De serpente homilia
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 499-516 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg009.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Χθὲς ἡμῖν ὁ λόγος πρός τε τὴν αἱρετικὴν πάλην καὶ πρὸς τοὺς ὑπὲρ τῆς δόξης τοῦ μονογενοῦς ἀγῶνας ἑαυτὸν ἐπιδέδωκεν, οὐχ ἵνα τὰ κεκρυμμένα γνωρίσῃ, ἀλλ’ ἵνα τὴν χάριν εὐγνωμόνως ὁμολογήσῃ. Οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα Χριστὸς μεγαλύνεται, ἀλλ’ ἐξ ὧν ἐμεγαλύνθημεν, εὐγνωμόνως τὴν εὐεργεσίαν κηρύττομεν Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, ἔργοις εὐπαθοῦντας, ἀφωνίᾳ τὴν εὐεργεσίαν ἀμείψασθαι καὶ μάλιστα τοῦ προφήτου Δαυὶδ παρακελευομένου καὶ λέγοντος ὡς ἀρτίως ἀκηκόατε· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Ὑμνοῦμεν τὸν θεὸν οὐ τιμὴν αὐτῷ περιτιθέντες, ἀλλὰ τιμὴν ἑαυτοῖς περιποιούμενοι. Δοξάζομεν τὸν θεὸν οὐκ ἐκείνῳ δόξαν χαριζόμενοι, ἀλλ’ ἑαυτοὺς τὴν ἀθάνατον δόξαν ἐνδύοντες. Τοὺς γὰρ δοξάζοντάς με, φησί, δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουδενωθήσονται· Ἐδίδαξεν ὁ λόγος δι’ ὧν ἠγωνίσατο κατὰ δύναμιν, ὅτι τοὺς ὅρους τῆς δόξης τοῦ θεοῦ ὑπερβαίνειν οὐκ ἔξεστιν. οὐκ ἀνθρώποις τοῖς ἐπὶ γῆς, οὐκ ἀγγέλοις τοῖς ἐν οὐρανοῖς, οὐκ ἀρχαγγέλοις, οὐκ ἀρχαῖς, οὐ τοῖς χερουβίμ, οὐ τοῖς σεραφίμ. Καὶ μέμνησθε, εὖ οἶδ’ ὅτι οἱ φιλομαθεῖς τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος. Ἀλλ’ ἐπειδὴ σήμερον, ἀδελφοί, αὐτός τε ὁ βασιλεὺς τῆς δόξης τὸν ἑαυτοῦ σταυρὸν προανεφώνησε, καὶ ὁ ἀπόστολος τῇ βασιλικῇ φωνῇ τοῦ σωτῆρος ἀκολουθήσας, τὸν περὶ τοῦ σταυροῦ λόγον ἐφιλοσόφησεν. Ὁ μὲν γὰρ κύριος ἔλεγε τοῖς μαθηταῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἐχθρῶν. Ὁ δὲ Παῦλος Γαλάταις ἐπιτιμῶν ἔγραφε· Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Ἐπεὶ οὖν καὶ ἡ βασιλικὴ τοῦ κυρίου φωνὴ καὶ ἡ τοῦ πιστοῦ θεράποντος διδασκαλία τοῖς βασιλικοῖς ἴχνεσιν ἠκολούθησεν, ἀναγκαῖον οἶμαι τὴν σωτήριον καὶ ἡμᾶς κατὰ δύναμιν περὶ τοῦ κυριακοῦ σταυροῦ τὰ εἰκότα φθέγξασθαι, οὐχ ἵνα τῆς ἀξίας ἐφικώμεθα, ἀλλ’ ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν. Τί οὖν φησιν ὁ σωτήρ; Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Προαγορεύει τὸ πάθος ὁ νικητὴς τοῦ θανάτου. Προαναφωνεῖ τὸν σταυρὸν ὁ σταυρῷ τὸν θάνατον διαλύων. Προαναφωνεῖ τὴν πάλην, ἵνα κηρύξῃ τὴν νίκην. Ἐνταῦθα πάλιν σαυτὸν ἔνθες εἰς κατανόησιν τῆς δεσποτικῆς φωνῆς. Ὅρα μεθ’ ὅσης αὐθεντίας φησίν· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Ὁ ταῦτα προαναφωνῶν, ἐν αὐτῷ γενόμενος τῷ ἀγῶνι μεταβάλλει τὴν ἀξίαν τῆς αὐθεντίας καὶ ἀρνεῖται τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ λέγων· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. Οὐχ ὁρᾷς τὴν διαφωνίαν; Ἐννόει τὴν οἰκονομίαν. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Λέγει τοῖς μαθηταῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Ὅρα πῶς ἠσφαλισμένῃ κέχρηται τῇ φωνῇ. Ὅπου πάθος κηρύττει, τὴν ἀνθρωπίνην ἐνδείκνυται φύσιν. Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Πάσχει γὰρ τὸ φαινόμενον σῶμα, ζωοποιεῖ δὲ τὸ νοούμενον τῆς θεότητος ἀξίωμα. Καὶ λύεται μέν, ἀδελφοί, θανάτῳ τὸ σχῆμα τοῦ σώματος. Ἐγείρει δὲ τὸ λυόμενον ἡ τοῦ ἐνοικοῦντος δύναμις. Αὐτὸς ἦν ὁ λυόμενος κατὰ τὸ σῶμα, αὐτὸς ἐγείρων τὸ λυόμενον κατὰ τὸ πνεῦμα. Λύσατε γάρ φησι τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα. Χριστῷ ἀκολουθοῦντας οὐκ ἔστιν οὐδαμοῦ κατελθεῖν, ἀλλ’ ἀνιέναι διὰ παντός. Ἄλλως τε καὶ αἰσθητῶς ἡ ὁδὸς ἀπὸ Ἱεριχὼ εἰς Ἱεροσόλυμα ἄνοδον εἶχε, καὶ νοητῶς τὸ πάθος ἐπὶ τὴν ἄνοδον τῆς ἀναστάσεως ἔφερεν. Ἀδὰμ γὰρ τὸν εἰς ᾅδου πεσόντα εἰς οὐρανὸν ἀνεκαλεῖτο, καὶ τὴν χαμαὶ κειμένην εἰκόνα εἰς ὕψος ἀνήγαγεν. Ἀναβαίνομεν εἰς Ἱεροσόλυμα. Ὅπου θεός, ἐκεῖ ἀρετῆς ἀνάβασις· ὅπου κακία, ἐκεῖ παρανομίας κατάβασις. Διὰ τοῦτο περὶ μὲν τῶν κατ’ ἀρετὴν πολιτευομένων φησὶν ὁ Δαυίδ· Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Αἱ ἀναβάσεις σου , τουτέστιν, οἱ εὐσεβεῖς καὶ ἀνηγμένοι λογισμοί, οἳ εἰς ὕψος ἀνάγοντες τοὺς καλῶς περὶ θεοῦ διανοουμένους. Ἔστιν οὖν ὁδὸς σωφροσύνης εἰς ὕψος ἀνάγουσα, ὁδὸς δικαιοσύνης εἰς ὕψος φέρουσα· καὶ πᾶσα, ὡς εἰπεῖν, ὁδὸς εὐσεβείας εἰς τὸ ὕψος ἐκεῖνο χειραγωγεῖ τὸν φιλόθεον, περὶ οὗ ἔλεγον οἱ ἀπὸ ἐθνῶν· Δεῦτε, πορευθῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. Ὅπου μὲν εὐσεβείας λόγος, ἐκεῖ καὶ ἄνοδος· ὅπου δὲ κακία, κατάβασις ὁμολογουμένη. Καὶ μαρτυρεῖ Δαυὶδ ὁ προφήτης λέγων· Ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· καὶ πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ὥστε οὐδὲ τὸ ἀναβαίνομεν περιττόν. Ἰδοὺ ἀναβαίνομεν. Καίτοι μόνος αὐτὸς ἐπὶ τὸ πάθος ἔρχεται. Διὰ τί οὖν κοινῶς ἀναβαίνομεν ; Ὅτι τὸ μὲν πάθος ἐμόν, κοινὴ δὲ πάντων ἀνθρώπων ἡ σωτηρία. Διὰ τοῦτο ὁ θεῖος ἀπόστολος τὴν γενναίαν καὶ θαύματος μεστὴν ἔρριξε φωνήν, ὡς ἀρτίως ἀκηκόατε· Τῷ Χριστῷ συνεσταύρωμαι. Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἄλλως τε, βουληθεὶς ἐνδείξασθαι καὶ τὸν καρπὸν τοῦ σταυροῦ, ἐπήγαγεν εὐθέως διὰ τῶν ἐφεξῆς· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
Ἐνταῦθά μοι πρόσεχε ἀκριβῶς τὸν νοῦν, μή σε διαφύγῃ τῆς ἀληθείας τὸ θήραμα. Ἀντιλέξουσι γὰρ εὐθέως Ἰουδαῖοι, περὶ ὧν φησιν ὁ Παῦλος· Οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια , καὶ ἐροῦσιν ἐσθ’ ὅτε πρὸς τοὺς ἀκεραίους· Εἰ ἐπικατάρατος ὁ κρεμάμενος , πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογίαν σοι δοθήσεσθαι προσδοκᾷς; Πῶς δὲ ἀπὸ τοῦ θανάτῳ ὑποπεσόντος ζωὴν ἀναμένεις; Τὸ φαινόμενον, ὡς καὶ αὐτός φησιν ὁ διδάσκαλος ἡμῶν Παῦλος, ὡμολόγησε, κατάρα εστί· Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Εἰ τοίνυν γέγραπται καὶ μεμαρτύρηται, πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογία δίδοται τοῖς τὸν σταυρὸν περιέπουσι; Ταῦτα ἀεὶ καὶ προτείνει καὶ λέγει Ἰουδαῖος, ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ . Οὐκοῦν ἐὰν εἴπῃ πρὸς σέ· Πῶς ὁ ἐπικατάρατος εὐλογίαν δίδωσιν; εἰπὲ αὐτῷ· Πῶς ἐν τῇ ἐρήμῳ οἱ ὄφεις ἔδακνόν σου τοὺς προγόνους, εἰκόνα δὲ ὄφεως χαλκῆν ποιήσας Μωϋσῆς ἀνεσταύρωσε καὶ εἶπε· Πᾶς ὁ δηχθεὶς ὑπὸ τοῦ ὄφεως προσεχέτω τῷ ὄφει καὶ σωθήσεται; Καὶ τί, φησί, τοῦτο πρὸς τὸ προκείμενον; Ἀλλὰ καὶ σφόδρα οἰκειότατον. Ἢ οὐκ ἤκουσας τοῦ θεοῦ λέγοντος· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς ; Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ὑμετέροις προγόνοις; Ἀναλαμβάνω τὸ ῥῆμα, ἵνα στήσω τὸ νόημα. Εἰ ἄπορόν σοι νομίζεται τοῦ ἐπικαταράτου εὐλογίαν πηγάσαι – Ἐπικατάρατος γὰρ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. – πῶς ἡ εἰκὼν τοῦ ὄφεως τοῦ ἐπικαταράτου, ὃς ἤκουσεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων , ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ κειμένῳ τὴν σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, ἀναβλέψῃ εἰς τὸν οὐρανὸν ἄνω ἐπὶ τὸν θεὸν καὶ σωθήσεται; Ἵνα δὲ τὸ προσέχειν οὐρανῷ παραλίπῃ, οὐκ ἠδύνατο εἰπεῖν· Ἐάν τις δηχθῇ, ἀναβλέψῃ εἰς τὴν λυχνίαν τοῦ φωτὸς καὶ σωθήσεται; ἢ ἀποβλέψῃ εἰς τὴν τράπεζαν τῆς προθέσεως τῶν ἁγίων ἄρτων καὶ σωθήσεται; ἢ εἰς τὸ θυσιαστήριον ἢ εἰς τὸ καταπέτασμα ἢ εἰς τὴν κιβωτὸν ἢ εἰς τὴν εἰκόνα τῶν χερουβὶμ ἢ εἰς τὸ ἱλαστήριον ; Ἀλλ’ οὐδὲν τούτων εἰσήγαγεν ὁ νομοθέτης ὁ μέγας, ἀλλὰ μόνην ἔπηξε τοῦ σταυροῦ τὴν εἰκόνα καὶ ταύτην διὰ τοῦ ἐπικαταράτου ὄφεως . Διὰ τί οὖν, ὦ Ἰουδαῖε, ταῦτα ποιεῖ Μωϋσῆς; Διὰ τί χωνεύει ὄφιν ὁ λέγων διὰ τοῦ νόμου· Οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτόν ; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Αὐτὸν ἐρωτῶ τὸν νομοθέτην· Εἰπέ μοι, ὦ πιστότατε τοῦ θεοῦ θεράπων, ὃ ἀπαγορεύεις ποιεῖς; ὃ ἀνατρέπεις παρασκευάζεις; Ὁ λέγων· Οὐ ποιήσεις γλυπτόν, οὐδὲ χωνευτόν , σὺ χωνεύεις καὶ γλύφεις ὄφιν; Ἀλλ’ ἐκεῖνα μὲν ἐνομοθέτησα, φησίν, ἵνα τὰς ὕλας ἐκκόψω τῆς ἀσεβείας καὶ τὸν λαὸν τοῦτον ἀπαγάγω πάσης εἰδωλολατρείας. Νυνὶ δὲ χωνεύω τὸν ὄφιν, ἵνα προτυπώσω τὴν εἰκόνα τῆς τοῦ σταυροῦ οἰκονομίας. προομαλίζω τὸν δρόμον τοῖς ἀποστόλοις· προγυμνάζω τὸ μέγα καὶ ξένον ἐκεῖνο τὸ τοῦ σταυροῦ σύμβολον. Ὅτι δὲ οὐ βεβιασμένος ὁ λόγος, ἄκουε τοῦ κυρίου τὴν εἰκόνα τὴν ἀρχαίαν ἐκείνην βεβαιοῦντος καὶ εἰς ἑαυτὸν ἀναλαμβάνοντος. Νικοδήμῳ γάρ τινι Ἰουδαίων ἄρχοντι διαλεγόμενος ὡς διδασκάλῳ τοῦ λαοῦ καὶ συνιέναι δυναμένῳ τῆς οἰκονομίας τὴν θεωρίαν, φησί· Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀποληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Εἰπὲ οὖν, ὦ ἀναίσθητε Ἰουδαῖε, οὐ χαλκὸς ἐκεῖνο ἦν; Νεκρὰ ὕλη νικῆσαι θάνατον ἰσχύουσα, τύπον ἔχουσα σταυροῦ. καὶ αὐτὴ ἡ ἀλήθεια τοῦ σταυροῦ οὐ πιστεύεται; Καὶ ταῦτα μετὰ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ τὴν λάμψασαν ἐν παντὶ τῷ κόσμῳ τῆς εὐσεβείας κατάστασιν, μετὰ τὴν πίστιν τῶν ἐθνῶν, μετὰ τὴν ἔγερσιν τῶν ἐκκλησιῶν, μετὰ τοσοῦτον ἀγωνισμόν, μετὰ τοσαύτην ἄσκησιν, μετὰ τοσαύτης ἀγγελικῆς πολιτείας ἐπίδοσιν; Ἀλλὰ γὰρ ἀποδέδεικται σαφῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμῖν τὸ σχῆμα τοῦ ἐπικαταράτου. Καὶ πρὸς μὲν ἐκείνους ταῦτα. Ἡμεῖς δὲ οἱ πιστοὶ παρ’ ἑαυτοῖς ἐξετάσωμεν καὶ βασανίσωμεν τῶν ῥημάτων τὴν ἀκρίβειαν. Τί δήποτε ὁ κύριος τὴν εἰκόνα τῆς οἰκονομίας ἐκείνης οὐ δι’ ἑτέρου τινός, ἀλλὰ δι’ ὄφεως ἐποίησε; Πρὸς μὲν γὰρ τοὺς ἀγῶνας τῶν ἐναντίων ἱκανὸν τὸ ὑπόδειγμα τοῦ ἐπικαταράτου ὄφεως · πρὸς δὲ τὸ πεῖσαι τοὺς υἱοὺς τῆς εὐσεβείας, τί δήποτε τὸ σχῆμα τοῦ ἐπικαταράτου ὄφεως εἰκὼν ἐγένετο τοῦ προσκυνουμένου Χριστοῦ. Διὸ δεῖ καὶ ἡμᾶς εἰπεῖν μετὰ σπουδῆς καὶ ὑμᾶς ἀκοῦσαι μετὰ προθυμίας.
Εἰκὼν ἦν, ἀδελφοί, τῆς τοῦ σταυροῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως. Κατὰ δὲ τὸν τρόπον, ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως εἰκόνα μὲν καὶ ὄψιν εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτήρ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιφανείς, ἔξω γέγονεν πάσης ἁμαρτίας· καθὼς καὶ ὁ μακάριος Ἡσαΐας συνῳδὰ τῷ μακαρίῳ Παύλῳ φθεγγόμενός φησιν· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Κατὰ τὸν Ἡσαΐαν ἔχεις μίαν εἰκόνα. Ἐλθέ μοι καὶ ἐφ’ ἑτέραν εἰκόνα. Βλέπε διὰ τῶν τύπων λάμπουσαν τὴν ἀλήθειαν. Οἱ ὄφεις ἔδακνον τοὺς υἱοὺς Ἰσραήλ, ὅτε λαὸς ὀλέθρῳ περιέπεσε. Φάρμακον εἰς σωτηρίαν Μωϋσῆς ἱκετεύει δοῦναι τὸν θεόν. Ὁ θεὸς ὑποδείκνυσι τῷ θεράποντι φάρμακον εὐεργεσίας καί φησι· Ποίησον ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. . Τί βούλεται τὸ ὑπόδειγμα; Ἄλλοι οἱ δάκνοντες ὄφεις, καὶ ἄλλος ὑπὲρ αὐτῶν σταυρούμενος. Τί βούλεται τὸ αἴνιγμα; Τί ἐπαγγέλλεται ἡ σκιὰ τοῦ μυστηρίου; Ὥσπερ ἐκεῖ, φησίν, ὁ τύπος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μηδὲ πλήξας προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁμαρτανόντων, ὑπὲρ πάντων μέλλει πάσχειν ὁ Ἰησοῦς ὁ ἀναμάρτητος. Ὑπὲρ τῶν δακνόντων ὄφεων ὄφις ἀναμάρτητος σταυροῦται· ὑπὲρ ἡμῶν τῶν ὑποκειμένων θανάτῳ ὁ ἁμαρτίᾳ μὴ ὑποκείμενος προσηλοῦται. Ὅπερ μετὰ τῶν ἄλλων καλῶς προανεφώνησεν ὧδέ πως Ἡσαΐας λέγων· Ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον · καί· Ὁ κύριος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν . Ἀναμαρτυρῆσαι χρὴ πάλιν τοῦ μυστηρίου τὸν λόγον. Ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοντες καὶ ἄλλος ὁ πηγνύμενος, οὕτω καὶ ἐνταῦθα πάντες οἱ ἁμαρτήσαντες καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. Ἔχεις δευτέραν εἰκόνα. Σκόπησόν μοι καὶ ἑτέραν εἰκόνα τρίτην· ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Διὰ τί σταυροῦται χαλκοῦς ὄφις; Ἵνα καταργηθῇ τὰ δήγματα τῶν ὄφεων. Ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα τὰ καταργούμενα. Οὐχ ὁρᾷς τὴν ἔμφασιν τῆς ἀληθείας; Οὐ βλέπεις ὡς ἐν κρυπτῷ γράμματι τὴν δύναμιν τῆς οἰκονομίας; Ἐσταυρώθη, φησίν, ὄφις, ἵνα καταργηθῇ τῶν δακνόντων τὰ δήγματα. Ἐσταυρώθη Χριστὸς, ἵνα καταργηθῶσι τῷ δαιμόνων αἱ ἐνέργειαι. Ἄλλος ὁ ὄφις ὁ πηγνύμενος καὶ ἄλλοι οἱ καταργούμενοι δράκοντες. Ἄλλος ὁ ἐπὶ σταυροῦ Χριστὸς καὶ ἄλλοι οἱ καταργούμενοι δαίμονες. Καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κατήργησε τὰ δήγματα τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα ἡ τοῦ Χριστοῦ νέκρωσις τοῦ θανάτου γέγονε νέκρωσις καὶ τῶν δαιμόνων καθαίρεσις. Εἰκότως οὖν ὁ σωτὴρ τὴν εἰκόνα πρὸς ἑαυτὸν ἁρμόζων ἔλεγε· Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ἔχεις, ἀδελφέ, μακάριον Μωϋσῆν καὶ ἐν ἑτέρῳ σχήματι τὸν σταυρὸν ὑπογράφοντα. Καὶ ὅπως ἄκουε. Δεῖ γὰρ περὶ σταυροῦ λέγοντας πολλὰς παραστῆσαι τοῦ μυστηρίου τὰς θεωρίας.Ἐπέθεντό ποτε τοῖς Ἰσραηλίταις ἀλλόφυλοι κατὰ τὴν ἔρημον. Ἀμαλὴκ δὲ ὄνομα τοῖς ἀλλοφύλοις. Ἀποστέλλει Μωϋσῆς Ἰησοῦν τὸν τοῦ Ναυῆ, στρατηγήσοντα τοῖς ὁμοφύλοις καὶ ὁπλίζει μὲν τὸν διάδοχον ἑαυτοῦ, μένει δὲ αὐτὸς ἐν τῷ ὄρει τὰς χεῖρας ἐκτείνων. Μωϋσῆς γάρ φησιν ἀνέβη εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰς χεῖρας αὐτοῦ· καὶ ἐγένετο ἡνίκα ἂν ἐξέτεινε Μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ Ἰσραήλ· καὶ ἡνίκα ἂν κατετίθη τὰς χεῖρας ὑπὸ τοῦ σωματικοῦ βάρους νικώμενος, ἐνίκα ὁ Ἀμαλήκ. Τί βούλεται τὸ σχῆμα; Ὁ Ἰουδαῖος εὐθέως φοβούμενος μὴ λάμψῃ διὰ τῆς εἰκόνος ἡ δόξα τοῦ σταυροῦ τοῦ Χριστοῦ. Οὐδέν, φησίν, ὁ τύπος ἔχει τῶν παρὰ σοὶ μυθευομένων. Προσευχῆς ἦν ἐκεῖνο τὸ σχῆμα τύπος, οὐκ εἰκόνος, ὡς σὺ ὑπονοεῖς. Καὶ τί δήποτε, εἴπερ ἀληθῶς ὅτι καρπὸς ἦν τῆς προσευχῆς ἡ νίκη, οὐ τῇ προσευχῇ τὴν νίκην ὑπέγραψεν ὁ λόγος – Οὐ γὰρ εἶπεν ἡ γραφή· Ἡνίκα ηὔχετο Μωϋσῆς. Τοῦτο γὰρ ἦν γνωρίζοντος ἀληθῶς ὅτι καρπὸς οὐκ ἦν τῆς προσευχῆς ἡ νίκη. –, ἀλλ’ ἢ τῇ εἰκόνι καὶ τὸ σχήματι τῶν χειρῶν; Ἡνίκα γὰρ καθῆκε Μωϋσῆς τὰς χεῖρας, ἡττᾶτο ὁ Ἰσραήλ· ἡνίκα δὲ ἥπλου, ἡττᾶτο ὁ Ἀμαλήκ. Εἰ γὰρ τῆς προσευχῆς ἦν τὸ ἔργον, ἐχρῆν εἰπεῖν· Καὶ ἡνίκα ηὔχετο Μωϋσῆς, ἐνίκα. Ἀλλ’, ὡς ἔφθην εἰπών, τὴν προσευχὴν παρενθέμενος, οὐχ ὡς ἄχρηστον, ἀλλ’ ὡς ὀφείλουσαν παραχωρῆσαι τῇ εἰκόνι τοῦ σταυροῦ τῷ τύπῳ καὶ τῷ σημείῳ τὴν νίκην ὑπογράφει. Ἡνίκα γὰρ ἥπλωσε Μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ Ἰσραήλ. Τί βούλεται ἁπλουμένη χείρ; Ἀναζωγράφησον παρ’ ἑαυτῷ χεῖρας ἡπλωμένας, ἵνα ἴδῃς τοῦ προσκυνητοῦ σταυροῦ λάμπουσαν τὴν εἰκόνα. Ἀλλ’ ἔκαμε, φησί, Μωϋσῆς. Οὐ γὰρ ὑπούργησαν αἱ χεῖρες πρὸς τὴν εἰκόνα τῷ σωματικῷ βάρει νικώμεναι. Τί οὖν; Ἵνα μὴ λυθείσης τῆς εἰκόνος, λυθῇ καὶ ἡ νίκη, ἵσταται Ἀαρὼν καὶ Ὣρ καὶ ἐκούφιζον αὐτοῦ τὰς χεῖρας, ἵνα μὴ ἡ εἰκὼν τοῦ σταυροῦ παρελθοῦσα καὶ παυσαμένη σβέσῃ τὴν νίκην. Διὰ τι δὲ ὅλως Ἀαρὼν καὶ Ὣρ τὰς χεῖρας ὑποστηρίζουσι; Ἀαρὼν, ἀδελφοί, τὴν ἱερατικὴν ἐπεῖχεν ἀξίαν· ὁ δὲ Ὣρ τῆς βασιλικῆς φυλῆς εἶχε τὴν συγγένειαν. Δορυφορεῖ τοίνυν τὴν εἰκόνα τοῦ σταυροῦ ἱερωσύνη καὶ βασιλεία. Καὶ ὥσπερ μεταμορφωθέντος τοῦ κυρίου ἐν τῷ ὄρει, ὤφθη Μωϋσῆς καὶ Ἠλίας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων , ἵνα δορυφορήσωσι τοῦ Χριστοῦ τὴν βασιλικὴν εἰκόνα, οὕτω καὶ ἐνταῦθα Ἀαρὼν τῆς ἱερατείας τάξιν ἐπέχων, δορυφορεῖ τὸν σταυρόν, καὶ Ὣρ ὁμοίως τῆς βασιλικῆς ἔχων τὸ πρῶτον ἄνθος, δορυφορεῖ τὸν σταυρόν. Ταῦτά μοι εἴρηται, ἵνα δείξω ὅπως τοῖς πατράσι τοῖς ἀρχαίοις ἐκείνοις τῆς εὐσεβείας εἰσήγετο ἡ εἰκὼν καὶ ἐτιμήθη ὁ τύπος τῆς οἰκονομίας. Εἰ δὲ οἱ προαναφωνοῦντες οὕτως ἐκήρυξαν ἐνδόξως, οὕτω προετύπωσαν ἐντίμως, ποίοις καὶ πόσοις ἡμεῖς καὶ πηλίκοις στόμασι τοῦ κυρίου τὸν σταυρὸν καὶ τὴν ἔνθεον οἰκονομίαν κηρύξωμεν; Οἶδα ὅτι πολὺς ὑμᾶς ἔχει πόθος τῶν δογματικῶν λόγων καὶ τῶν τῆς θεολογίας κηρυγμάτων· ἀλλ’ ἔστιν ἐκείνων ἀδελφὰ καὶ τὰ νῦν εἰρημένα. Τῆς γὰρ αὐτῆς ἐννοίας καὶ σταυρὸν κηρῦξαι καὶ τὸν μονογενῆ θεὸν λόγον ὑψῶσαι. Τοιγαροῦν κἂν τὴν θεότητα τοῦ μονογενοῦς ὑμνήσῃς, κἂν τὴν οἰκονομίαν τιμήσῃς, μίαν καὶ τὴν αὐτὴν ἔχει ἀπόδειξιν τῆς εὐσεβείας.
Πλὴν ὅταν ἀκούσῃς σταυρόν, ὅταν ἀκούσῃς σώματος οἰκονομίαν, ἀνάγαγέ σου τὴν διάνοιαν πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσίας. Μὴ τὸ σχῆμα τὸ διὰ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα, ἀλλ’ ἡ φιλανθρωπία τοῦ σώσαντος ἀναγαγέτω σου τὴν διάνοιαν. Σταυρὸς μὲν γὰρ διὰ σέ, ἀξία δὲ θεοῦ δι’ ἑαυτόν. Ἀξία δὲ θεοῦ οὐχ ὑψοῦται λόγοις, οὐ καθαιρεῖται λόγοις. Ἀλλ’ οἱ καθαιροῦντες, ἑαυτῶν ἐργάζονται τὴν καθαίρεσιν. Οἱ δὲ ὑψοῦντες, ἑαυτῶν τὴν εὐτέλειαν εἰς ὕψος ἀνάγουσιν. Ὥσπερ οὖν ἔφθημεν εἰπόντες, ὅτι καὶ ὁ τὴν οἰκονομίαν καὶ ὁ τὴν θεολογίαν ἀνυμνήσας τῆς αὐτῆς ἔχεται διανοίας. Ἀλλ’ ἐπειδὴ τοῖς χθὲς ἡμῖν γεγυμνασμένοις ἔλειπέ τι πρὸς τό ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ κύριον Ἰησοῦν Χριστόν καὶ πρὸς μὲν τὸν μόνον ἀληθινὸν θεὸν ἀπεδείχθησαν αἱ προφητεῖαι καὶ αἱ μαρτυρίαι τῷ υἱῷ, ὅτι καὶ μόνος ἀληθινός, ἀναγκαῖον δὲ οἶμαι κἀκείνην ἐξετάσαι τῆς λέξεως τὴν θεωρίαν. Καίτοι φησὶν ὁ αἱρετικὸς· Τί δὴ πάλιν ἔχεις καὶ πρὸς τὸ ἀπεσταλμένον εἰπεῖν; Ῥητῶς ἀναγέγραπται· Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μὴ ὁ ἀποστείλας τῷ ἀποσταλέντι ὁμότιμον ἔχει τὴν ἀξίαν; Ταῦτα ἐὰν μὲν τῇ λέξει δουλεύων ἀναγινώσκεις, πολλάκις, ὡς προειρήκαμεν, πολλὴν εὑρήσεις ὡς ἀληθῶς πρὸς ἡμᾶς ἐναντιότητα, καὶ οὐ συμφωνοῦντα τοῖς αὐτοῖς λογισμοῖς τὰ καλῶς γεγραμμένα, κακῶς δὲ νενοημένα. Ἐὰν δὲ πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀναλάβῃς τὴν ἔννοιαν, οὐδαμοῦ σοι πρὸς ἐναντιότητα περιτραπήσεται τὸ τῆς διανοίας ὄμμα, ὑπ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος ὁδηγούμενον πρὸς ἀκριβῆ κατανόησιν. Τὸ γὰρ ἀπεστάλη καὶ ἀπέστειλεν ἀνθρώπινα μὲν φέρει ῥήματα, θεῖα δὲ κηρύττει νοήματα. Οὔτε γὰρ ὁ ἀποστείλας ἀπὸ τόπων εἰς τόπους ἀπέστειλεν, οὔτε ὁ ἀποσταλεὶς ἀπὸ τόπων εἰς τόπους ἦλθεν. Ἀλλ’ ἀπέστειλέ φησιν ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν κόσμον , ὡς μὴ παρόντα τῷ κόσμῳ, πρὸς ὃν ἐπέμπετο. Πῶς ἡ γραφή φησι περὶ αὐτοῦ τοῦ κυρίου· Ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο ; Πῶς οὖν ἦλθεν ὁ παρών, ἐφάνη ὁ λανθάνων; Εἰ δὲ ἀληθῶς, ὡς ἀκούεις, νοεῖς τὸ ἀπέστειλε , πᾶσα ἀνάγκη καὶ τὸν ἀποσταλέντα τούτοις ἐπιστῆναι τοῖς τόποις, οἷς μηδέπω παρῆν, καὶ τὸν ἀποστείλαντα ἐκεῖ πέμπειν, ὅπου μὴ πάρεστι. Πῶς οὖν ὁ εὐαγγελιστὴς ἔλεγε· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο ; Εἰ τοίνυν ἦν ἐν τῷ κόσμῳ , πῶς ἀποστέλλεται ἐν τῷ κόσμῳ; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος ; Τί οὖν βούλεται τὸ ἀπεστάλη ; Ἀντὶ τοῦ ὤφθη· ἀντὶ τοῦ διὰ σαρκὸς ἔλαμψεν. Ἡ γὰρ ἀποστολὴ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάβασιν σημαίνει, ἀλλὰ τὴν ἐκ τῆς ἀοράτου θεότητος εἰς ἐμφανῆ παρουσίαν. Οὔτε γὰρ ἐπιδημήσας τῇ γῇ κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, τοὺς οὐρανοὺς ἐκένωσε τῆς ἑαυτοῦ ἀξίας, οὔτε νῦν ἀναληφθεὶς κατὰ τὴν τῆς σαρκὸς ἀνάληψιν, τὴν γῆν ἔρημον κατέλιπε τῆς ἰδίας ἐπιστασίας. Εἰ κατὰ τὴν λέξιν, ἀδελφοί, ὁ πατὴρ ἀπέστειλν τὸν υἱὸν εἰς τὸν κόσμον, δῆλον ὅτι ὁ ἀποστείλας τοῦ ἀπεσταλμένου χωρίζεται κατὰ τὴν ἰδίαν στάσιν. Εἰ μὲν γὰρ σὺν αὐτῷ ἐστι, περιττὸν τὸ ἀπέστειλεν· εἰ δὲ ἀπέστειλεν, ἀνάγκη κεχωρίσθαι, κατὰ τὴν τῆς λέξεως ἔμφασιν. Ἀλλ’ οὐ δεῖ τῇ λέξει δουλεύειν, ἀλλὰ τῇ πίστει στοιχεῖν. Καὶ τίς ἡμῖν μαρτυρήσει λόγος, ὅτι ἐπὶ γῆς φανεὶς ἐν οὐρανοῖς ἦν; τίς δὲ μαρτυρήσει λόγος, ὅτι παρὰ πατρὸς ἀπεσταλμένος οὐκ ἐχωρίσθη τοῦ πατρός; Εἰ ἀπεστάλη εἰς τὸν κόσμον, κατὰ τὴν λέξιν, εἰ ὁ πέμψας τοῦ ἀπεσταλμένου χωρίζεται, πῶς ἔλεγεν· Ἐγὼ ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ; πῶς δὲ πάλιν ἔλεγε· Καὶ ὁ πέμψας με πατὴρ μετ’ ἐμοῦ ἐστιν ; Ὁρᾷς ὅτι ἡ φύσις οὐ χωρίζεται· ἡ δὲ οἰκονομία τὸ σχῆμα τῆς ἀποστολῆς ἐνδείκνυται. Τί οὖν βούλεται τὸ ἀναβαίνω πρὸς τὸν πατέρα μου ; Εἰ γὰρ σὺν αὐτῷ ὁ πατήρ, διὰ τί ἀναβαίνει; Ἡ ἀνάβασις τὴν οἰκονομίαν ἑρμηνεύει, τοῦ σώματος τὴν ἀνάληψιν, οὐ τῆς θεότητος τὴν διάστασιν. Θέλεις δὲ μαθεῖν, ὅτι ὥσπερ ἐπιδημήσας τῇ γῇ, τοὺς οὐρανοὺς οὐ κατέλιπεν, οὔτε τοῦ πατρὸς ἐχωρίσθη, οὕτω καὶ εἰς οὐρανοὺς ἀναληφθείς τὴν γῆν οὐ κατέλιπεν ἔρημον; Ὁ εἰπὼν πρὸς ἑαυτοῦ μαθητάς· Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι , ἀλλ’ ἀνέρχομαι, ὅθεν κατῆλθον, πρὸς τὸν πατέρα μου , ὁ αὐτὸς πάλιν πρὸς ἐκείνους λεγει· Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος . Τὸ οὖν ἵνα γινώσκωσί σε τὸν μονον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν διπλῆν ἔννοιαν ἔχει καὶ μάχαιραν διπλῆν· τὴν μὲν κατὰ τῆς εἰδωλολατρείας ὁπλιζομένην, τὴν δὲ κατὰ τῆς Ἰουδαϊκῆς ἀπειθείας παραταττομένην. Μόνον μὲν γὰρ ἀληθινὸν θεὸν λέγει, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ· ἀπεσταλμένον δὲ Ἰησοῦν Χριστόν, ἵνα τοὺς τὴν οἰκονομίαν ἀρνουμένους ἐπιστομίσῃ. Ἐκλάμβανε τοίνυν τὰ ῥήματα πρὸς τὴν ἔννοιαν καὶ μὴ ὕβριζε τὴν ἀξίαν διὰ τὴν λέξιν.
Ἵνα δὲ μάθῃς ἀκριβῶς ὅτι τὸ ἀπεστάλθαι παρὰ τοῦ θεοῦ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάστασιν σημαίνει, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν, περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον τοῦ ἀπὸ γῆς ὄντος· Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ. Ἆρα ἀπ’ οὐρανῶν ἀπεστάλη Ἰωάννης; ἄρα ἄνωθεν ἐλήλυθε; Πῶς οὖν ἐλήλυθεν; Εἶτα ἄνθρωπος μὲν ἀποστελλόμενος, οὐκ ἀπὸ τόπων εἰς τόπους μετέστη, ἀλλὰ τὴν οἰκονομίαν ἐνεχειρίσθη. Ὁ δὲ θεὸς λόγος, ὁ πάντα πληρῶν, ἐὰν εἴπῃ ἑαυτὸν ἀπεσταλμένον, τὴν φύσιν ὕβρισε καὶ τὴν οἰκονομίαν ἐμήνυσεν; Ὅρα αὐτόν, ἀδελφέ, καὶ πληροῦντα τῆς σαρκὸς τὴν οἰκονομίαν καὶ μὴ καθαιροῦντα τῆς θεϊκῆς δυνάμεως τὴν ἀξίαν. Καὶ τὸ ἱερατικὸν σχῆμα· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω αὐτὸν καὶ παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας. Εἰ ἀναβαίνεις ἄνω καὶ παρακαλεῖς καὶ παρακαλῶν δυσωπεῖς καὶ μετὰ τὴν παράκηλσιν ἀποστέλλεις τὸ πνεῦμα – Παρακαλῶ γάρ, ἔφης, καὶ πέμπω. –, τίνος ἕνεκεν πρὸ τῆς ἀναβάσεως λύεις τὴν τοῦ πατρὸς αὐθεντίαν; Εἰ μὴ αὐθεντεῖς κατὰ τὴν θείαν ἀξίαν, ἀλλ’ ἀναμένεις ἀνελθεῖν πρὸς τὸν πατέρα εἰς τὸν οὐρανὸν καὶ παράκλησιν καὶ ἱκεσίαν προσάγειν καὶ οὕτω λαβεῖν τοῦ πνεύματος τὴν χάριν, καὶ εἰς πᾶσαν ἐκπέμψαι τὴν οἰκουμένην, τίνος ἕνεκεν πρὶν ἀναβῇς, πρὶν παρακαλέσῃς, οἰκείαν ἐνδείκνυσαι τὴν αὐθεντίαν; διὰ τί πρὸ τῆς ἀναλήψεως, ἀναστὰς ἐκ νεκρῶν, ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ λέγεις· Λάβετε πνεῦμα ἅγιον. Ὃ αἰτεῖς παρὰ πατρὸς, πρὶν ἱκετεύσῃς πατέρα δίδως. Οὐκοῦν εἰρωνεύῃ τὴν αἴτησιν; Οὐκ εἰρωνεύομαι, φησίν. Οὐκ ἔστι γὰρ εἰρωνεία παρὰ τῇ ἀληθείᾳ. Ἀλλὰ τὸ μὲν ἥρμοσται τῇ ἀξίᾳ, τὸ δὲ πρέπει τῇ οἰκονομίᾳ. Διὰ τί οὖν ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων; Ἔδει με, φησὶν ὁ σωτήρ, ἀναστάντα ἐκ τῶν νεκρῶν τὴν ἀπαρχὴν τῆς ζωῆς τῷ κόσμῳ χαρίσασθαι. Ἐπειδὴ γὰρ Ἀδὰμ πλασθεὶς ἔλαβεν ἐμφύσημα ζωῆς – Ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ ἐγένετο εἰς ψυχὴν ζώσαν . – ὃ λαβὼν ἐκεῖνος ἀπώλεσε, τοῦτο παρων ἀνακαλοῦμαι. Ἐγείρω τὸν πεσόντα, ἀνακαινίζω τὸν φθαρέντα, ζωοποιῶ τὸν νεκρωθέντα. Μαρτυρεῖ μου τῇ οἰκονομίᾳ καὶ ὁ προφήτης βοήσας μου τὴν ἐμφύσησιν. Καὶ τίς ὁ ἀναβοῶν προφήτης προαναφωνεῖ τὴν ἁγίαν ταύτην ἐμφύσησιν; Ἄκουε, φησί, τοῦ προφήτου λέγοντος ἐν τοῖς δυοκαίδεκα, Ναοὺμ δὲ τούτῳ ὄνομα. Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου· οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται. Τὰ πρῶτα φησίν· Οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Τὴν καινὴν χάριν εὐαγγελίζεται, ὅτι τὰ παλαιὰ πέπαυται, τὰ νέα ἀνθοῦσιν. Ἑόρταζε τὰς ἑορτάς σου. Διὰ τί ἑόρτασον ὀνομάζει; Ἐπειδὴ ἐν τῇ ἑορτῇ τοῦ πάσχα ἀνάστασις ἤμελλεν ἀνθῆσαι. Ἑόρταζέ φησιν, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῆρται , τουτέστι τὰ πρῶτα τέλος ἔχει. Καὶ διὰ τί τέλος ἔχει τὰ πρῶτα; Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Ἀλλὰ πάλιν ἀναλάβωμεν. Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Τίνες αἱ ἑορταί; Ἦσαν γὰρ ἐκεῖναι αἱ παλαιαὶ τῶν νέων φέρουσαι τὴν εἰκόνα. Πρώτη τῶν ἀζύμων ἡμέρα, εἰκὼν οὖσα τοῦ πάθους τοῖς ἀκριβῶς ἐξετάζουσι. Μετὰ ταύτην ἡμέρα τῆς πεντηκοστῆς, εἰκὼν οὖσα καὶ αὐτὴ τῆς τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοιτήσεως. Ἡ δὲ τῶν σκηνοπηγίων εἰκὼν καὶ αὐτὴ ἦν τῶν σκηνῶν τῶν οὐρανίων. Τοιούτοις καὶ ὁ κύριος ἐνδεικνύμενος, ἐπειδήπερ ἐκεῖναι ἦσαν πρόσκαιροι, βουλόμενος δεῖξαι, ὅτι αἱ σκηναὶ ἐκεῖναι τύπος εἰσὶ τῶν μελλουσῶν σκηνῶν, ἔλεγε πρὸς τοὺς ἐν τῷ κόσμῳ πλουτοῦντας· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. . Αἱ οὖν πρόσκαιροι σκηναὶ τύπος ἦσαν τῶν αἰωνίων σκηνῶν. Ἐπεὶ οὖν ἡ τοῦ Χριστοῦ οἰκονομία τοὺς μὲν παλαιοὺς τύπους ἐπλήρου, τὴν δὲ νέαν χάριν ἐξήνθει, καλῶς ὁ προφήτης προαναφωνεῖ λεγων· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. Σημαίνει τὸ οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν . Ἀνακεκαίνισται γὰρ τὰ παλαιὰ διὰ τῆς χάριτος. Συντετέλεσται, ἐξῆρται. . Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως . Ἀλλ’ ὁ μὲν προφήτης Ναοὺμ γυμνῶς σοι παρέστησε τὸν τὴν ἁγίαν χάριν ἐμπνεύσαντα κύριον. Ἡσαΐας δὲ καὶ αὐτὸς ἑτέρῳ τρόπῳ τὸν ἐκ νεκρῶν ἀναστάντα καὶ πνεῦμα ἅγιον τοῖς ἑαυτοῦ χαριζόμενον προαναφωνεῖ λέγων· Ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων. . Καὶ ἀντὶ τοῦ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ εὐθέως ἐπήγαγεν· Ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. Ἡ θεϊκὴ ἀξία, ἡ θεϊκὴ προσηγορια, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος δόξα καὶ ἡ ἀκατάληπτος δύναμις τὸ τῷ πατρὶ συνδοξαζόμενον καὶ υἱῷ συμβασιλεῦον καὶ ἐνεργοῦν τὰ πάντα καὶ διαιροῦν τὰ θεῖα χαρίσματα ἑκάστῳ καθὼς βούλεται . Ταῦτα εὖ οἶδα ὅτι στηρίζει μὲν τοὺς ἰδίους τῆς ἐκκλησίας, δάκνει δὲ τοὺς ἐχθροὺς καὶ διαρρήγνυσι, μάλιστα τοὺς ἐχθροὺς τῆς εὐσεβείας, τοὺς παραιτουμένους πατρὶ καὶ υἱῷ συνδοξάζειν τὸ πνεῦμα τὸ ἅγιον. Ὢ τῆς ἀθλιότητος. Οὐδὲ ὧν ἔτυχον καταξιοῦν ἐθέλουσι τὸ πνεῦμα τὸ ἅγιον. Ὁ δὲ ἀπόστολος περὶ ἑαυτοῦ καὶ τῶν κατ’ αὐτὸν ἔλεγεν· Εἰ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. Παῦλος συνδοξάζεται θεῷ καὶ τὸ πᾶν οὐ συνδοξάζεται; Ἡ θνητὴ φύσις τοσοῦτον ἀνάγεται, ὡς Χριστῷ συνδοξάζεσθαι, καὶ τὸ προσκυνητὸν πνεῦμα οὐδὲ τῶν αὐτῶν ἡμῖν κοινωνήσει πλεονεκτημάτων; Καὶ περὶ μὲν ἀνθρώπων φησὶν ὁ αὐτὸς ἀπόστολος· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ συμβασιλεύει Χριστῷ; Ὢ τῆς πολλῆς ἀγνωμοσύνης· ὢ τῆς πολλῆς καὶ ἀφορήτου μανίας· ὢ γνώμης ἀθέου καὶ βλασφημίας ἀμέτρου καὶ πληγῆς ἀνιάτου. Ἡμεῖς προδοκῶμεν συμβασιλεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν δούλου τάξει κατατάττομεν;
Ταῦτα δέ φαμεν, ἀδελφοί, οὐχ ὡς παραπλησίως ἡμῖν ὀφείλοντος τοῦ ἁγίου πνεύματος τῷ Χριστῷ συνδοξάζεσθαι, ἀλλὰ τὴν ἀσέβειαν ἐλέγχοντες τῶν μηδὲ τοσοῦτον ἀπονέμειν ἀνεχομένων. Ἵλεως δὲ ἡμῖν, κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης. Ὅτι κἂν μέχρι ψιλῆς καὶ ἐπιπολαίου λέξεως δευτεροῦμεν τὰ τῶν ἀσεβῶν ῥήματα, ἀλλ’ ὅμως μηδείς, ἀδελφοί, νομισάτω ὕβριν εἶναι τοῦ ἁγίου πνεύματος τὸ δευτεροῦσθαι τὰς παρ’ ἐκείνων ὕβρεις. Ἄγομεν γὰρ αὐτὰς εἰς μέσον καὶ λέγομεν, οὐ συνδιατιθέμενοι τῇ ἀσεβείᾳ, ἀλλὰ τὴν πλάνην στηλιτεύοντες καὶ τοὺς συντρόφους τῆς εὐσεβείας τῶν πονηρῶν δογμάτων ἀποτειχίζοντες. Καὶ γὰρ οἱ ἀπόστολοι ἀγαπῶντες τὸν κύριον καὶ ἰδόντες αὐτοῦ τὴν ἀξίαν, οὐκ ὤκνησαν ἐντάξαι τοῖς ἁγίοις εὐαγγελίοις τὰς παρὰ τῶν Ἰουδαίων ὕβρεις. Γέγραπται γοῦν ὅσα εἰπεῖν ἐτόλμησαν περὶ Χριστοῦ, καὶ ὅτι ἁμαρτωλός ἐστι καὶ ὅτι τοῦ θεοῦ οὐκ ἔστι. Καὶ εἰς πρόσωπον αὐτοῦ οὐκ ὤκνησαν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις. Ἀλλὰ τὸ πρᾶγμα οὐ τῶν γραψάντων κατηγορεῖ, ἀλλὰ τῶν βλασφημησάντων. Ἄκουε τοῦ πνεύματος τὴν ἐνέργειαν· ἄκουε τῶν ἀποστόλων τὴν δοξολογίαν· στοίχει ταῖς ἐκείνων διδασκαλίαις· ἕπου τοῖς βήμασι τῶν ἁγίων· μὴ πλάνα σαυτὸν τοῖς ἴχνεσι τῶν βεβήλων. Τριάδα προσκύνει· τριάδα δόξαζε· τριάδα κήρυττε. Οὕτω φρονοῦσι προφῆται, οὕτω κηρύττουσι ἀπόστολοι, οὕτω πιστεύουσι μάρτυρες. Ἄκουε Παύλου τὴν τριάδα κηρύττοντος· Διαιρέσεις χαρισμάτων, τὸ δὲ αὐτὸ πνεῦμα· διαιρέσεις διακονιῶν, ὁ δὲ αὐτὸς κύριος· διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Τίνος ἕνεκεν οὐκ ἀπὸ πατρὸς ἄρχεται; Οὐ πρῶτον ἐκεῖνον κηρύττει καὶ τότε τὸν υἱὸν καὶ μετ’ αὐτὸν τὸ ἅγιον πνεῦμα; Μεταβάλλεις τὴν τάξιν, ὦ Παῦλε; μεταρρυθμίζεις τὴν ἀκολουθίαν; Τοῦ σωτῆρος παραδεδωκότος ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος , σὺ λύεις τὸν θεσμὸν τῆς θεολογίας; Ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ποτε ταῦτα περὶ Παύλου νοῆσαι. Ὁ γὰρ ἅγιος ἐκεῖνος καὶ θαυμαστὸς κήρυξ εἶδεν ἀκριβῶς, ὅτι κἂν πνεύματος πρῶτον μνησθῇ, ἄτρωτον φυλάττει τὴν θεολογίαν· καὶ οὐχ ὑβρίζει τὴν ἀσύγχυτον φύσιν· οὐκ ἐμμερίζει τὴν ἀμέριστον ἀξίαν. Πνεύματος μέμνηται πρῶτον, ἵνα δείξῃ ὅτι τὸ τελευταῖον γράφεσθαι τὸ πνεῦμα, οὐ τελευταῖον αὐτὸ ποιεῖ καὶ ἔσχατον. Ἐπειδὴ γὰρ ἐκεῖνοι παρερμηνεύουσι κακῶς, οὐ συναριθμοῦντες, ἀλλ’ ὑπαριθμοῦντες τῷ πατρὶ τὸν υἱὸν καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Πρῶτος γάρ φησιν ὁ πατήρ, δεύτερος ὁ υἱός, τρίτον τὸ πνεῦμα τὸ ἅγιον, οὐ τὴν εὔτακτον τῆς γνώσεως ἀκολουθίαν νοοῦντες τῆς προσκυνητῆς τριάδος, ἀλλὰ ψυχῇ διαστρόφῳ ἐπιχειροῦντες τὴν τῆς θεολογίας καθαρότητα. Εἰκότως ὁ Παῦλος ἀντιστρέφει τῶν ὀνομάτων τὴν τάξιν, ἵνα δείξῃ τῆς ἀληθείας τὴν δύναμιν καὶ λύσῃ τῶν πονηρῶν τὴν ὑπόληψιν. Ἀλλ’ οἶδά φησιν, ὅτι τοῦ μὲν υἱοῦ καὶ τοῦ πνεύματος ἐπιπολαίως ἐμνομόνευσεν, ἐπὶ δὲ τὸν πατέρα ἐλθών, εἰς ὕψος τὴν θεολογίαν ἤγαγεν. Ἐπὶ μὲν γὰρ τοῦ πνεύματος εἶπε· Τὸ δὲ αὐτὸ πνεῦμα · ἐπὶ δὲ τοῦ υἱοῦ· Ὁ δὲ αὐτὸς κύριος · εἰς δὲ τὸν πατέρα ἐλθὼν εἶπεν· Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Τί οὖν αὐτῷ τὸ ῥῆμα τὸ ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν αὐθεντίαν μηνύει; Ναί φησι. Καὶ ὑπεροχὴν ὑπερβάλλουσαν κηρύττει; Ναί φησι. Δέχομαί σου τὰς ὁμολογίας, ἐὰν ἐμμένῃς ταῖς συνθήκαις. Ἴδωμεν τοίνυν τί σαφέστερον τὸ σκεῦος τῆς ἐκλογῆς , ὁ πνεύματι κυβερνώμενος ἁγίῳ, περὶ αὐτῆς ὑποτίθεται τῆς ζητήσεως. Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. Τῷ μὲν γὰρ δίδοται λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ λόγος γνώσεως ἐν αὐτῷ τὸ πνεύματι; ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ προφητεία· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· ἄλλῳ πίστις· ἄλλῳ χαρίσματα. Ταῦτα δὲ πάντα . Πρόσεχε ἀκριβῶς. Βλέπε λέξεως συμφωνίαν καὶ δυνάμεως. Ὁ μὲν διὰ τῶν πρώτων εἰρηκώς· Ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν , ἐλθὼν εἰς τὸ πνεῦμα, ταύτην ἐπιμαρτυρεῖ τῷ πνεύματι τὴν δύναμιν· Ταῦτα δὲ πάντα φησὶν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὕτως οὐ λύεται ἡ ἁρμονία τῆς δοξολογίας, ὅταν τι τῶν ὀνομάτων τῆς ἁγίας τριάδος, ἢ πρῶτον ἢ δεύτερον ἢ τρίτον τίθεται. Τὸ γὰρ πρῶτον καὶ δεύτερον καὶ τρίτον οὐ φύσεως ἐμφαίνει διαφοράν, ἀλλὰ θεολογίας ὁδὸν ἀσύγχυτον. Πάλιν ὁ αὐτὸς ἀπόστολος, ἵνα δείξῃ πανταχοῦ ἀδιαφόρως ἑαυτὸν κεχρημένον ταῖς τῶν ὀνομάτων τάξεσιν, εὐτάκτως δὲ καὶ ἀσφαλῶς προσιόντα τῷ θείῳ κηρύγματι, λέγει Θεσσαλονικεῦσι γράφων· Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν. Πρῶτον, Παῦλε, τὸν υἱὸν καὶ τότε τὸν πατέρα κηρύττεις; Τὸ γὰρ πρῶτόν φησιν εἰς τάξιν ἐξέβαλες. Ἐγὼ πρῶτον καὶ δεύτερον, ἐὰν εἴπω, τὴν φύσιν ἀμέριστον ὑπολαμβάνω. Μᾶλλον δὲ οὐχ ὑπολαμβάνω, ἀλλ’ ἀσφαλῶς κηρύττω. Μὴ τοίνυν ὕβριζε τὰ θεῖα λόγια, μηδὲ συκοφάντει τὰ οὐράνια δόγματα. Εὑρίσκεις εἰκόνα τοιαύτην καὶ ἐν τῇ παλαιᾷ. Ὥσπερ γὰρ ἐνταῦθα Παῦλος ἀρξάμενος ἀπὸ τοῦ πνεύματος, ἦλθεν εἰς τὸν υἱὸν καὶ ἀπὸ τὸν υἱὸν πάλιν εἰς τὸν πατέρα καὶ τὸ τρίτον τῇ τάξει τῶν ὀνομάτων ἐποίησε πρῶτον, οὐ τὴν τοῦ κηρύγματος τάξιν μεταβαλών, ἀλλὰ τὴν ἀδιάφορον τῆς θεολογίας γνῶσιν ἐμφαίνων. Οὕτω καὶ ἐν τῇ παλαιᾷ τὸν αὐτὸν τύπον εὑρήσεις ὥσπερ ἐν εἰκόνι προλάμποντα. Τίς οὐκ οἶδεν ἡμῶν, ἀδελφοί, ὅτι τὸν Ἀβραὰμ πρῶτον τάττει ἡ γραφή, δεύτερον δὲ τὸν Ἰσαὰκ καὶ τρίτον τὸν Ἰακώβ; Ἐγὼ γὰρ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. Καὶ εἰκότως ἡ γραφὴ κηρύττει πρῶτον τὸν γεννήσαντα, εἶτα τὸν γεννηθέντα, ἔπειτα τὸν ἐξ ἐκείνου. Ἀλλ’ ἐπειδὴ ἡ φύσις ἦν ἀμέριστος, εἰ καὶ τοῖς χρόνοις διετέμνετο διὰ τὴν ἀκολουθίαν, οὐκ ὤκνησεν ὁ θεὸς μεταβαλεῖν τὴν τάξιν, ἵνα τὴν ὁμολογίαν ἀναδείξῃ. Λέγει γὰρ ἐν τῷ Λευιτικῷ – Λέγω γὰρ καὶ τὸν τόπον, ἵνα μὴ συκοφαντήσῃς τὰ λεγόμενα. –· Ἐὰν δὲ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, παραδώσω αὐτοὺς εἰς ἔθνος ἀλλότριον καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. Προμηνύων τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν φησί· Καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. Τότε αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος. Καὶ μετὰ βραχέα· Καὶ μνησθήσονται τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραάμ.
Ἐπαναλήψομαι τὸ ῥῆμα. Ὁ γὰρ κρότος ἐκάλυψε τὴν ὑπόθεσιν. Ἐκεῖ φησιν αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ ἐπιστρέψουσι πρός με καὶ ἰάσομαι αὐτούς . Οὐδέπω ἀπειλὴ καὶ τὴν καταλλαγὴν ἐπαγγέλλεται. Καὶ ἀνάξω αὐτοὺς εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραάμ . Ὁρᾷς πῶς μεταβάλλει τὴν τάξιν, ἵνα δείξῃ τὴν ὁμοτιμίαν; Οὐ γὰρ πρῶτον ἐποίησε τὸν Ἰακὼβ τοῖς χρόνοις, ἀλλὰ τῇ ἀδιαφορίᾳ κατεχρήσατο, ἵνα δείξῃ τὴν ὁμοτιμίαν. Ἀλλ’ ἐπὶ μὲν τῶν πατριαρχῶν χρόνος μερίζει τοὺς καρποὺς ἀπὸ τῆς ῥίζης. Θνητὴ γὰρ ἡ φύσις καὶ τῶν φύντων καὶ τῶν γεγεννηκότων. Τῆς δὲ ἁγίας καὶ ἀθανάτου προσκυνητῆς τριάδος τὴν φύσιν οὐ τέμνει λόγος, οὐ μερίζει χρόνος, οὐ διιστῶσιν αἰῶνες. Οὐδὲν γὰρ μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ποιητὴς τῶν αἰώνων ὁ μονογενής. Ἄκουε τοῦ θείου καὶ γενναίου κήρυκος ὧδέ τι περὶ πατρὸς εἰρηκότος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσι ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Οὐδὲν τοίνυν μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐδεὶς χρόνος ἢ διάστημα χρόνου. Πρὸ τῶν αἰώνων πατήρ, πρὸ τῶν αἰώνων υἱός. Αὐτὸς γὰρ ἐποίησε τοὺς αἰῶνας . Πρὸ τῶν αἰώνων τὸ ἅγιον πνεῦμα. Οὐδαμοῦ σχίζεται ἡ φύσις· οὐδαμοῦ μερίζεται ἡ δύναμις. Πρόσεχε ἀκριβῶς. Βασιλεύει ὁ πατήρ, βασιλεύει ὁ υἱός, βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. Οἶδα ταύτῃ χρησάμενος τῇ ἀποδείξει. Ἀλλὰ τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές . Βασιλεύει πατὴρ κατὰ τὸ ὁ θεὸς ἡμῶν βασιλεὺς εἰς τὸν αἰῶνα . Βασιλεύει υἱός· Δώσει γὰρ αὐτῷ κύριος τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. Βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. Ὁ μὲν γὰρ Ἡσαΐας εἶπε· Καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ εἶπε πρός με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε, καὶ τὰ ἑξῆς. Ὁ δὲ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐκλαμβάνει τὴν τοῦ προφήτου θεολογίαν. Ἐκείνου εἰρηκότος· Εἶδον τὸν βασιλέα κύριον σαβαὼθ καὶ εἶπέ μοι· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ , ὁ Παῦλος βασιλέα κύριον σαβαὼθ εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐκλαμβάνων ἐν τῇ Ῥώμη τοῖς Ἰουδαίοις διαλεγόμενός φησι· Καλῶς τὸ πνεῦμα τὸ ἅγιον εἶπε πρὸς τοὺς πατέρας ἡμῶν διὰ τοῦ προφήτου Ἡσαΐου λέγον· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς. Ἡσαΐας ἔλεγε· Τὸν βασιλέα σαβαὼθ εἶδον, καὶ εἶπε πρός με· Εἰπὸν τῷ λαῷ τούτῳ. Καὶ ὁ Παῦλος λέγων τῷ ἁγίῳ πνεύματι ἀνέθηκε τὴν αὐθεντίαν. Οὐκοῦν βασιλεὺς καὶ κύριος σαβαὼθ τὸ πνεῦμα τὸ ἅγιον τὸ εἰρηκὸς τῷ Ἡσαΐᾳ· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε , καὶ τὰ ἑξῆς. Ἤκουσα γὰρ φωνῆς κυρίου λέγοντος· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ. Κύριος ὁ πατήρ, κύριος ὁ υἱός· Εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Κύριον τὸ πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Μή τις νομίζῃ, ὅτι μεῖζόν ἐστιν ὄνομα τὸ πρῶτος θεός, τὸ δεύτερον δὲ ὄνομα τὸ κύριος. Ἐπὶ γὰρ τῆς ἀθανάτου φύσεως καὶ κύριος καὶ θεός, κἂν μὴ τὴν αὐτὴν δύναμιν ἔχῃ ἡ λέξις, ἀλλὰ τὴν αὐτὴν ἀξίαν κηρύττει. Τί γάρ; Ὁ θεὸς ὄνομα πρῶτον; Εἰ δεύτερον δὲ τὸ κύριος, οὐκ ἂν τῷ δευτέρῳ ὡς πρώτῳ ὁ Μωϋσῆς ἐχρήσατο λέγων· Κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν. Ἐχρῆν γάρ, εἰ ἄρα, τοῦ πρώτου πρῶτον ἐπιμνησθέντα εἰπεῖν· Ὁ θεός σου κύριος εἷς ἐστι. Ἀλλ’ ἵνα δείξῃ τὸ ἀδιάφορον τῶν ὀνομάτων κύριος εἶπε πρῶτον, εἶτα θεός. Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Κύριος τοίνυν ὁ πατήρ, ὁ υἱὸς κύριος, κύριος τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ὁ Παῦλος λέγει· Εἷς κύριος. Εἰ εἷς κύριος, πῶς κύριος καὶ κύριος; Δηλονότι μία ἡ κυριότης. Οὕτω καὶ εἷς θεὸς, φησὶν…
…
The complete text is available when the reading interface loads.