ἡ νοερὰ τῶν γραφῶν βίβλος ὁ ἑρμηνευτὴς τοῦ μεγάλου βασιλέως. Καὶ ἵνα μάθῃς διαφορὰν ἀνθρώπου ψιλοῦ καὶ ἀνθρώπου τοῦ θεοῦ, ψιλοῦ μὲν τὴν φύσιν, ἀθανάτου δὲ τὴν γνώμην, εἰσελθὼν εἰς τὸ συμπόσιον ἐκεῖνο τῆς ἀσεβείας, παρακαλεῖται ὑπὸ τοῦ ἀρχισυμπότου, λέγω δὴ τοῦ βασιλέως. Φησὶ γὰρ πρὸς αὐτὸν ἐκεῖνος· Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. Ἐπίλυσον ἡμῖν τὴν γραφὴν ταύτην, τί βούλεται; Τὸν ὑπηρέτην τιμᾷς καὶ τὸν δεσπότην ὑβρίζεις; Ἄνθρωπον σέβεις καὶ τὸν θεὸν ἀτιμάζεις; Πνεῦμα ἅγιον ὁμολογεῖς καὶ ἅγια μιαίνεις; Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. Καὶ γὰρ ἐπὶ τοῦ πατρός μου περισσότερον ἦν τὸ πνεῦμα ἐν σοί. Ἐὰν τοίνυν ἐπιλύσῃς, φησί, τοῦτο τὸ ζητούμενον, πορφύραν ἐνδύσῃ καὶ μανιάκην χρυσοῦν περὶ τὸν τράχηλόν σου. Ὁ δὲ μακάριος ἐκεῖνος καὶ θαυμαστὸς ἐν οὐδενὶ τὰ παρὰ ἀνθρώπων τιθέμενος δῶρα, πρὸ δὲ πάντων τιμῶν τὴν ἀλήθειαν, λέγει· Βασιλεῦ, τὰ δῶρά σου ἀνδρὶ ἑτέρῳ δῷς καὶ τὰ δόματά σου δῷς ἑτέροις· ἐγὼ δὲ τὴν γραφὴν ἀπαγγελῶ. Καὶ τίς σοι μισθὸς τῆς ἑρμηνείας; Ἡ παρὰ τοῦ θεοῦ μισθαποδοσία. Μᾶλλον δὲ τοῦτό μοι μισθὸς τῆς ἀληθείας, τὸ ἑρμηνεῦσαι αὐτὴν τὴν ἀλήθειαν καὶ ἐκδικῆσαι δυσφημουμένην τὴν εὐσέβειαν.
Καὶ ὅρα τὸ θαυμαστόν τοῦ δικαίου. Οὐ πρῶτον ἑρμηνεύει τὴν γραφήν, ἀλλὰ πρῶτον ἐλέγχει τὴν γνώμην. Καὶ τί φησιν; Βασιλεῦ, ὁ θεὸς τοῦ οὐρανοῦ ἔδωκε βασιλείαν καὶ κράτος τῷ πατρί σου Ναβουχοδονόσορ, καὶ τιμὴν καὶ δόξαν προσέθηκεν αὐτῷ. ὁμοίως καὶ σοί – Ἵνα συντέμω. Καὶ ἔδωκέ σοι ὁ θεὸς τὴν βασιλείαν καὶ τὴν ἰσχύν, καὶ ἐπελάθου τοῦ θεοῦ καὶ ἐξήγαγες αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη καὶ ἔπινες σὺ καὶ αἱ γυναῖκές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου· καὶ τὸν ἔχοντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν πνοήν σου οὐκ ηὐλόγησας. Διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ καὶ ἔγραψεν ἐπὶ τοῦ κονιάματος τὴν ἰδίαν ἀπόφασιν. Καὶ ταῦτα τὰ ῥήματα· Μανή· ἠρίθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπληρώθη – Τοῦτο γὰρ ἑρμηνεύει ἡ Σύρα γλῶσσα καὶ ἡ Ἑβραϊκὴ ὁμοίως. – Θεκέλ· ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ηὑρέθη ὑστεροῦσα· Φαρές· διῄρηται ἡ βασιλεία σου ἐδόθη Μήδοις καὶ Πέρσαις. Τότε γὰρ ἦν μόνων Βαβυλωνίων ἡ βασιλεία. Καὶ ὅρα τὸ θαυμαστόν, πῶς ἔδειξεν ὅτι ὁ θεὸς τὰ πάντα ἀριθμῷ καὶ σταθμῷ ποιεῖ. Ἐστάθμησέ φησι καὶ ἐπεμέτρησεν . Οὐδὲν γὰρ παρ’ αὐτοῦ ἄνευ μέτρου· οὐδὲν ἄνευ σταθμοῦ, οὐδὲν ἄνευ ἀκολουθίας, ἀλλὰ καὶ δικαίῳ μέτρῳ τὴν δίκην ἐπάγει, καὶ τιμωρούμενος σταθμῷ τὴν τιμωρίαν ἀνάλογον δίδωσι τῇ ἁμαρτίᾳ, οὐχ ὑπερβαίνουσαν τὴν ἁμαρτίαν, ἀλλὰ σύμμετρον. Διὰ τοῦτο ἀπειλῶν ποτε ὁ θεὸς τῇ Ἰουδαίᾳ, προαναιρεθείσης τῆς Σαμαρείας καὶ προαναλωθείσης, λέγει· Καὶ ἐκτενῶ ἐπὶ τὴν Ἱερουσαλὴμ τὰ μέτρα Σαμαρείας καὶ τὰ στάθμια τοῦ οἴκου Ἐφραΐμ , ἀντὶ τοῦ· Τὴν αὐτὴν ἐπιμετρῶ δίκην τούτοις, ἣν ὑστέρησα ἐκείνοις. Οὐ γὰρ ἄμετρος ἡ θεία δίκη, ἀλλὰ μέτρῳ καὶ κανόνι καὶ σταθμῷ κεκανόνισται, καθὼς ὁ σωτὴρ ἔλεγεν ἐν τοῖς εὐαγγελίοις· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθήσεται . Ἐμέτρησεν οὖν ὁ θεὸς καὶ ἐστάθμησε καὶ διεῖλε, καὶ ἐπληρώθη ὁ ἀριθμὸς τῆς βασιλείας, φησὶ πρὸς ἐκεῖνον. Καὶ τί μετὰ τὴν τοσαύτην ἀπόφασιν; Λύσιν εὐθέως ἐπήγαγε τῆς ἀποφάσεως. Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου λύτρωσαι ἐν ἐλεημοσύνῃ καὶ τὴν ἀσέβειάν σου οἰκτιρμοῖς πενήτων, μήποτε ἵλεως γένηται τοῖς παραπτώμασί σου ὁ θεός.
Ὁρᾷς ὅσον ἰσχύει ἐλεημοσύνη, ὅσον δύναται φιλανθρωπία, ὅσον ἐργάζεται δικαιοσύνης ἔργον ὁ περὶ πένητας ἔλεος; Παρῄνεσεν ὁ προφήτης, ὡς εἴ γε ὑπήκουσεν ὁ παράνομος, ἠκολούθησεν ἀντὶ ἐπαγγελίας ἡ χάρις. Ἀλλ’ ἡ μὲν χάρις ἥπλωτο, ἡ δὲ γνώμη τὴν διόρθωσιν οὐκ ἐδέχετο. Οὕτως ἰσχυρὸν περὶ τοὺς πένητας ἡ φιλανθρωπία. Περιεῖλεν ἡ ἐλεημοσύνη σχῆμα αἰχμάλωτον ἐκ τῆς ἀγορᾶς· περιαιρεθήσεται σχῆμα αἰχμαλωσίας ἐκ πάσης τῆς γῆς. Εἶδες τὴν ἀγορὰν γέμουσαν αἰχμαλώτων καὶ συνέστειλας τὴν ὄψιν τῆς ἀηδίας. συστελεῖ ὁ θεὸς τὴν δίκην τῆς τιμωρίας, τὴν κατὰ τῶν ἁμαρτημάτων ἐπαγομένην. Οὐ γὰρ ἄδικος ὁ θεός, ἐπιλαθέσθαι τῶν ψυχῶν τῶν ἀδίκως ἀνῃρημένων, οὐδὲ τοῦ αἵματος τοῦ ἀδίκως ἐκκεχυμένου. Ἀνῃρέθησαν οἱ ἅγιοι, ἀλλ’ ὑπὲρ εὐσεβείας ἀπέθανον. Μὴ γάρ μοι προσχῇς τῷ σχήματι τῆς αἰχμαλωσίας καὶ τοῦ πολέμου, ἀλλ’ ὅτι ὑπὲρ σωφροσύνης τὸν ἀγῶνα δεξάμενοι, πολλοὶ τὸν θάνατον ὑπέμειναν, πολλαὶ παρθένοι ἐν εὐκαίρῳ καιρῷ, ὡς ἐν καιρῷ διωγμοῦ ἐστέφθησαν καὶ ψυχαὶ πολλαὶ δι’ αὐτῶν ἐπολεμήθησαν. Καὶ μὴ νομίσῃς ἀναξίους εἶναι θεοῦ, ὧν τὰ αἵματα ἐξεχύθη. Ἀρχαῖον τοῦτο εἶδός ἐστιν ἱστορίας Ἀεὶ ὁ θεὸς τοὺς ἁγίους τοῖς κινδύνοις ἐκδίδωσιν ἵνα δι’ ἐκείνων δειχθῇ τῆς εὐσεβείας ἡ δύναμις. Μή τις λεγέτω· Ἆρ’ οὖν, εἰ ἦσαν ὅσιοι, ἀνῃροῦντο; Εἰ ἦσαν τῷ θεῷ μεμελημένοι, τοσαύτην ὑπέμενον πόρθησιν; Ἄκουε τοῦ Δαυὶδ διὰ τῶν παλαιῶν τὰ νέα ᾄδοντος· Ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναόν. Καὶ οὐχ ἁπλῶς τὸν ναόν , ἀλλὰ τὸ ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Εἰ οὗτοι ὡς ἀνάξιοι εὐσεβείας παρεδόθησαν, ἐκεῖνοι πῶς παρεδόθησαν, εἰ ταῦτα νῦν πάσχουσί τινες ὡς ἀνάξιοι, πῶς τὰ αὐτὰ καὶ οἱ πρὶν ἔπασχον ἅγιοι; Εἰ δὲ ὁ αὐτὸς συγχωρῶν τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ, καὶ διὰ τῶν ἁγίων ἀναστέλλεται τὴν ῥύμην τῆς ἁμαρτίας, οὐδὲν ἄδικον οὐδαμοῦ τῶν παρὰ τῆς θείας δυνάμεως συγχωρουμένων. Ταῦτα συγχωρεῖ ὁ θεὸς εἰς τὸ γυμνασθῆναι ἡμῶν τὰς γνώμας, καὶ ὑφίστανται δίκαιοι πολλάκις τὸν ὑπὲρ τῶν ἀδίκων θάνατον. Ἔχεις παλαιὰν ἀκολουθίαν διὰ τῶν ἀρχαίων ἱστοριῶν. Ἀποφαίνεται ὁ θεὸς κατὰ τοῦ Ἀδὰμ λέγων· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ὁ μὲν τὴν ἀπόφασιν δεχόμενος ἐν ζῶσιν ἐξητάζετο, ὁ δὲ μηδὲν ἡμαρτηκὼς Ἄβελ ἐσφάττετο· καὶ ὁ ὑπόδικος ζωῆς ἀπήλαυε καὶ ὁ δίκαιος θανάτῳ ὑπεβάλλετο. Καὶ τοῦτο χρησίμως.
Ἐπειδὴ γὰρ ἀπεφήνατο ὁ θεὸς κατὰ τοῦ Ἀδὰμ ὅτι· ᾗ ἂν ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθανῇ. οὐκ ἔδωκε τῷ θανάτῳ ἐξουσίαν τοῦ ὑποδίκου πρῶτον ἅψασθαι, ἵνα μὴ ἀληθεῖς καὶ ἀσφαλεῖς λάβῃ τὰς νομὰς κατὰ τοῦ γένους ἡμῶν ὁ θάνατος. Εἰ γὰρ τῶν παρανομησάντων πρῶτον ἥψατο, ἦν ἂν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τιμωρία. Ἀλλ’ εἰσῆλθεν ἀπ’ ἀδικίας, ἵνα ἐξορισθῇ διὰ δικαιοσύνης. Ἀνῃρέθησαν δίκαιοι, ἀλλ’ οὐκ ἐσβέσθησαν. Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Αἵματα ἐξεχύθη δικαίων, ἀλλ’ ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς καλεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ. Ὅτι δὲ οἱ ἀνῃρημένοι ἁπλῶς ὑπὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησιν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μακάριος Μωϋσῆς. Τί γάρ φησι διὰ τῆς ᾠδῆς; Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑπὸ τῶν ἐναντίων; Ὁρᾷς ὅτι συγχωρεῖ ὁ θεὸς δικαίους ἀναιρεῖσθαι εἰς δόκησιν εὐσεβείας· καὶ οὐ βεβίασται τὸ ῥῆμα, ἵνα βεβαιώσῃ τὸ φρόνημα. Εὐφράνθητε οὐρανοί, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Παρεδόθησαν ὡς ἀλλότριοι καὶ ἐκδικοῦνται ὡς υἱοί. Τὸ γυμνάσιον τῆς εὐσεβείας μαρτύριόν ἐστι προφανὲς καὶ ὡμολογημένον. Καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βαθύνας πρὸς ἀκρόασιν τὴν ἔννοιαν. Ἐπὶ βήματος ἑκάστῳ μάρτυρι τί ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι; Καὶ πρὸς ταύτην τὴν πρότασιν ἀγωνισάμενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφανον τοῦ μαρτυρίου. Ἐπὶ δὲ τῶν νῦν ἀνῃρημένων ἁγίων οὐκ ἦν δικαστὴς δικάζων, ἀλλ’ ἡ συνείδησις. Πολλοὶ ἔσθ’ ὅτε – Οὐκ γὰρ κατακρίνω, ἀλλὰ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀναξαίνω. – παρέβησαν ἐν διανοίᾳ. οἷον εἴ τις ἐν θλίψει εἶπε· Ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον; Ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκάφος ἐκινδύνευσεν. Εἰ δέ τις ἐν τοῖς χειμῶσι ἐξεταζόμενος ἐκείνοις πάλιν ἀνένηψε καὶ εἶπεν· Μὴ γὰρ ἐνταῦθά μοι περιώρισται τὰ τῆς ζωῆς; Μὴ γὰρ τὰ τῆς γῆς ἀνέμενον ἀγαθά; Οὐ βασιλείαν ἐξεδεχόμην; Οὐκ ἀνάστασιν νεκρῶν προσεδόκων; Οὐ τὴν μετ’ ἀγγέλων διαγωγήν; Οὐ τὴν ἀγήρω ζωήν; Τί τοίνυν ἀδικεῖ με θάνατος ἔχοντα αἰώνια ἀγαθά; Οὐ ταράττομαι πρὸς τὰ πρόσκαιρα. Ἐκδέχομαι γὰρ τὰ αἰώνια. Ὁ ταῦτα ἐν τῇ διανοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς διανοίας. ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβείας, ἔσχε βῆμα τὸν φόβον, ἔσχε μάρτυρα τὴν συνείδησιν τὸν τῆς δικαιοσύνης αὐτῷ στέφανον πλέκουσαν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄνωθεν βραβεύοντα τοῖς ἐργάταις τῆς εὐσεβείας. Ὁ γὰρ τὰ κρυπτὰ ὁρῶν, ἐν τῷ προφανεῖ στεφανοῖ. Πρόσευξαι σύ φησι τῷ πατρί σου ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Ἆρ’ οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφανοῦται· Ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν διάνοιαν εἰς ὁμολογίαν οὐ στεφανοῦται;
Τὸ μαρτύριον, ἀδελφοί, οὐ τῇ ἀποβάσει κρίνεται μόνον, ἀλλὰ καὶ τῇ προθέσει. Οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυς, τότε γίνεται μάρτυς, ἀλλ’ ἀφ’ οὗ ἂν τὴν πρόθεσιν ἐπιδείξηται τῆς ὁμολογίας μάρτυς ἐστί, κἂν μὴ πάθῃ τὰ μάρτυρος. Καὶ τίς ὁ τούτοις μαρτυρῶν; Ὁ μακάριος Παῦλος. Οὗτος γὰρ ἅπαξ ἀποθανὼν καθ’ ἡμέραν ἑαυτὸν ἀποθνήσκοντα δείκνυσι. Τί γάρ φησι; Καθ’ ἡμέραν ἀποθνήσκω διὰ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ. Καθ’ ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις ὁ ζῶν; Ἀπέθανον τῇ προθέσει, ἀλλ’ ἐσώθην τῇ χάριτι. Ὅσον ἐπ’ ἀνθρώποις τοῖς δοκοῦσι καὶ ἐπ’ ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα, καθ’ ἡμέραν ἀποθνήσκω· ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι, ὡς διδάσκαλος ἐφυλάχθην τῇ ἐκκλησίᾳ. Οἰκονομεῖ γὰρ ὁ θεὸς τὰ πράγματα πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσιν, ἵνα δειχθῇ τὸ δόκιμον τῆς τῶν πιστῶν διανοίας, τοὺς δὲ φυλάττει, ἵνα φυλάξῃ ζύμην ταῖς ἐκκλησίαις. Οὐκ ἐμιάνθησαν οἱ παρθένοι· ἡ γὰρ πρόθεσις ἄσπιλος καὶ ἡ γνώμη ἀμίαντος. Καὶ μοι σκόπησον, ἀδελφέ· ἡ παρθενία δέχεται τοὺς στεφάνους ὡμολογημένους. Ποία; Ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀνάγκης; Οὐκ οἶδας ὅτι μυριάδες παρθένων καὶ ἀμιάντων σωμάτων ἀπῆλθον; Οὐ πολλαὶ θυγατέρες Ἑλλήνων καὶ μιαρῶν καὶ ἀσεβῶν, ὥραν ἐκδεχόμεναι γάμου ἡρπάσθησαν; Οὐ πολλοὶ νέοι ἄσπιλοι τὸ σῶμα ἀπὸ γάμου καὶ συζυγίας θανάτῳ παρεδόθησαν; Νέοι λέγω· Ἑλλήνων υἱοί, Ἰουδαίων υἱοί, ἀσεβῶν υἱοὶ αἱρετικῶν. Καὶ ἀπῆλθον μυριάδες παρθενίαν ἔχουσαι σώματος. Ἆρα ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ στέφανοι δίδονται τῆς παρθενίας ἐκείνης, καὶ τὰ πλήθη ἐκεῖνα στέφανον δέχεται παρθενίας; Οὐ δέχεται. Εἰ μὲν οὖν δέχεται στέφανον παρθενίας, καρπὸν ἔχει ἡ ἀνάγκη. Ἡ δὲ οὐδεὶς καρπὸς ἀνάγκης, ἀλλὰ πᾶς μισθὸς προαιρέσεως, ἀστεφάνωτοι μένουσιν αἱ μυριάδες ἐκεῖναι, παρθενίαν μὲν ἔχουσαι, προαίρεσιν δὲ παρθενίας οὐκ ἔχουσαι.
Οὐ γὰρ λογίζεται ὁ θεὸς τὰ ἐξ ἀνάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κατορθούμενον. Εἰ τοίνυν ἐκείναις ταῖς μυριάσιν ἡ παρθενία οὐ λογίζεται εἰς παρθενίαν, οὐδὲ ταῖς παρὰ πρόθεσιν μιανθείσαις. Ἐμιάνθη τὸ σῶμα, ἀλλ’ ὁ τῆς ψυχῆς ναὸς οὐκ ἐμιάνθη· Ὑβρίσθη τὸ σῶμα, ἀλλ’ οὐκ ἐφθάρη τὰ νοήματα. Μηδεὶς τοίνυν ἀπαγορευέτω τὸ πλῆθος τῶν ἁγίων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμαλωσίᾳ. Ἴδιον ἁγίων πολλάκις πάσχειν ὑπὲρ τῶν ἀσεβούντων. Ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑπὲρ τῶν ἁμαρτωλῶν παραδίδοται. Καὶ βοᾷ Ἡσαΐας· Ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Καὶ πάλιν ὁ αὐτός· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον. Ὁρᾷς; Μιμηταὶ τοῦ Χριστοῦ οἱ ὑπὲρ ἀδίκων πάσχοντες. Συμβαίνει δέ, ἀδελφοί, καὶ ἄλλως, ἵνα πλατύνω μικρὸν τὴν ἱστορίαν. Συμβαίνει καὶ τῶν ἀναιρεθέντων τινὰς σφάλμασιν ὑποκεῖσθαι. Ὁ δὲ θεὸς διὰ τῆς προσκαίρου συμφορᾶς ἔλυσε τὴν ἁμαρτίαν, διὰ τῆς τῶν σωμάτων πληγῆς ἔπαυσε τὰ τραύματα τῆς ψυχῆς. Λογίζεται δὲ καὶ ὁ θάνατος εἰς τιμωρίαν. Λογίζεται δὲ καὶ νόσος τοῖς ἁμαρτάνουσι τῶν εὐσεβῶν εἰς τιμωρίαν. Καὶ τίς ὁ ταῦτα ἐγγυώμενος; Παῦλος· Οὐδὲν γὰρ δεῖ λέγειν ἀμάρτυρον, οὐδὲ ἀπὸ λογισμῶν μόνον. Ἐάν τι ἄγραφον λέγηται, ἡ διάνοια τῶν ἀκροατῶν σκάζει πῆ μὲν ἐπινεύουσα, πῆ δὲ παραγραφομένη, καὶ ποτὲ μὲν τὸν λόγον ὡς ἕωλον ἀποστρεφομένη, ποτὲ δὲ ὡς πιθανὸν παραδεχομένη. Ὅταν δὲ ἔγγραφος ἡ μαρτυρία τῆς θείας φωνῆς προέλθῃ, καὶ τοῦ λέγοντος τὸν λόγον καὶ τοῦ ἀκούοντος τὴν διάνοιαν ἐβεβαίωσε. Τίς οὖν ἡμῖν λόγος μαρτυρήσει, ὅτι αἱ συμφοραὶ καὶ αἱ παιδεῖαι ἐπαγόμεναι τοῖς ἀνθρώποις εἰς λύσιν ἁμαρτημάτων λογίζονται; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος περὶ τῶν ἀναξίως προσιόντων τῇ τραπέζῃ τῇ μυστικῇ· Οὐκ οἴδατε ὅτι οἱ ἀναξίως ἐσθίοντες, εἰς κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι; Καὶ τί εὐθέως ἐπήγαγε; Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι. Διὰ τοῦτο, διὰ τὸ ἀναξίως προσέρχεσθαι τῇ τραπέζῃ. Διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱκανοί. ἀντὶ τοῦ ἀποθνήσκουσιν, ὡς καὶ τοῦ θανάτου ἀντὶ ἁμαρτίας ἐπερχομένου. Τούτοις εὐθέως συνάπτει· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ κυρίου. Οὐκοῦν κρίσις θεοῦ καὶ νόσος καὶ θάνατος. Καὶ τί ὄφελός μοι μετὰ τὴν τελευτήν; Τί τὸ κέρδος μετὰ τὸν θάνατον; Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐδικαίωσε γὰρ ὁ θεὸς μὴ συναπολέσαι τοὺς δικαίους τοῖς ἀσεβέσι, μηδὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁγίους. Καὶ μάλα εἰκότως. Οὐ γὰρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ Χριστοῦ κολάζεσθαι μετὰ τοῦ βλασφημοῦντος. Ὡσαύτως τὸν εὐσεβοῦντα καὶ ὑμνοῦντα ὑποβαλέσθαι μετὰ τῶν βλασφημούντων καὶ ἀτιμαζόντων τὴν ἀλήθειαν. Διὰ τοῦτο ὁ θεὸς ἀποκρύφοις καὶ ἀοράτοις τρόποις διαφόρως μαστίζει τοὺς ἁμαρτάνοντας τῶν εὐσεβῶν, ἵνα ἀκεραίους παραστήσῃ τῷ μεγάλῳ βήματι, ἵνα ἐνταῦθα παιδεύσας, ἐκεῖσε τὸν μισθὸν λογίσηται. Ἔτι ἀναλαμβάνετε τὸ ῥῆμα τῆς ἀποστολικῆς ἐννοίας· Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Συμφωνεῖ τούτῳ καὶ ὁ μακάριος Δαυὶδ τῷ λόγῳ· Μακάριος γάρ φησιν ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. Ὁ γὰρ ἐνταῦθα παιδευθείς, ἐν ἀναπαύσει ἔσται, καὶ πραϋτέρου πειραθήσεται τοῦ θείου κριτηρίου. Καὶ μὴ θαυμάσῃς, εἰ τὸν εὐσεβῆ ἐνταῦθα παιδευθέντα ἐν τῷ μέλλοντι ἐλευθεροῖ. Εὑρίσκεις γὰρ ἐν τῇ θείᾳ γραφῇ ἀσφαλέστερον ἐνέχυρον. Σοδομιτῶν οὐδὲν χεῖρον καὶ τῶν τὰ Γόμορρα οἰκούντων οὐδὲν ἀσεβέστερον. Ἀλλ’ ὅμως ἐπειδὴ ἐνταῦθα δίκην ὑπέσχον, πραϋτέραν αὐτοῖς ποιῆσαι διεξέτασιν ὁ σωτὴρ ἐπαγγέλλεται. Καὶ σὺ γὰρ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου κατενεχθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἕως ἄρτι· πλὴν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ γῇ Γομόρρας ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἢ ὑμῖν. Εἰ τοίνυν Σοδομίταις ἀνεκτότερον ποιεῖ τὴν κρίσιν ἡ ἐνταῦθα κόλασις, ἐννόησον ὅπως οἱ ἐνταῦθα κολαζόμενοι τῶν εὐσεβῶν τὴν μέλλουσαν διαφεύγουσι κρίσιν, ἣν γένοιτο ἡμᾶς διαφεύγοντας πάντας παραστῆναι μετὰ παρρησίας τῷ βήματι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.