De spiritu sancto
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia Graeca 52 Volumen 52 Migne Jean-Paul Paris 813-826 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg010.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Χθὲς ἡμῖν, ὦ φιλόχριστοι, ἡ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοίτησις ἀνυμνεῖτο, οὐκ ἀνθρωπίναις ἐννοίαις τιμωμένη, ἀλλὰ τῇ πατρικῇ δυνάμει μαρτυρουμένη. Οὐ γὰρ ἐξ ὧν λογιζόμεθα ἢ φθεγγόμεθα ὁ τοῦ θεοῦ συνίσταται λόγος, ἀλλ’ ἐξ ὧν φωτιζόμεθα καὶ ἡ εὐσέβεια συνίσταται, καὶ ἡ ἀλήθεια κηρύττεται. Μόνος ὁ τοῦ θεοῦ λόγος, μόνη ἡ τοῦ ἁγίου πνεύματος διδασκαλία καὶ λαμπάς ἐστιν εὐσεβείας καὶ κήρυγμα θεογνωσίας καὶ φωτισμὸς τῆς ἐνθέου διδασκαλίας. Ἀναγκαῖόν ἐστιν ἐπιμεῖναι τῇ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐξηγήσει καὶ σαφέστερόν τι περὶ τῆς ἁγίας καὶ ἐνδόξου δυνάμεως εἰπεῖν. Πάλιν ἵνα τοῖς αὐτοῖς χρήσωμαι, τὸ πνεῦμα τὸ ἅγιον ἐξ ὧν οἱ θεῖοι διδάσκουσι λόγοι, μᾶλλον δὲ ἐξ ὧν αὐτὸ περὶ ἑαυτοῦ κηρύττει καὶ διὰ τῶν προφητῶν φθέγγεται καὶ διὰ τῶν ἀποστόλων τὴν ἑαυτοῦ ἀκτῖνα φέρει, τὴν μὲν φύσιν ἐστὶν ἀδιαίρετον, ἅτε δὴ ἐκ τῆς ἀδιαιρέτου καὶ ἀμερίστου φύσεως προελθόν.
Ὄνομα δὲ αὐτοῦ πνεῦμα ἅγιον, πνεῦμα ἀληθείας, πνεῦμα τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα τοῦ πατρός, πνεῦμα τοῦ υἱοῦ, πνεῦμα Χριστοῦ. Καὶ οὕτω καλεῖ αὐτὸ ἡ γραφή, μᾶλλον δὲ αὐτὸ ἑαυτό, καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. Καὶ ἵνα μήποτε ἀκούσαντες ἡμεῖς πνεῦμα θεοῦ, νομίσωμεν δι’ οἰκειότητα λέγεσθαι πνεῦμα θεοῦ, εἰσάγει ἡ γραφὴ τὸ πνεῦμα τὸ ἅγιον καὶ προστίθησι τῷ θεῷ τὸ ἐκ θεοῦ. Ἄλλο δὲ τὸ θεοῦ καὶ ἄλλο τὸ ἐκ θεοῦ. θεοῦ μὲν γὰρ οὐρανὸς καὶ γῆ, ὡς παρ’ αὐτοῦ πεποιημένα. Ἐκ θεοῦ δὲ οὐδὲν λέγεται εἰ μὴ ὃ ἐκ τῆς οὐσίας ἐστί. Λέγεται τοίνυν πνεῦμα ἅγιον. Αὕτη γάρ ἐστιν ἡ κυρία καὶ πρώτη προσηγορία, ἡ ἐμφαντικωτέραν ἔχουσα τὴν διάνοιαν καὶ παριστᾶσα τοῦ ἁγίου πνεύματος τὴν φύσιν Πνεῦμα ἅγιον, πνεῦμα τοῦ θεοῦ. Τίς αὐτὸ καλεῖ πνεῦμα θεοῦ; Ἄκουε τοῦ σωτῆρος· Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια . Πνεῦμα θεοῦ. Ἵνα τοίνυν, ὡς ἔφθην εἰπών, μή τις ἀκούσας πνεῦμα θεοῦ, νομίσῃ οἰκειότητα σημαίνεσθαι, καὶ μὴ φύσεως κοινωνίαν ὁ Παῦλος λέγει· Ὑμῖν δὲ οὐκ ἐδόθη τὸ πνεῦμα τοῦ κόσμου, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ. Πάλιν λέγεται πνεῦμα πατρός, ὡς ὁ σωτὴρ τοῖς ἀποστόλοις λέγει· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν , ὥσπερ δὲ εἶπε πνεῦμα θεοῦ. Καὶ ἐπήγαγεν ἡ γραφὴ τὸ ἐκ θεοῦ , οὕτω πάλιν εἴρηται πνεῦμα πατρός. Καὶ ἵνα μὴ νομίσῃς τοῦτο κατ’ οἰκείωσιν λέγεσθαι, ὁ σωτὴρ βεβαιοῖ· Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἐκεῖ ἐκ θεοῦ, ὧδε παρὰ τοῦ πατρός. Ὅπερ ἐπήγαγεν ἑαυτῷ· Ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον , τοῦτο δὲ τῷ ἁγίῳ πνεύματι· Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Ἔστιν οὖν θεοῦ πνεῦμα καὶ θεοῦ πατρὸς πνεῦμα, καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Τί ἐστιν ἐκπορεύεται ; Οὐκ εἶπε· Γεννᾶται. Ἃ γὰρ οὐ γέγραπται οὐ δεῖ φρονεῖν. Υἱὸς ἐκ πατρὸς γεννηθείς, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον.
Ζητεῖς παρ’ ἐμοῦ τὴν διαφορὰν πάντως· Πῶς ἐγεννήθη οὗτος; Πῶς ἐξεπορεύθη ἐκεῖνος; Τί γάρ; Ὅτι ἐγεννήθη μαθών, ἔμαθες καὶ τὸν τρόπον. Ἄρα οὖν, ἐπειδὴ κηρυττόμενον υἱὸν ἀκούεις, καὶ γεννήσεως τὸν τρόπον κατέλαβες. Ὀνόματά ἐστι πίστει τιμώμενα καὶ εὐσεβεῖ λογισμῷ τηρούμενα. Τίς δὲ ἡ δύναμις τοῦ ἐκπορεύεται ; Ἵνα τὸ τῆς γεννήσεως ὄνομα παρέλθῃ ἡ γραφή, ἵνα μὴ υἱὸν αὐτὸ καλέσῃ, λέγει πνεῦμα ἅγιον. Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται . Εἰσάγει αὐτὸ ἐκπορευόμενον, ὡς ὕδωρ ἀπὸ γῆς βρύον, κατὰ τὸ εἰρημένον περὶ τοῦ παραδείσου· Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδέμ. Ἐκπορεύεται, καὶ πηγάζει. Ὁ πατὴρ πηγὴ ὕδατος ζῶντος λέγεται, κατὰ τὸν προφήτην Ἱερεμίαν τὸν λέγοντα· Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Ὁριζόμενος πηγὴν ὕδατος ζῶντος, τὸν πατέρα ὁ θεῖος λόγος εἰσήγαγεν, ἐκ τῆς πηγῆς τῆς ζωῆς τὸ ὕδωρ τὸ ζῶν ἐκπορευόμενον. Ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Τί ἐκπορεύεται; Τὸ πνεῦμα τὸ ἅγιον. Πῶς; Ὡς ἀπὸ πηγῆς ὕδωρ. Πόθεν τοῦτο, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ὕδωρ καλεῖται; Λέγει ὁ σωτήρ· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ἑρμηνεύων ὁ εὐαγγελιστὴς τοῦτο τὸ ὕδωρ ἐπάγει· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Εἰ τοίνυν ὁ εὐαγγελιστὴς Ἰωάννης σαφηνίζων πνεῦμα τὸ ἅγιον εἶπε τὸ ὕδωρ τὸ ζῶν, ὁ δὲ πατὴρ λέγει· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Πηγὴ τοῦ πνεύματος ὁ πατήρ. Διὰ τοῦτο ἐκ τοῦ πατρὸς ἐκπορεύεται . Λέγεται τοίνυν – Ἐπαναλαμβάνω γάρ. – πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρὸς καὶ πνεῦμα τὸ παρὰ τοῦ πατρός. Πνεῦμα κυρίου μαρτυρεῖ Ἡσαΐας ἐκ προσώπου τοῦ Χριστοῦ· Πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με. Καὶ Παῦλος· Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. Εἰ ὅπου παραγίνεται τὸ πνεῦμα, ἐκεῖ ἐλευθερία, αὐτὸ δοῦλον; Εἰ οἷς ἐπιφοιτᾷ τὸ πνεῦμα τὸ ἅγιον, λύει τὸν τῆς δουλείας ζυγόν, καὶ χαρίζεται τὸ τῆς ἐλευθερίας πρόσωπον, πῶς αὐτὸ δοῦλον; Πῶς χαρίζεται ὃ μὴ ἔχει; Πῶς αὐτὸ δοῦλον ὂν ἐλευθεροῖ; Οὐκ ἤκουσας Παύλου λέγοντος· Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐν Χριστῷ Ἰησοῦ ; Ἐλευθεροῖ τὸ πνεῦμα τοὺς δούλους, τὸ μὴ ἔχον ἐν φύσει τὴν ἐλευθερίαν; Εἰ γὰρ ἔκτισται καὶ δεδούλωται, οὐκ ἐλευθεροῖ.
Μὴ κατασοφιζέσθωσαν ὑμᾶς αἱρετικοί. Οὐ λέγω αὐτὸ δοῦλον οὐδὲ κτίσμα· καινὴ τοῦτο αἵρεσις. Κινδυνεύουσι τρεῖς ἀρχὰς εἰσάγοντες, ἄκτιστον, κτιστὴν καὶ ἄλλην, ἣν οὐκ οἶδα πῶς καλέσω. Πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρός, πνεῦμα ὃ παρὰ τοῦ πατρὸς πορεύεται, πνεῦμα κυρίου, πνεῦμα υἱοῦ. Λέγει ὁ ἀπόστολος· Ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ ὁ πατήρ. Ἰδοὺ τὸ πνεῦμα τοῦ υἱοῦ. Ἀλλαχοῦ πάλιν πνεῦμα Χριστοῦ λέγει Παῦλος· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι· εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν. Παρακαλῶ, πρόσεχε τῇ πλοκῇ ταύτῃ τῇ ἁγίᾳ, πῶς ὥσπερ σειράν τινα ἁγίαν καὶ ζῶσαν ἐκ τριπλόκου δυνάμεως εἰσήγαγεν ὁ Παῦλος, τὴν φύσιν συνάπτων τὴν ἀδιαίρετον, καὶ ἐν διαφόροις ὀνόμασι μίαν τὴν δύναμιν ἐνδεικνύμενος· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. Ἰδοὺ πνεῦμα. Εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν. Ἴδε πνεῦμα θεοῦ. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει. Καὶ μὴν ἐχρῆν εἰπεῖν· Εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει. Ἀλλ’ εἶπε· Πνεῦμα Χριστοῦ . Εἶπε θεοῦ πνεῦμα, καὶ ἐπήγαγε τὸ πνεῦμα τοῦ Χριστοῦ . Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλὰ τοῦτο εἶπεν, ἵνα δείξῃ ὅτι εἰ πνεῦμα, καὶ Χριστός. Καὶ ἴσον ἐστὶ Χριστὸν παρεῖναι καὶ πνεῦμα παρεῖναι. Καὶ ἴσον ἐστὶν εἰπεῖν πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ. Ἔστι τοίνυν πνεῦμα ἅγιον, πνεῦμα τὸ τῆς ἀληθείας , ὡς ἂν τις εἴποι πνεῦμα τοῦ υἱοῦ, ἐπειδὴ λέγει ὁ σωτήρ· Ἐγώ εἰμι ἡ ἀλήθεια. Λέγεται τὸ πνεῦμα τῆς ἀληθείας , ὅ ἐστι τὸ πνεῦμα τοῦ υἱοῦ, ὥς φησιν ὁ Παῦλος· Ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. Ἔστιν οὖν καὶ πνεῦμα τοῦ υἱοῦ καὶ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστόν. Καὶ ἄκουε αὐτοῦ τοῦ Παύλου· Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν. Ταῦτα τὰ ὀνόματα τῆς ἁγίας καὶ ἀχράντου δυνάμεως, τοῦ ἁγίου ἐστὶ καὶ προσκυνητοῦ πνεύματος. Ἔστι δὲ καὶ ἄλλα ὀνόματα οὐ τῇ φύσει προσήκοντα, ἀλλὰ τῇ ἐνεργείᾳ. Βαθὺς ὁ λόγος καὶ χρῄζει ἀκοῆς προσεχοῦς καὶ ἀσφαλοῦς καὶ πιστῆς. Λέγεται δὲ πάλιν τὸ πνεῦμα, ζωῆς πνεῦμα, ἐπειδὴ ὁ σωτὴρ λέγει· Ἐγώ εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Λέγεται δὲ πνεῦμα ζωῆς, καθὼς καὶ ὁ Παῦλος λέγει· Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς. Ταῦτα τὰ ὀνόματα αὐτῆς τῆς αὐθεντίας, αὐτῆς τῆς φύσεως. Ἔστι δὲ ἄλλα ὀνόματα, ἃ οὐ προσγράφεται τῷ ἁγίῳ πνεύματι, ἀλλὰ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ αὐτοῦ, οἷον αἱ δωρεαὶ αὐτοῦ. Λέγω δὲ καὶ προσδιασαφηνίζω τὴν ἔννοιαν, καὶ ἐπάγω τὴν μαρτυρίαν. Ἐπειδὰν χαρίσηται τὸ πνεῦμα τὸ ἅγιον εὐχαῖς τῶν ἁγίων ἢ ἐμοὶ ἢ ἑτέρῳ Χριστιανῷ ἁγιασμόν, καὶ λάβω δῶρον, ὥστε ἅγιον ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἡ δωρεὰ ἡ δοθεῖσά μοι καλεῖται πνεῦμα ἁγιωσύνης, τουτέστι χάρισμα. Ἐὰν δῷ τὸ πνεῦμα τὸ ἅγιον δωρεάν τινι μὴ ἔχοντι σοφίαν, μὴ ἔχοντι γνῶσιν, ἀλλὰ δῷ αὐτῷ μόνην πίστιν, οἷοί εἰσι πολλοὶ χαρίσματα ἔχοντες τοῦ πιστεύειν γραφαῖς, οὐκ εἰδότες γραφάς, καὶ ταῖς γραφαῖς πιστεύοντες, καλεῖται ἡ δωρεὰ ἐκείνη πνεῦμα πίστεως. Ἐάν τις λάβῃ δύναμιν καὶ δωρεὰν παρὰ τοῦ ἁγίου πνεύματος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν διδομένων ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, ἔλαβε πνεῦμα ἐπαγγελίας. Ἐάν τις λάβῃ σοφίας δῶρον, καλεῖται ἡ δωρεὰ πνεῦμα σοφίας. Καὶ πανταχοῦ τὰ χαρίσματα τοῦ πνεύματος καλεῖται πνεῦμα. Καὶ πρόσεχε ἀκριβῶς, ἐν τύπῳ διασαφηνιζόντων ἡμῶν ἐκ μέρους τὰς θεωρίας. Ἔλθωμεν οὖν ἐπὶ τὰς ἀποδείξεις. Ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει. Ὅταν λάβῃ τις χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. Ἐπειδήπερ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται καὶ τὸ δῶρον ὁμωνύμως τῷ χαρίσματι. Διὰ τοῦτο λέγει Παῦλος· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας. καὶ πάλιν· Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Πνεῦμα δὲ λέγει ἐνταῦθα τὸ χάρισμα, ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ἐπαγγελίας πνεῦμα ποῦ γέγραπται; Λέγει Παῦλος· Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ τῆς ἐπαγγελίας , τουτέστι, τὸ χάρισμα τοῦ πνεύματος. Ἴδε οὖν πνεῦμα πίστεως, πνεῦμα ἐπαγγελίας. Ἐὰν ᾖ τις πρᾶος, ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε πραότητος. Ἔστι δὲ θεοῦ χάρισμα. Καὶ τοῦτο λέγει Παῦλος· Ἐὰν δὲ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος , τουτέστιν ἐν τῷ χαρίσματι τῆς δωρεᾶς τῆς πραότητος, Σκοπῶν φησι σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἰδοὺ πνεῦμα πραότητος. Ἄλλῳ δίδωται ἁγιασμὸς ψυχῆς καὶ σώματος, καὶ καλεῖται πνεῦμα ἁγιωσύνης, καθώς φησι· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, κατὰ πνεῦμα ἁγιωσύνης. Ἀντίστροφον αὐτὸ εἶπεν. Ἡ δὲ ἔννοια τοῦτο ἔχει· Παῦλος γενόμενος ἀπόστολος κατὰ πνεῦμα ἁγιωσύνης. Πολλοὶ γὰρ ἐνόμισαν, ἀκολουθοῦντες τῷ ῥήματι τῷ πρώτῳ, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης. Οὐκ ἔστι δὲ οὕτως. Ἀλλά· Παῦλος ἀπόστολος χειροτονηθεὶς κατὰ πνεῦμα ἁγιωσύνης. Καὶ πότε ἐχειροτονήθη; Ἐξ ἀναστάσεως Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ μὲν ἄλλοι ἀπόστολοι πρὸ τοῦ πάθους, οὗτος μετὰ τὴν ἀνάστασιν. Διὰ τοῦτο· Κατὰ πνεῦμα ἁγιωσύνης . Καὶ ἄλλο δὲ λέγω· Ὅταν ἀρξώμεθα πάντες τῇ ὥρᾳ τῆς μυσταγωγίας λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς , δῶρον ἐλάβομεν πνεῦμα υἱοθεσίας, τουτέστι, τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Πνεῦμα καλεῖται ζήλου, ὥς φησιν ὁ Παῦλος· Ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμάτων , τουτέστι, ζῆλον ἔχετε εἰς τὰ πνευματικὰ χαρίσματα. Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων , τουτέστι, τῶν χαρισμάτων. Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι · τουτέστι, παντὸς χαρίσματος μείζων ἡ ἀγάπη.
Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἔρχεται Ἡσαΐας πάλιν. Τὸ γὰρ αὐτὸ πνεῦμα διὰ πάντων λαλεῖ. Ὥσπερ οὖν εἶπε Παῦλος πνεῦμα ζωῆς, πνεῦμα ἀγάπης, πνεῦμα δυνάμεως, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα πραότητος, πνεῦμα υἱοθεσίας, οὕτω καὶ ὁ μακάριος Ἡσαΐας· Ἐξελεύσεταί φησιν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ῥάβδος , τουτέστιν ἡ βασιλικὴ τοῦ σωτῆρος. Ῥάβδον γὰρ καλεῖ βασιλικὸν σύνθημα, ὥς φησιν ὁ Δαυίδ· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ.
Ὧδε τὸ ὄνομα τῆς φύσεως αὐτοῦ τοῦ πνεύματος, λοιπὸν τὰ χαρίσματα· Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου θεοῦ. Οἷον ἀναπτύσσων γραφὴν ἢ σὺ ὁ πιστός, ἢ ἄλλος Χριστιανός, ἐὰν ᾖ ἀπόκρυφον νόημα καὶ ἀσαφές, δῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον, ὥστε τὰ κεκρυμμένα τῶν νοημάτων ἀποκαλυφθῆναι, τουτέστι, χάρισμα ἀποκαλύπτον τὰ βάθη. Ὅθεν ὁ ἀπόστολος βουλόμενος τοὺς μαθητὰς τῆς εὐσεβείας νοεῖν τὰ τῶν γραφῶν, λέγει· Εὔχομαι τῷ θεῷ, ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν. Εἶδες πνεῦμα ἀποκαλύψεως; Ἀλλὰ πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. Ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως · ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης · ὅπου δεῖ σαφῶς λαλῆσαι τὸν διδάσκαλον, καλεῖται πνεῦμα σοφίας · ὅπου δεῖ νοῆσαι τὸν ἀκροατὴν συνετῶς, καλεῖται πνεῦμα συνέσεως . Τὸ πνεῦμα τῆς σοφίας δέδοται τοῖς διδάσκουσι, τὸ πνεῦμα τῆς συνέσεως τοῖς ἀκροαταῖς. Κηρύττω ἐγώ· ἀλλὰ σὺ νοῆσαι οἶδας, οὐ διδάξαι· ὃ λεγόμενόν ἐστι χάρισμα σοφίας διὰ τὸ διδάσκειν. Βουλόμενος δὲ ὁ θεὸς δεῖξαι ὅτι ὥσπερ πέμπει τῷ διδάσκοντι λόγον σοφίας, οὕτω πέμπει καὶ τῷ μανθάνοντι δῶρον συνέσεως, ἵνα νοήσῃ τὰ τοῦ θεοῦ, φησί· Σοφίας χάριν ἔχει στόμα κηρύττον, συνέσεως χάριν ἔχει καρδία μανθάνουσα. Ἡ σοφία ὅπλον ἐστὶ τοῦ στόματος· ἡ σύνεσις ὅπλον τῆς καρδίας. Διὰ τοῦτο Δαυὶδ λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος οὐκ ἔλαβε διδασκαλίας χάριν, ἀλλ’ ἔλαβε χάριν διδόναι γνώμην καὶ βουλὴν ἀγαθὴν καὶ θαυμαστήν. Ἐνίοτε ὁ διδάσκων γνώμην οὐκ οἶδε δοῦναι. Οὐ γὰρ ἔλαβεν. Οὐ πάντα γὰρ λαμβάνει τις, ἵνα μή τις φύσιν εἶναι τὴν χάριν νομίσῃ. Λαμβάνει τῆς διδασκαλίας χάριν· καὶ ἵνα μὴ ἐπαίρηται, ἐν πραγμάτων βουλῇ εὑρίσκεται ἀτονῶν· Καὶ ἄλλος διδάσκειν μὴ δυνάμενος, συμβουλεύει καλῶς. Καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις, ἀλλαχοῦ δανειζόμενος. Πόθεν τοῦτο; Νῦν ἀπόδειξιν παραστήσω, ὅτι ὁ λαβὼν χάριν διδασκαλίας ἐπιδέεται γνώμης ἑτέρου. Μωϋσῆς ἔλαβε πνεῦμα σοφίας, νομοθεσίας, διδασκαλίας· ἐπέτρεψεν ἑαυτῷ δικάζειν πᾶσαν ἡμέραν. Ἐπέρχεται Ἰωθὸρ ὁ πενθερὸς αὐτοῦ συμβουλεύων αὐτῷ καὶ λέγει· Οὐ δύνῃ ἀρκέσαι πρὸς τοσοῦτον λαὸν μόνος σύ, ὥστε δικάζειν. Ἀλλὰ φθορᾷ καταφθαρήσῃ, ἐὰν τοῦτο ποιήσῃς. Ἀλλὰ τί; Κατάστησόν φησι δεκάρχους καὶ πεντηκοντάρχους καὶ ἑκατοντάρχους καὶ χιλιάρχους, ἵνα τὰ ὑπερβαίνοντα τὸν δέκαρχον ἀνενέγκῃ ἐπὶ τὸν πεντηκόνταρχον· τὰ δὲ ὑπερβαίνοντα τὸν πεντηκόνταρχον ἀνενέγκῃ ἐπὶ τὸν χιλίαρχον καὶ τὰ ὑπερβαίνοντα τὸν χιλίαρχον ἀνενέγκῃ σοι καὶ τὰ ὑπερβαίνοντα σε ἀνοίσῃς τῷ θεῷ. Εἴ τι φησὶ βαρὺ ῥῆμα ἀνοίσουσιν ἐπὶ σέ· εἰ δὲ τί σοι βαρύ, ἀνοίσεις πρὸς τὸν θεόν. Καὶ ὁ νομοθέτης σοφὸς ὤν, ἐδέξατο γνώμην ἰδιώτου. Καὶ ἐγένετο ἡ γνώμη νόμος καὶ εἰκὼν τῶν μελλόντων. Ἐπειδὴ Ἰωθὸρ ὁ πενθερὸς Μωϋσέως ἱερεὺς ἦν τῶν εἰδώλων, μετὰ δὲ ταῦτα κατέγνω τῆς πλάνης καὶ ἔμαθε τὴν ἀλήθειαν καὶ εἰκὼν ἐγένετο τῆς τῶν ἐθνῶν ἐκκλησίας, ὅτι τὴν σοφίαν τοῦ νόμου ὑπερβαίνει ἡ τῶν ἐθνῶν σύνεσις, οὐκ ἐν τῷ εἶναι ἐθνική, ἀλλ’ ἐν τῷ μετανοῆσαι. Πότε γὰρ ἐδέχθη ἡ γνώμη Ἰωθόρ; Οὐκ ἐν ὅσῳ ἦν ἱερεύς, ἀλλὰ μετὰ τὸ ἐπιγνῶναι τὸν θεόν. Ὅτε γὰρ εἶδε τοῦ θεοῦ τὰ ἔργα καὶ διηγήσατο αὐτῷ Μωϋσῆς τὰ ἐν Αἰγύπτῳ θαύματα, λέγει· Νῦν ἔγνων (ἴδε μετάνοιαν) ὅτι μέγας κύριος ὁ θεὸς ὑμῶν παρὰ πάντας τοὺς θεούς. Ἀφ’ οὗ οὖν ἔγνω τὴν ἀλήθειαν, ἔλαβε χάρισμα γνώμης ἀγαθῆς.
Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἔλαβεν ὁ διδάσκων πνεῦμα σοφίας, ὁ διδασκόμενος πνεῦμα συνέσεως, ἵνα συνιῇ. Διὰ τοῦτο Ἡσαΐας τὴν σοφίαν ἐπιγράφει τῷ λέγοντι, τὴν σύνεσιν τῷ ἀκούοντι καί φησι· Σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν. Πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, πνεῦμα ἰσχύος τῷ τὴν γνώμην δεχομένῳ. Λαμβάνει χάριν ὁ γνωμοδότης εἰπεῖν τι χρηστόν. Λαμβάνει χάριν ὁ τὴν γνώμην δεχόμενος ἐπιτελέσαι τὸ συμφέρον. Πνεῦμα φόβου θεοῦ. Ἕκαστον τούτων τῶν χαρισμάτων πρὸς τὴν προκειμένην χρείαν ἐδίδοτο. Ἀμέλει ὅτε κατεσκευάζετο ἡ σκηνὴ ἐπὶ Μωϋσέως ἐν τῇ ἐρήμῳ , οὐ χρεία ἦν ἐκεῖ δωρεᾶς διδασκαλικῆς, ἀλλὰ δωρεᾶς ἀρχιτεκτονικῆς· πῶς ὑφάνωσι τὴν βύσσον, τὴν ὑάκινθον, τὸ κόκκινον, τὴν πορφύραν. Ἔδωκεν ὁ θεὸς χάρισμα δωρεᾶς ἀρχιτεκτονικῆς, ὑφαντικῆς, ἱστουργικῆς, χρυσοχοϊκῆς, λιθουργικῆς, ῥαφιδευτικῆς. Καὶ διὰ τί ταύτας τὰς τέχνας ἔδωκεν; Ἐπειδὴ τὴν σκηνὴν ἐποίει ὁ θεὸς ἐπὶ τῆς γῆς. Ἦν δὲ εἰκὼν οὐρανοῦ καὶ γῆς ἡ σκηνή. Ἐν ἓξ δὲ ἡμέραις ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Κατεσκευάζετο ἡ σκηνὴ τύπον ἔχουσα οὐρανοῦ καὶ γῆς καὶ χρεία δωρεᾶς τοῦ ἁγίου πνεύματος ἦν πρὸς τὸ πρᾶγμα ἁρμοζούσης. Οὐ γὰρ ἦν καιρὸς διδακτικῆς, ἀλλ’ ὑφαντικῆς καὶ τῶν ἄλλων. Καὶ λέγει ὁ θεός· Ἰδοὺ κέκληκα ἐξ ὀνόματος τὸν Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα καὶ ἐπλήρωσα αὐτὸν πνεύματος θείου, πνεύματος σοφίας καὶ ἐπιστήμης καὶ αἰσθήσεως. Σοφίας πρὸς τὸ ὑποτίθεσθαι τοῖς ἐργαζομένοις τοιῶσδε ἐργάζεσθαι ἢ τόδε ποιῆσαι. Ἐπιστήμης, ἵνα ἁρμόσῃ· αἰσθήσεως, ἵνα νοήσῃ τὰ παρὰ τοῦ θεοῦ λεγόμενα ποίαν ἔχει δύναμιν. Ἀλλαχοῦ ἐπαγγέλλεται ὁ θεὸς διδόναι χάριν φιλανθρωπίας καὶ λέγει· Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ , τουτέστι δωρεὰν φιλανθρωπίας. Πάλιν δωρεῖται χάρισμα ταπεινοφροσύνης. Πόθεν τοῦτο; Οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, ἐπειδὴ ὡς δίκαιοι τὴν φλόγα ἐπάτησαν, ὡς δὲ ταπεινόφρονες ἁμαρτωλοὺς ἑαυτοὺς ἐκάλεσαν, διὰ τὴν ὑπερβάλλουσαν δικαιοσύνην ἐπάτησαν τὴν φλόγα, καὶ τὴν κάμινον δρόσον ἐποίησαν· οὐκ ἐπήρθησαν δέ, οὐδὲ εἶπον· Ὢ πῶς ἡ δικαιοσύνη μεθ’ ἡμῶν. Ἐνικήσαμεν φύσιν· ὑπερέβημεν νόμον. Ἀλλὰ πράττουσιν ὡς δίκαιοι καὶ λαλοῦσιν ὡς ἁμαρτωλοί. Ἐννόησον γάρ. Ἐπάτουν τὴν φλόγα καὶ ἐχόρευον ὡς ἅγιοι καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Πάντα ὅσα ἐπήγαγες ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας· ὅτι ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, ἵνα εὖ ἡμῖν γένηται . Ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης. Διὰ τοῦτο ἰδόντες τὴν χάριν, λέγουσιν ὅτι οὐκ ἔστιν ἡμῖν ἐν τῷ καιρῷ τούτῳ προφήτης οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος . Ἐπεὶ οὖν οὐκ ἔχομεν πόλιν, οὐ ναόν, οὐ θυσιαστήριον, οὐ θυμίαμα, ἀντὶ πάντων ἡ ταπεινοφροσύνη ἡμῖν ἀρκέσει. Διὰ τοῦτο λέγουσιν· Ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ἄλλος, ὅταν πλήρης ᾖ τῆς χάριτος, λαβὼν ὁλόκληρον τὸ δῶρον λέγει· Πνεῦμα ἔλαβε πληρώσεως. Πόθεν τοῦτο; Λέγει Ἱερεμίας· Ἡ ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς ἅγιον, οὐδὲ εἰς καθαρὸν πνεῦμα πληρώσεως. Οὐκ ἔχουσι φησὶ πνεῦμα τὸ πληροῦν αὐτούς. Οὕτως εἶχον πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὼς γέγραπται· Τότε φησὶν ὁ Παῦλος πλησθεὶς πνεύματος ἁγίου , ὅτε ἐλέγχει Ἐλύμαν τὸν μάγον. Ὁρᾷς τὰ χαρίσματα; Ἐπαναλαμβάνω τοίνυν τὰ ὀνόματα τῆς ἀφράστου φύσεως· πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα πατρός, πνεῦμα υἱοῦ, πνεῦμα Χριστοῦ, πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστόν, πνεῦμα ζωῆς, πνεῦμα ἀληθείας. Λοιπὸν τὰ χαρίσματα· πνεῦμα δυνάμεως, πνεῦμα ἀγάπης, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα ἀποκαλύψεως, πνεῦμα υἱοθεσίας. Ὅταν λάβῃ τις χάρισμα τοῦ δικάζειν, ἔλαβε πνεῦμα κρίσεως, ὡς λέγει Ἡσαΐας· Καὶ καθαριεῖ αὐτοὺς ὁ κύριος πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Τὴν τιμωρητικὴν καὶ καθαρτικὴν δύναμιν καλεῖ πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως. Ὁ δὲ Δαυὶδ αἰτεῖ πνεῦμα εὐθές, τὸ εἰς εὐθύτητα φέρον. Καὶ πάλιν αἰτεῖ χάρισμα ἡγεμονεῦον τῶν παθῶν καὶ ποιοῦν τὴν ψυχὴν μὴ δουλεύειν τοῖς πάθεσιν. Ἐπειδὴ γὰρ διεστράφη ἡ καρδία τοῦ Δαυίδ, καὶ ἀπὸ σωφροσύνης ἦλθεν εἰς κακίαν παθῶν καὶ ἡδονῆς, καὶ ἐπειδὴ οὐ δικαίως ἔκρινεν ἀναιρεθῆναι τὸν ἄνδρα καὶ δοῦλος ἐγένετο ἐπιθυμίας καὶ εἰς μοιχείαν ἐτράπη, αἰτεῖ πνεῦμα εὐθές, λέγων· Ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ μὴ ἀπορρίψῃς με φησὶν ἀπὸ τοῦ προσώπου σου· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξον με , τουτέστι χαρίσματι ἡγεμονεύοντι τῶν παθῶν καὶ κρατοῦντι τῶν ἡδονῶν.
Ταῦτα ἡμῖν εἴρηται περὶ τῆς τοῦ ἁγίου πνεύματος θεϊκῆς αὐθεντίας καὶ τῆς κατὰ τὰ ἐνεργήματα διαφορᾶς. Οἱ δὲ αἱρετικοὶ ἀγνοήσαντες ὅτι, ὅταν λέγῃ πνεῦμα ἁγιωσύνης ἢ ἐπαγγελίας, τῶν δωρεῶν μέμνηται, αὐτοὶ εἰς τὴν φύσιν ἀνάγουσι, λέγοντες, ὅτι ὁ θεὸς ἔδωκε, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐδωρήσατο. Εἶδές φασιν ὅτι δῶρόν ἐστι θεοῦ; Ἀνέγνων τὰ τῶν δωρεῶν καὶ εἰς τὴν φύσιν ἀνήγαγον, δέον νοῆσαι τίνα τὰ ὀνόματα τὰ τὴν φύσιν δηλοῦντα καὶ τίνα τὰ ὀνόματα τὰ τὴν χάριν ἑρμηνεύοντα. Ἐκαπήλευσαν τὴν ἀλήθειαν, συνέχεον τὰ πάντα, ἀνέστρεψαν ἑαυτούς, ἐξώκειλαν τῆς ἀληθείας. Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκουσιν εἶναι σοφοί, ἐμωράνθησαν. Διὸ ἐπάγουσιν· Ἐπειδή φησι περὶ πνεύματος κινεῖς καὶ ἀπὸ γραφῶν διδάσκεις, καὶ βούλει μάρτυρας ἔχειν τὰς γραφάς, ἀπ’ αὐτῶν τῶν γραφῶν κινούμενοι λέγομεν ἅπερ ὁ σωτὴρ περὶ τοῦ πνεύματος εἶπε τοῦ ἁγίου. Τί οὖν λέγει; Ὅταν δὲ ἔλθῃ φησὶν ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, ἀναγγελεῖ ὑμῖν· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Εἶδες πῶς, φησιν, ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ’ ἐξ αὐτοῦ λαμβάνει; Μὴ δύναται ἡ αὐθεντία δειχθῆναι τοῦ πνεύματος; Οὐκ ἔδειξέ φησιν ἡ γραφὴ ὑποκείμενον αὐτὸ τῇ ἐξουσίᾳ τοῦ υἱοῦ καὶ δανειζόμενον παρ’ αὐτοῦ καὶ ἄλλοις χορηγοῦν; Πρόσεχε ἀκριβῶς. Ὅταν τι τῶν λεγομένων ἄπορόν σοι φανῇ, μὴ εὐθέως ἐπιπηδήσης τῇ λέξει, ἀλλ’ ἀνάμεινον τὸ τέλος τοῦ νοήματος. Οὐκ εἶδες ἐν ταῖς παρασκευαῖς τῶν οἰκοδομῶν, πῶς πάντα συγκεχυμένα· ἄσβεστος, λίθοι, ξύλα. Καὶ τῇ μὲν σῇ ὄψει πάντα συγκέχυται, τῷ δὲ τεχνίτῃ πάντα ἥρμοσται; Καὶ οἶδε τὸν καιρόν, καθ’ ὃν τοῦτο τὸ συγκεχυμένον ἁρμόσει ἐκείνῳ, κἀκεῖνο τούτῳ. Καὶ τὰ μὲν διεσκορπισμένα τὴν πρέπουσαν ἁρμονίαν λαμβάνοντα ἀποτελεῖ τὸ τῆς οἰκοδομῆς κάλλος. Ὅταν τοίνυν ἴδῃς τὸν λέγοντα ἀπὸ τούτου εἰς τοῦτο, καὶ ἀπ’ ἐκείνου εἰς ἄλλο μεταβαίνοντα, νόει τὰς ὕλας αὐτὸν παρασκευάζειν. Ὅταν γὰρ παραθῶ τὰς ὕλας, τότε δείκνυμι τὴν ἁρμονίαν. Μία φύσις υἱοῦ καὶ πνεύματος, μία δύναμις, μία ἀλήθεια, μία ζωή, μία σοφία. Ἀφ’ οὗ δὲ ὁ σωτὴρ κατηξίωσε τὸ πλάσμα λαβεῖν τὸ ἡμέτερον, πληροῦται πνεύματος ἁγίου, οὐ κατώτερος ἁγίου πνεύματος, ἀλλ’ ὡς τῆς σαρκὸς ὀφειλούσης ἀνθρωπίνῳ τύπῳ λαβεῖν τοῦ πνεύματος τὴν ἐπιφοίτησιν· οὐχ ὅτι οὐκ ἠδύνατο ὁ θεὸς λόγος ἁγιάσαι τὸ πλάσμα ὃ ἀνέλαβεν. Ἐὰν γὰρ εἰς τοῦτον χωρήσῃς τὸν λόγον, καὶ ὁ υἱὸς περιττός. Ἤρκει γὰρ ὁ πατὴρ ἁγιάσαι τὸ πλάσμα. Μὴ γὰρ ὡς ἀτονῶν ὁ πατὴρ προσλαμβάνει τὸν υἱόν; Μὴ γὰρ ὡς ἀτονῶν ὁ υἱὸς προσλαμβάνει τὸ πνεῦμα; Ἀλλ’ ἐπειδὴ μία φύσις ἐστὶ τὰ πάντα ἐν πᾶσιν ἐνεργοῦσα, τὰ μὲν ὁ πατὴρ ἐργάζεται καὶ εἰς πᾶσαν τὴν φύσιν ἐκλαμβάνεται, τὰ δὲ ὁ υἱὸς καὶ εἰς πᾶσαν διαβαίνει τὴν φύσιν, τὰ δὲ τὸ πνεῦμα καὶ εἰς πᾶσαν τὴν φύσιν ἀναλαμβάνεται. Ὅτε οὖν ἐστιν ἡ φύσις καθ’ ἑαυτὴν θεωρουμένη, ἴση καὶ ὁμαλή, δεσποτικῆς αὐθεντίας πλήρης, θαυμαστή, οὔτε ἐνδεής, οὔτε ἀτελής, οὐ προκόπτουσα, οὐ μειουμένη, οὐκ ἐλαττουμένη, οὐ προσθήκας λαμβάνουσα. Ὅταν δὲ ἀναλάβῃ ὁ θεὸς λόγος τὴν σάρκα τὴν ἐξ ἡμῶν, ποιεῖ αὐτὴν κατὰ τὸν ἀνθρώπινον τύπον, ὡς ἕνα τῶν προφητῶν ἢ ὡς ἕνα τῶν ἀποστόλων, δεχομένην πνεῦμα ἅγιον. Εἶπον προλαβών, οὐχ ὡς μὴ ἀρκούσης τῆς θεότητος τοῦ υἱοῦ, ἀλλ’ ἵνα ἐντελὴς τῆς τριάδος ἡ γνῶσις ἐν τῷ πλάσματι τούτῳ δειχθῇ. Κατηξιώθη οὖν ἡ σὰρξ ἡ δεσποτικὴ πνεύματος ἁγίου καὶ λοιπὸν ἐβούλετο ὁ σωτὴρ τὸ πλάσμα ὃ ἀνέλαβεν οἰκειοῦν τῷ ἁγίῳ πνεύματι, ἵν’ ὅπερ ἂν ποιῇ ὁ Χριστὸς κατὰ σάρκα, ἐπιγράφηται τῷ ἁγίῳ πνεύματι τῷ ἐνοικοῦντι ἐν αὐτῷ, ὡς ἐν ἁγίῳ ναῷ τῷ ἀνθρωπίνῳ. Ἄνθρωπος γὰρ δι’ ἡμᾶς, θεὸς δὲ δι’ ἑαυτόν· θεὸς δι’ ἑαυτόν, ἄνθρωπος δὲ διὰ φιλανθρωπίαν. Ἐξέβαλε δαιμόνια καὶ ἠθέλησε τὴν ἀπέλασιν τῶν δαιμόνων ἐπιγράφειν τῷ ἁγίῳ πνεύματι καὶ λέγει· Εἰ δὲ ἐγὼ ἐν πνεύματι ἁγίῳ ἐκβάλλω τὰ δαιμόνια. Καὶ οὐκ εἶπεν· Ἐν τῷ θεῷ λόγῳ, ἀλλ’ ἐπιγράφει τῷ ἁγίῳ πνεύματι, ὡς ἀνὴρ ἅγιος πνεύματος ἁγίου κατηξιωμένος. Ἀμέλει ὅτε εἰσῆλθεν εἰς τὸ ἱερόν, λαμβάνει τὸν προφήτην Ἡσαΐαν καὶ ἀναγινώσκει. Ἀναγινώσκει δὲ τὰ περὶ ἑαυτοῦ γεγραμμένα. Καὶ ἀναπτύξας φησὶ τὸ βιβλίον, λέγει· Πνεῦμα κυρίου ἐπ’ ἐμέ. . Ταῦτα ἆρα τῷ θεῷ λόγῳ ἁρμόζει; Θεὸς λέγει· Πνεῦμα κυρίου ἐπ’ ἐμέ. Οὐκ ἀναντίρρητόν ἐστι ὅτι τὸ πρόσωπον τοῦ ἀνθρώπου λαλεῖ; Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με. Διὰ τοῦ πνεύματός φησι τοῦ ἁγίου ἐχρίσθην. Διὰ τοῦτο Πέτρος φησίν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει.
Ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Ταῦτα γὰρ ὅλα παρασκευὴ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται . Οὐ γὰρ ἀπ’ ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ’, ὡς ἔφθην εἰπών, τὰς ὕλας εὐτρεπίζω, ἵνα σὺ τὴν ἕνωσιν ἁρμόσῃς. Κατηξιώθη πνεύματος ἁγίου· ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ καὶ λέγει Ἰωάννης· Εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν. Εἶδες πῶς τύπῳ ἀνθρωπίνῳ λαμβάνει πνεῦμα ἅγιον; Οὐδεὶς οὕτως ἀσεβής, ἵνα νομίσῃ ὅτι ἡ θεότης ἔλαβε πνεῦμα. Λέγει Ἰωάννης ὁ βαπτιστὴς· Μέσος ὑμῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μου εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, οὗτος ἐστιν ὁ υἱὸς μου. Κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ τὸ τοῦ Ἡσαΐου· Πνεῦμα κυρίου ἐπ’ ἐμέ. Ἐβαπτίσθη ἡ σὰρξ καὶ εὐθέως βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. Ἀνήχθη, καὶ ὡς παιδαγωγὸν εἶχεν ἡ σὰρξ τὸ πνεῦμα τὸ ἅγιον. Διὰ τί ἤγετο; Ἵνα ὑμῖν τύπον δῷ ὅτι ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄγεται ἐπιθυμίαις, ἀλλ’ ἄγεται πνεύματι, οὕτω καὶ ἡμεῖς ὀφείλετε. Διὰ τοῦτο καὶ ὁ Παῦλος· Εἰ δὲ πνεύματι θεοῦ ἄγεσθε, οὐκέτι ἐστὲ ἐν σαρκί , καὶ Ὅσοι πνεύματι θεοῦ ἄγονται, οὐκ εἰσὶν ὑπὸ νόμον. Ἄγεται ἡ σὰρξ τοῦ Χριστοῦ, ἀγώμεθα καὶ ἡμεῖς. Διὰ τοῦτο γὰρ καὶ πάντα εἰς ἑαυτὸν ἀναλαμβάνει, ἵνα τύπον ἡμῖν καταλίπῃ. Ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι καὶ ἐνίκησε τὸν διάβολον· Οὐχ ἡ θεότης. Ὕβρις γὰρ ἦν τῇ θεότητι τὸ εἰπεῖν· Ἐνίκησα. Θεὸς γὰρ οὔτε ἡττᾶταί ποτε, οὔτε νικᾷ, ἀλλὰ ἀεὶ κρατεῖ. Εἰ νίκην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. Ὁ δὲ ἀεὶ κρατῶν, παντοκράτωρ, καὶ οὔτε στασιάζεται ὑπὸ τῶν κρατουμένων οὔτε καμάτῳ περιγίνεται τῶν ἀρχομένων. Εἰ τοίνυν ἡ σὰρξ ἡ δεσποτική, τὸ κυριακὸν πλάσμα, ὁ ξένος ἄνθρωπος, ὁ οὐράνιος, τὸ νέον βλάστημα, τὸ ἀπὸ τῆς ξένης ὠδῖνος ἀνθῆσαν, οὗτος λαμβάνει πνεῦμα ἅγιον, ἔχεις τὰς μαρτυρίας ὅτι ἐπεδήμησε πνεῦμα ἐξ οὐρανοῦ, ὅτι ἀνήγαγεν αὐτὸν τὸ πνεῦμα εἰς τὸ περιγενέσθαι τὸν διάβολον. Ἡ τοῦ Ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθείσα, ἵνα νικήσῃ λοιπόν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυνάμει τοῦ πνεύματος. Διὰ τοῦτο, ὥσπερ εἶπεν· Ἀνήχθη ὑπὸ τοῦ πνεύματος ἐν τῇ ἐρήμῳ πειρασθῆναι , οὕτως, ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· Ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυνάμει τοῦ πνεύματος ἀπὸ τῆς ἐρήμου. Εἶχεν οὖν ἡ σὰρξ πνεῦμα ἅγιον, οὐ μέρος χαρισμάτων, ὡς ἡμεῖς, τῷ μὲν σοφία, τῷ δὲ γνῶσις, ἀλλὰ πάντα ἔσχε τὰ χαρίσματα. Ἐπὶ ἀληθείας ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. Τὸ τοίνυν σῶμα τὸ δεσποτικὸν καὶ ἡ σὰρξ ἡ ἁγία λαβοῦσα τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν οὐκ ἔλαβεν, ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, μίαν χάριν ἡ δευτέραν. Ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται. Διὸ λέγει Παῦλος· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Ἐφ’ ἡμῖν γὰρ μερίζεται τὰ δῶρα. Ἐν δὲ τῇ σαρκὶ τοῦ Χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν. Καὶ πρόσεχε. Ἐπλήρωσε πρῶτον τὸν ἴδιον ναὸν πάσης χάριτος. Εἶχε χάρισμα νόσους ἰᾶσθαι, δαίμονας ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ τῆς ἀληθείας ἐργάζεσθαι. Πάντα ἠδύνατο καὶ εἶχε τῶν χαρισμάτων τὸ πλήρωμα, ἀφ’ οὗ ἐπληρώθη ἡ σὰρξ ἡ δεσποτικὴ πάντων τῶν χαρισμάτων. Χρεία δὲ ἦν πάντως ἡμᾶς λαμβάνειν ἐκ μέρους, ὡς ἀπὸ δεξαμενῆς, ἀπὸ τοῦ κυριακοῦ σώματος, χορηγεῖται καὶ ἀποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. Ἰωάννης ἐμαρτύρει ὅτι ἐν αὐτῷ ὅλον τὸ πλήρωμα τῆς θεότητος καὶ Παῦλος· Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐκ εἶπεν ἁπλῶς· Ἐν ᾧ κατῴκησεν ἡ θεότης, ἀλλὰ τὸ πλήρωμα τῆς θεότητος , τουτέστι πᾶσα ἡ δωρεὰ τῆς θεότητος.
Καὶ ἵνα μή τις νομίσῃ ὅτι ἐν τῷ θεῷ λόγῳ κατῴκησε, λέγει· Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. . Ἐν τῇ σαρκὶ αὐτοῦ πᾶν τὸ πλήρωμα σοφίας, συνέσεως, δυνάμεως, σημείων, πάσης ἐνεργείας. Λοιπὸν ἀπὸ τοῦ πληρώματος δανειζόμεθα πάντες. Μαρτυρεῖ Ἰωάννης ὁ βαπτιστής· Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον οὐκ εἶπε· Χαριζόμενον αὐτῷ δῶρον ἕν, ἀλλὰ· μένον ὅλον, οὗτος ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Εἶτα βουλόμενος δεῖξαι ὁ Ἰωάννης ὅτι οὐχ ὡς ἄνθρωπος ἔλαβε χάριν ὁ σωτὴρ λέγει· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. Ἡμεῖς οὖν πόθεν λαμβάνομεν; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν . Ἐκεῖνος τὸ πλήρωμα, ἡμεῖς ἐκ τοῦ πληρώματος. Πῶς; Ἀφ’ οὗ ἐπλήρωσε τὴν δεσποτικὴν σάρκα, ἀπ’ αὐτῆς ἤντλει ὡς ἀπὸ πηγῆς καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν. Πρόσεχε, παρακαλῶ. Λέγει οὖν· Ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται.
Πρόσεχε τῇ ἀκριβείᾳ. Οὐκ εἶπεν· Ἐξ ἐμοῦ, ἀλλ’ ἐκ τοῦ ἐμοῦ . Ἐξ ἐμοῦ, τίνος; Ἐκ τοῦ ἐμοῦ δώσει ὑμῖν, ἀλλὰ λήψεται. Λαμβάνει οὐ δανειζόμενον. Ἀλλ’ ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χαρισμάτων, ἀπὸ τῆς δεξαμενῆς ἀντλεῖ καὶ παρέχει πᾶσιν ἐκ τῶν ἰδίων. Καὶ πόθεν τοῦτο, ὅτι τὸ λαβεῖν ἐκ τῶν ἰδίων ἐστὶ λαβεῖν; Ἄκουε. Ἐπλήρωσεν ὁ θεὸς τὸν Μωϋσῆν πνεύματος, καὶ λέγει Μωϋσῆς· Οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ. Λέγει αὐτῷ ὁ θεός· Ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους καὶ λήψομαι ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί, καὶ δώσω ἐπ’ αὐτούς. Οὐκ εἶπε· Λήψομαι τὸ σόν, ἀλλὰ ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί , ἐκ τοῦ ἐμοῦ λήψομαι. Λέγει ὁ θεός· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. Εἰ ὁ θεὸς παρὰ Μωϋσέως λαμβάνων ἐδανείσατο, καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ λαμβάνων ἐδανείσατο. Καὶ γὰρ Μωϋσῆς τύπος ἦν τοῦ Χριστοῦ. Ὅτι ὥσπερ ἀπὸ Μωϋσέως ἑβδομήκοντα ἐγένοντο, οὕτως ἀπὸ τοῦ Χριστοῦ ἡ οἰκουμένη ἐδέξατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐκ τοῦ ἐμοῦ λήψεται· ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ κυριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκός, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοί, τὸ χρῖσάν με, τὸ ἁγιάσαν, τὸ ἀγαγὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν. Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ἵνα δείξῃ, ὅτι οὐ τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπάγει μετὰ τὸ εἰπεῖν· Ἐκ τοῦ ἐμοῦ λήψεται , εὐθύς· Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. Ἔλαβον αὐτὰ ἐκ τοῦ ἁγίου πνεύματος. Διὰ τοῦτο εἶπον· Ἐκ τοῦ ἐμοῦ λήψεται. Ἐπειδὴ ὁ θεὸς τὴν σάρκα ἡγίασε πνεύματι ἁγίῳ καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ πνεύματος ὁ πατὴρ εἰς τὴν σάρκα τοῦ Χριστοῦ, ἐλθοῦσα δὲ ἡ χάρις ὅλα τὰ δῶρα ἐνέθηκε τῷ Χριστῷ, λέγει· Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Τί οὖν ἐστι τὸ ἀφ’ ἑαυτοῦ οὐ λαλήσει, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, γνωρίσει ὑμῖν ; Εἴρηται πρὸ τούτου, ὅτι ἄλλον ἐστὶ πνεῦμα ἅγιον καὶ ἄλλο χάρισμα, ἄλλο βασιλεὺς καὶ ἄλλο τὸ δῶρον τοῦ βασιλέως. Ὅταν τις πρὸς πολλὰ καὶ διάφορα ἔθνη βαρβάρων ἔχῃ, ἀπορεῖ πόθεν ἄρξεται τοῦ πολέμου. Ἐὰν περὶ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἄλλον ἀνακύπτει κέρας. Ἐὰν διέλῃ ἑαυτὸν εἰς δύο μέρη, σχίζεται τὰ τῆς δυνάμεως. Ἐν μέσῳ ἐσμὲν Ἀρειανῶν τῶν ἀθετούντων τοῦ Χριστοῦ τὴν δόξαν καὶ τῶν Μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊκὴν τοῦ πνεύματος δόξαν. Ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ υἱοῦ, ὡς πρὸς Μακεδονιανοὺς ὁ Ἀρειανὸς εὐθέως μάχεται· περὶ γὰρ τοῦ υἱοῦ ἔπεισας, ὅτι περὶ πνεύματός μοι λαλεῖς;
Ἀλλ’ ἐπειδὴ πρόκειται σήμερον περὶ πνεύματος ἁγίου – πολλάκις γὰρ κατὰ τὴν δοθεῖσαν χάριν παρὰ Χριστοῦ περὶ τοῦ υἱοῦ ἐνικήσαμεν, καὶ μάρτυρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφίσματα τέχνης, ἀλλ’ ἀποδείξεις γραφῶν –, ἐβουλόμην δὲ καὶ νῦν κατασκευάσαι τὸν περὶ τοῦ υἱοῦ λόγον. Ἀεὶ γὰρ ἐν ἑαυτῷ τὴν δύναμιν ἐκλάμπουσαν ἔχει. Ἀλλὰ διὰ τὴν τῶν αἱρετικῶν πληροφορίαν τῶν περὶ τὸ πνεῦμα σκαζόντων τέως παρασιωπῶ. Ἀμήχανον δέ ἐστι τὸν περὶ τὸ πνεῦμα σκάζοντα ὀρθοποδῆσαι περὶ τὸν υἱόν. Ἕως σήμερον οὐ πείθεις τινὰ Μακεδονιανὸν ὑπογράψαι τῷ ὁμοουσίῳ τῷ κατὰ Νίκαιαν, καίτοι λέγοντες ἀεί, Ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει ἐπειδὴ περὶ πνεύματος οὐ διεσαφηνίσθη. Οὐδὲ γὰρ ἦν ἀγὼν οὐδὲ πόλεμος. Ὅμως πρὸς ἐκείνων πληροφορίαν λέγω, γέγραπται· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Εἰπὲ τῷ Μακεδονιανῷ· Γέγραπται τοῦτο καὶ περὶ τοῦ υἱοῦ. Μᾶλλον δὲ αὐτὸς λέγει περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Πρόσεχε, παρακαλῶ. Παράγω τὴν μαρτυρίαν ἀπὸ τοῦ ὡμολογημένου παρὰ σοί. Πρὸς μὲν γὰρ τὸν Ἀρειανὸν ἀγῶνος χρεία εἰς τὸ ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ , καὶ περὶ τοῦ πνεύματος. Πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀγῶνος. Περὶ Χριστοῦ γυμνάζων λέγεις ἰσόθεον, ὅμοιον τῷ πατρὶ κατὰ πάντα. Ὡς πρὸς ὁμολογοῦντα τὴν δόξαν εἰσήγαγον τὸ ζήτημα. Λέγεις περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει. Λέγει ὁ σωτὴρ περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ. Ἰδοὺ καὶ ὁ υἱὸς ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ· τέως ὁμοτιμία. Ταῦτα πρὸς σὲ λέγω. Ὁ Ἀρειανὸς κἀκεῖνο καὶ τοῦτο ἀπορεῖ. Ὃ πάσχουσιν οἱ ναυαγοῦντες, τοῦτο πάσχουσιν οἱ ἀπιστοῦντες, ὡς λέγει Παῦλος· Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Οἱ Ἀρειανοὶ ναυαγήσαντες, ἀπώλεσαν καὶ Χριστοῦ δόξαν καὶ ἁγίου πνεύματος δύναμιν· Μακεδονιανοὶ φιλονεικοῦσι μὲν ἀναβῆναι, τὸ δὲ ἥμισυ τοῦ φορτίου ἀπώλεσαν, ὡς λέγει Παῦλος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πρόσεχε τοίνυν, ἵνα μὴ δόξωμεν ἀγωνιστικῶς ἐπεμβαίνειν καὶ ὑβριστικῶς τὴν ἀπόδειξιν ποιεῖσθαι. Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ. Ἑρμήνευσόν μοι τί ἐστι τὸ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ . Πῶς εἶπεν ὁ σωτήρ; Ἣν γὰρ ἂν ἑλκύσῃ λύσιν ὁ Μακεδονιανὸς περὶ τοῦ υἱοῦ, ταύτην ἐπινοεῖ καὶ τῷ ἁγίῳ πνεύματι. Τὰ δύο ἕστηκεν ἰσόρροπα· οὔτε τὸ πνεῦμα ἀφ’ ἑαυτοῦ οὔτε ὁ υἱὸς ἀφ’ ἑαυτοῦ. Ἀλλὰ χρῄζει ὁ υἱὸς τοῦ πατρὸς· χρῄζει καὶ τὸ πνεῦμα τοῦ πατρὸς· τέως ὁμοτιμία. Πρόσεχε τοίνυν. Οἶδα εἰς βάθος ἐμαυτὸν δεδωκώς, ὡς εἶδεν ἡ τοῦ Χριστοῦ δύναμις ἡ πάντα ἐρευνῶσα . Μᾶλλον τρέμω ἢ λέγω, μὴ εἰς ἄπειρον ἄβυσσον δράμῃ τὸ σκάφος καὶ πνεῦμα μὴ ᾖ. Δὸς γὰρ εἶναι τὸ σκάφος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτας, τὰς σχοίνους, τὰς ἀγκύρας, πάντα εὐτρεπισμένα καὶ μηδαμοῦ πνεῦμα ἀνέμου. Οὐχὶ ἀργεῖ τὰ τῆς παρασκευῆς, μὴ παρούσης τῆς ἐνεργείας τοῦ πνεύματος; Οὕτως ἔθος. Κἂν λόγου πλάτος, κἂν διανοίας βάθος, κἂν φράσις, κἂν ἔννοια, καὶ μὴ παρῇ τὸ πνεῦμα τὸ ἅγιον χορηγοῦν, ἀργεῖ τὰ πάντα.
Διὰ τί οὖν περὶ ἑαυτοῦ, ὡς καὶ περὶ τοῦ πνεύματος εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ; Ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα. Λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς κἀκείνους εἴγε πείθονται. Οὐκ ἂν πάντως ἀνάγκην αὐτοῖς ἐπάγοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄρα πεισθῶσι. Καὶ μὴ θαυμάσῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω. Λέγει ὁ θεὸς τῷ Ἰεζεκιήλ· Ἄπελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ εἰπὲ αὐτοῖς· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα πιστεύσωσι. Λέγομεν ταῦτα· Ἐὰν ἄρα ἀκούσωσιν , ἐὰν ἄρα πιστεύσωσιν, ἐὰν ἄρα συνθῶνται. Ἐὰν δὲ τούτων λεγομένων μὴ συνθῶνται, ἀθῶοί ἐσμεν ἡμεῖς. Οὕτω Παῦλος ἐδίδασκε καὶ μετὰ τὸ διδάξαι λέγει· Διαμαρτύρομαι πάντας ὅτι καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὴν ὁδὸν τοῦ θεοῦ. Καὶ νῦν λέγω· Διὰ τί ὁ σωτὴρ εἶπεν· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ καὶ περὶ τοῦ πνεύματος· Ἀφ’ ἑαυτοῦ οὐ λαλήσει ; Δέομαι τῆς ὑμετέρας ἀγάπης, ἐνταῦθα τὸν νοῦν ἔχωμεν. Ἑνὸς ὄντος Χριστοῦ, πολλοὶ προῆλθον ψευδόχριστοι, ὡς ὁ σωτὴρ εἶπε· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ἑνὸς οὖν ὄντος Χριστοῦ καὶ ἐπαγγελθέντος διὰ τῶν προφητῶν ὅτι ἔρχεται, πρὸ τῆς παρουσίας αὐτοῦ ἐφάνησάν τινες πλάνοι λέγοντες· Ἡμεῖς ἐσμεν. Θευδᾶς λέγει· Ἐγώ εἰμι, Ἰούδας ὁ Γαλιλαῖος· Ἐγώ εἰμι, καὶ ἐπλάνων πολλούς. Ὁ σωτὴρ ἐλθὼν λέγει· Ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται ἦσαν καὶ λῃσταί. Ἐπεὶ οὖν οἱ μὲν πρῶτοι πλάνοι ὄντες, ἐνδυσάμενοι τὸ ὄνομα τοῦ Χριστοῦ, ἐσπούδαζον πεῖσαι τὸν λαὸν ὅτι αὐτοί εἰσιν ὁ Χριστός, οὐχ ὁμοῦ φανέντες, ἀλλ’ ἕκαστος καθ’ ἑαυτόν, ὃ μὲν οὖν φαινόμενος, ἄλλος δὲ ἐπ’ ἄλλῳ καιρῷ, λέγει ὁ…
Λοιπὸν…
Π…
The complete text is available when the reading interface loads.