In cosmogoniam homilia 6
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 484–500 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg011.local006- Corpus release
- 2.2.0 · 2026-08-29
Chapter 1
Φέρε πάλιν τῆς ἐπαγγελίας ἁψώμεθα καὶ τὴν κατὰ τὸν παράδεισον ὑπόθεσιν εἰς τέλος ἐξανύσωμεν. Εἰ γὰρ καὶ ἀφόρητον ἐγένετο κακὸν τὸ τὸν Ἀδὰμ ἐκβληθῆναι τοῦ παραδείσου , πολλῷ μᾶλλον ἔσται κακὸν τὸ καὶ ἡμᾶς ἐκβεβλῆσθαι τῆς μνήμης τοῦ παραδείσου. Ἁψώμεθα δὲ τῆς ὑποθέσεως, μὴ κοινοῖς λόγοις τὴν ἐξέτασιν ἐπιτρέψαντες, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἁγίας γραφῆς τῶν ἀπορουμένων τὴν λύσιν λαμβάνοντες. Ὁ γὰρ νοῶν καὶ φρονῶν ὡς βούλεται, ἑαυτὸν ἀπατᾷ. Ὁ δὲ παρὰ τῆς γραφῆς μανθάνων τῶν ἀπορουμένων τὴν λύσιν, αὐτὴν ἔχει τὴν ἀλήθειαν ἑαυτῆς διδάσκαλον. Ἐπεὶ τοίνυν πολλοὶ καὶ τῶν πιστῶν ἀναγινώσκοντες ἀποροῦσι καὶ τῶν ἀπίστων ἀγνοοῦντες βλασφημοῦσιν, ἵνα καὶ τοῖς ἁγίοις δῶμεν τὴν πληροφορίαν καὶ τοῖς ἀπίστοις τὸν ἔλεγχον, ἁψώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν, παρακαλέσαντες τὸν θεὸν μεθ’ ὑμῶν χορηγῆσαι τῆς ἀληθείας τὴν ἀφθονίαν. Ὅπως μὲν οὖν ὁ ἄνθρωπος κατεσκευάσθη, ὅπως σώματι διεπλάσθη, ὅπως ψυχὴ ὑπὸ θεοῦ δημιουργηθεῖσα ἐνεβλήθη αὐτοῦ τῷ σώματι, ὅπως τὸν παράδεισον ἔσχε κατοικητήριον, εἰ καὶ μὴ κατ’ ἀξίαν, ἀλλ’ οὖν γε ὅσον κατὰ δύναμιν ἡμετέραν, ἱκανῶς προείρηται. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον τρέψωμεν. Ἐδόθη μὲν τῷ Ἀδὰμ πᾶσα ἡ γῆ, ἦν δὲ ἐξαίρετον αὐτοῦ οἰκητήριον ὁ παράδεισος. Ἐξῆν δὲ αὐτῷ καὶ ἔξω τοῦ παραδείσου βαδίζειν. Ἀλλὰ τὰ ἔξω τοῦ παραδείσου οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς ἀλόγοις, τοῖς κτήνεσι, τοῖς τετράποσι, τοῖς θηρίοις, τοῖς ἑρπετοῖς. Ἦν δὲ αὐτῷ βασιλικὸν καὶ δεσποτικὸν ἐνδιαίτημα ὁ παράδεισος. Διὰ τοῦτο καὶ ὁ θεὸς ἤγαγε πρὸς τὸν Ἀδὰμ τὰ ζῷα ὡς κεχωρισμένα αὐτοῦ. Οὐ γὰρ πάντοτε παρίστανται τὰ δοῦλα τῷ δεσπότῃ, ἀλλ’ ὅταν αὐτῶν ᾖ χρεία. Ὠνομάσθη τὰ ζῷα καὶ εὐθὺς ἐξεβλήθη. Ἔμεινε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ. Λοιπὸν ἐνταῦθα τὴν ἀκριβῆ κατανόησιν μάθωμεν.
Ἐπετρέπετο τοῖς ἀλόγοις καὶ προσιέναι τῷ Ἀδὰμ καὶ ὑποκλίνεσθαι καὶ ὑποσαίνειν αὐτῷ· Οἷόν τι λέγω. Ὥσπερ ἦσαν τρεῖς ξύλων διαφοραί. Ἦν γὰρ ξύλα τὰ τρέφοντα αὐτὸν εἰς τὸ ζῆν, ἦν ξύλα τὰ δοκιμάζοντα αὐτὸν εἰς τὸ εὖ ζῆν καὶ ἦν ξύλον τὸ φυλάττον αὐτὸν εἰς τὸ ἀεὶ ζῆν, οὕτω καὶ τῶν ζῴων τῶν ἀλόγων τρεῖς ἐδόθησαν αὐτῷ διαφοραί· μία εἰς βρῶσιν – οὐκ αὐτῷ δὲ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ ἀφώριστο γένει –, μία εἰς βρῶσιν, ἄλλη εἰς ὑπηρεσίαν, ἄλλη εἰς ψυχαγωγίαν· οἷον εἰς βρῶσιν τὰ νῦν θυόμενα, εἰς ὑπηρεσίαν ἵπποι, κάμηλοι, ὄνοι, βόες, τὰ ἄλλα τὰ ὑπουργοῦντα, εἰς ψυχαγωγίαν τὰ μιμηλὰ ζῷα, αἱ φωναὶ τῶν ὀρνίθων τῶν ἀερίων αἱ φαιδραί, αἳ καὶ τὰς ἀκοὰς θέλγουσιν. Ὥσπερ γὰρ σῶμα μετὰ τὸν κάματον, ἐὰν μὴ ἀποδύσηται τοὺς πόνους, οὐκ ἀντέχει πρὸς ἑτέρους πόνους, οὕτω καὶ ψυχὴ τοὺς τῆς ἀρετῆς πόνους ὑπομένουσα, ἐὰν μὴ ταῖς ἡδείαις ὄψεσι ψυχαγωγηθῇ, οὐκ ἀρκεῖ πρὸς τὸν τόνον τῆς ἀρετῆς. Ὅταν ἴδῃ ὁ θεὸς κάμνουσαν ψυχήν, ψυχαγωγεῖ αὐτὴν διὰ τῶν ἡδέων· οἷον γίνεται καὶ ἐφ’ ἡμῶν. Πολλάκις γὰρ ἐξ ἀγορᾶς ἐπανελθὼν ὁ ἄνθρωπος καὶ μυρίαις λύπαις περιαντληθεὶς τὴν διάνοιαν καὶ συντυχὼν ὄψεσι πολλάκις βαρείαις καὶ ἀφορήτοις περιπεσὼν συμφοραῖς καὶ ζημίαις, ἐλθὼν εἰς τὴν οἰκίαν εὑρίσκει παιδίου ψυχαγωγίαν καὶ τὸ σκληρὸν τῶν πόνων ἀλείφει τὸ ἁπαλὸν τῆς διανοίας. Ἐπειδὴ γὰρ αὐτῷ ἀθυμοῦντι οὐ γυνὴ προσέρχεται παραμυθουμένη, ὡς ἄκαιρον ἔχουσα τὴν παραμυθίαν, οὐκ οἰκέτης τολμᾷ παραμυθήσασθαι, εἰσάγει ὁ θεὸς τὴν ἄπλαστον φύσιν τὴν συγγνώμης ἀξιουμένην, ἐξ ὧν οὐκ οἶδε, καὶ δι’ αὐτῆς ἀλείφει τὴν ἐκ τῶν πόνων κεκμηκυῖαν ψυχήν. Οἰκέτης ἐὰν προσγελάσῃ, νομίζεται ἐπιγελᾶν τῇ ὕβρει τοῦ δεσπότου· ἡ γυνὴ ἐὰν γελάσῃ, νομίζεται ἀναισθητεῖν περὶ τὴν συμφοράν· τὸ παιδίον ἀνύποπτον ἔχει τὴν κολακείαν διὰ τὴν ἐκ τῆς φύσεως ἀκεραιότητα· καὶ πολλάκις ἃ μὴ ἴσχυσαν φίλοι συμβουλεύοντες, σοφοὶ νουθετοῦντες, ἴσχυσε παιδίον γελάσαν μόνον λῦσαι τὴν πᾶσαν συμφοράν. Καὶ λοιπὸν ἡ ψυχὴ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς λύπης, ὁρᾷ μὲν τὸ παιδίον καὶ τὰς ἀρχὰς ἀνανεύει, καὶ ἀπωθεῖται τὴν ἄκαιρον ψυχαγωγίαν· ἕλκεται δὲ τῇ παραμονῇ, καὶ ὅταν πολλάκις ἐπικλίνῃ τὸ ὄμμα, ἁρπάζεται τὴν διάνοιαν· εἶτα ἀναλαβὼν τὸν παῖδα, ἀποτίθεται τὴν λύπην καί φησι· Τοῦτόν μοι χαρίσεται ὁ θεὸς μόνον καὶ οὐδείς μοι λόγος τῶν ἄλλων.
Εἶδες πῶς καὶ ἀπὸ τῶν τυχόντων ἐγείρει ὁ θεὸς τῇ ψυχῇ τὴν παραμυθίαν; Ἐπεὶ οὖν μόνος ἦν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ, οὐ φίλον ἔχων, οὐ γείτονα, οὐ συγγενῆ, εἰσήγαγεν αὐτῷ ὁ θεὸς τὰ ζῷα εἰς ψυχαγωγίαν αὐτοῦ οἷον, ὥσπερ ἐστὶ σήμερον τὰ ζῷα τὰ μιμηλά, τὰ μὲν μιμούμενα σχήματα, τὰ δὲ φωνήν· οἷον μιμεῖται τὰ σχήματα τῶν ἀνθρώπων πίθηκος καὶ ὅσα τοιαῦτα· φωνὴν ψιττακὸς καὶ ἕτεροι στρουθοί. Εἶχεν οὖν ψυχαγωγίαν τὴν παρὰ τῶν ἀλόγων τῶν μὲν κελαδούντων, τῶν δὲ ἄλλων ὑποσαινόντων. Πολλῶν τοίνυν ὄντων τῶν πληρούντων αὐτῷ τὴν παραμυθίαν, ὁ ὄφις φρονιμώτατος ἦν ὑπὲρ πάντα τὰ θηρία τῆς γῆς, καθὼς εἶπεν ἡ γραφή· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων, ὧν ἐποίησε κύριος ὁ θεός.
Chapter 2
Ἦν οὖν καὶ τῶν μιμηλῶν μιμηλότερος καὶ τῶν ὑποσαινόντων ἐγγύτερος. Μὴ πρόσχῃς τῇ νῦν ὄψει, ὅτι καὶ φεύγομεν καὶ βδελυττόμεθα. Οὐκ ἦν οὕτως ἀπ’ ἀρχῆς. Φίλος ἦν ὁ ὄφις καὶ τῶν ὑποσαινόντων τὸν ἄνθρωπον ἐγγύτερος. Τίς οὖν αὐτὸν ἐχθρὸν ἐποίησεν; Ἡ τοῦ θεοῦ ἀπόφασις· Ἐπικατάρατος γὰρ σὺ ἀπὸ πάντων τῶν θηρίων. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Ἐκείνη ἡ ἔχθρα τὴν φιλίαν ἔλυσε. Φιλίαν λέγω οὐ τὴν λογικήν, ἀλλὰ τὴν ἄλογον γνῶσιν. Ὥσπερ σήμερον ἐνδείκνυται κύων φιλίας σχῆμα, οὐ λόγῳ, ἀλλὰ φυσικῇ κινήσει, οὕτω καὶ ὁ ὄφις ὑπέσαινε τὸν ἄνθρωπον. Ὡς οὖν ἔχων πολλὴν οἰκειότητα, ὤφθη τῷ διαβόλῳ ὡς ἐπιτήδειον ὄργανον. Ἰδὼν οὖν Ἀδὰμ χαίροντα ἐπὶ τῷ ὄφει κἀκεῖνον ὑποσαίνοντα καὶ πολλὰ τῶν ἀνθρωπίνων μιμούμενον, ἐνενόησεν ὁ τῆς κακίας τεχνίτης, ὅπερ οἱ δόλους πλέκοντες διὰ τῶν ἰδίων νοθεύοντες ποιοῦσιν. Οὐδεὶς γὰρ περιγίνεται διὰ τῶν ἀλλοτρίων, ἐὰν μὴ διὰ τῶν οἰκείων· καθὼς εἶπεν ὁ σωτήρ· Ἐχθροὶ τῷ ἀνθρώπῳ οἱ οἰκιακοὶ αὐτοῦ. Λαλεῖ τοίνυν διὰ τοῦ ὄφεως ἔμφασιν παρασχὼν τῷ Ἀδάμ. Παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, μὴ παρέργως προσέχειν τοῖς λεγομένοις. Οὐκ ἔστι τὸ τυχὸν ζήτημα. Πολλοὶ γὰρ ζητοῦσι, πῶς ἐλάλησεν ὁ ὄφις· ἆρα ἀνθρωπίνῃ φωνῇ ἢ συρισμῷ ὄφεως, καὶ ἐνενόησεν ἡ Εὔα. Ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἐπεπλήρωτο σοφίας καὶ συνέσεως καὶ προφητείας. Ἐννόησον ὅσην εἶχε σοφίαν, ὅτι ἐπήρκεσεν ἄνθρωπος εἷς, διδάσκαλον μὴ λαβών, παρὰ μηδενὸς ἀνθρώπου διδαχθείς, θεῖναι ὀνόματα ὅλοις πετεινοῖς καὶ τοῖς ζῴοις καὶ τοῖς ἑρπετοῖς θηρίοις καὶ πᾶσιν ἁπλῶς. Ἀναζωγράφησον ἐν τῇ διανοίᾳ σου τὰ εἴδη, τὰ γένη. Ἵνα δὲ συντόμως εἴπω, τοσαῦτα ἔθηκεν ὀνόματα, ὅσα σήμερον ἡμεῖς μετὰ τὴν πεῖραν δευτερῶσαι οὐ δυνάμεθα. Ὅτε οὖν προσήνεγκεν ὁ θεὸς τὰ ζῷα τῷ ἀνθρώπῳ ὡς σοφὸς καὶ ἔχων θεοῦ πνεῦμα, τὴν ἑκάστου ἰδιότητα ἔβλεπε. Προσεῖχεν οὖν τῷ ὄφει ὡς φρονιμωτέρῳ, ὡς αἴσθησιν ἔχοντι, ὡς νοοῦντι ἀπὸ νευμάτων τὰ κινήματα. Οὕτως ἔχοντος τοῦ Ἀδάμ ἐνενόησεν ὁ διάβολος καὶ τοῦ ὄφεως τὸ φρόνιμον καὶ τοῦ Ἀδὰμ τὴν πρόληψιν. Εἶχε γὰρ περὶ τοῦ ὄφεως ὡς συνετοῦ. Λαλεῖ οὖν δι’ αὐτοῦ, ἵνα ὑπονοήσῃ ὁ Ἀδὰμ, ὅτι φρόνιμος ὢν ὁ ὄφις κατώρθωσε καὶ τὸ μιμήσασθαι τὴν τοῦ ἀνθρώπου φωνήν. Προσέρχεται τοίνυν ὁ ὄφις. Οὐδαμοῦ δὲ ἡ γραφὴ εἶπε τοῦτο, ὅτι ὁ διάβολος ἐν τῷ ὄφει ἐλάλησεν, ἀλλὰ καὶ Μωϋσῆς ἁπλῶς παρῆλθε τὴν ἱστορίαν. Πρόσεχε, παρακαλῶ, μετὰ ἀκριβείας. Παῦλος δεύτερος ὢν ἐν τῷ παραδείσῳ οὐδ’ αὐτὸς ἔλυσε τὴν λέξιν, ἀλλὰ λέγει· Ἐμνηστευσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δέ, μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ. Καὶ οὐκ εἶπεν, ὅτι ὁ διάβολος. Πιστὸς ἦν τῶν γραφῶν φύλαξ, ὑπηρέτης γραφῶν, παιδευτὴς γραφῶν, ἑρμηνευτὴς γραφῶν. Οὐκ ἐθέλησε λῦσαι τὴν λέξιν, ἵνα μὴ λύσῃ τῶν γραφῶν τὴν τάξιν, ἀλλὰ τῇ ἐννοίᾳ τὴν ἀπορίαν ἔλυσε. Φοβοῦμαί φησι μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Οὕτω· πῶς; Μὴ γὰρ ἐφοβεῖτο Παῦλος, μὴ πάλιν ὁ ὄφις ἔλθῃ καὶ ἀπατήσῃ τινάς; Ἀλλ’ οἶδα, φησίν, ὅτι ὁ μὲν ὄφις οὐ φαίνεται ἐκεῖνος, ὁ δὲ ἐν ἐκείνῳ ἐνεργήσας φαίνεται. Ἀλλ’ ὁ μὲν Παῦλος ὡς πιστὸς ὑπηρέτης καὶ τῶν ἁγίων γραφῶν φύλαξ οὐ παρέτρεψε τὴν λέξιν, ἀλλ’ ἀνέφηνε τὴν ἔννοιαν. Αὐτὸς δὲ ὁ τῶν ἀρχαίων καὶ τῶν νέων καὶ τῶν μελλόντων δεσπότης ἐσαφήνισε τὴν ἀπορίαν, ἵνα μή τις ἐπὶ τὸν ὄφιν ἀνενέγκῃ τὴν ἁμαρτίαν, ἀλλ’ ἐπὶ τὸν ἐνεργήσαντα. Λέγει οὖν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, ὅτε εἶπον αὐτῷ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν. Εἰ ἦτε ἐκ τοῦ θεοῦ, τὰ ἔργα καὶ τὸ θέλημα τοῦ θεοῦ ἐποιεῖτε ἄν· νῦν δὲ ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου. Εἶπε τὸν διάβολον καὶ εὐθέως εἰσάγει τὴν ἱστορίαν· Ἐκεῖνός φησιν ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς. Καὶ ὁ μὲν οἰκέτης ὡς οἰκέτης ἡρμήνευσεν, ὁ δὲ δεσπότης ὡς δεσπότης ἐδίδαξεν· ἔδειξε τὸν φονεύσαντα τὸν Ἀδάμ. Οὐκ εἶπεν ἁπλῶς φονεὺς ἦν, ἀλλ’ ἀνθρωποκτόνος. Οὐ γὰρ ἕνα ἀνεῖλεν, ἀλλὰ δι’ ἐκείνου πάντα ἄνθρωπον. Καὶ ἐν τῇ ἀληθείᾳ φησὶν οὐχ ἕστηκεν, ὅτι ψεύστης ἐστί.
Chapter 3
Βλέπε πῶς ἡρμήνευσε καὶ ὅτι διάβολός ἐστι καὶ ψεύστης ἐστί . Καὶ πῶς ἐψεύσατο; Εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί, ὅτι εἶπεν ὑμῖν ὁ θεὸς μὴ φαγεῖν ἀπὸ παντὸς ξύλου; Εἶδες τὸν ψεύστην; Ὁ θεὸς εἶπεν· Ἀπὸ παντὸς ξύλου φάγεσθε, ἀπὸ δ’ ἑνὸς μὴ φάγητε. Ὁ ψεύστης λέγει· Διὰ τί εἶπεν ὁ θεὸς ἀπὸ παντὸς ξύλου μὴ φαγεῖν ὑμᾶς; Μὴ ψεύδεται ἡ τοῦ Χριστοῦ φωνή· Ἐκεῖνος ψεύστης ἐστίν. Ἐψεύσατο δέ, καὶ τοῦτο δεινῶς· Ὅταν γάρ τις θέλῃ κακοηθεύσασθαι πρᾶγμα, εἰς χρείαν προσποιεῖται ἄγνοιαν, ἵνα ἀνύποπτον εἰσαγάγῃ τὴν σκαιωρίαν, ἀντὶ τοῦ οὐκ οἶδα, φησίν, οὐκ ἔστι κατασκευή· ἁπλοῦς ἦλθον, οὐδὲν οἶδα. Οὐκ ἐπειράθητε τοιούτων πολλῶν; οὐκ οἴδαμεν τῶν δολίων τὰ ἔργα; τοιαῦτα οὐ ῥάπτουσι πράγματα καὶ προσποιοῦνται ἄγνοιαν; Οὕτω καὶ ὁ διάβολος· Τί ὅτι εἶπέ φησιν ὑμῖν ὁ θεός; , ἀντὶ τοῦ παρήκουσα, οὐ καλῶς ἤκουσα, μὴ φαγεῖν ὑμᾶς ἀπὸ παντὸς ξύλου. Ἡ γυνὴ νομίσασα ἄγνοιαν εἶναι, διορθοῦται τὴν λέξιν. Οὐχ οὕτω, φησίν, εἶπεν· οὐκ εἶπεν ὁ θεὸς μὴ φαγεῖν ἀπὸ παντὸς ξύλου, ἀλλ’ ἀπὸ παντὸς μὲν ξύλου ἐπέτρεψεν, ἀπὸ δὲ ἑνὸς ἐκώλυσεν. Εἶπε γὰρ ὑμῖν· Μὴ φάγητε, ἵνα μὴ ἀποθάνητε. Ἔδοξε μανθάνειν, ὃ οὐκ ᾔδει· λοιπὸν οὐχ ὑπωπτεύετο ὡς ἐγκατάσκευος καὶ λέγει αὐτῇ· Οὐ θανάτῳ ἀποθανεῖσθε. Ἴδε ἄλλο ψεῦδος. Τοῦτο γὰρ θεοῦ εἰπόντος ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε, λέγει ὁ διάβολος οὐκ ἀποθανεῖσθε. Τοῦτο δεύτερον ἐψεύσατο.
ᾜδει γὰρ ὁ θεός φησιν, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί. Ἴδε τρίτον ψεῦδος. Ὅρα τὴν ἐγκατάσκευον κακίαν τοῦ διαβόλου. Ἤδη προμελετᾷ κατασπεῖραι τῷ κόσμῳ τὴν πλάνην. Καὶ ἐπειδὴ ἐμελέτησεν, ὡς προεῖπον, πολυθείαν ἐγεῖραι τῷ κόσμῳ, προλαβὼν ὡς ἐν διηγήματι, κατέσπειρεν εἰς τὰς ἀκοὰς τῆς γυναικὸς ἔμφασιν τοῦ εἶναι πολλοὺς θεούς. Ἀλλ’ ὁ μὲν τῆς κακίας τεχνίτης οὕτω προκατέσπειρε τὴν ἔννοιαν τῶν θεῶν, ὁ δὲ θεὸς προειδὼς ᾠκονόμησε, τὴν πλάστην τὴν μέλλουσαν μὴ λαληθῆναι ἀνθρωπίνῳ στόματι, ἵνα μὴ πρώτη λογικὴ φωνὴ περὶ θεῶν φθέγξηται, ἀλλὰ πρῶτον στόμα ὄφεως, ἵνα πᾶν στόμα λαλοῦν περὶ εἰδώλων τῷ στόματι ἐκείνου ἀπεικάζηται. Οἶδα, ὅτι καὶ τῇ φωνῇ συγγινώσκετε καὶ τὰς ἐννοίας τὰς ἁγίας τῶν γραφῶν ἁρπάζετε. Μηδεὶς οὖν περὶ τὸν κόμπον τῆς φωνῆς ἀσχολείσθω, ἀλλὰ περὶ τὴν τῶν νοημάτων δύναμιν. ᾜδει γάρ φησιν ὁ θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν. Λέγουσι πολλοὶ καὶ μάλιστα οἱ τῷ θεοστυγεῖ Πορφυρίῳ ἀκολουθήσαντες τῷ κατὰ Χριστιανῶν συγγράψαντι καὶ τοῦ θείου δόγματος πολλοὺς ἀποστήσαντι· λέγουσι τοίνυν· Διὰ τί ὁ θεὸς ἀπηγόρευσε τὴν γνῶσιν τοῦ καλοῦ καὶ πονηροῦ; Ἔστω, τὸ πονηρὸν ἀπηγόρευσε· διὰ τί καὶ τὸ καλόν; Εἰπὼν γὰρ ἀπὸ τοῦ ξύλου τοῦ εἰδέναι καλὸν καὶ πονηρὸν μὴ φάγητε , κωλύει, φησίν, αὐτὸν τοῦ εἰδέναι τὸ κακόν. Διὰ τί καὶ τὸ ἀγαθόν; Ἀεὶ ἡ κακία καθ’ ἑαυτῆς τεχνάζεται καὶ τὰς λαβὰς καθ’ ἑαυτῆς δίδωσιν. Οὐ τὴν γνῶσιν ἐκώλυσεν ὁ θεὸς τοῦ καλοῦ. Εἶχε γὰρ αὐτὴν ὁ Ἀδὰμ καὶ πρὸ τοῦ φαγεῖν. Εἰ γὰρ μὴ εἶχε γνῶσιν, πῶς γνωρίζει τὴν γυναῖκα; πῶς φυσιολογεῖ ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου ; πῶς δὲ καὶ προφητεύει τὰ μέλλοντα· Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα , καὶ τὰ λοιπά; Τοσαῦτα οἶδε καὶ οὐκ ᾔδει τὸ καλόν; Τὸν θεὸν ᾔδει, τὰ τοῦ θεοῦ ἐτήρει, γνῶσιν εἶχεν, ὀνόματα ἐπέθηκε τοσαῦτα . Πῶς οὐκ εἶχε γνῶσιν καλοῦ; Τί οὖν ἐστιν; Οὐ τὴν γνῶσιν κωλύει ὁ θεὸς τοῦ καλοῦ, ἀλλὰ θέλει μὴ εἶναι μετὰ τοῦ ἀγαθοῦ τὴν γνῶσιν τοῦ κακοῦ. Λύω δὲ τὸ σόφισμα τῆς ἀσεβείας ἀπὸ τῶν γραφῶν. Λέγει Παῦλος· Οὐ δύνασθε ποτήριον κυρίου πιεῖν καὶ ποτήριον δαιμονίων. Οὐ τὰ δύο ἐκώλυσεν, ἀλλ’ ἡγίασε μὲν τὸ ἅγιον, ἀπέρριψε δὲ τὸ ἐναγὲς καὶ βέβηλον. Οὕτω καὶ ὁ σωτήρ· Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ , κατὰ τὸ αὐτὸ καὶ θεῷ δουλεύειν καὶ δαίμονι ἀδύνατον. Οὕτως ὁ θεὸς ἐκώλυσε λαβεῖν γνῶσιν τοῦ πονηροῦ, ἵνα μὴ μιγῆται μετὰ τοῦ ἀγαθοῦ καὶ ἡ γνῶσις τοῦ κακοῦ.
Chapter 4
Λοιπὸν ἐνταῦθα προσέχωμεν. Διὰ τί δὲ ὅλως ἐκλήθη ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ; Οὐ τοιαύτην εἶχε φύσιν, ἀλλὰ τοιαύτην ἤνεγκεν ὑπόθεσιν. Τὸ ἰδίωμα τῶν γραφῶν λέγω. Οἷόν τι λέγω. Ἐκλήθη ἐν τῇ ἐρήμῳ μία πηγὴ ὕδατος ὕδωρ ἀντιλογίας. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἆρα τὸ ὕδωρ τοιαύτην εἶχε φύσιν, ὡς εἰς ἀντιλογίαν φέρειν τὸν λαόν; Διὰ τί οὖν Μωϋσῆς πιὼν οὐκ ἀντεῖπε τῷ θεῷ; Ὥσπερ οὖν ἐκλήθη τὸ ὕδωρ ἀντιλογίας ὕδωρ, οὐ φύσιν ἔχον τοιαύτην, ἀλλὰ διὰ τὴν ἐπ’ αὐτῷ γενομένην ὑπόθεσιν. Ἐπειδή γὰρ ἐκεῖ ἀντεῖπεν ὁ λαός, διὰ τοῦτο ἐκλήθη ὕδωρ ἀντιλογίας . Πάλιν εἶδεν Ἰακὼβ τὸν θεὸν ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν, καὶ καλεῖ τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. Ὁ τόπος οὐκ εἶχεν εἶδος θεοῦ ἢ μορφὴν θεοῦ, ἀλλ’ ἐπειδὴ ἐκεῖ αὐτῷ ἡ ὀπτασία ἐγένετο, ἐκάλεσε τὸν τόπον ἀπὸ τοῦ πράγματος. Ἄλλος τόπος ἐκλήθη εἰρήνη θεοῦ. Ὅτε τῷ Γεδεὼν ἐφάνη ἄγγελος, ἐφοβήθη καὶ λέγει· Οἴμοι, οἴμοι, ἀποθανοῦμαι· εἶδον γὰρ ἄγγελον θεοῦ. Λέγει αὐτῷ ὁ ἄγγελος· Εἰρήνη σοι, μὴ φοβοῦ. Καὶ ᾠκοδόμησέ φησι Γεδεὼν θυσιαστήριον καὶ ἐκάλεσεν αὐτὸ εἰρήνη θεοῦ. Ὥσπερ οὖν ὁ βωμὸς ἢ τὸ θυσιαστήριον οὐκ αὐτὸ εἰρήνην εἶχεν, ἀλλὰ τῆς γενομένης καὶ δοθείσης εἰρήνης ἦν σύμβολον, καὶ ὥσπερ τὸ ὕδωρ οὐκ εἶχεν ἀντιλογίαν, ἀλλὰ διὰ τὴν ἐπ’ αὐτῷ γενομένην ὑπόθεσιν οὕτως ἐκλήθη, οὕτω καὶ τὸ ξύλον οὐ γνῶσιν εἶχεν, ἀλλ’ ἐπειδὴ πᾶς ὁ ἁμαρτάνων εἰς γνῶσιν ἔρχεται ὧν ἁμαρτάνει. Οἷόν τι λέγω, πάλιν ἐν ὑποδείγματι· Ἐνίοτε παρερχόμεθα ὁδεύοντες διὰ τόπων λῃστευομένων καὶ ἔθος τοῖς ἀνθρώποις λέγειν· Οἱ τόποι δὴ οὗτοι φοβεροί εἰσιν. Ἆρα ὁ τόπος ἔχει φόβον; Ἢ διὰ τοὺς λῃστὰς λέγουσι τοὺς σχολάζοντας ἐν ἐκείνῳ τῷ τόπῳ; Οὕτω καὶ τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ γνώσεως ἐργαστικήν, ἀλλ’ ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῷ Ἀδὰμ τραγῳδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντόμως· οὐ γὰρ ἀπορεῖ ἡ θεία γραφή. Σήμερον ἔχομεν θυσιαστήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον φυσικὴν ἔχει σωτηρίαν ἢ διὰ τὴν ἐπικαλουμένην δόξαν ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, μὴ ἀμφιβάλλῃς περὶ τῶν προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωοποιόν. Εἰ τοῦτο τὸ βρῶμα σώζει φύσει καὶ οὐ χάριτι, κἀκεῖνο τῇ φύσει ἀναιρεῖ καὶ οὐ παραβάσει. Δείξω σοι ἄλλο βρῶμα ἔξω τοῦ παραδείσου θανατοποιόν, τὴν εἰδωλολατρείαν λέγω. Διὰ τί γὰρ παρῃτήσαντο οἱ μάρτυρες φαγεῖν κρέα; Διὰ τί ἐφοβοῦντο φαγεῖν; Ἆρα, εἰ ἔφαγον, ἀπέθνησκον; Οὐδαμῶς. Ἀλλ’ ἐπειδὴ ἐπωνόμαστο τῶν εἰδώλων ἡ μνήμη, ἔφυγον, οὐ τὴν βρῶσιν, ἀλλὰ τὴν τῶν μιαρῶν ἐπίκλησιν. Οὕτω γνωστὸν ἦν κακοῦ καὶ ἀγαθοῦ τὸ δένδρον , οὐ γνῶσιν παρέχον, ἀλλ’ ἀπὸ τῆς παραβάσεως διδάσκον αὐτόν. Ἀεὶ γὰρ ἡ πεῖρα διδάσκει τὸν ἀνόητον, ὅτι κακὸν τὸ παραβῆναι. Πάλιν ἑτέρᾳ ὁδῷ λυθήσεται τὸ ζητούμενον, οὐχ ὡς τῶν πρώτων ἀτονούντων, ἀλλ’ ὡς τῆς χάριτος τοῦ θεοῦ πλουσίας οὔσης. Μὴ γάρ τις νομιζέτω τὴν ἐπαγωγὴν τῶν πολλῶν νοημάτων δι’ ἀσθένειαν γίνεσθαι τῶν προλαβόντων. Ἡ τοῦ θεοῦ γὰρ χάρις πλουσία οὖσα ἐκ τῶν ἑαυτῆς θησαυρῶν παρέχει ἡμῖν, ἐὰν ὦμεν ἄξιοι. Πρόσεχε τοίνυν. Οἱ μάρτυρες παρῃτήσαντο βρῶσιν εἰδωλοθύτων ὄντως φεύγοντες φαγεῖν, ὡς εἰ ἔφυγεν Ἀδὰμ τὸ δένδρον, ἐσώθη ἂν. Ὅτι δὲ οὐ τὸ εἰδέναι ἀγαθὸν καὶ κακόν, τοῦτο μισητόν, ἡ ἀλήθεια λάμπει. Ἐρωτῶν γὰρ ὁ θεὸς καὶ μὴ πράττων οἶδεν αὐτὸ ἢ οὔ; Τίς τολμᾷ εἰπεῖν, ὅτι οὐκ οἶδεν; Οὐ γάρ ἐστιν ἡ γνῶσις πρᾶξις. Ἆρα Παῦλος ὁ λέγων φεύγετε τὴν πορνείαν οὐκ ᾔδει, τί ἦν ἡ πορνεία; ὁ φεύγων μοιχείαν οὐκ ᾔδει, τί ἦν ἡ μοιχεία; Ἀλλ’ οὐ κατέκρινεν αὐτὸν ἡ γνῶσις. Αὐτὸς δὲ ὁ θεὸς οἶδεν ἡμῶν ὅλας τὰς πράξεις ἀριθμῶν καὶ λέγων· Ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, ἐπιορκίαι, ἀσέλγειαι, φθόνοι, πλεονεξίαι. Ταῦτα ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ταῦτα ἀγνοῶν λέγει ἢ εἰδὼς ὁ θεὸς καὶ ὁ ἀπόστολος; Οὐχ ὑβρίζει οὖν ἡ γνῶσις τὸν Ἀδάμ. Ἔβλαψεν οὐχ ἡ γνῶσις, ἀλλ’ ἡ παράβασις. Θέλω δὲ ἐρωτῆσαι αὐτόν, ποῖον ἔμαθε παρὰ τοῦ ξύλου καλὸν ἢ κακόν; Μετὰ τὴν βρῶσιν ἔγνω, τί ἐστι φόνος; Οὐδεὶς οὐδέπω ἦν ὁ κολάζων· οὐ μοιχεία ἐγινώσκετο· οὐδέπω γὰρ ἦσαν γάμοι, οὐ πορνεῖαι, οὐχ ἁρπαγὴ ἦν· οὐδέπω γὰρ ἦν πλούσιος καὶ πένης, οὐ συκοφαντίαι καὶ ψευδομαρτυρίαι. Ποῖον οὖν ἔγνω κακὸν ἢ τοῦτο μόνον, ὅτι καλὸν ἦν τὸ ὑπακοῦσαι θεῷ, κακὸν δὲ τὸ παρακοῦσαι θεοῦ; Λέγω δὲ κοινὸν καὶ περιφερόμενον ῥῆμα, καὶ μή τις αὐτοῦ ὡς τολμηροῦ καταγνῷ. Εἰώθαμεν λέγειν τοῖς ἁμαρτάνουσιν ἀπειλοῦντες αὐτοῖς ἐπιστροφήν· Ποιῶ σε μαθεῖν ἐπιστροφήν. Ἆρα γνῶσιν λέγει τὴν μάθησιν; Τὸ οὖν γνωστὸν ἀπὸ τῆς πείρας τῶν συμφορῶν. Ἐπαίδευσεν αὐτὸν γνῶναι, πόσοις καλοῖς συνεζεύχθη παραβάς.
Chapter 5
Πρόσεχε τοίνυν μετὰ ἀκριβείας. Εἰ γὰρ καὶ εἴρηται πρῴην, ἀλλ’ ἡ ὑπόθεσις ἕλκει τὸν λόγον. Ὁ δεδωκὼς τὰ πάντα θεὸς ἀόρατος ἦν, ὁ λαβὼν παρὰ τοῦ θεοῦ τὰ πάντα ὁρώμενος ἦν. Ὁ λαβὼν ἐφαίνετο, ὁ δεδωκὼς οὐκ ἐφαίνετο. Μόνος ἦν ὁ ἄνθρωπος· τὰ ἄλογα περὶ αὐτόν. Κατὰ κεφαλῆς οὐδένα εἶχεν. Ἔθηκεν αὐτῷ ὁ θεὸς νόμον, τὸ δένδρον εἰς ὑπόμνησιν ἐν μέσῳ, ἵνα μὴ λάθῃ λαβὼν τὴν δεσποτείαν. Οἷον, περιῄρει τρυγῶν τοὺς καρποὺς μετὰ τῆς γυναικός. Ἐπλησίαζε τῷ δένδρῳ· ἔλεγε μὴ ἁψώμεθα τοῦ δένδρου τούτου· περὶ γὰρ αὐτοῦ παρήγγειλεν ὁ θεός. Καὶ ἦν τὸ ὁρώμενον ὑπόμνησις τοῦ ἀοράτου· οἷα γίνεται καὶ νῦν. Ἐννόησον, πόσοι εἰσὶν ἄρχοντες ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ ἐπειδὴ βασιλεὺς πᾶσιν οὐ πάρεστι, δεῖ παραστῆναι τὸν χαρακτῆρα τοῦ βασιλέως ἐν δικαστηρίοις, ἐν ἀγοραῖς, ἐν συλλόγοις, ἐν θεάτροις. Ἐν παντὶ οὖν τόπῳ, ἐν ᾧ πράττει ἄρχων, δεῖ παρεῖναι, ἵνα βεβαιῶται τὰ γινόμενα. Ὁ βασιλεὺς μὲν οὖν παρεῖναι πανταχοῦ, ὡς ἄνθρωπος οὐ δύναται, Θεὸν δὲ πάλιν φαίνεσθαι ὡς θεόν ἀνθρώποις ἀδύνατον. Δέδωκε τὸ δένδρον χαρακτῆρα τῆς βασιλείας, ὑπόμνησιν φέρον τῷ Ἀδὰμ, ὅτι πάντων ἔλαβε τὴν δεσποτείαν. Γνῶθι τὸν δεδωκότα τὴν ἐξουσίαν. Καὶ ἵνα μάθῃς, πῶς ὑπεμίμνησκεν αὐτοὺς τὸ δένδρον· ὅτε ὁ ὄφις ἠθέλησεν ἀπατῆσαι τὴν γυναῖκα, εἶπεν αὐτῇ· Διὰ τί εἶπεν ὁ θεὸς μὴ φαγεῖν ὑμᾶς ἀπὸ παντὸς ξύλου; Ἡ γυνὴ οὐκ ἐπελανθάνετο τοῦ νόμου, ἀλλὰ καὶ διορθοῦται τὴν ἄγνοιαν καί φησιν· Οὐκ εἶπεν ὁ θεὸς οὕτως, ἀλλ’ ἀπὸ παντὸς ξύλου φαγώμεθα· ἀπὸ δὲ τοῦ ξύλου τούτου, εἶπεν ὁ θεὸς μὴ φάγητε ἀπ’ αὐτοῦ, μηδὲ ἅψασθε αὐτοῦ. Βλέπε τὴν ἀκρίβειαν. Ὁ θεὸς οὐκ εἶπε· Μὴ ἅψησθε. Οὐδὲ γὰρ ἔφερε κίνδυνον τὸ ἅψασθαι· ἀλλ’ ἐκεῖνοι σύνεσιν ἔχοντες θεικήν τῶν λοιπῶν ἀπολαύοντες ὥρισαν παρ’ ἑαυτοῖς· Εἶπεν ὁ θεὸς μὴ γεύσησθε τοῦ δένδρου, ἡμεῖς δὲ μηδὲ ἁψόμεθα. Τοσοῦτον ἔμελε τῇ γυναικὶ τηρῆσαι τοῦ θεοῦ τὴν ἐντολήν. Ἦν οὖν τὸ δένδρον ἐν μέσῳ κείμενον, εἰς ὃ ἠπάτησεν αὐτούς. Ξένον ἄκουε πρᾶγμα. Ἐχρήσατο ὀργάνῳ πρὸς τὴν ἀπάτην πράγματι ἐμπεφυτευμένῳ τῷ ἀνθρώπῳ. Ὁ γὰρ θεὸς πλάττων τὸν ἄνθρωπον μετὰ τῆς ἄλλης γνώσεως ἐνέθηκεν αὐτῷ καὶ πόθον θεοῦ. Ἐπεὶ οὖν εἶδεν ἐν αὐτοῖς τὸν πυρσὸν τοῦ πόθου, λέγει· Γενήσεσθε ὡς θεοί. Νῦν, ὡς ἄνθρωποι, οὐ δύνασθε εἶναι πάντοτε μετὰ θεοῦ. Ἐὰν γένησθε ὡς θεοί, πάντοτε μέλλετε εἶναι μετ’ αὐτοῦ. Οὐ γὰρ εἶπεν αὐτοῖς· Ἐὰν φάγητε, γίνεσθε πολέμιοι τοῦ θεοῦ. Ἐπιθυμία οὖν τῆς ἰσοθεΐας ἀπατᾷ τὴν γυναῖκα, κἀκείνη τὸν ἄνδρα οὐκ ἀπατᾷ, ἀλλὰ πείθει. Καὶ μαρτυρεῖ Παῦλος λέγων· Ἀδὰμ οὐκ ἠπατήθη. Καὶ διὰ τί κατεκρίθη; Ὅρα τὸ δεινόν. Ἡ γυνὴ ἀπατηθεῖσα ἔφαγε· πείθει μετὰ τὸ φαγεῖν καὶ τὸν ἄνδρα, ἵνα μὴ μόνη διατραπῇ· καὶ ἔπεισεν, οὐκ ἠπάτησεν· οἷον γίνεται καὶ νῦν πολλάκις. Οἶδεν ἄνθρωπος τὴν πίστιν, ἀγαπᾷ τὸν νόμον, ζηλοῖ τὴν ὀρθοδοξίαν καὶ πείθεται τῇ γυναικὶ μὴ δεῖξαι τὸν ζῆλον, οὐκ ἀγνοῶν τὴν ἀλήθειαν, ἀλλὰ πειθόμενος τῇ συμβίῳ. Πολλοὶ γὰρ ἐνόμισαν, ὅτι ἀγνοῶν ὁ Ἀδὰμ ἔλαβε παρὰ τῆς γυναικός, οὐκ εἰδὼς πόθεν ἤγαγε τὸν καρπόν. Ἀλλ’ οὐκ ἔχει ἀπολογίαν· ὁ γὰρ θεὸς ἐλέγχει λέγων αὐτῷ· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου. Καὶ οὐκ εἶπεν ἐπειδὴ ἔλαβες παρὰ τῆς γυναικός σου καὶ μὴν ἠδύνατο εἰπεῖν ἠγνόουν, οὐκ ᾔδειν, πόθεν ἤνεγκε τὸν καρπόν. Τὸ ἔγκλημα τοῦ ἀνδρὸς οὐχ, ὅτι ἠπατήθη, ἀλλ’ ὅτι ἐδελεάσθη. Ἔλθωμεν λοιπὸν ἐπὶ τὸ δικαστήριον· ἴδωμεν τὰ ὑπομνήματα τὰ πρῶτα τὰ ἐπὶ τῆς ἁγίας ἐκείνης καὶ ἀδεκάστου δίκης καὶ φιλανθρώπου γινόμενα, τὰ γραφέντα γράμμασιν ἀθανάτοις, ὧν τὴν μνήμην καὶ τὴν ὄψιν καὶ τὴν φαιδρότητα οὐδὲ πᾶς ὁ αἰὼν λῦσαι δύναται. Πρόσεχε λοιπόν. Ἤκουσέ φησιν ὁ Ἀδὰμ τῆς φωνῆς κυρίου περιπατοῦντος τὸ δειλινὸν ἐν τῷ παραδείσῳ. Ἀπὸ τοῦ ψόφου ᾔσθετο καὶ ἀπὸ τῆς συνηθείας. Καὶ ἀπὸ τοῦ κτύπου εἶχε θεὸς φαίνεσθαι; Ἐφαίνετο οὐχ ὡς ἦν, ἀλλ’ ὡς ἠβούλετο. Εὐλογητὸς ὁ θεὸς τῶν ἁγίων, ὅτι τὸ δειλινὸν τότε τὸν Ἀδὰμ ἐπεσκέψατο καὶ νῦν ἐπὶ τοῦ σταυροῦ τὸ δειλινόν. Καὶ γὰρ κατ’ ἐκείνας τὰς ὥρας ὑπέμεινεν ὁ σωτὴρ τὸ πάθος, καθ’ ἃς διετέλεσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ φαγεῖν ἕως τῆς παραβάσεως καὶ τῆς κρίσεως, ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης. Ἕκτῃ ὥρᾳ ἔφαγε· κανὼν γὰρ φύσεως· μετὰ τὴν ἕκτην ἀπεκρύβη. Τὸ δειλινὸν ἦλθε πρὸς αὐτὸν ὁ θεός. Ἐπεθύμησεν Ἀδὰμ γενέσθαι θεός, ἀδυνάτων δὲ ἐπεθύμησεν· ἔλυσεν αὐτοῦ ὁ Χριστὸς τὴν ἐπιθυμίαν. Ἐπεθύμησας σὺ γενέσθαι, ὃ οὐκ ἠδύνω· ἐπιθυμῶ ἐγὼ γενέσθαι ἄνθρωπος, ὃ δύναμαι· ἀντεσήκωσε γὰρ αὐτοῦ ὁ θεὸς τῇ ἀπάτῃ. Ἐπεθύμησας τῶν ὑπὲρ σέ, λαμβάνω τὰ ὑπ’ ἐμέ. Ἰσοθεΐας ἐπεθύμησας ἰσάνθρωπος γίνομαι. Διὰ τοῦτο καὶ Παῦλος λέγει· Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐπεθύμησας γενέσθαι θεὸς καὶ οὐκ ἠγανάκτησα διὰ τοῦτο· θέλω γάρ σε ἰσοθεΐαν ποθεῖν· ἀλλ’ ἡ ἀγανάκτησις, ὅτι παρὰ γνώμην τοῦ δεσπότου ἠθέλησας ἁρπάσαι τὸ ἀξίωμα. Ἐπεθύμησας γενέσθαι θεὸς καὶ οὐκ ἠδυνήθης, γίνομαι ἄνθρωπος καὶ τὸ ἀδύνατον δυνατὸν ποιῶ. Ὅτι δὲ ἐπιθυμῶν ἦλθε πρὸς τοῦτο, μαρτυρεῖ αὐτὸς λέγων, ὅτε τὸ πάσχα ἤσθιεν ὁ τρέφων μετὰ τῶν τρεφομένων καὶ τράπεζα προέκειτο τῷ τρέφοντι πᾶσαν τὴν ὑπ’ οὐρανόν. Λέγει τοῖς ἀποστόλοις· Ἐπιθυμίᾳ ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ’ ὑμῶν. Μὴ γὰρ ἐβάσκηνά σου τῇ ἰσοθεΐᾳ; Σὺ τὰ ἐμὰ ἠθέλησας ἁρπάσαι μὴ δυνάμενος, ἐγὼ τὰ σὰ λαμβάνω δυνάμενος. Πρόσεχε. Κατῆλθε τὸ δειλινὸν καὶ λέγει· Ἀδὰμ, ποῦ εἶ;
Chapter 6
Ἀδελφὰ ἐκεῖνα καὶ ταῦτα· ἑνὸς γὰρ θεοῦ κἀκεῖνα καὶ ταῦτα. Μὴ γὰρ ἄλλος ἦλθεν ἐπὶ τὸ πάθος, ἀλλ’ ὁ κατελθὼν ἐν τῷ παραδείσῳ; Ἐκρύβη, ᾔσθετο μετὰ τὸ φαγεῖν. Διηνοίχθησαν γὰρ αὐτῶν οἱ ὀφθαλμοί φησι καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. Ἐπειδὴ ὁ διάβολος εἶπεν ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, ἴδε, φησίν, ἠλήθευσεν ὁ σατανᾶς. Παύλῳ πρέπει λέγειν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οἴδασιν οἱ ἅγιοι τὰς μηχανὰς τοῦ διαβόλου. Ὅρα κακίαν. Πόθεν ᾔδει ὁ διάβολος, ὅτι μετὰ τὸ φαγεῖν ἀνοίγονται αὐτῶν οἱ ὀφθαλμοί; μὴ γὰρ τυφλοὶ ἦσαν; Λέγει ἡ γραφὴ πρὶν φαγεῖν αὐτοὺς ἀπὸ τοῦ δένδρου Εἶδέ φησιν ἡ γυνὴ τὸ δένδρον. Οὐκοῦν οὐκ ἦν τυφλή. Εἶδέ φησιν ἡ γυνὴ τὸ δένδρον, ὅτι ὡραῖον εἰς ὅρασιν. Πρῶτον εἶδε καὶ τότε ἔφαγε. Πῶς οὖν ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί; Πρόσεχε, παρακαλῶ. Ἐνταῦθά ἐστι τὸ ζητούμενον. Ὁ διάβολος ἀπὸ ἐκπτώσεως ἦν, τουτέστι, ἀπὸ παραβάσεως· καὶ ᾔδει, τί ἔπαθεν ὁ παραβὰς καὶ τί πάσχουσιν οἱ παραβαίνοντες. Κοινὸν δὲ ἐστι τὸ πάθος πάντων. Καὶ γὰρ σήμερον, ὅταν ἁμαρτάνωμεν, ὡς τυφλοὶ ἁμαρτάνομεν· καὶ ὅταν ἁμαρτήσωμεν, τότε ὁρῶμεν, τί ἐποιήσαμεν. Οἷον, ὥσπερ εἴ τις ἐγκαλεῖται διὰ τί τόδε ἐποίησας; προφασίζεται ἀνάγκην· Ἀληθῶς οὐκ ἔβλεπον, τί ἐποίουν· οὐχ ὡς τυφλὸς ὤν, ἀλλ’ ἐπειδὴ ἐν τῇ ἁμαρτίᾳ ὁ λογισμὸς πηροῦται, ὅλος γινόμενος τοῦ πρᾶξαι καὶ τυφλοῦται ἐν τῷ πράττειν. Βλέπει μετὰ ταῦτα τῇ συνειδήσει, τί πεποίηκε. Λέγω δὲ ὡς ἐν ὑποθέσει· εἰσέρχεταί τις λῃστεῦσαι ἐπὶ οἰκίας καὶ εἰσέρχεται ὡς τυφλός· οὐ λογίζεται τὸν ἀπαντῶντα, τὸν κρατοῦντα, τὸν φόβον τῶν δικαστῶν, τὸν ἐπηρτημένον κίνδυνον· τετύφλωται γὰρ ὑπὸ τῆς νόσου. Ὅταν εἰσέλθῃ, ὅταν λάβῃ, ὅταν κλέψας ἐξέλθῃ, μηδενὸς παρόντος, φόβου πληροῦται, αἰσθάνεται, τί ἐποίησε καὶ λογίζεται, ὅτι, ἐὰν ζητηθῇ, νοοῦσι τὸ πρᾶγμα τίνος ἐστὶν ἔργον. Καὶ ἃ μὴ ἐλογίσατο πράττων, λογίζεται μετὰ τὸ πρᾶξαι. Οἷον ὁ μοιχεύων καὶ ἐπιρρίπτων ἑαυτὸν ἀλλοτρίῳ πυρί, εἰσέρχεται καὶ οὐ λογίζεται, ὅτι νόμοι εἰσί, δικαστήρια, κατηγορίαι, ξίφη ἠκονημένα· ἀλλ’ ὅταν πράξῃ, δειλιᾷ, ὑποπτεύει παῖδα, παιδίσκην, γείτονα, συγγενῆ· καὶ ἃ μὴ ἔβλεπεν ἐν τῷ πράττειν, βλέπει μετὰ τὸ πρᾶξαι. Πάλιν παραινεῖ τις τινὶ ἀπέχεσθαι κακῶν. Κἄν ἀπειθὴς ᾖ, ἡ συνήθεια τούτῳ λέγει· Πολλάκις αὐτῷ εἶπον καὶ οὐκ ἤκουσεν· οὐχ ὅτι οὐκ ἤκουσεν. Ἔπειτα ἐπαγαγὼν αὐτῷ πληγὰς λέγει· Διδάσκω σε ἀκούειν, οὐχ ὅτι ἀκοὴν αὐτῷ δίδωσιν, ἀλλ’ ὅτι ἡ πληγὴ διορθοῦται τὴν πρόληψιν καὶ εἰς σύνεσιν αὐτὸν φέρει. Οὕτω καὶ ὁ προφήτης· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα. Ἐπεὶ οὖν ἐξέπεσεν ὁ διάβολος – Οὐ γὰρ ἐπιλέλησμαι τῆς ὑποθέσεως –, ᾔδει ποῦ ἦν μετὰ τὸ ἐκπεσεῖν καὶ τότε εἰς αἴσθησιν ἦλθεν, ὧν ἐποίησεν. Ἔμαθεν οὖν ἐξ ὧν ἔπαθε καὶ λέγει· Ἐὰν φάγητε, ἀνοίγονται ὑμῶν οἱ ὀφθαλμοί , τουτέστιν, ὡς καὶ οἱ ἐμοί. Οἶδα, ἀφ’ οὗ παρέβην, τί ἔπαθον· ἔγνων τί ἔπαθον· ἔγνων τίνος ἀπέτυχον. Εἶτα ἔφαγον καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ εἶδον ὅτι γυμνοὶ ἦσαν. Πρὸ γὰρ τούτου ἦσαν γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο. Ἀπεδύσαντο τὴν ἀθανασίαν, περιῃρέθη ἡ στολὴ τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα, καὶ ἦν πηλὸς λοιπόν. Εὐθέως βρύει ἡ ἐπίνοια τῶν τεχνῶν. Πρώτη τέχνη τοῦ Ἀδὰμ ῥαπτική. Πρὸ πάσης τέχνης ἔλαβε τὰ φύλλα τῆς συκῆς καὶ ἔρραψε. Τίς ὁ διδάξας; τίς ὁ παιδεύσας; Ἔλαβεν ἅπαξ παρὰ θεοῦ σύνεσιν, εἰκὼν ἦν θεοῦ, καὶ ἀμφιβάλλεις περὶ τὴν γνῶσιν; Ὅταν ἐννοήσῃς κατὰ σεαυτόν, πόθεν ἄνθρωπος ἄροτρον πρῶτον ἐποίησε, τίς ὑπέδειξε ποιῆσαι ξύλον καὶ μεσολαβῆσαι σίδηρον καὶ σφίγξαι καὶ ζεύγλην ἐπιθεῖναι τοῖς βουσί. πόθεν γυνὴ εὗρε τέχνην ἱστουργίας, λαβεῖν πόκον, πλῦναι, ξᾶναι, νῆσαι, τὸ συνημμένον λεπτῦναι καὶ πάλιν σχισθὲν συνάψαι; Πόθεν τοῦτο; Τίς ἐδίδαξε τοὺς ποικιλτὰς τὴν ποικιλτικήν; Ἔστηκεν ἱστός, ἓν τὸ παραπεμπόμενον, οὐ χεὶρ ἐργαζομένη, ἀλλ’ ὁ λόγος ἐργάζεται, λόγος μορφὰς ἀποτελεῖ. Οὐκ ἐπιβάλλει χεῖρας ὁ τεχνίτης καὶ ὁ λόγος τῆς τέχνης μορφοῖ τὸ ἱμάτιον καὶ ἐν ὁρωμένοις σχήμασιν ἐγείρεται τὸ βούλημα τοῦ τεχνίτου. Εἶτα ὁ ποικιλτὴς οὐ κινεῖ χεῖρα καὶ ἐγείρει μορφάς. Καὶ ἐὰν ἀκούσῃς, ὅτι θεὸς ἐργάζεται, νομίζεις, ὅτι χεῖρα κινῶν ἐργάζεται; Καὶ ἐὰν ζητήσῃς πᾶσαν τέχνην καὶ πᾶσαν ἐπίνοιαν καὶ εἴπῃς πῶς ἐνόησαν τόδε ἢ τόδε;, μνημονεύσας τῆς πρώτης φωνῆς τῆς λεγούσης ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν , ἔσχες τῆς ἀπορίας τὴν λύσιν. Εἰκὼν θεοῦ καὶ οὐ νοεῖ; Εἰκὼν θεοῦ καὶ οὐ μιμεῖται τὸν δεσπότην; Ἔρραψε φύλλα συκῆς.
Chapter 7
Αἰσχυνέσθωσαν οἱ ἀλληγοροῦντες, ὅτι ὁ παράδεισος ἐν οὐρανῷ ἐστι καὶ πνευματικός ἐστιν. Ἐν οὐρανῷ συκῆ τί ποιεῖ; Ἀλλ’ ἔστω ὁ παράδεισος ἐν οὐρανῷ. Οἱ ποταμοὶ πόθεν ἐξέρχονται; οὐκ ἀπὸ γῆς; Εἰ ὁ παράδεισος ἄνω, δῆλον ὅτι καὶ οἱ ποταμοὶ ἄνωθεν ῥέουσι. Μὴ γὰρ εἶπεν ἡ γραφή· Ποταμὸς κατέρχεται ἐξ Ἐδέμ; Ἀλλὰ τὸ σόφισμα. Γελῶσιν ἡμᾶς οἱ ἀλληγορηταί. Ἐνέδυσε γὰρ αὐτοὺς ὁ θεός φησι χιτῶνας δερματίνους. Ἆρα μὴ βόας ἢ πρόβατα ἔθυσε καὶ βυρσεῖον ἤνοιξε καὶ τέχνην βυρσέως ἀπετέλεσε; Λέγομεν ἡμεῖς ὅλον τὸ ζῷον παρήγαγεν ἄνευ συμπλοκῆς, ἄνευ συζυγίας. Τὸ μὴ ὂν ἐποίησε καὶ μέρος τοῦ ὄντος ποιεῖν οὐκ ἠδύνατο; Λοιπὸν φιλοτιμοῦνται. Ἀλλ’ οὐδέποτε θεὸς ποιεῖ μέρος ζῴου, οὐδὲν ἀτελὲς ποιεῖ ὁ θεός. Ἀκούει δέρμα καὶ ζητεῖ πόθεν. Οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῷα. Ὁ ποταμὸς γέγονεν αἷμα καὶ οὐδὲν ἐτύθη ζῷον. Δέρματα δύο γέγονε καὶ ζητεῖ ἀπὸ ποίων ζῴων ἐγένετο. Ἀλλὰ κἀκεῖ ἐκτὸς ζῴου δέρμα. Πρόσεχε τῇ ἀκολουθίᾳ, εἰ καὶ ἡ φωνὴ ἔκαμε καὶ ὑμεῖς. Ἀλλ’ ἵνα μὴ ἀκρωτηριασθῇ ὁ λόγος, ὀλίγα ἠρέμα εἰρηκὼς καταπαύσω τὸν λόγον. Ἔρραψε φύλλα συκῆς. Εἴθε ταύτην τὴν τέχνην ἔμαθον αἱρετικοί. Ἀδὰμ παραβὰς ῥάπτειν ἔμαθεν, αἱρετικοὶ ἐκτραπέντες σχίζειν ἔμαθον. Ἀδὰμ παραβὰς ἔρραψεν, ἵνα σκεπάσῃ τὸ ἄσχημον, αἱρετικοὶ πιστεύσαντες σχίζουσιν, ἵνα γυμνώσωσι τὰ ἅγια. Πολλάκις ἀκούομεν τὰ ἐπὶ τοῦ σταυροῦ καὶ θαυμάζομεν, ὅτι στρατιῶται ἔλαβον τοῦ Χριστοῦ τὰ ἱμάτια καὶ ἐμερίσαντο , καὶ εὐθέως ἡμῶν ἡ διάνοια λέγει· Πολλὴ ἡ τοῦ θεοῦ μακροθυμία, μὴ κατελθεῖν κεραυνόν, μὴ κατελθεῖν ῥομφαίαν. Ἀλλ’ ὑβρίζετο ὁ ἅγιος καὶ αἱ βέβηλοι χεῖρες οὐκ ἐκόπησαν; Θαυμάζεις, ὅτι ἐτόλμησαν ἐκεῖνοι οἱ στρατιῶται μερίσασθαι τὰ ἱμάτια ; Θαύμασον, ὅτι οὗτοι διέρρηξαν τὸ ἱμάτιον τῆς ἐκκλησίας. Οἱ στρατιῶται εἶδον τὸν χιτῶνα τοῦ Χριστοῦ ἄρραφον ἐκ τῶν ἄνω ὑφαντὸν δι’ ὅλου καὶ ἐφείσαντο τοῦ ἱματίου. Αἱρετικοὶ δὲ τὴν ἐσθῆτα τοῦ Χριστοῦ, τὴν στολὴν τῆς ἐκκλησίας ἔσχισαν, ἐμερίσαντο, κατέτεμον. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἔρραψε φύλλα συκῆς. Ἤκουσαν τοῦ θεοῦ περιπατοῦντος , ὡς ἔνι ἀκοῦσαι· ἤκουσαν καὶ ἐκρύβησαν . Εὐγνώμων ἡ φύσις· Κἂν μυριάκις ὦμεν ἁμαρτωλοί, συνείδησις ἡμῶν ἐλευθέρα ἐστίν. Ἐνίοτε τὸ πρόσωπον ἀναισχυντεῖ καὶ ἡ συνείδησις ἐλέγχει, ἐνίοτε ἡ γλῶττα· Τί γὰρ ἥμαρτον; καὶ συνείδησις ἐλέγχει ἔσωθεν. Ἁπλούστατοι ἦσαν καὶ ἀκέραιοι οἱ περὶ τὸν Ἀδάμ, ὡμολόγουν μετὰ ἐλευθερίας. Ὁ θεός φησι· Ποῦ εἶ; Πολλοὶ εὐσεβῶς ἐθεώρησαν. Δεῖ δὲ προσέχειν τῇ ἀκριβείᾳ. Καὶ γὰρ καὶ τὰ ἐκείνων δέχομαι, ἐπειδὴ εὐσεβῆ, καὶ ταῦτα λέγω, ἐπειδὴ ἀληθῆ. Ἀδὰμ, ποῦ εἶ; Πόθεν; ποῦ κατῆλθες; ἀπὸ ποίας δόξης ἐξέπεσες; Ἀληθῶς δέχομαι τὴν ἔννοιαν ὡς εὐσεβῆ. Ἔχει γὰρ καὶ τὸ εὐπρόσωπον καὶ τὸ συμπαθές. Ἀλλὰ ζητῶ τὴν ἀκολουθίαν. Ἀδὰμ, ποῦ εἶ; ἐρωτᾷ ὁ θεός. ᾜδει, ὡς πλάστης, τοῦ πλάσματος τὴν φύσιν, ὅτι πᾶς ὁ ἁμαρτήσας ἀπαρρησίαστος καὶ ὅτι τοῖς ἁμαρτάνουσι ῥάπτεται τὰ στόματα. Προσέσχεν, ὅτι διὰ τὸ μὴ ἔχειν παρρησίαν ἔφυγε. Δοῦλος τότε μάλιστα ἀγωνιᾷ, ὅταν αἴσθηται, ὅτι ἔμαθεν ὁ δεσπότης αὐτοῦ τὸ γενόμενον. Ἕως δὲ ἀγνοεῖ ὁ δεσπότης, ἑαυτὸν παραμυθεῖται ὡς δυνάμενος λαθεῖν. Ὁ Ἀδὰμ ἔφυγεν ὡς γνωσθείς· ὁ θεὸς προσεποιεῖτο ἄγνοιαν, ἵνα τὸν φόβον αὐτοῦ καταλύσῃ, ὡς λέγομεν ἡμεῖς περὶ φίλου· Ἐποίησα ἐμαυτὸν εἰς τὸν μὴ εἰδότα, ἵνα μὴ λυπήσω αὐτόν. Πολλάκις γὰρ γίνεται παρ’ ἡμῖν ταῦτα. Εἰ δὲ παρ’ ἡμῖν τοιαῦτα γίνεται, πολλῷ μᾶλλον παρὰ θεῷ τῷ φιλανθρώπῳ. Ἀδὰμ, ποῦ εἶ; ἀντὶ τοῦ οὐκ οἶδα. Εἶτα τοῦ θεοῦ προσποιουμένου ἄγνοιαν ἡ εὐγνώμων καὶ ἐλευθέρα ψυχὴ οὐκ ἔκρυψε. Τῆς φωνῆς σου ἤκουσα καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Διὰ τί ἐφοβήθης; διὰ τί ἐκρύβης; Ἐφοβήθην διὰ τὴν παράβασιν, ἐκρύβην διὰ τὴν γύμνωσιν. Ἀληθῶς ἔστι κλαῦσαι ἐπὶ τῇ φωνῇ τοῦ παραβάντος. Τῆς φωνῆς σου ἤκουσα , ἐκείνης τῆς ποθουμένης, ἐκείνης τῆς πάντα μοι χαρισαμένης, ἐκείνης τῆς ἀγαθά μοι χαρισαμένης καὶ πραγματευσαμένης. Ἤκουσα τῆς φωνῆς σου. Ἐνενόησα ποίας φωνῆς κατέπτυσα, ποίας φωνῆς κατεφρόνησα. Καὶ ἐφοβήθην τοιούτου δεσπότου ἐντολὴν παραβάς· καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι. Εἶτα ὁ θεὸς ἐπιμένει τῇ προτροπῇ· Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; , ἀντὶ τοῦ εἰ μὴ πάντως ἐκεῖνο ἐποίησας, ὃ ἐκώλυσα. Ὅρα, πῶς ἐρωτᾷ ὡς ἀγνοῶν· Εἰ μὴ ἐξ ἐκείνου τοῦ δένδρου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἔφαγες. Καὶ βλέπε τοῦ θεοῦ τὸ φιλάνθρωπον. Τίς σοι εἶπε; Διὰ τοῦτο μακρύνει τὴν ὁμιλίαν, ἵνα λύσῃ τὸν φόβον καὶ ἐγείρῃ παρρησίαν. Ἐνενόει γὰρ ὁ Ἀδὰμ πῶς οὐδὲν σκληρόν, οὐδὲν ἀπότομον, οὐχ ὕβρις, οὐ πληγαί. Ἔχεις διδάσκαλον τὴν συνήθειαν. Δοῦλος ἁμαρτήσας ἐὰν προσέλθῃ τῷ δεσπότῃ, ἀπὸ τῆς πρώτης φωνῆς ἢ θάρσος ἢ φόβον λαμβάνει. Ἐὰν ἄρξηται ἀγανακτεῖν καὶ κλέπτην καὶ δόλιον ὀνομάζειν καὶ μυρίων θανάτων ἄξιον, παραλύεται, ἐὰν ἀκούσῃ αὐτοῦ ὀνειδίζοντος ἄθλιε, τί ἐγένετό σοι τοῦτο; διὰ τί ἥμαρτες;, εὐθέως ἐφοδιάζεται καὶ θαρρεῖ τέως. Οὐ γὰρ ὡς δεσπότης κολάζει, ἀλλ’ ὡς διδάσκαλος νουθετεῖ. Οὕτω καὶ ὁ θεός· Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Μὴ γὰρ πολλὰ ἐκώλυσα; Ἓν μόνον ἐκώλυσα, καὶ τοῦτο οὐ μισῶν, ἀλλὰ προνοῶν. Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ; Οὐδὲν ἀναίσχυντον εἶπεν οὐκ ᾔδειν. Ἀλλὰ τί; Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον , ἀντὶ τοῦ Ἡ δοθεῖσά μοι πρὸς βοήθειαν. Ἤκουσα γὰρ ὅτε ἐπλάσθην ἐγώ, ἐκείνη δὲ οὐδέπω, λέγοντος· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν. Ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκεν. Οὐκ εἶπεν ἠπάτησεν, οὐκ ἐψεύσατο· Αὕτη μοι ἔδωκε καὶ ἔφαγον.
Chapter 8
Εἶτά φησιν ὁ θεός· Καὶ ἐχρῆν σε γυναικὶ πιστεῦσαι καὶ μὴ ἐμοί; καὶ ἀξιοπιστοτέρα ἡ γυνὴ ὑπὲρ ἐμέ; Ἐγὼ τὰ ἀγαθὰ δέδωκα, πράγμασί σε ἐτίμησα, ἐκείνη ῥήμασιν ἐδελέασε. Καὶ βλέπε· ὥσπερ δικαστὴς ἐὰν δέξηται ἀπολογίαν τοῦ δικαζομένου καὶ μηκέτι ἐξετάσῃ αὐτόν, ἀλλὰ μεταβῇ ἐπὶ τὸν ἄλλον, εὐθέως θαρρεῖ καὶ λέγει τέως ἐγὼ ἐξητάσθην, οὕτω καὶ ὁ θεὸς μεταβαίνει ἀπὸ τοῦ Ἀδὰμ, ἵνα λύσῃ αὐτοῦ τὸν φόβον καὶ λέγει τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Λέγει ἐκείνη· Ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον. Ἐπειδὴ ὅλως ἀληθῆ εἶπεν, οὐχ ὑβρίζει τῆς ἀληθείας τὴν ἀπολογίαν, ἀλλὰ καταλιμπάνει αὐτὴν ἀνεξέταστον. Οὐκ εἶπε· Καὶ ἐπιστεύθη ἐκεῖνος, ἤγουν ὁ ὄφις, ὑπὲρ ἐμέ; Ἐπηγγείλατο ἰσοθεΐαν καὶ προεξένησε θάνατον. Ἀλλ’ οὐ κρίνει εὐθέως, ἀλλὰ μᾶλλον ὡς ἀσθενεστέρου σκεύους ἐφείσατο, καὶ χωρεῖ ἐπὶ τὸν ὄφιν, ἵνα πείσῃ κἀκεῖνον κἀκείνην, ὅτι ἐπὶ τὸν αἴτιον χωρεῖ, καί φησι· Ὅτι τοῦτο ἐποίησας . Εἶδες θαυμαστὸν κριτήν; Τοὺς ἀπατηθέντας ἐρωτᾷ, τὸν ἀπατήσαντα οὐκ ἐρωτᾷ. Οὐ λέγει αὐτῷ τί ἐποίησας;, ἀλλ’ ἐπειδὴ τοῦτο ἐποίησας. Κατὰ ταύτην τὴν εἰκόνα Δαυὶδ λέγει· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. οὐχ ὅτι οὐκ ἐγείρονται, ἀλλ’ ὅτι οὐκ ἐξετάζονται. Ἐπειδὴ τοῦτο ἐποίησας. Ἡ πρὸς τὸν ὄφιν ἀπειλὴ ἐκούφισε τὰς πληγὰς τῶν ἀπατηθέντων. Εἰ μὴ, φησίν, ἐκείνῳ ὁ θεὸς ἐπέγραψεν ὅλα, οὐκ ἂν ἀνεξετάστως αὐτὸν ἔκρινεν. Ἐπειδὴ τοῦτο ἐποίησας, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. Ἐπειδὴ τοῦτο ἐποίησας, ἐπειδὴ καρδίαν ἠπάτησας καὶ τὴν κοιλίαν ἔπεισας βρώματος ἅψασθαι ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. Οὐχ ὡς ποσὶ κεχρημένου τὸ πρότερον, νῦν ἀποφαίνεται θεὸς τὸν ἐπὶ τῆς κοιλίας περίπατον, ἀλλ’ ἐπειδὴ ὀρθὸς ἑστηκὼς τῇ γυναικί διελέγετο. Οὐ γὰρ ἦν ἄλλως αὐτὸν τὴν πρὸς τὴν Εὔαν ποιεῖσθαι διάλεξιν. Αὐτὸ τὸ τῆς διαλέξεως σχῆμα, μεθ’ οὗ Εὔαν ἠπάτησε, τῷ κατὰ τῷ στήθει περιπάτῳ κολάζει καὶ τῆς ἀνατεταγμένης ἐκβάλλει βαδίσεως. Εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλαστο, ἀλλὰ κύκλοις γοργῶν τινων κάτωθεν ἑλιγμῶν ἀνορθούμενος, τεταμένοις τοῖς στήθεσιν ἵππευε. Διὸ καὶ νῦν ὁ ὄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτὸν καὶ κυκλικῶς ἑλισσόμενος τρέχει· προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσματος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νόμῳ. Καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός. Τί ἐστι τὸ γῆν φαγῇ ; Ὃ προεξένησας γενέσθαι τῷ Ἀδὰμ, τοῦτο ἔσθιε. Μέλλει γὰρ οὗτος ἀκούειν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός. Ἐπεὶ ὡς φίλον ἠπάτησας, ὡς ἐχθρὸς ἐκβάλλῃ. Ἐκεῖνος ὁ λόγος νόμος ἐγένετο. Πρόσεχε τοίνυν. Γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα. Οὐ τοῦτο περὶ τοῦ ὄφεως λέγει, ὅτι ἔσται σοι σιτίον ἡ γῆ, οὐδὲ γὰρ ἀεὶ τοῖς ὄφεσι τὸ ἐσθιόμενον γῆ, ἀλλὰ καὶ κρέασι τρέφονται καὶ καρποῖς εὐωχοῦνται καὶ σπερμάτων ἐφάπτονται καὶ βοτάνας θηρῶσιν. Ἀλλὰ διὰ τοῦ εἰπεῖν γῆν φαγῇ τοῦτο λέγει· Δαπανήσεις, φησί, τὴν γῆν, ἐπ’ αὐτὴν ἐντριβόμενος.
Ἀλλὰ λέγουσί τινες· Εἰ ὁ διάβολος ἠπάτησε, διὰ τί ὁ ὄφις τὴν κατάραν ἐδέξατο; Τὸν ἀόρατον δαίμονα ἀοράτῳ μαστίζει πληγῇ· τὸ ὁρώμενον ὄργανον ὁρωμένῃ ὑποβάλλει τιμωρίᾳ. Διὰ τί; Ὥσπερ ἀόρατος ὢν ὁ θεὸς ἔδωκεν ὁρώμενον ὑπόμνημα τὸ δένδρον, οὕτως ἀόρατος ὢν ὁ διάβολος ἀνθρώποις λέγει διὰ τοῦ ὄφεως. Ὑποβάλλει τοίνυν ὁ θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολόν τίς τι ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, εἰς ὑπόμνησιν λάβῃ, ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας οὕτω κολάζεται, ὁ αὐτουργὸς πόσον; Πρόσεχε τοίνυν. Τούτου ἀδελφὰ εὑρίσκεις ἐν τῷ εὐαγγελίῳ. Ὥσπερ γὰρ ἐν τῷ ὁρωμένῳ ὄφει τὸν λαλοῦντα κατέκρινε μετὰ τοῦ ὁρωμένου, οὕτω καὶ ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ…
Chapter 9
Ἀλλ’…
Chapter 10
Τ…
The complete text is available when the reading interface loads.