In cosmogoniam homilia 1
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 429–438 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Chapter 1
Πᾶσα εὐσεβείας ὑπόθεσις τῶν ψυχῶν ἐστι τῶν ἡμετέρων διόρθωσις. Πρὸς ταύτην γὰρ τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν ὁρᾷ πάντα τὰ τῆς εὐσεβείας παιδεύματα. Ταύτην γοῦν καὶ ὁ τοῦ θεοῦ πραγματεύεται λόγος, ταύτην ὁ Μωϋσέως ὑποτίθεται νόμος, ταύτην κηρύττουσιν αἱ νοεραὶ τῶν προφητῶν γλῶσσαι, ὑπὲρ ταύτης ἀσιγήτοις στόμασι βοῶσιν οἱ ἀπόστολοι. Πάντα γὰρ ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς, ἵνα πρὸς διόρθωσιν δραμόντα τὰ ἡμέτερα τῆς εὐσεβείας καταξιωθῇ. Πᾶσα μὲν οὖν βίβλος ἁγία ἀφορμὴν ἔχει τὴν ἡμετέραν σωτηρίαν, ὡς ἔφθην εἰπών. Αὕτη δὲ ἡ τῆς δημιουργίας βίβλος, ἀρχὴ καὶ πηγὴ καὶ δύναμίς ἐστι πάντων τῶν ἐν νόμῳ καὶ προφήταις. Καὶ ὥσπερ οἶκον οὐχ οἷόν τε στῆναι, θεμελίου μὴ ὑποκειμένου, οὕτως οὐδὲ τὰ τῆς δημιουργίας κάλλη λάμψαι, μὴ τῆς δημιουργίας τὴν ἀρχὴν ἀπολαβούσης. Οἶδα μὲν οὖν, ὅτι πολλοὶ τῶν ἁγίων πατέρων καθῆκαν εἰς τὸν τῆς δημιουργίας λόγον, πολλὰ καὶ μεγάλα καὶ ἔνδοξα εἰρηκότες, ὡς ἡ τοῦ ἁγίου πνεύματος ἐπεμέτρησε χάρις. ὡς ἡ τοῦ ἁγίου πνεύματος ἐπεμέτρησε χάρις. Καὶ πολλῶν καὶ μεγάλων καὶ θαυμαστῶν προειρημένων, οὐδὲν κωλύει καὶ τὰ παρ’ ἡμῶν ῥηθῆναι, ὡς ἂν ἡ τοῦ ἁγίου πνεύματος χορηγήσῃ χάρις. Ὥσπερ γὰρ οἱ πρὸ ἡμῶν οὐκ ἐνεποδίσθησαν ὑπὸ τῶν πρὸ αὐτῶν, οὕτως οὐδὲ ἡμεῖς ὑπὸ τῶν πρὸ τῆς ἡμετέρας γενεᾶς. Καὶ γὰρ κἀκείνοις καὶ ἡμῖν καὶ τοῖς πρὸ ἐκείνων μία ἐστὶν ἡ χάρις ἡ χορηγοῦσα τοῦ ἁγίου πνεύματος τὴν δύναμιν. Πάντα γάρ φησιν ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὐ τοίνυν τὰ παρὰ τῶν πατέρων ἐκβάλλεται, ἀλλὰ τὰ παρ’ ἡμῶν παρατίθεται. Κἂν ᾖ μεγάλα τὰ παρ’ αὐτῶν, μικρὰ δὲ τὰ ἡμέτερα, ἀλλὰ συνοικοδομεῖται ἐκείνοις. Ὥσπερ γὰρ λίθον μέγαν κύβου τάξιν φέροντα, ἐν οἰκοδομῇ παγέντα, καὶ ἠρέμα σαλευόμενον, μικρὸς ὑποβληθεὶς λίθος στηρίξει, οὕτω καὶ τὰ ὑπὸ τῶν πατέρων εἰρημένα, μικρὰς προσθήκας δεχόμενα, μείζονα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ἀπεργάζεται, Παρακαλῶ δὲ τὴν ὑμετέραν ἀγάπην, ταῖς ἐννοίαις τῶν λεγομένων προσέχειν· μὴ εἰ ξέναι εἰσὶν ἀλλ’ εἰ ἀληθεῖς ὑπάρχουσιν. Οὔτε γὰρ τὸ ἐν συνηθείᾳ πάντως ἀληθές, οὔτε τὸ ξένον ψευδές· ἀλλὰ πανταχοῦ ζητεῖται εἰ ἀλήθεια ἢ ψεῦδος τὰ λεγόμενα. Ἀξιῶ δὲ μήτε ὡς φίλον τινὰ χαρίσασθαι ἀνεξετάστως δεχόμενον τοὺς λόγους, μήτε ὡς ἐχθρὸν ξενίζοντα ἐκβάλλειν τὸν λόγον, ἀλλ’ ὁρᾶν πανταχοῦ εἰ ἀλήθειά ἐστιν ἡ τοῖς λεγομένοις βραβεύουσα.
Chapter 2
Ἐν ἀρχῇ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ ἱστορία αὕτη ἐστὶ μὲν Μωϋσέως τοῦ νομοθέτου σύγγραμμα καὶ πνεύματος ἁγίου ἀποκάλυψις. Περιέχει δὲ δημιουργίαν δυνάμει μὲν θεοῦ γεναμένην, προφητικῇ δὲ χάριτι Μωϋσεῖ ἀποκαλυφθεῖσαν. Οὐ γὰρ εἶπεν ταῦτα Μωϋσῆς ὡς ἱστοριογράφος, ἀλλ’ ὡς προφήτης. Εἶπε γὰρ ἃ μὴ εἶδε καὶ διηγήσατο ὧν θεατὴς οὐκ ἐγένετο. Ὥσπερ γὰρ τρία εἴδη προφητείας εἰρήκαμεν πάλαι, ὅτι πρῶτον μὲν εἶδος προφητείας τὸ εἰπεῖν, δεύτερον δὲ τὸ δι’ ἔργου, τρίτον τὸ δι’ ἔργου καὶ λόγου, οὕτω καὶ ἐνταῦθα τρία μέρη προφητείας· προφητεία περὶ τῶν ἐνεστώτων, προφητεία περὶ τῶν μελλόντων, προφητεία περὶ τῶν παρελθόντων. Οἷον· οὐ παρῆν προφήτης, φέρε εἰπεῖν Ἡσαΐας, τοῖς ἐπὶ Μωϋσέως γενομένοις· ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα Μωϋσέως ἦν ἐν αὐτῷ, ἀποκαλύπτον αὐτῷ τὰ γενόμενα, προφητεία ἦν. Ἔστι δὲ αὖθις προφητεία καὶ ἐπὶ τῶν παρόντων, ὡς ἐάν τις καὶ ἐπὶ τοῦ προφήτου ἑστὼς θέλῃ κρύψαι τι ἐν τῇ διανοίᾳ, καὶ ὁ προφήτης ἐλέγχῃ αὐτὸν, ὡς ὁ Ἑλισσαῖος τὸν Γιεζί, τὰ μέλλοντα προσημαίνων καὶ τὰ κεκρυμμένα δεικνύων. Μωϋσῆς εἶπε τὰ προγεγονότα, ἄλλοι τὰ μέλλοντα. Οὕτως οὖν δεῖ προσέχειν τῇ ἱστορίᾳ ταύτῃ, οὐχ ὡς διηγήματι, ἀλλ’ ὡς προφητείᾳ ἀληθινῇ ἐκ πνεύματος ἁγίου λελαλημένῃ. Τίς δὲ ὁ σκοπὸς τῷ προφήτῃ; Δύο πρόκεινται Μωϋσεῖ ποιῆσαι· καὶ διδασκαλίαν ἐκθέσθαι καὶ νομοθεσίαν ὑποτυπῶσαι. Νομοθέτης γὰρ ὤν, οὐ πρῶτον ἤρξατο τῆς νομοθεσίας, ἀλλὰ τῆς δημιουργίας. Διὰ τί δὲ πρῶτον ἠθέλησε δεῖξαι τὸν θεὸν δημιουργὸν τοῦ παντὸς καὶ δεσπότην; Ἵνα δειχθῇ θεὸς οὐκ ἀλλοτρίοις νομοθετῶν, ἀλλὰ τοῖς ἰδίοις. Εἰ μὴ γὰρ πρῶτον ἔδειξεν αὐτὸν δημιουργὸν τοῦ κόσμου, οὐκ ἂν ἀξιόπιστος ἐδείχθη νομοθέτης τοῦ κόσμου. Τὸ γὰρ ἀλλοτρίοις νομοθετεῖν, βίας· τὸ δὲ τοὺς ἰδίους παιδεύειν, ἀκολουθίας. Καὶ ὥσπερ Ἰωάννης ὁ εὐαγγελιστὴς οὐ πρῶτον ἔταξε τοῦ Χριστοῦ τὴν νομοθεσίαν, ἕως εἶπεν αὐτοῦ τὴν δεσποτείαν, εἰπών· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅτε εἶπεν αὐτὸν ποιητὴν καὶ δημιουργόν, τότε εἰσάγει αὐτὸν διδάσκαλον καὶ νομοθέτην τοῦ παντός. Πάλιν ἄλλος σκοπὸς Μωϋσέως. Διὰ τί ὁ μακάριος Μωϋσῆς οὐρανοῦ μὲν ἐμνημόνευσε, καὶ γῆς καὶ θαλάσσης καὶ ὑδάτων καὶ τῶν ἐξ αὐτῶν, ἀγγέλων δὲ ἢ ἀρχαγγέλων ἢ σεραφὶμ ἢ χερουβὶμ οὐκ ἐμνημόνευσεν; Ἐπειδὴ καὶ τὴν νομοθεσίαν πρὸς τοὺς τότε καιροὺς ἥρμοζεν. ᾜδει γὰρ οἷς διελέγετο· τοῖς ἐξελθοῦσιν ἐκ τῆς Αἰγύπτου, τοῖς τὴν Αἰγυπτιακὴν πλάνην μαθοῦσιν, τοῖς τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν προσκυνοῦσιν, ἥλιον καὶ σελήνην καὶ ἄστρα, ποταμοὺς καὶ πηγὰς καὶ ὕδατα. Κατέλιπεν οὖν τὴν τῶν ἀοράτων δημιουργίαν καὶ κενοῖ τὸν λόγον ἐπὶ τὰ ὁρώμενα, ἵνα πείσῃ τοὺς τούτοις προσκυνοῦντας μὴ νομίζειν αὐτὰ θεούς, ἀλλ’ ἔργα θεοῦ. Καὶ γὰρ οὐκ ἦν ἀναγκαῖον τότε δεῖξαι ἐκείνοις περὶ ἀγγέλων καὶ ἀρχαγγέλων, ἵνα μὴ πάλιν θρέψῃ αὐτῶν τὴν νόσον. Εἰ γὰρ μὴ βλέποντες ἀγγέλους μηδὲ τὰ νοητά, θεοὺς πολλοὺς εἶπον, πολλῷ μᾶλλον, εἰ ἤκουσαν ἀγγέλους ἢ ἀρχαγγέλους, ἐνόμισαν ἐκείνους θεοὺς εἶναι. Ἀλλὰ μνημονεύει οὐρανοῦ καὶ γῆς, ὀρέων καὶ ὑδάτων, καὶ τῶν ἐξ αὐτῶν πάντων, ἵνα ἀπὸ τῶν ὁρωμένων ἑρμηνεύσῃ τὸν ἀόρατον, καὶ ἀπὸ τῶν ἔργων δείξῃ τὸν τεχνίτην. Οὕτως οὖν καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι ἐποίησαν. Ἐπειδὴ γὰρ ἐν τῷ ἔθνει ἦσαν ἐκείνῳ τῷ θεομάχῳ, καὶ οὐκ ἦν θεοῦ γνῶσις, ἀλλ’ εἴδωλα προσεκυνεῖτο, ἐν τῇ καμίνῳ ὄντες λέγουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον. Διὰ τί οὐκ εἶπον ἄγγελοι, οὐρανοί, γῆ, πῦρ, ὕδωρ, ψῦχος, καῦμα, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν δημιουργίαν ἀριθμοῦσι κατὰ μέρος; Ἵνα ὅλην πλύνωσι τὴν κτίσιν, καὶ ὅλην καθαρίσωσι τὴν δημιουργίαν, καὶ μηδένα καταλίπωσι σπινθῆρα τῆς ἀσεβείας. Ὥσπερ καὶ ἐνταῦθα Μωϋσῆς θελήσας τῶν Ἰουδαίων τὴν Αἰγυπτιακὴν ἀπελάσαι πλάνην, μνημονεύει καὶ οὐρανοῦ καὶ γῆς ὡς γενομένων, ἵνα δείξῃ τὰ πεποιημένα καὶ μνημονεύσῃ τὸν πεποιηκότα· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Chapter 3
Ὧδέ μοι τὸν νοῦν. Ἐγὼ θαυμάζω, πῶς Ἰωάννης καὶ Μωϋσῆς τὸ αὐτὸ προοίμιον ἔσχον. Καὶ γὰρ οὗτος λέγει· Ἐν ἀρχῇ ἐποίησε , κἀκεῖνος λέγει· Ἐν ἀρχῇ ἦν . Ἀλλὰ κἀκεῖνος χρησίμως καὶ οὗτος κυρίως. Ὅπου μὲν γὰρ δημιουργία, ἔταξε Μωϋσῆς τὸ ἐποίησεν · ὅπου δὲ δημιουργός, ἔταξε τὸ ἦν ὁ εὐαγγελιστής. Πολὺ δὲ τὸ μέσον τοῦ ἐποίησε καὶ τοῦ ἦν . Τὸ μὲν γὰρ ἐγένετο μὴ ὄν, ὁ δὲ ἦν ἀεὶ ὤν. Ἐν ἀρχῇ ἐποίησε καὶ ἐν ἀρχῇ ἦν . Θεοῦ τὸ εἶναι, κτισμάτων δὲ τὸ γίνεσθαι, ὥσπερ καὶ ὁ εὐαγγελιστὴς μερίζει. Περὶ μὲν γὰρ τοῦ σωτῆρος λέγει· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ. Ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἑξάκις λέγει τὸ ἦν , ἵνα ἑρμηνεύσῃ τὸ ὄν. Περὶ δὲ τοῦ οἰκέτου, ὅτε ἐκήρυξε τὸν ὄντα, καὶ ἦλθεν εἰς τὸν δοῦλον τὸν Ἰωάννην, λέγει· Ἐγένετο ἄνθρωπος. Θεὸς ἦν, ἄνθρωπος δὲ ἐγένετο. Εἰ δὲ καὶ περὶ τοῦ σωτῆρος τολμῶσι λέγειν, ὅτι καὶ ὁ σωτὴρ γενόμενος ἦν, οὐδὲν διαφέρει τῆς γῆς. Πρόσεχε, παρακαλῶ. Ἐὰν εἴπῃ ὁ αἱρετικὸς ὅτι Χριστὸς γενόμενος ἦν, πρὶν γενέσθαι οὐκ ἦν, τί πλέον ἔχει τῆς γῆς; Καὶ γὰρ περὶ τῆς γῆς εἶπε Μωϋσῆς· Ἡ δὲ γῆ ἦν . Εἰ οὖν τὸ ἐν ἀρχῇ ἦν εἰς ποίησιν λαμβάνουσι, καὶ οὐ κατὰ τὴν ἀίδιον φύσιν, οὐδὲν πλέον ἔχει τῆς γῆς. Καὶ ὁ θεὸς λόγος ἦν καὶ ἡ γῆ ἦν. Ἀλλ’ ἐκεῖ μὲν ἐν ἀρχῇ ἦν, μὴ γενόμενος, ἀεὶ ὤν, ἡ δὲ γῆ γενομένη ἦν. Οὐ γὰρ εἶπε πρῶτον ὁ νομοθέτης ἡ δὲ γῆ ἦν , ἕως ὅτε εἶπεν ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Πρῶτον τὸ ἐποίησε καὶ τότε τὸ ἦν . Οἴδαμεν οὖν, ἀδελφοί, ὅτι τὰ λεπτὰ ταῦτα ζητήματα δυσχερῆ φαίνεται ταῖς τῶν πολλῶν διανοίαις. Ἀλλὰ δεῖ ἐν ἡμέρᾳ νηστείας νηφούσαις μᾶλλον ταῖς ψυχαῖς περὶ τῶν βαθυτέρων νοημάτων διαλέγεσθαι. Ἐν ἀρχῇ ἦν καὶ ἐν ἀρχῇ ἐποίησε . Διὰ τοῦτο τὸ προοίμιον ἴσον εἶπον ἔν ἀρχῇ καὶ ἐν ἀρχῇ , ἵνα δειχθῇ μία ῥίζα τῆς εὐσεβείας, ἡ κἀκεῖνον παιδεύσασα τὸν νομοθέτην καὶ τοῦτον φωτίσασα τὸν θεόλογον. Ἀδελφαὶ γὰρ αἱ δύο διαθῆκαι ἐξ ἑνὸς πατρὸς τεθεῖσαι. Διὰ τοῦτο καὶ συμφώνως τὸν λόγον προφέρουσι. Σχεδὸν γὰρ ἡ αὐτὴ εἰκὼν καὶ ὁμοιότης ὑπάρχει. Καὶ ὥσπερ ἐν ἀδελφαῖς ἐξ ἑνὸς πατρὸς γεγεννημέναις, πρόσεστι τῆς ὁμοιότητος τὰ ἰδιώματα, οὕτως ἐπειδὴ αἱ δύο διαθῆκαι ἐξ ἑνὸς πατρὸς ἐγεννήθησαν, πολλὴν ἔχουσι τὴν ἐμφέρειαν. Ἀμέλει καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ προηγεῖται νόμος καὶ ἀκολουθοῦσι προφῆται· καὶ ἐν τῇ νέᾳ χάριτι προηγεῖται τὸ εὐαγγέλιον καὶ ἀκολουθοῦσιν ἀπόστολοι. Ἐκεῖ δώδεκα προφῆται, ἕκαστος τῶν δώδεκα· δώδεκα οἱ περὶ Ὠσηέ· τέσσαρες, Ἠσαΐας, Ἰερεμίας, Ἰεζεκιήλ, Δανιήλ. Ἐν τῇ νέᾳ δώδεκα ἀπόστολοι καὶ τέσσαρες εὐαγγελισταί. Ἐκεῖ πάλιν πρώτην κλῆσις θεοῦ ἀπὸ ἀδελφῶν ἤρξατο. Ἔλαβε γὰρ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν πρώτους κήρυκας. Καὶ ἐν τῷ εὐαγγελίῳ πρώτην κλῆσιν ποιεῖται Πέτρου καὶ Ἀνδρέου. Κἀκεῖ μὲν ἁπλῆ χάρις, ὧδε δὲ διπλάσιον. Ἐκεῖ γὰρ δύο ἀδελφοὶ ἐκλήθησαν Μωϋσῆς καὶ Ἀαρών· ἐνταῦθα δὲ διπλῆ δυὰς ἀδελφῶν, Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης. Ἐπειδὴ ἠθέλησεν ὁ σωτὴρ τὴν κατὰ τὸ ἅγιον πνεῦμα ἀγάπην ἐντυπῶσαι ἡμῖν, καὶ ἀδελφοὺς ποιῆσαι τῇ διαθέσει καὶ τῷ πνεύματι, ἔλαβε θεμέλιον τὴν φύσιν καὶ προσέπηξε τὰ τῆς φύσεως σπλάγχνα, καὶ ἐν ἐκείνῃ ἐποικοδομεῖ τὸν θεμέλιον τῆς ἐκκλησίας. Πρῶτον σημεῖον ἐν τῇ παλαιᾷ ὁ ποταμὸς εἰς αἷμα μεταβαλλόμενος· πρῶτον σημεῖον ἐν τῇ καινῇ τὸ ὕδωρ εἰς οἶνον. Ἀλλ’ οὐκ ἔστι τοῦ παρόντος καιροῦ πᾶσαν εἰπεῖν ἐφεξῆς τὴν ὁμοιότητα. Εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὰ πάντα. Ἀλλ’ ἡ πρώτη ἡμέρα διαφέρει τῶν ἄλλων τῶν μετ’ αὐτήν. Τῇ μὲν γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς ἐκ μὴ ὄντων. Ἀπὸ δὲ τῆς δευτέρας ἡμέρας οὐδὲν ἐποίησεν ὁ θεὸς ἐκ μὴ ὄντων, ἀλλ’ ὧν ἐποίησε τῇ πρώτῃ ἡμέρᾳ μετέβαλεν ὡς ἠθέλησε. Σὺ δὲ ὁ σκεψάμενος καὶ ἐρευνήσας, εἰ μὲν εὑρίσκεις ἀλήθειαν, συμφώνησον· εἰ δὲ οὐχ εὑρίσκεις ἀλήθειαν, κατηγόρει, καὶ δέχομαι τὴν κατηγορίαν. Φέρει γάρ μοι πολλὴν ἀπολογίαν.
Chapter 4
Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὰς ὕλας τῶν κτισμάτων. Ταῖς δὲ ἄλλαις ἡμέραις τὴν μόρφωσιν καὶ τὴν διακόσμησιν τῶν κτισμάτων. Οἷόν τι λέγω. Ἐποίησε τὸν οὐρανὸν μὴ ὄντα, οὐ τοῦτον, ἀλλὰ τὸν ὑπεράνω. Οὗτος γὰρ τῇ δευτέρᾳ ἐγένετο Ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν τὸν ἄνω, περὶ οὗ καὶ ὁ Δαυὶδ λέγει· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ. Ὑπερῷον δέ ἐστι τοῦτο Καὶ ὥσπερ ἐν οἴκῳ διωρόφῳ μεσολαβεῖ στέγη μέση, οὕτως ὡς ἕνα οἶκον κτίσας ὁ κύριος τὸν κόσμον, μέσην στέγην ἐπέθηκε τὸν οὐρανὸν τοῦτον καὶ ὑπεράνω τὰ ὕδατα. Διὰ τοῦτο λέγει Δαυίδ· Ὁ στεγάζων ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ἐποίησεν οὖν τὸν οὐρανὸν μὴ ὄντα, τὴν γῆν μὴ οὖσαν, τὰς ἀβύσσους μὴ οὔσας, ἀνέμους, ἀέρας, πῦρ, ὕδωρ. Πάντων τῶν γενομένων τὴν ὕλην τῇ πρώτῃ ἡμέρᾳ ἐποίησεν. Ἀλλὰ πάντως ἐρεῖ τις· Γέγραπται μὲν ὅτι ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, περὶ δὲ ὕδατος καὶ πυρὸς καὶ ἀέρος οὐ γέγραπται. Πρῶτον μὲν οὖν, ἀδελφοί, ἀφ’ οὗ εἶπε τὸν οὐρανὸν καὶ τὴν γῆν γεγενῆσθαι, ἐκ τῶν περιεχόντων ἡρμήνευε τὰ περιεχόμενα. Ὡς γὰρ ὅτε εἶπεν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς , εἶπε μὲν τὸ πλάσμα, οὐκ ἠρίθμησε δὲ τὰ μέλη, οὐδὲ εἶπεν· Ἐποίησεν ὁ θεὸς ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνα. Ἀλλὰ τῷ εἰπεῖν τὸν ἄνθρωπον ὅλα συμπεριέλαβε τὰ μέλη. Οὕτως εἰπὼν τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεός , συμπεριέλαβε πάντα καὶ συνεισήγαγε καὶ τὸ σκότος καὶ τὰς ἀβύσσους γεγενημένας. Σκότος γὰρ ἦν φησιν ἐπάνω τῆς ἀβύσσου. Ἄβυσσος δὲ καλεῖται τὸ πλῆθος τῶν ὑδάτων. Ὅτι δὲ καὶ ἄβυσσοι ἐγένοντο, μαρτυρεῖ ἡ γραφὴ λέγουσα· Πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ τὴν γῆν γενέσθαι. Ὥστε καὶ ἄβυσσοι ἐγένοντο. Εἶτα καὶ ὁ ἀὴρ πότε ἐγένετο, ἄκουε· Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων. Πνεῦμα δὲ οὐ τὸ ἅγιον λέγει ἐνταῦθα. Οὐ γὰρ τῇ κτίσει συναριθμεῖται τὸ ἄκτιστον, ἀλλὰ πνεῦμα καλεῖ τὴν τοῦ ἀέρος κίνησιν. Καὶ ὥσπερ ἐν τῷ Ἠλίᾳ γέγραπται τῷ προφήτῃ· Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλῃ καὶ πνεύματι , οὕτω καὶ ἐνταῦθα πνεῦμα τὴν τοῦ ἀέρος λέγει φύσιν. Λοιπὸν λείπεται δεῖξαι, ποῦ τὸ πῦρ ἐγένετο. Εἶπεν ὁ θεός· Γενηθήτω φῶς , καὶ ἐγένετο ἡ τοῦ πυρὸς φύσις. Οὐ γὰρ μόνον τοῦτο τὸ πῦρ ἐστιν, ἀλλὰ καὶ αἱ ἄνω δυνάμεις πῦρ εἰσι, καὶ συγγενές ἐστι τὸ ἄνω πῦρ τούτου τοῦ παρ’ ἡμῖν. Ζητεῖτε δὲ, ὅτι τὸ μὲν σβέννυται, τὸ δὲ οὐ σβέννυται. Ἐπεὶ καὶ τοὺς ἀγγέλους ἐποίησεν ὁ θεὸς πνεύματα καὶ τὰς ψυχὰς ἡμῶν πνεύματα, ἀλλὰ τὰς μὲν ψυχὰς ἡμῶν ἐν σώμασι, τοὺς δὲ ἀγγέλους ἐκτὸς σωμάτων. Ὥσπερ οὖν ἐπὶ τῶν ψυχῶν καὶ τῶν ἀγγέλων, οὕτω καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν. Τὸ πῦρ τὸ ἄνω ἄνευ ὕλης, τὸ πῦρ τὸ κάτω μετὰ ὕλης. Τὸ γὰρ ἄνω πῦρ συγγενὲς τούτων ἐστίν, ὥσπερ καὶ ἡ ψυχὴ ἡμῶν συγγενὴς ἀγγέλων. Καθὸ κἀκεῖνοι πνεύματα καὶ αὗται πνεύματα, ὡς καὶ οἱ τρεῖς παῖδες λέγουσι· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων· καὶ πάλιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Οὔτε οὖν ψυχὴ ἄνευ σώματος φαίνεται οὔτε πῦρ ἄνευ στυππείου ἢ κληματίδος ἢ ἑτέρας ὕλης ἔστιν ἰδεῖν. Ἵνα δὲ δειχθῇ, ὅτι τὸ πῦρ τοῦτο οὐκ ἔστιν ἀλλότριον, ἡ κτίσις διδάσκει. Πολλοὶ γὰρ πολλάκις παρὰ τοῦ ἡλίου δανείζονται πῦρ καὶ ἅπτουσιν. Εἰ δὲ ἦν ἀλλότριον, πῶς τὸ ἀλλότριον ἐξ αὐτοῦ ἐλαμβάνετο; Ἄλλως δὲ οὕτως ἐν τῷ οὐρανῷ πῦρ ἐστιν ἄυλον μέγα, ὡς καὶ ἐν τῷ ὄρει Σινᾷ πῦρ φανῆναι, ὅπερ οὐ ξύλων ὑποκειμένων, ἀλλ’ αὐτοῦ τοῦ ἀύλου πυρὸς ἤγαγεν ὁ θεὸς εἰς θέαν. Καὶ ὡς ἂν εἴποι τις εἶναι τοῦτο μικρὸν τὸ πῦρ παρ’ ἐκεῖνο τὸ μέγα, οὕτως οὖν λέγει καὶ Μωϋσῆς· Ἐξ οὐρανοῦ ἐποίησεν ὁ κύριος ἀκουστὴν φωνὴν αὐτοῦ, καὶ ἔδειξεν ὁ θεὸς τὸ πῦρ αὐτοῦ τὸ μέγα , ἵνα δείξῃ τοῦτο μικρόν. Πάντα οὖν πῦρ ἐστι, καὶ ἀστραπὴ καὶ οἱ ἀστέρες καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ τὸ παρ’ ἡμῖν πῦρ συγγενές ἐστι. Καὶ βλέπε, πῶς συγγένειαν ἔχει ἡ ἀστραπὴ πρὸς τοὺς ἀστέρας ἐκ τοῦ ὀνόματος· ἀστραπὴ καὶ ἄστρα. Καὶ ὁ σωτὴρ δέ, ἵνα δείξῃ, ὅτι τὸ πῦρ καὶ ἡ ἀστραπὴ συγγενές ἐστι, λέγει ἐν τῷ εὐαγγελίῳ· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου φωτεινὸς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ταῦτα ὁ σωτήρ. Εἶτα ἐπάγει· Ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε , λύχνου ἀστραπὴν εἰπὼν τὴν αὐγὴν τοῦ λύχνου.
Chapter 5
Πάντα οὖν ἐγένετο· πῦρ ἐγένετο, ἄβυσσοι ἐγένοντο, ἄνεμοι, τὰ τέσσαρα στοιχεῖα, γῆ, πῦρ, ὕδωρ, ἀήρ. Καὶ γὰρ ἅπερ παρέλειψεν ὡς ἐν παραδόξῳ ἀνακεφαλαιοῦται Μωϋσῆς λέγων· Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὥσπερ δὲ ἐπὶ τοῦ σώματος οὐκ εἶπε πάντα τὰ μέλη, οὕτως οὐδὲ ἐπὶ τῆς δημιουργίας ἐξηριθμήσατο, εἰ καὶ πάντα συγκατεσκευάσθη τῷ κόσμῳ. Εἰ δὲ μὴ ἦν ἐν τῇ γῇ πῦρ, οὐκ ἂν σήμερον ἀπὸ πέτρας πῦρ ἐξέβαλον ἢ ἀπὸ ξύλου. Παρατριβόμενον γὰρ τὸ ξύλον πῦρ γεννᾷ. Πρόσεχε οὖν ἀκριβῶς. Σκότος ἦν φησιν ἐπάνω τῆς ἀβύσσου. Ἆρα οὖν σκότος, φησίν, ὁ θεὸς ἐποίησεν; Οἴδαμεν οὖν, ὅτι βαθὺ τὸ νόημα· Ἀλλ’ ἐπειδὴ μεταξύ ἐσμεν πολλάκις καὶ τῶν ἀγαπητῶς ἀκουόντων καὶ τῶν ἐπιλαμβάνεσθαι φιλούντων, ἀνάγκη μὴ παραλείπειν ἀνεξέταστον τὸν λόγον, ἵνα μὴ μεγάλη μὲν ἐπαγγελία ᾖ, μικρὸν δὲ τὸ ἀποτέλεσμα. Πόθεν οὖν τὸ σκότος· Ὁ γὰρ θεὸς αὐτό, φησίν, οὐκ ἐποίησε. Θεὸς γάρ, φησίν, οὔτε σκότους οὔτε γνόφους ἐστὶν ἐργάτης. Τί ποτε οὖν ἐστι σκότος; Πολλοὶ ἠθέλησαν εἰπεῖν ἀποσκίασμα εἶναι τοῦ οὐρανοῦ. Ὡς γὰρ ἐγένετο, φησίν, ὁ οὐρανὸς ὁ ἄνω, καὶ ἐλείφθη τὰ φῶτα τὰ ἄνω, ἐγυμνώθη ἡ γῆ καὶ ἐγένετο σκότος. Ἀλλ’ ὁ οὐρανὸς ἄνω φωτεινός ἐστιν, οὐ σκοτεινός, κἂν μὴ εἶχε τὸν ἥλιον ἢ τὴν σελήνην ἢ ἄστρα, αὐτὴν εἶχε τὴν φύσιν λάμπουσαν. Εἰ οὖν ὁ οὐρανὸς ἐπέκειτο, ἡ δὲ γῆ ἥπλωτο, ὁ λάμπων ἄνωθεν, τὸ φωτιζόμενον κάτωθεν, πόθεν τὸ σκότος; Ἐμοὶ οὖν δοκεῖ, ἐπειδὴ ἐπεπόλαζε τὸ ὕδωρ τῇ γῇ, ἀχλὺς δὲ καὶ γνόφος περὶ τὰ ὕδατα συνειστήκει, ὅ καὶ γίνεται νῦν ἐπὶ τοῖς ποταμοῖς· ἡ ἀχλὺς γνόφον ἐγείρουσα ἐποίησε νεφέλας· αἱ νεφέλαι ἐπισκιάζουσαι σκότος ἐποίησαν. Ὅτι δὲ ἐγείρει νεφέλη σκότος, λέγει ἡ γραφή· Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλαις. Δεῖ δὲ μὴ ἀγνοεῖν καὶ τῶν αἱρετικῶν τὰς ἀλληγορίας. Αἱρετικοί τινες ἐτόλμησαν εἰπεῖν, ὅτι σκότος ὁ διάβολός ἐστιν, ἡ δὲ ἄβυσσος οἱ δαίμονες. Ὅτε δὲ εἶπεν ὁ θεὸς· Γενηθήτω φῶς · τουτέστιν, ὁ υἱὸς ἵνα γένηται, εἶπε. Καὶ οὐκ αἰσχύνονται τὸν διάβολον πρεσβύτερον λέγοντες τοῦ υἱοῦ. Εἰ γὰρ δαίμων ἐστὶν ἄβυσσος, ὁ δὲ διάβολος σκότος, μετὰ ταῦτα δὲ εἶπεν ὁ θεός· Γενηθήτω φῶς , τουτέστιν, ὁ υἱός, οὐ μόνον αὐτοῦ ἐστιν ἰσότιμος, ἀλλὰ καὶ πρεσβύτερος. Ἀλλὰ ταύτης μὲν τῆς ἀσεβείας οὐδὲ μνημονεῦσαι δεῖ· Σκότος τοίνυν ἦν τότε τὸ ἐκ τῶν νεφελῶν. Οὕτω γὰρ ἦν καὶ ἐν Αἰγύπτῳ σκότος, οὐ νυκτὸς οὔσης, ἀλλ’ ἀχλύος γεναμένης. Οὕτως ἦν καὶ ἐν τῷ ὄρει Σινᾷ· σκότος ἦν οὐ νυκτὸς γεναμένης, ἀλλὰ νεφέλης σκιαζούσης. Οὕτως ἐγένετο καὶ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ σκότος. Ὑπὲρ δὲ τοῦ μὴ ἀγνοεῖν ὑμᾶς τὰ λεγόμενα παρηγάγομεν. Οὐ νυκτὸς ἐπελθούσης, ἀλλὰ σκιάσματος καὶ ἀντιφράξεως γεναμένης. Οὕτως οὐ δεῖ ἁπλῶς ἐπιχειρεῖν τοῖς θείοις λογίοις. Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Πνεῦμα καλεῖ τὸν ἄνεμον, ὡς λέγει ἀλλαχοῦ· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς , πνεῦμα καλῶν τὴν τοῦ ἀέρος κίνησιν. Μὴ γὰρ νομίσῃς ἄλλο εἶναι ἀέρα καὶ ἄλλο ἄνεμον. Αὐτὸς γὰρ ὁ ἀὴρ κινούμενος ποιεῖ ἄνεμον, ὡς μαρτυρεῖ τούτοις ἡ πεῖρα. Πολλάκις οὖν ἢ ῥιπιδίῳ ἢ σινδόνι ἡσυχάζοντα τὸν ἀέρα κινοῦμεν καὶ ποιοῦμεν ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος ἄνεμον. Ἵνα οὖν δειχθῇ ἐκ τοῦ πνεύματος, ὅτι ὁ ἄνεμος ἀέρος ἐστὶ κίνησις, διὰ τοῦτο εἶπεν ἐπεφέρετο . Ἴδιον γὰρ ἀνέμου τὸ ἐπιφέρεσθαι τῇ δημιουργίᾳ. Εἶπεν ὁ θεός· Γενηθήτω φῶς. Διὰ τί μὴ εἶπε Μωϋσῆς, ὅτι εἶπεν ὁ θεός· γενηθήτω οὐρανός, γενηθήτω θάλασσα, ἀλλ’ ἐκεῖ μὲν ἐποίησεν , ὧδε δὲ εἶπεν , ἐπειδὴ παρ’ ἡμῖν προηγεῖται λόγος τοῦ ἔργου. Πρῶτον γὰρ λέγομεν, εἶτα ἐργαζόμεθα; Βουλόμενος δεῖξαι τὸν θεὸν πρῶτον ἐργαζόμενον, ἵνα παντὸς λόγου ὀξυτέραν παραστήσῃ τὴν δημιουργίαν. Ὅτε μὲν τὰς ὕλας ἐργάζεται δυνάμει, λέγει τὸ ἐποίησεν · ὅτε δὲ ἔμελλε κοσμεῖν τὰ πάντα, ἀρχὴ δὲ τοῦ κόσμου τὸ φῶς ἦν, εἰσάγει λόγον ἁρμόζοντα. Καὶ ἐπειδὴ πάλιν πρῶτον ἔργον θεοῦ φῶς, τελευταῖον δὲ ἔργον θεοῦ ἄνθρωπος ἦν, πρῶτον ἐργάζεται θεὸς λόγῳ τὸ φῶς, ὕστερον δὲ τὸν ἄνθρωπον ἔργῳ, ἀπὸ φωτὸς εἰς φῶς συμπληρῶν.
Chapter 6
Καὶ πῶς φῶς καὶ ἄνθρωπος, ἄκουε. Τὸ φῶς δείκνυσι τὰ ὄντα· τὸ φῶς τοῦ κόσμου ὁ ἄνθρωπος, εἰσελθὼν ἔδειξέ σοι φῶς τέχνης, φῶς ἐπιστήμης. Τὸ φῶς ἔδειξε σῖτον, ἡ σύνεσις ἐποίησεν ἄρτον. Τὸ φῶς ἔδειξε τὸν βότρυν τῆς ἀμπέλου, τὸ φῶς τῆς συνέσεως ἔδειξε τὸν οἶνον τὸν ἐν τῷ βότρυι. Τὸ φῶς ἔδειξε τὸ ἔριον, τὸ φῶς τοῦ ἀνθρώπου ἔδειξεν ἱμάτιον. Τὸ φῶς ἔδειξεν ὄρος, τὸ φῶς τῆς συνέσεως ἔδειξε λατομίαν. Διὰ τοῦτο καὶ ὁ σωτὴρ φῶς καλεῖ τοὺς ἀποστόλους λέγων· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Διὰ τί καλεῖ αὐτοὺς φῶς; Οὐχ ἵνα αὐτοὺς τιμήσῃ μόνον, ἀλλ’ ἵνα καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως δείξῃ. Ὥσπερ γὰρ τὸ φῶς ἑσπέρας δῦνον, οὐκ ἀπόλλυται, ἀλλὰ κρύπτεται καὶ κρυβόμενον πάλιν φαίνεται, οὕτως καὶ ὁ ἄνθρωπος ὡς εἰς δύσιν τινὰ τῷ τάφῳ παραπεμφθείς, πάλιν τῇ ἀνατολῇ τῆς ἀναστάσεως τετήρηται. Γενηθήτω φῶς. Εἶπε τὸ γενόμενον, τὸν δὲ τρόπον οὐκ ἐμήνυσεν, ἀλλ’ οὐδὲ ἔμαθεν. Ὅτι μὲν γὰρ ἐγένετο φῶς, οἶδα, φησίν. Τὸ δὲ πῶς ἐγένετο, οὐ καταλαμβάνω. Διὰ τοῦτο καὶ ὁ σωτὴρ ἔλεγε τοῖς ἀποστόλοις· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Εἶτα χρόνους ἢ καιροὺς οὐκ ἔστιν ἡμῶν γνῶναι , καὶ τὸν δεσπότην τῶν χρόνων καὶ τὸν ποιητὴν τῶν αἰώνων ἔστι λογισμοῖς καταλαβεῖν ἀνθρωπίνοις; Εἶπεν ὁ θεός· Γενηθήτω φῶς καὶ ἐγένετο φῶς. Ὢ τῆς ἁγίας ἐκείνης καὶ μεγάλης δυνάμεως. Ὢ μεγάλων θαυμάτων. Ἐγένετο φῶς, καὶ καλεῖ ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος νύκτα. Διὰ τί δὲ ἡμέραν καλεῖ; Ἐπειδὴ πᾶν φαιδρὸν καὶ ἱλαρὸν ἥμερον λέγεται. Διὰ τοῦτο καὶ τὴν φιλανθρωπίαν ἡμερότητα καλοῦμεν καὶ τὰ θηρία τὰ χειροήθη ἥμερα καλοῦμεν. Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νύκτα διατί; Ὅτι νυκτὶ τὸν ἄνθρωπον καθεύδοντα εἰς ὑπόμνησιν θανάτου φέρει, μονονουχὶ λέγων· Μάθε, ἄνθρωπε, τίς εἶ. Θνητὸς εἶ, ὕπνῳ δουλεύεις. Διὰ τί τὰ ὑπὲρ σὲ φαντάζῃ; Ἡ γὰρ νὺξ κατανυγή ἐστιν. Ὅθεν καὶ Δαυίδ φησιν· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ἀμέλει κεῖται ἄνθρωπος ἐν νυκτὶ οὔτε νεκρὸς οὔτε ζῶν. Ἐρώτησον αἱρετικόν· Τί ἐστι; ζῶν ἢ νεκρός; Καὶ ἐὰν μὲν εἴπῃ ζῶν, εἰπέ· Διὰ τί οὖν οὐκ αἰσθάνεται τῶν λαλούντων ἢ περιπατούντων; Ἐὰν δὲ εἴπῃ ὅτι νεκρός, εἰπέ· Πῶς οὖν ἀναπνεῖ; Τὸ γὰρ ἐμπνέον οὐκ ἔστι νεκρόν, τὸ μὴ αἰσθανόμενον οὐκ ἔστι ζῶν. Σαυτὸν οὐ βλέπεις, ἀλλὰ τὰ ὑπὲρ σὲ φαντάζῃ. Ἀλλὰ ταῦτα ἀρκούντως εἰς τὴν πρώτην ἡμέραν εἰρήσθω. Κατέλαβε γὰρ ἡ ἑσπέρα, ὥσπερ κἀκεῖ τὰ τῆς πρώτης ἡμέρας, καὶ κατὰ δύναμιν, εἰ καὶ βαθέα ἦν τὰ νοήματα, ὅμως ἐξεθέμεθα. Τῶν δὲ πιστῶν ἐστιν ἐρευνῆσαι τὰ λεχθέντα καὶ ζητῆσαι τὴν ἱστορίαν.
Chapter 7
Ἡμεῖς δὲ νηστείας ὄντες ἁγίας θρέμματα καὶ ἐν ἀτροφίᾳ σωμάτων τρυφήσαντες τὰ οὐράνια, σπουδάσωμεν τὴν νηστείαν ἁγίαν φυλάξαι· Ἁγιάσατε γάρ φησι νηστείαν. Ἡμεῖς αὐτὴν ἁγιάζομεν ἢ ὑπ’ αὐτῆς ἁγιαζόμεθα; Ἀλλὰ ἀντὶ τοῦ ἁγίαν αὐτὴν φυλάξαι, τοῦτο εἴρηκεν ὁ προφήτης. Ὥσπερ γὰρ ὅτε εὐχόμεθα ἁγιασθήτω τὸ ὄνομά σου , οὐχὶ ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ εὐχόμεθα – Τὸ γὰρ ὄνομα αὐτοῦ ἁγιάζει πάντα. –, ἀλλ’ ἐπειδὴ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἡμῖν – Χριστιανοὶ γὰρ ἀπὸ Χριστοῦ καλούμεθα –, λέγει· Τὸ ὄνομά σου ἐφ’ ἡμῖν ἁγιασθήτω. Παρὰ γὰρ τῷ ἁγίῳ πάντα ἅγια. Καὶ γὰρ οὐδὲν πλησιάζει θεῷ μὴ ὂν ἅγιον. Ἅγιος γὰρ ὁ θεὸς ἐν ἁγίοις ἀναπαυόμενος. Καὶ ὁ οὐρανὸς δὲ αὐτοῦ ἅγιος. Ἐπακούσεται γὰρ αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ. Οἱ ἄγγελοι ἅγιοι· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. Ἡ γῆ ἔχουσα τὴν λατρείαν ἁγία· Καὶ θελήσει φησὶ διαστρέψαι διαθήκην ἐπὶ γῆν ἁγίαν αὐτοῦ. Καὶ ὁ Δαυίδ· ἡ αὐλὴ ἁγία· Προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Ὁ Ἡσαΐας· ὁ ναὸς ἅγιος· Ἅγιος γὰρ ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Τὰ πρόβατα τὰ ἄλογα τὰ τότε θυόμενα ἅγια ἐλέγετο. Ὡς πρόβατά φησιν ἅγια ἐν Ἱερουσαλήμ. Ἡ διαθήκη ἁγία· Καὶ δυναμώσει μετὰ πολλῶν διαθήκην ἁγίαν αὐτοῦ. Αὐτὴ ἡ πόλις ἁγία ἐλέγετο· Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ. Οὐδὲν γὰρ προσέρχεται θεῷ μὴ ὂν ἅγιον. Διὸ λέγει Παῦλος· Καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται θεόν. Ἐνηστεύσαμεν ἀπὸ ἄρτου· νηστεύσωμεν καὶ ἀπὸ ἀδικίας. Οὐκ ἐσθίεις ἄρτον; Μὴ φάγῃς σάρκας πενήτων, ἵνα μὴ εἴπῃ καὶ περὶ σοῦ ὁ θεός· Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου. Οὐ πίνεις οἶνον; Μὴ μεθύσῃ σε θυμός, ἵνα μὴ ἀκούσῃς παρὰ τοῦ νομοθέτου· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως · καὶ πάλιν Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν. Ὅταν γὰρ θλίψῃς πένητα καὶ στενάξῃ, ἐπὶ τοῦ θεοῦ εὑρέθης ἐσθίων ἄρτον δακρύων . Διὰ τοῦτο λέγει καὶ ὁ θεός· Ἐκαλύπτετε ἐν δάκρυσι τὸ θυσιαστήριόν μου. Ἐγκαλεῖ οὖν ὁ θεὸς τοῖς κλαίουσιν ἐπὶ τοῦ θυσιαστηρίου λέγων· Ἱερεῖς, εἰσέλθατε, κλαύσατε. Ἀλλ’ ἐγκαλεῖ, οὐχ ὅτι ἔκλαιον αὐτοί, ἀλλ’ ἐπειδὴ οἱ ἀδικούμενοι ἐκεῖ ἐνετύγχανον ἐπὶ τοῦ θυσιαστηρίου, ὀρφανοί τε καὶ χῆραι. Καὶ ἵνα δείξῃ ὅτι περὶ ἐκείνων λέγει, ἐπήγαγε· Κλαυθμῷ καὶ κοπετῷ καὶ κόπῳ. Ἔτι ἄξιον ἐπιβλέψαι ἐπὶ τὰς θυσίας ἡμῶν. Πρόκειται οὖν τράπεζα ψυχῆς ὁ τοῦ θεοῦ λόγος. Σῶμα νηστεῦον ἁγιάζεται, ψυχὴ μὴ τρεφομένη φθείρεται. Γένοιτο δὲ τὸ μὲν σῶμα νηστεύειν ἀπὸ ἁμαρτημάτων, τὴν δὲ ψυχὴν ἐντρυφᾶν τοῖς θείοις δόγμασιν. Οὐ δύνῃ δὲ ἐσθίειν ἄρτον Χριστοῦ καὶ ἄρτον δακρύων, ὡς λέγει Παῦλος· Οὐ δύνασθε τραπέζης Χριστοῦ μετέχειν καὶ τραπέζης δαιμονίων. Δεῖ τοίνυν τὸν νηστεύοντα ἀπέχεσθαι ἀπὸ βρωμάτων καὶ πρῶτόν γε ἀπὸ ἁμαρτημάτων. Καὶ γὰρ καθ’ ἑκάστην ἡμέραν ἄγγελοι σημειοῦνται, τίς προέθετο ἀπέχεσθαι ἀπὸ πλεονεξίας ἢ πορνείας ἢ ἀδικίας ἢ ἑτέρας ἁμαρτίας. Ταύτας γὰρ τὰς νηστείας καὶ ἄγγελοι ἀναγράφονται καὶ θεὸς ταμιεύεται. Ὥσπερ γάρ, ἀδελφοί, ἀπὸ τῶν ἀναφορῶν οἱ ἄρχοντες τῷ βασιλεῖ πάντα μηνύουσιν, οὕτως καὶ οἱ ἄγγελοι τῷ θεῷ πάντα τὰ γινόμενα, οὐκ ἀγνοοῦντα διδάσκοντες, ἀλλὰ τὴν λειτουργικὴν τάξιν τῆς δημιουργίας πληροῦντες. Ἐγὼ ἐμακάρισα ἂν μυριάκις τὸν ἐσθίοντα ἢ τὸν νηστεύοντα καὶ ἀδικοῦντα. Ταῦτα λέγω, οὐ νηστείαν λύων, ἀλλ’ εὐσέβειαν κηρύττων. Οὐ γὰρ τὸ φαγεῖν κακόν, ἀλλὰ τὸ ἁμαρτάνειν πονηρόν, καθὼς λέγει ὁ θεὸς περί τινος δικαίου· Ὁ πατήρ σου οὐκ ἔφαγε καὶ τὸ θέλημά μου ἐποίησεν. Zitat nicht verifizierbar. Οὕτω δὴ καὶ ἀλλαχοῦ· Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ δεκάτη, ἔσται ὑμῖν εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ τὴν ἀλήθειαν ἀγαπήσατε. Ἀλλ’ ἐπέλαμψε τὸ αἰσθητὸν φῶς, ἵνα κηρυχθῇ ὁ τοῦ φωτὸς ἐργάτης. Κατέλαβεν ἡ ἑσπέρα σφραγίζουσα τῆς ἡμέρας τὸν δρόμον. Καλὴ ἡ ἀρχὴ, προστεθήτω τὸ τέλος. Μὴ ἀπώθει κακῶς, ἀλλ’ ἄκουε τοῦ Δαυίδ· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Ὁ δὲ θεὸς τοῦ φωτὸς τούτου πάντας ὑμᾶς φωτίσῃ λόγῳ, νόμῳ, πίστει, δικαιοσύνῃ, σωφροσύνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.