In Iob sermo 3
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 56 Migne Jean-Paul Paris 570–576 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg038.local003- Corpus release
- 2.2.0 · 2026-08-29
Chapter 1
Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς ἑσπερινῆς ἀκολουθίας τοῦ Ἰώβ, καὶ μετὰ πίστεως τῷ λόγῳ τῆς ὑπομονῆς ἑαυτοὺς παραστήσωμεν. Ἄτοπον γὰρ τὸν μὲν Ἰὼβ ἐπὶ κοπρίας καθήμενον μὴ ναρκῆσαι πρὸς τὴν εὐσέβειαν, ἡμᾶς δὲ ἐν ἐκκλησίᾳ χορεύοντας ὀκνεῖν πρὸς τὴν ἀλήθειαν, καὶ τὸν μὲν μυρίοις ὀδυρμοῖς περιηχούμενον τῆς ἑαυτοῦ συμφορᾶς μὴ κατακλασθῆναι τὴν ψυχήν, ἡμᾶς δὲ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καὶ θείαις γραφαῖς περιᾳδομένους προδιδόναι ῥᾳθυμίᾳ τὴν προθυμίαν. Ἰὼβ ὑπὸ σκωλήκων διεσθιόμενος τὸ σῶμα, ἄτρωτον διεφύλαττε τὴν ψυχὴν πρὸς εὐσέβειαν· ἐκεῖνον σκώληκες οὐκ ἐνίκησαν, καὶ ἡμᾶς ἱδρῶτες καταπαλαίσουσι; Γενώμεθα καὶ ἡμεῖς ἄνθρωποι, ἄνθρωποι κατὰ τὸν ὅρον τὸν προαποδεδομένον. Τὸν γὰρ ἄνθρωπον χαρακτηρίζει τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ ἀληθινόν, τὸ θεοσεβές. Καὶ ὥσπερ ἐπὶ τῆς κοινῆς συνηθείας, ἐπειδάν τις τὸν ἑαυτοῦ οἰκέτην ἢ τὸν υἱὸν ἐπὶ πρᾶξίν τινα ἀποστέλλῃ, παρακελεύεται λέγων· Ὡς ἄνθρωπος ἅψαι τῆσδε τῆς πράξεως καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτω, κἂν πάντες λέγωνται ἄνθρωποι, μόνος ἐκεῖνος ἀληθὴς ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανίζων. Εἶπεν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς κοινῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς. Εἶπεν αὐτὸν ἀπὸ τῆς χώρας τῆς Αὐσίτιδος , ἵνα ἀπὸ τῆς χώρας τῆς κομώσης τὴν ἀσέβειαν τὸν καρπὸν ἀνυμνήσῃς. Εἶπεν αὐτοῦ τὰ κτήματα, ἵνα θαυμάσῃς τὰ πλεονεκτήματα. Εἶπεν αὐτοῦ τὸν πλοῦτον, οὐχ ἵνα τὴν περιουσίαν ἐπαινέσῃς, ἀλλ’ ἵνα γεγυμνωμένον αὐτὸν θαυμάσῃς. Πάντων γὰρ ἀπεδύθη καὶ τὴν εὐσέβειαν οὐκ ἀπεδύετο, ἀλλ’ ἦν ὥσπερ τις πόλις πολιορκουμένη, πάντων μὲν τῶν ἔξωθεν γεγυμνωμένη, μόνῳ δὲ τῷ τείχει φυλαττομένη. Ἐγυμνώθη τέκνων καὶ τοὺς καρποὺς τῆς εὐσεβείας οὐκ ἀπώλεσεν. Εἶχε γὰρ τέκνα τοὺς τρόπους τῆς εὐσεβείας· εἶχε θυγατέρας τὰς ἀρετάς. Τρεῖς αὐτῷ θυγατέρες κατὰ σάρκα καὶ τρεῖς αὐτῷ ἀρεταὶ κατὰ πνεῦμα, καθώς φησιν ὁ Παῦλος· Μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Ἐγυμνώθη πάντων καὶ τὸν δημιουργὸν τῆς φύσεως οὐκ ἠρνήσατο· ᾔδει γάρ, ὅτι τέκνα παραμυθία διαδοχῆς, ὁ δὲ θεὸς γεωργὸς τῆς ῥίζης. Οὐκ ἐδυσχέραινε τοὺς καρποὺς ὁρῶν ἀποβαλλομένους· ᾔδει γάρ, ὅτι μένει εἰς τὸν αἰῶνα ὁ γεωργὸς τῆς ῥίζης. Ἐγυμνώθη τῶν προβάτων καὶ αὐτὸς ἦν πρόβατον ὑπὸ θεοῦ φυλαττόμενον· ἐγυμνώθη τῶν βοῶν καὶ τὰ μὲν ζεύγη τῶν βοῶν περιῃρεῖτο, τὸ δὲ ζεῦγος τῆς ψυχῆς καὶ τοῦ σώματος οὐ διετέμνετο, ἀλλ’ ὁμοῦ συμφωνήσασα ἡ σὰρξ καὶ ἡ ψυχὴ πρὸς εὐσέβειαν εἷλκε τὸ ἄροτρον. Τρόπον δὲ τῆς ὑπομονῆς ἐδέχετο τοὺς καρποὺς τῆς ἀρετῆς, ἵνα πλεονάσῃ τοὺς καρποὺς τῆς ὑπομονῆς. Ἦσαν οὖν αὐτῷ κάμηλοι τρισχίλιαι, ὄνοι νομάδες πεντακόσιαι. Ἐγὼ νομίζω, ὅτι μικρὰ ἐκέκτητο, ἅπερ ἐκέκτητο. Εἰ γὰρ ἑκάστῳ πτωχῷ ἐχορήγει, καθὼς αὐτὸς λέγει ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν , μικρὰ ἂν ἦν ἡ ὕπαρξις πρὸς τὴν πρόθεσιν, πλείων ἦν ἡ χορηγία τῆς φιλοξενίας παρὰ τὴν περιουσίαν τῆς εἰσόδου. Πτωχὸς ἦν Ἰώβ οὐκ ἐπαρκῶν τῇ προθυμίᾳ καὶ πλούσιος μὲν ὑπῆρχε τῇ κτήσει, πτωχὸς δὲ πρὸς τὴν δύναμιν τῆς προαιρέσεως. Ἦν δὲ αὐτῷ φησι καὶ ἔργα μεγάλα ἐπὶ τῆς γῆς. Ποῖα δὲ ταῦτα; Φιλοπτωχία καὶ φιλοξενία, ἄκρα ταπείνωσις, ἐλεημοσύνη ἀνυπέρβλητος καὶ ὅσα εἰς ἀρετὴν συντελεῖ. Ἀλλ’ ὁ μὲν οὕτως ἐκόμα, οὐ τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ σπόριμα πλέθρα καὶ ὅσα τοιαῦτα. Ἀληθῶς δὲ ἦν αὐτῷ ἔργα μεγάλα ἐπὶ τῆς γῆς κομῶντι τῷ πλούτῳ τῷ ἐπουρανίῳ. Ὁ δὲ διάβολος, ὥσπερ ἔφθην εἰπὼν τῇ προτέρᾳ, ὑποτοπήσας ὁ παμμίαρος, ὅτι ὥσπερ αὐτῷ πλουτοῦντι συνεπλούτησε καὶ ἡ ἀρετή, οὕτω καὶ πτωχεύσαντι συμπτωχεύσει καὶ τὰ τῆς ἀρετῆς γυμνοῖ αὐτὸν τῶν κτεάνων, ἵνα γυμνώσῃ καὶ τῶν τῆς ἀρετῆς πλεονεκτημάτων, καὶ αἰτεῖται παρὰ τοῦ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ Χριστιανοῦ οὐδὲ κατ’ ἀνδρὸς φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρησιν. θεὸς γὰρ ὅταν ἐπάγῃ παιδευτήρια ἢ δίκην ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. Οὐκ ἠδυνήθη οὖν ὁ διάβολος πολεμῆσαι τῷ Ἰώβ, ἕως ἐπετράπη παρὰ τοῦ θεοῦ. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ, εἰ κατὰ τοῦ Ἰὼβ οὐκ εἶχε τὴν ἐξουσίαν, μὴ λαβὼν τὴν ἐπιτροπήν. Οὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξουσίαν. Ἄκουε πῶς ὁ Λεγεὼν παρεκάλει λέγων· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσίαν μὴ ἐπιτρεπόμενος, τῶν κατ’ εἰκόνα θεοῦ γενομένων πῶς ἔχει ἐξουσίαν μὴ κελευόμενος; Ἐγένετό φησιν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι τῷ κυρίῳ, καὶ ὁ διάβολος ἔστη ἐν μέσῳ αὐτῶν. Ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; Ἀλλ’ οὔτε οἱ ἅγιοι ἄγγελοι τῷ θεῷ παρέστησαν σωματικῶς οὐδὲ ὁ Σατανᾶς σωματικῶς, ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. Ὥσπερ γὰρ ὁ Ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος τῷ θεῷ παρεστάναι ἐλέγετο, ὥς φησι· Ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον , οὐχ ὅτι ἐν οὐρανοῖς ἀνελθὼν παρέστη, ἀλλ’ ὅτι τῷ θείῳ κελεύσματι διηκονεῖτο. Οὕτω καὶ διάβολος ἔστη, οὐκ ἐν τῷ οὐρανίῳ χωρίῳ οὐδὲ ἐν ταῖς ὑπερκοσμίαις δυνάμεσιν, ἀλλ’ ὡς κτίσμα θεοῦ κελεύεται ποιεῖν τὰ καθήκοντα· καὶ ὅπως, ἄκουε. Μὴ γάρ μου ἁρπάσῃς τὸ ῥῆμα καὶ εἴπῃς· Ὑπηρέτῃ κέχρηται διαβόλῳ ὁ θεός; Ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων ἐξουσιῶν εἰσὶ φανεροὶ στρατιῶται, οἱ ταῖς τιμαῖς διακονούμενοι, καὶ εἰσὶ ὁμολογούμενοι στρατιῶται, οἱ πρὸς τὰς τιμωρίας ἀφωρισμένοι, οὕτω καὶ ἐνταῦθα πρὸς μὲν τὰς λειτουργίας τὰς ἀγαθάς καὶ τὰς ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίας ἄγγελοι ἅγιοι ἀποστέλλονται, πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται· καὶ ὅπως, ἄκουε· Ὅτε τῶν ἁγίων ἀγγέλων μέμνηται Παῦλος, φησίν· Οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀνθρώπων σωτηρίαις, οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. Ἐξαπέστειλε γάρ, φησὶν ὁ Δαυίδ, εἰς τὴν Αἴγυπτον θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν.
Chapter 2
Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ’ ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ θεὸς κελεύει δαίμοσιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. Λέγει Παῦλος· Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Καὶ πάλιν περί τινος ἐκπορνεύσαντος καὶ δίκην ὀφείλοντος, τί φησιν ὁ αὐτὸς Παῦλος; Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμονες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. Οὐκ εἶδες καὶ τοὺς παρ’ ἡμῖν ἄρχοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀποστέλλουσι τοὺς δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί, ὅταν δὲ μετ’ ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν, ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. Διὰ τοῦτο ὅτε ἀπεφαίνετο κατὰ τοῦ Ἀχαὰβ ὁ θεός, λέγει· Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ, καὶ πεσεῖται; Καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγώ. Ἤιδει γάρ, ὅτι εἰς τοῦτο τέτακται ὁ διάβολος. Οἱ τοίνυν δαίμονες – Σύγγνωτε δέ μοι, παρακαλῶ· περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· ἀλλ’ οὐδ’ ἂν ἀπ’ ἀρχῆς ἐπεχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορμὰς ἐκ τῆς ἁγίας γραφῆς ἐδανειζόμην· οὐ γὰρ ἀνθρωπίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθητῶν, ἀλλ’ ἐπειδὴ οἷς εἶπεν ὁ θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κἂν θέλωμεν, κἂν μή. – οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ’ ἵνα πειράσωσιν. Ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται, οὐδὲ γὰρ ὁ θεὸς κελεύει τι ἀνάξιον ἀγγέλῳ, διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς, εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γάρ ποτε ὁ δεσπότης τῶν ἁπάντων ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν κύριον καὶ τὸν σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις, εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ οὐ τοῦ θεοῦ κελεύοντος, ἀλλὰ συγχωροῦντος. Σχηματίζει δὲ ἡ γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. Οὐ γὰρ φωνὴ παρὰ τοῦ θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐδὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. Φύσις γὰρ ἀγαθή, πρόθεσις δὲ κακή· οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. Ἐὰν δὲ εἴπῃς εἶπεν ὁ κύριος τῷ διαβόλῳ , ἐρῶ σοι ἀπὸ τοῦ Δαυΐδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἆρα φωνὴν ἔρρηξε πρὸς τὸν ἁμαρτωλόν; Οὐχί· ἀλλὰ δι’ ὧν φθέγγεται, δι’ αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. Ἐπέταξεν ὁ θεὸς τῷ κήτει. Ἆρα φωνὴν ἐκπέμψας ἢ πρόσταγμά τι νευρώσας; Ἐκέλευσεν ὁ θεὸς σκώληκι ἑωθινῇ. Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ δεσπότου. Ἀλλ’ ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν, ἦλθε δὲ ὁ διάβολος καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς, ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. Διάβολος γάρ, ἀδελφοί, οὐ φύσεως ὄνομα, ἀλλὰ προαιρέσεως. Διὰ τί διάβολος; Οὐ γὰρ διάβολος ἐγένετο ἀπ’ ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ θεὸν ἀνθρώποις καὶ ἄνθρωπον θεῷ καὶ ὡς συγκρούων δεσπότην πρὸς οἰκέτην καὶ οἰκέτην πρὸς δεσπότην. Ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος καὶ εἴπῃ· Πόσα κακὰ ἐν τῷ κόσμῳ; ποῦ ὁ θεός; διὰ τί μὴ προΐσταται;, διαβάλλει τὸν δημιουργὸν πρὸς ἡμᾶς· ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ. Διαβάλλει θεὸν πρὸς τὸν Ἀδὰμ λέγων· Ἤιδει ὁ θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. Βασκαίνων φησὶν ἐκώλυσεν ὑμᾶς ὁ θεὸς τῆς βρώσεως. Ἐκεῖ τὸν θεὸν διαβάλλει πρὸς τὸν Ἀδάμ, ὧδε τὸν Ἰὼβ πρὸς τὸν θεόν· Μὴ γὰρ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν; , τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· Εἶπέ φησι ὁ κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδώς μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν λέγει· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν, πάρειμι· μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ’ οὐρανόν, ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθών, ἔφη, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι. Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν, καὶ ἐξορίζει αὐτὸν ὁ πάντων δεσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός.
Chapter 3
Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει, ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. Προσέσχες οὖν τῇ διανοίᾳ σου, φησί, κατὰ τοῦ θεράποντός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; Ἐπειδὴ εἶπε πᾶσαν περιῆλθον τὴν ὑπ’ οὐρανόν καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· Εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; εἶδες τὸν πάσης σου τῆς κακίας κρατήσαντα; εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; Ὁ δὲ ἀνθίσταται τῷ θεῷ καὶ λέγει· Οὐ δωρεὰν σέβεται. Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησί, τὴν ἀφθονίαν· περίελε τὴν ἀφθονίαν καὶ γυμνοῦται ἡ ὑπόκρισις. Λέγει αὐτῷ ὁ θεός· Ἅψαι πάντων ὧν ἔχει. Ἤιδει γὰρ ὁ θεός, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν, καὶ λέγει· Ἰδού, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. Ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. Εἶπε γάρ φησιν ὁ διάβολος τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες καὶ κατέσφαξαν τοὺς παῖδάς σου καὶ ὑπελείφθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ γενναίου ἀγωνιστοῦ. Ἀλλ’ ἀντέστησεν Ἰὼβ τὸν θυρεὸν τῆς πίστεως τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Τὰ ζεύγη τῶν βοῶν ἀπώλετο καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο. Αἱ ὄνοι ἀπώλοντο καὶ ὁ εὐγενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ ἠρνήσατο. Εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος. Ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ καὶ πικρὸς ὢν τὴν προαίρεσιν μετεμελήθη οὕτως ἀπαγγείλας. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ πονηροῦ ἔννοια, ἣν καὶ ἀπόστολος ἀκριβῶς κατοπτεύσας φησίν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὡς οὖν ἀπήγγειλεν αὐτῷ ὅτι τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες , εἶδε δὲ τὸν Ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη ὅτι κακῶς ἀπήγγειλε καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος· Κακῶς ἀπήγγειλα εἰπὼν αὐτῷ, ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν· δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν θεόν; Κακῶς φησιν ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς τοξείας, ἀπεπλανήθη τὰ βέλη. Εἶπον, ὅτι ἄνθρωποι ᾐχμαλώτευσαν· δύναται οὗτος εἰπεῖν· Τί οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν θεῷ ἐπιγράψω; Ἄλλοι οἱ ἠδικηκότες καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς θεόν καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ θεὸν πολεμοῦντα, λέγει αὐτῷ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔρριψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Διὰ τί λατρεύεις τῷ ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπομονὴ ἦν μέχρι τέλους παρατεταμένη, περὶ ἧς φησιν ὁ σωτήρ· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Καθ’ ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ’ ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ θεὸς εἰς θυσίαν ἔλαβε. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν, εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ δεσπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα, ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα; Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων καὶ στόμα χήρας εὐλόγησέ με. Οἶδε, τί ποιεῖ ὁ θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν ὡς θυσίαν, πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον, στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ θεοῦ βέλη. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα · περὶ ὧν ἔλεγε Δαυὶδ ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Τὰ βέλη, ποῖα; Βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς θεόν, βέλος ζήλου ἀρετῆς· τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται. Ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε· χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ· περιαιρεῖ τὸν καρπόν, ἵνα λυπήσῃ τὸν γεννήσαντα. Καὶ τί ποιεῖ; Βλέπε καὶ τὴν ἀγγελίαν τοῦ πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας καὶ εἰς γοητείαν ῥέπουσα καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυναμένη. Λέγει οὖν αὐτῷ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου καὶ συνέσεισε τὸν οἶκον καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. Καὶ τὸ ῥῆμα ὑποκοριστικὸν δυνάμενον ἐγεῖραι πένθος. Οὐκ εἶπεν ἐπὶ τὰ τέκνα σου, ἀλλὰ ἐπὶ τὰ παιδία , ἵνα τῶν παίδων ἀκούσας εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν. Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Πάλιν τὸν κριτὴν διαβάλλει. Πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ θεῷ. Ἔπεσεν ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν Τότε Ἰὼβ ἀνέστη· οὕτω γὰρ γέγραπται. Καλὸν τὸ Ἀνέστη. Οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ’ ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας· Ἀνέστη καὶ προσεκύνησε. Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει, συμφοραῖς βαλλόμενος εὐχαρίστει. Καὶ περιεκείρατο τὴν κόμην. Νῦν ἐφ’ ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. Διὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων. Καὶ διέρρηξε τὰ ἱμάτια· τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀποδυόμενος. Ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ καὶ ἐξ ἀναντιρρήτου πάλης βραβεύσῃ τὴν δικαιοσύνην. Ἀπεδύσατο τὸ ἱμάτιον ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην καί φησιν ὁ μέγας λαμπτὴρ τῆς εὐσεβείας· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὢ γενναίας ψυχῆς. Αὕτη ἡ φωνὴ βέλος ἐγένετο κατὰ τοῦ διαβόλου, αὕτη ἡ φωνὴ βέλη κατὰ τῶν δαιμόνων ἀπέστειλεν, ἔρρηξε τὴν φάλαγγα τῶν ἐναντίων. Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρόνων ἀνδριζομένη· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός, γυμνὸς καὶ ἀπελεύσομαι· ὡς ὁ ἀπόστολος· Οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο.
Chapter 4
Πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου. Ἡ γυνὴ ὑπελέλειπτο οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ’ ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλάττει τὴν γυναῖκα, ἵνα τῷ ὁμοίῳ ὅπλῳ χρήσηται πρὸς τὴν ἐπιβουλήν. Ἀλλ’ ἐκεῖ μὲν εὗρε τὸν Ἀδάμ, ὧδε δὲ τὸν Ἀδὰμ οὐχ εὑρίσκει. Ἐκεῖ τὸν Ἀδὰμ εὗρε καὶ τὴν Εὔαν, ὧδε δὲ τὴν μὲν Εὔαν εὗρε, τὸν δὲ Ἀδὰμ οὐχ εὗρε. Λέγει αὐτῷ ἡ γυνή· Ἕως τίνος καρτερήσεις; Τὰ ῥήματα ἀληθῶς τοῦ διαβόλου. Τὸ γὰρ ἕως τίνος βασανιζομένου ἦν ἡ φωνή. Ἐγὼ βασανίζομαι, καὶ σὺ λέγεις· Ἕως τίνος; Ἐγὼ τύπτομαι, καὶ σὺ ναρκᾷς πρὸς τὰς πληγὰς τοῦ βασανιζομένου; Ἕως τίνος κάθησαι περιμένων ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν; Ἄκων ὁ διάβολος τὴν ἀρετὴν τοῦ δικαίου ἀνυμνεῖ, κηρύττει αὐτοῦ τὴν ὑπομονήν, ὅτι ἐλπίδι ἠγωνίζετο. Ἕως τίνος; Εἶτα βλέπε τὸ σοφὸν τοῦ συγγραφέως. Καὶ ἐμβλέψας αὐτῇ φησιν Ἰὼβ εἶπεν. Οὐκ εἶπε προσχὼν αὐτῇ, ἀλλ ̓ ἐμβλέψας . Ἐμβλέψας . Διὰ τί; ἠγνόει γὰρ τὴν ἑαυτοῦ γυναῖκα; οὐκ αὐτῇ συνέζησεν; οὐκ ἐξ αὐτῆς ἐτεκνώσατο; Διὰ τί οὖν ἐνέβλεψε; Τὸ ἐμβλέψας δείκνυσιν, ὅτι οὐκ αὐτὴν βλέπει, ἀλλὰ τὸν ἐν αὐτῇ. Ἐνέβλεψε τῷ διαβόλῳ ὁ Ἰώβ, εἶδε τὸν ἐν τῷ ὄφει λαλήσαντα καὶ νῦν ἐν τῇ γυναικὶ λαλοῦντα καὶ λέγει· Ὡς μία τῶν ἀφρόνων ἐλάλησας. Διὰ τί οὐκ εἶπεν· Ὡς μία τῶν ἀσεβῶν, ὡς μία τῶν ἀθέων; Ἤιδει αὐτὴν οὐκ ἄθεον οὖσαν, ἀλλ’ ὑπ’ ἀφροσύνης συναρπασθεῖσαν. Ἄλλως δέ, ἀδελφοί, κυρίως τῷ τὸν θεὸν ἀρνουμένῳ ἡ τοῦ ἄφρονος δίδοται φωνή. Εἶπε γάρ φησιν ἄφρων ἐν τῇ καρδίᾳ· Οὐκ ἔστι θεός. Ὡς μία τῶν ἀφρόνων. Ὡσεί τις ἔλεγεν· Ὡς ἡ Εὔα ἐλάλησας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὢ γενναίας ψυχῆς. Ἐνταῦθά μοι δοκίμασον αὐτοῦ τὴν ψυχήν. Οὐκ ᾔδει Ἰώβ, ὅτι ὑπὲρ ἀρετῆς ἠγωνίζετο· οὐκ ᾔδει ὅτι ὑπὲρ ὑπομονῆς στέφεται· ἀλλ’ ἐνόμιζεν ἁπλῶς συμφορὰν εἶναι θεήλατον· κακὰ εἶναι ἐνόμισε καὶ κακὰ νομίσας οὐχ ὡς ὑπὲρ κακῶν ἐβλασφήμησεν. Εἰ δὲ κακὰ νομίσας οὕτως ἠγωνίσατο, εἰ ᾔδει τὸν στέφανον, οὐ πολλῷ μᾶλλον ἠγωνίζετο; Ἀλλὰ διὰ τί οὐ προλαβὼν εἶπεν αὐτῷ ὁ θεός· Ὅρα τί ποιεῖς; Ὁ διάβολος μέλλει παρατάττεσθαί σοι, μέλλει κατὰ σοῦ ὁπλίζεσθαι· ἀγωνίζου, ἴσχυε, ἵνα μή σου παρατρέψῃ τὴν διάνοιαν, ἵνα μή σου συλήσῃ τοὺς λογισμούς· ἵνα μή σου πολιορκήσῃ τὴν ψυχήν· ἴσχυε. Καὶ μὴ νομίσῃς, ὅτι ἀνοίκειον θεῷ τὸ παραγγεῖλαι τῷ ἀθλητῇ τὴν πάλην. Τῷ γὰρ Πέτρῳ λέγει ὁ κύριος· Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. Τοῖς ἀποστόλοις προλέγει τοὺς πειρασμούς, τῷ δὲ Ἰὼβ οὐ προλέγει τοὺς πειρασμοὺς οὐδὲ τὴν ἄθλησιν. Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Τοὺς μὲν παραθαρσύνει, τοὺς δὲ καταλιμπάνει. Διὰ τί μὴ λέγει αὐτῷ, ὡς τοῖς ἀποστόλοις; Ἤιδει ὁ θεὸς τοῦ διαβόλου τὴν κακουργίαν, ᾔδει τὸν φθόνον, ᾔδει τὴν ὑπόνοιαν δυναμένην ἀμβλῦναι τὴν ἀρετήν. Εἰ εἶπεν αὐτῷ ὁ θεός· Πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι. Ἐὰν ὑπομείνῃς εἰς τέλος, τὰ ὑπάρχοντά σοι εἰς τὸ διπλάσιον ἀποδίδωμι, βασιλείαν οὐρανῶν κληρονομήσεις, στεφάνους ἀθανασίας δέξῃ, μεστὴ τῶν ἐγκωμίων τῶν σῶν καὶ τῶν ἐπαίνων ἡ οἰκουμένη πᾶσα γενήσεται. Εἰ ταῦτα εἶπεν, ἠγωνίζετο μὲν ἂν ὁ δίκαιος; Ὁ δὲ διάβολος πάλιν ἀφορμὴν ἐλάμβανε· καὶ εἰ μὲν ἀγωνισάμενος οὕτως ἐνίκησεν, ἔλεγε τῷ θεῷ· Μὴ γὰρ δωρεὰν ἠγωνίσατο; Ἐπηγγείλω αὐτῷ ἀθανασίαν, ἐπηγγείλω βασιλείαν, ἐπηγγείλω στεφάνους. Εἰ τοίνυν τῶν προσκαίρων λαβὼν τὴν ἀπόλαυσιν, ὑπενοήθη οὐχ ὡς δίκαιος, ἀλλ’ ὡς ὑπομίσθιος· εἰ ἔλαβε τῶν αἰωνίων τὴν ὑπόσχεσιν, οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς ἄθλους· κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. Διὰ τί οὖν, φησί, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; Εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ Ἰώβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; Ἰὼβ μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. Αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. Ἠδύνατο Παῦλος ἄνευ στεφάνων ἐπαγγελίας ἀγωνίσασθαι, ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ’ οὐ πανταχοῦ Παῦλος, οὐ πανταχοῦ Πέτρος· πολλῶν ἀσθενοῦσιν αἱ ψυχαί, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. Εἰ γὰρ σήμερον βασιλείας κηρυττομένης μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτήσεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς καταφρονοῦσι τῶν ἐπηγγελμένων πολλοὶ προστετηκότες πρὸς τὰ παρόντα· εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; Εἰκότως οὖν, ἀδελφοί, τῷ μὲν Ἰὼβ οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρόθεσιν, τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχάς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. Πολλοὶ νῦν ἀκούουσι περὶ βασιλείας καὶ καταφρονοῦσι, πολλοὶ Χριστὸν ἐκδέχονται καὶ πονηρίαν ἐνδύονται, πολλοὶ κακίας οὐκ ἀναχωροῦσι, τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας καὶ λέγουσι· Σήμερον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. Οὐκοῦν ἀδελφὸς εἶ τοῦ Ἡσαῦ ταῦτα ἐνθυμούμενος· ταὐτὰ λέγεις, ἃ εἶπεν Ἠσαῦ. Καὶ γὰρ Ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφόν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. Καὶ τί εἶπεν; Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου καὶ τότε φονεύσω τὸν ἀδελφόν μου. Παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου καὶ τότε ἀναιρῶ. Καὶ σὺ τί λέγεις; Παρέλθῃ τὸ πάθος τοῦ Χριστοῦ καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. Βλέπε, μὴ ἀδελφὸς εἶ τοῦ Ἠσαῦ. Ἄκουσον, τί λέγει ὁ Παῦλος· Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἠσαῦ· ἵνα μὴ δι’ αὐτοῦ μιανθῶσιν οἱ πολλοί. Ταῦτα εἴρηταί μοι οὐκ εἰς παροξυσμόν, ἀλλ’ εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. Γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ θεῷ ἀναπέμπειν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.