The Greek Library Author

Anonymous

Fragmenta in epistulam i ad Corinthios

Authority group
Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in epistulam i ad Corinthios (in catenis), ed. Staab, op. cit., 225–277.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg040.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

227

{1 Kor 1,13. 17a}

Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ' ὧν ἐμερίσατο

ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν «ἐμερίσθη Χριστός;» ἀλλὰ <μὴ ἐμερί-

σατο Χριστὸς μεθ' ὑμῶν;> καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν·

λέγει γάρ· <μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν;> ὁ ὑπὲρ τῆς

τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς.

Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς

ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ

σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ' ἐμοῦ τοῦ

βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ <οὐκ ἀπέστειλέν με

Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι;> ἐπεὶ βαπτίζει

μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ

ἄνευ τοῦ εὐαγγελισθῆναι [καὶ βαπτισθῆναι] οὐκ ἐνῆν βαπτισθῆναι,

φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ

βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι.

οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· <μὴ τῶν βοῶν μέλει τῷ θεῷ;> οὐκ

ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς

περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ Δαυίδ· <ἀν-

θρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ

ἔλεός σου ὁ θεός.> λέγει δὲ καὶ Σολομῶν· <οἰκτείρει δίκαιος

ψυχὰς κτηνῶν αὐτοῦ,> πόσῳ δὲ μᾶλλον ὁ θεός; ἀλλ' ὅ φησιν, τί

ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ'

ἔλλειψιν ὡς καὶ τὸ <οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν.>

228

{1 Kor 1,17}

Μεταβαίνων ἐφ' ἕτερον ἔγκλημα καὶ ἐπ' ἄλλην διόρθωσιν ἐρχό-

μενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ

δευτέρῳ· τὸ μὲν γὰρ <οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν>

τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· <ἐγὼ μέν

εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ,> τὸ δὲ <οὐκ ἐν σοφίᾳ λόγον>

ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ

πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. <Ἵνα μὴ κενωθῇ ὁ

σταυρὸς τοῦ Χριστοῦ.> ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ

παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται.

{1 Kor 1,18—20}

<Ὁ λόγος ὁ τοῦ σταυροῦ.> οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προ-

φοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ

δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. <Τοῖς δὲ σωζο-

μένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.> ἐπειδὴ τὸ <Χριστὸς

θεοῦ δύναμις καὶ θεοῦ σοφία> εἰς τὸν θεοῦ λόγον λαμβάνειν

τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι <δύναμιν θεοῦ> λέγει

<τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν

σοφίαν τῶν σοφῶν.> εἰ καὶ ἀξιόπιστος καθ' ἑαυτὸν διδάσκων ὁ

ἀπόστολος—<Χριστὸν> γὰρ εἶχεν <ἐν ἑαυτῷ λαλοῦντα>—ἀλλ'

οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν

πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ

τῇ <ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν,> λοιπὸν ὡς ἐφ' ὡμολογη-

μένοις ἐπεξέρχεται λέγων· <ποῦ σοφός; ποῦ γραμματεύς;>

σοφὸς Ἑλλήνων, γραμματεὺς δὲ τῶν Ἰουδαίων.

{1 Kor 1,21}

Δύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρου-

μένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ' ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι

συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν

συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι

θεωρουμένης σοφίας, <εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας

τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.> μέγα ἐστὶν ὃ

λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ

θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ

κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι

229

τὸν θεόν, ἀλλ' ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι' ὧν

ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ

δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ

τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν.

{1 Kor 1,22—25}

Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν

ἐν λογιότητι τεθαρσηκότων καὶ

κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωτ-

τίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ

μόνον <σοφίαν τοῖς Ἕλλησι

ζητοῦσιν> οὐ χρὴ ἀποκρίνεσθαι,

ἀλλ' οὐδὲ <σημεῖα αἰτοῦσι

τοῖς Ἰουδαίοις> διδόναι. καὶ

μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ

δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν

παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύ-

ματος θαύματα αἰτοῦσι προσῆκεν

ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας—

οὐ γὰρ πειράζουσι διδόναι ἀλλὰ

πιστῶς αἰτοῦσιν—, ὁ μέντοι λόγος

ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων

τῇ δόξῃ τοῦ σταυροῦ. <Ἡμεῖς δὲ

κηρύσσομεν Χριστὸν ἐσταυ-

ρωμένον> καὶ τὰ ἑξῆς. δηλονότι

<Χριστὸν θεοῦ δύναμιν καὶ

θεοῦ σοφίαν> κατὰ τὸν τοῦ

σταυροῦ λόγον φησίν, ὡς ἀνω-

τέρω· ὁ <λόγος γὰρ ὁ τοῦ

σταυροῦ τοῖς μὲν ἀπολλυ-

μένοις μωρία ἐστίν, τοῖς

δὲ σωζομένοις ἡμῖν δύνα-

μις θεοῦ ἐστιν.> καὶ τὰ ἑξῆς

δείκνυσι τοῦτο τρανότερον· μετὰ

γὰρ τὸ φάναι· <αὐτοῖς δὲ τοῖς

κλητοῖς, Ἰουδαίοις τε καὶ

Ἕλλησιν, Χριστὸν θεοῦ δύ-

ναμιν καὶ θεοῦ σοφίαν,>

ἐπήγαγεν· <διότι τὸ μωρὸν τοῦ

θεοῦ σοφώτερον τῶν ἀν-

θρώπων ἐστίν, καὶ τὸ

230

ἀσθενὲς τοῦ θεοῦ ἰσχυρό-

τερον τῶν ἀνθρώπων ἐστίν.>

τίς δ' ἂν εἴποι τὸν θεὸν λόγον <τὸ

ἀσθενὲς τοῦ θεοῦ> εἰρῆσθαι,

καὶ <μωρὸν τοῦ θεοῦ> περὶ

ἐσταυρωμένου Χριστοῦ τὸ λεγό-

μενον; θεὸς λόγος δυνατὸς ὡς ὁ

πατήρ, οὐ δύναμις μέρος συμπλη-

ρωματικὸν τῆς οὐσίας τῆς πατρι-

κῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ

γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη

κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι

κατιόντες οὐρανόθεν, πατριάρχαι

καὶ προφῆται, νόμος ὁ διὰ

Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ

πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν

διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν

ἀγνωμονούντων προαίρεσιν, τοῦτο

<τοῦ σταυροῦ ἡ μωρία> ἴσχυσεν.

διὰ τοῦτο <θεοῦ δύναμις καὶ

θεοῦ σοφία Χριστὸς ἐσταυ-

ρωμένος,> πάσης τῆς οἰκονο-

μίας ἀνυτικώτερος καὶ πάσης τῆς

κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο

δὲ δύναμις τοῦ οἰκονομήσαντος

καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ

σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς

τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος.

229, col. 2

Ἐπειδὴ Ἰουδαῖοι τοῦ θεοῦ τὸ

πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς

πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴν

Ἕλλησι τῇ λογιότητι κατακοσμεῖν

οἰομένοις τὴν εὐσέβειαν ἀποκρί-

νασθαι δεῖ, εἶτα διδάσκει πῶς

δοκεῖ εἶναι <μωρία> τὸ κήρυγμα·

ἐκεῖνοι μὲν γὰρ <σημεῖα> καὶ

<σοφίαν ζητοῦσιν, ἡμεῖς κη-

ρύσσομεν Χριστὸν ἐσταυ-

ρωμένον θεοῦ δύναμιν καὶ

σοφίαν,> καὶ παρὰ τοῦ ἐσταυρω-

μένου σωτηρίαν τοῖς πιστεύουσιν

ἐπαγγελλόμεθα.

230, col. 2

Οὐ χρὴ τὸν θεὸν λόγον <τὸ

ἀσθενὲς τοῦ θεοῦ> εἰρῆσθαι,

ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ·

ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ,

οὐ δύναμις ὡς μέρος συμπληρω-

τικὸν τῆς οὐσίας τοῦ πατρός.

οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ

πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν

ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ

προφῆται, διὰ τὸ συγχωρεῖν τὸν

θεὸν τῇ τῶν ἀγνωμόνων προαι-

ρέσει, τοῦτο ἡ δοκοῦσα <τοῦ

σταυροῦ μωρία> ἴσχυσεν, <θεοῦ

δύναμις καὶ σοφία Χριστὸς

ἐσταυρωμένος> κηρύσσεται, ὡς

ἰσχυρότερος καὶ ἀνυστικώτερος

ὠφθεὶς καὶ τοὺς πιστεύοντας

σώσας.

230

{1 Kor 1,26}

Τὸ <κατὰ σάρκα> προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ

τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς.

{1 Kor 1,29}

<Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,>

τοῦτ' ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατ-

όρθωμα τοῦ κηρύγματος. <σὰρξ> δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων

τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ <ἐνώπιον αὐτοῦ> καὶ οὐκ ἐνώ-

πιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς

ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ,

231

ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ <ἐνώπιον αὐτοῦ> εἴρηκεν· καὶ

γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι

δὲ τὸ <ἐνώπιον αὐτοῦ> οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη

ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ

βαπτίζειν 〈καυχᾶσθαι〉, καὶ ἐφ' ἑτέροις τισὶν ποιεῖται τὸν λόγον.

{1 Kor 1,30}

<Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε.> πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί

φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν

ἀλλαχοῦ· <οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς

ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν.> εἰ τοίνυν <ἐξ αὐτοῦ,> πῶς

καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν <Χριστῷ Ἰησοῦ,

ὃς ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρω-

σις·> οὐκ ἀνθρώπων σοφία ἔσωσεν—ἐπλανᾶτο γάρ—ἀλλ' αὐτὸς

ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν,

ἀλλὰ Ἰησοῦς σταυρωθείς. οὐκ ἄνθρωποι ἀπελυτρώσαντο, ὥστε τὸ

καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων.

{1 Kor 2,3—4}

Ἐφοβούμην ἀεί, μὴ τῇ ἔξω-

θεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα

οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ.

<ἐν ἀσθενείᾳ> δέ, λέγει, τῇ ἀπὸ

τῶν διωγμῶν—τοῦτο γὰρ παν-

ταχοῦ ἔθος αὐτῷ λέγειν—<ἐν

ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ

ἐν τρόμῳ> τὸ ἀσθενὲς ἐξ ὧν

ἐδιωκόμην. ἐπεδεικνύμην τὸν φό-

βον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν,

πάντα ἤμην ταπεινός, ἵνα ὑμεῖς

τούτῳ διδαχθῆτε καὶ μὴ ἐπαί-

ρησθε.

Ἐπειδὴ εἶπεν· ὁ <λόγος μου,> ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ

παριστάν, τοῦτ' ἔστι τὴν εὐγλωττίαν, λέγει· <καὶ τὸ κήρυγμά μου

οὐκ ἐν πειθοῖς σοφίας λόγοις,> ἐπειδή ἐστι σοφία οὐ ῥημάτων

ἀλλὰ γνώσεως θείας, <πνεύματος καὶ δυνάμεως.> ἐπειδὴ γὰρ καὶ

λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν·

232

<ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως·> τὸ γὰρ λεγόμενον

οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει.

231, col. 2

Δείκνυσιν ὅτι οὔτε δυναστείᾳ

τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν·

<ἐν ἀσθενείᾳ> γὰρ <καὶ φόβῳ

καὶ τρόμῳ> καὶ ἐν τοῖς τοιούτοις

ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν.

232

{1 Kor 2,5}

Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ

θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδ〈ειξε〉 τοῦ θεοῦ τὴν

ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· <ἀλλ' ἐν ἀποδείξει

πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν

σοφίᾳ ἀνθρώπου ἀλλ' ἐν δυνάμει θεοῦ.>

{1 Kor 2,6}

Τοῦτ' ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ' ἐν τοῖς κατ' εὐσέβειαν

<τελείοις. ἐν τοῖς τελείοις> δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους,

ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται,

ὁ δὲ τοῖς <τελείοις> καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς

ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους

[οὐ] λαλεῖ.

{1 Kor 2,7—8}

Εἰ <ἀπεκέκρυπτο,> δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν,

ἀλλ' ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι,

ἀντὶ τοῦ εἰπεῖν· <εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς

δόξης ἐσταύρωσαν. ἄρχοντας> δὲ λέγει τοὺς περὶ Πιλάτον καὶ

Ἡρῴδην, <κύριον> δὲ <τῆς δόξης> τὸν σαρκωθέντα θεόν.

{1 Kor 2,9}

Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται,

ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις· Ἡσαΐας γάρ φησιν· <κύριε,

τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου

τίνι ἀπεκαλύφθη;> καὶ <τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται;>

καὶ Μωϋσῆς· <τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ.> τὸ δὲ κρυπτὸν τοῦ

<θεοῦ,> δηλονότι καὶ <ὀφθαλμὸν> καὶ <καρδίαν> ἐλάνθανεν.

Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν

τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ' εἰδέναι δεῖ καὶ

πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ' ἀξίαν

πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προ-

αίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν.

233

{1 Kor 2,10}

<Βάθη τοῦ θεοῦ> εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας

ἡμᾶς οἰκονομίας.

Διὰ τούτων δείκνυσιν ὅτι <ἐρευνᾷ,> οὐχ ὡς ἀγνοοῦν ἀλλ' ὡς

ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν <πνεῦμα> νῦν τὸν πατέρα εἰρῆσθαί

φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα

ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· <ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ

κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ,>

οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός;

τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος

οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον <ἐρευνᾶν,> ἵνα μάθῃ τὰ

<τοῦ θεοῦ;> εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ

συνεῖδον ὅτι <ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν,

οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ.> χωρὶς δὲ τούτου δι' ὅλου τοῦ

χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν

πνεῦμα τὸ ἅγιον <ἐκ θεοῦ> φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν

ἐκ τοῦ κόσμου ἀλλὰ <τοῦ κόσμου·> ὁ μὲν γὰρ παράκλητος οὐκ ἔστιν

μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι.

τὸ δὲ πνεῦμα τὸ ἅγιον <ἐκ τοῦ θεοῦ.>

{1 Kor 2,11—13}

Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ

πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν,

οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα

κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών·

<τίς γὰρ ἀνθρώπων οἶδεν

τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ

πνεῦμα τὸ ἐν αὐτῶ;> ἀλλὰ τί

τὸ <ἐν τοῦ θεοῦ;> τὸ μὲν γὰρ <ἐν

αὐτῷ> μέρος συμπληρωματικὸν

τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ <ἐξ

αὐτοῦ> τὸ αἴτιον δείκνυσιν. παρα-

τηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ

τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα,

ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν

αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἷς

ἄνθρωπος. δεικνὺς τοίνυν τὴν

ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν

234

πατρὸς καὶ πνεύματος ταυτότητα,

τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος

παρέβαλε τῇ γνώσει πατρὸς καὶ

πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν

ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι,

τοῦτ' ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ,

οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ'

οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν

πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι

διαφωνία γνώσεως ἀλλὰ ταυτότης.

<Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ

θεοῦ χαρισθέντα ἡμῖν,>

πνεύματος δεδωκότος, τοῦ νοῦ

κατειληφότος.

<Ἃ καὶ λαλοῦμεν.> πάλιν

ἕτερον δείκνυσιν· οὐ μόνον φησίν,

οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ

ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ

κηρύττομεν αὐτά, οὐ λόγοις καλλω-

πίζοντες ἀλλὰ τὰ <πνευματικὰ>

τοῖς <πνευματικοῖς συγκρί-

νοντες,> πνεύματος δυνάμει τὰς

ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες

καὶ ἐν τάξει κηρύττοντες. <Πνευ-

ματικὰ πνευματικοῖς συγ-

κρίνοντες·> ὅταν γὰρ ἡ δευτέρα

ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προ-

τέρου καὶ σαφήνεια, συγκρίνοντες

οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ

δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ

εὑρίσκοντες πληροφορίαν μείζονα

ἐλάμβανον τῆς ἀποκαλυφθείσης

ἀληθείας.

233, col. 2

Ὁ μὲν <θεὸς> καὶ τὸ <πνεῦμα>

τὸ ἅγιον πρόσωπά ἐστιν δύο,

<ἄνθρωπος> δὲ καὶ <τὸ πνεῦμα

τὸ ἐν αὐτῷ> οὐ δύο πρόσωπα

ἀλλ' εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο

λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ

ἔστι διαφωνία γνώσεως, οὕτως καὶ

ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις

μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς

ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα

πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν

<τὸ πνεῦμα τὸ ἐν αὐτῷ,> ἐπὶ

δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν

τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ <ἐκ τοῦ

θεοῦ.> διαφορὰ δὲ πολλὴ τοῦ τε

<ἐν αὐτῷ> καὶ τοῦ <ἐκ τοῦ θεοῦ·>

234, col. 2

τὸ μὲν γὰρ <ἐν αὐτῷ> συμπληρω-

τικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ

δὲ <ἐξ αὐτοῦ> τὸ αἴτιον δείκνυσιν.

Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ

ἅγιον <ἐκ τοῦ θεοῦ> εἶπεν ὡς

ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ

δὲ ἀκάθαρτον <τοῦ κόσμου> ὡς

συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας·

μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ

διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως

οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀπο-

καλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ

<πνευματικοῖς πνευματικὰ

συγκρίνομεν,> ὅταν ἡ δευτέρα

ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια

γένηται τοῦ πρώτου διδάγματος ἢ

ὁράματος ἢ θαύματος· τὰ γὰρ

δεύτερα τοῖς πρώτοις συγκρίνονται

καὶ τὰ αὐτὰ εὑρίσκονται. πληρο-

φορίαν μεγίστην λαμβάνομεν τῆς

ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ

τοῦτο δὲ δηλοῖ τὸ <συγκρίνον-

τες> ἐξ ἐναντίου, καὶ τοῦτο δια-

κρίνοντες καὶ χωρίζοντες· βέλτιον

δὲ τὸ πρότερον.

234

{1 Kor 2,14—15}

<Ψυχικὸς δὲ ἄνθρωπος

οὐ δέχεται τὰ τοῦ πνεύ-

ματος. ψυχικὸν> λέγει τὸν

στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς.

235

<Μωρία γὰρ αὐτῷ ἐστιν.>

τοσοῦτον τὸ βάθος τῆς πνευματι-

κῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς

τοῦ κόσμου τούτου μωρίαν φαί-

νεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ

τοῦ θεοῦ ἀποκάλυψις.

Τοῦ γὰρ ἁγίου πνεύματος χάρις

δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν

τεχνικόν, οὐ τεχνικῶς ἀλλ' ἰσχύϊ

τῶν θαυμάτων.

Οἱ <πνευματικοὶ> οὐ λογι-

σμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν,

ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι

νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν

διαλέγονται, ὥστε ὁ ἀντιτασσό-

μενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ'

ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει.

διὰ τοῦτό φησιν· <τίς γὰρ ἔγνω

νοῦν κυρίου, ὃς συμβιβά-

σει αὐτόν; ἡμεῖς δὲ νοῦν

Χριστοῦ ἔχομεν,> τοῦτ' ἔστι

τὴν γνῶσιν.

234, col. 2

<Ψυχικὸν> δὲ λέγει τὸν στοι-

χοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ

τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογι-

σμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν

235, col. 2

γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ

<σαρκικὸν> λέγει τὸν νοσοῦντα

περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ

ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ

<ψυχικὸς> οὐ δύναται δεκτικὸς

εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως

κεκάκωται τὴν ψυχὴν ὡς <μωρίαν>

ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ

καὶ τὴν χάριν. <καὶ οὐ δυνά-

μενος γνῶναι ὅτι πνευμα-

τικῶς ἀνακρίνεται. ὁ ψυχι-

κὸς> ἄνθρωπος τεχνικοὺς ἐπιζη-

τῶν λογισμοὺς ἐπὶ τοῦ σταυροῦ

ὡς μωρὸν καὶ ἀπείθανον ἀπωθεῖ-

ται τὸ κήρυγμα, καὶ μὴ ἀποβλέπων

πρὸς τὰς τοῦ πνεύματος θαυμα-

τουργίας οὐδὲ νοῆσαι ἔτι δύναται,

ὅτι πρὸς τὴν ἀλήθειαν ἀντιτάττεται

ὑπὸ τῆς τοῦ πνεύματος δυνάμεως

καὶ θαυματουργίας ἀπελεγχόμε-

νος· τὸ γὰρ <ἀνακρίνεται> δηλοῖ

τὸ ἀκριβῶς καὶ ἐξητασμένως

ἀπελέγχεται. ὁ δὲ <πνευματι-

κός,> ὁ τετυχηκὼς πνεύματος δι'

ὧν ἐπιδείκνυσι σημείων, ἀπελέγχει

<μὲν πάντα> τὰ παρὰ τοῖς ἄλλοις

ἐλέγχοντα κακῶς, <αὐτὸς δὲ ὑπ'

οὐδενὸς> ἀπελέγχεται. εἶτα καὶ

πιστούμενος τὸν λόγον τὰ ἐκ τῆς

παλαιᾶς παρατίθησι καί φησιν.

235

{1 Kor 2,16}

<Συμβιβάσει·> διορθώσει. <ἡμεῖς νοῦν ἔχομεν Χριστοῦ>

τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι

γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ.

{1 Kor 3,1—3}

Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον

εἶπον, οὐ μὴν τὴν τελείαν <σοφίαν τὴν ἀποκεκρυμμένην,> τὴν

περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται.

236

ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι

τροπικῶς <γάλα> καλεῖ, <βρῶμα> δὲ τὴν τῶν θείων δογμάτων ἀπαγ-

γελίαν. δύναται δὲ <γάλα> εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ <τιμᾶν

πατέρα καὶ τὴν μητέρα,> καὶ <οὐ μοιχεύσεις> καὶ τὰ ὅμοια, καὶ

<δεῦρο ἀκολούθει μοι.> εἶτα εἰπών· <σαρκικοί ἐστε,> καὶ <κατὰ

ἄνθρωπον περιπατεῖτε,> τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ

οὐ τὰ τοῦ θεοῦ ζητεῖτε.

{1 Kor 3,5}

Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν.

{1 Kor 3,6—10}

Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς.

αὐτὸς δὲ ἔφη <πεφυτευκέναι> καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον

καταβεβληκέναι θεοῦ.

Παρεγγυᾷ τοῖς μετ' αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ

παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. <θεμέλιον> δὲ λέγει τὴν πίστιν

καὶ τὸ κήρυγμα.

{1 Kor 3,11—15}

Οὐ τῆς κτίσεως λέγεται <θεμέλιος> ὁ Χριστός, ὡς ψευδόμενοι οἱ

Ἀρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός,

καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν

διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγ-

γέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ <λίθους> ποιεῖν <τιμίους ἢ ξύλα

ἢ χόρτον ἢ καλάμην.> ὅταν οὖν εἴπῃ· <ἕκαστος δὲ βλεπέτω

πῶς ἐποικοδομεῖ,> οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; <θεμέλιον

γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον.>

ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ

δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ

χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι <ἕκαστος βλεπέτω>

καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόν-

των ἢ διδασκόντων. <Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδό-

μησεν,> ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει

κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. <εἴ τινος τὸ ἔργον

κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται,

οὕτως δὲ ὡς διὰ πυρός.>

237

ὑπερβατόν ἐστιν· οὕτως γὰρ

ἀναγνωστέον· εἴ τινος τὸ ἔργον

κατακαήσεται, ζημιωθήσεται, <οὕ-

τως δὲ ὡς διὰ πυρός,> ἀντὶ

τοῦ οὕτως κατακαυθήσεται καὶ

ζημιωθήσεται <ὡς διὰ πυρός,>

αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ

παρ' αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ

χεῖρον παρατροπή.

237, col. 2

Καθ' ὑπερβατὸν εἴρηται, ἵνα

ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει,

μισθὸν λήψεται, αὐτὸς δὲ σωθή-

σεται. εἴ τινος τὸ ἔργον καυθή-

σεται, ζημιωθήσεται καὶ καυθή-

σεται <ὡς διὰ πυρός.> πῶς δὲ

<αὐτὸς σωθήσεται,> ἐὰν τὸ

ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδό-

μησεν; <οὕτως δὲ ὡς διὰ

πυρὸς> κρινομένου αὐτοῦ, μή τι

παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόν-

των ἢ ὑπόμνησιν τῶν ἁμαρτανόν-

των κατὰ τὸν Ἰεζεκιήλ.

237

{1 Kor 3,16—18}

Πάλιν μεταβαίνει ἐπὶ τοὺς

θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι

δὲ <ναοὺς> μὲν <τοῦ θεοῦ> λέγει

τοὺς πιστεύοντας, <φθείρειν> δὲ

<τὸν ναὸν τοῦ θεοῦ> λέγει. τοὺς

λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώ-

σει. <εἴ τις δοκεῖ σοφὸς εἶναι

ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ,

γενέσθω μωρός.> διὰ τί οὖν

φθείρει τὸν <ναὸν> ὁ θαρσῶν τῇ

ἔξωθεν σοφίᾳ; εἰ <θεοῦ ναὸς>

εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδά-

σκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ

ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ

συνέσει κέχρησαι, οὐκέτι ναὸν

ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις

αὐτόν. <εἴ τις δοκεῖ σοφὸς

εἶναι ἐν ὑμῖν,> τοῖς πλησσομέ-

νοις καὶ βλαπτομένοις ὑπὸ τῆς

ἔξωθεν παιδείας· διεστείλατο γὰρ

εἰπὼν <ἐν ὑμῖν.>

237, col. 2

Τοὺς κατηχθέντας καὶ δεξαμέ-

νους τὸν <λόγον τῆς γνώσεως>

ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέν-

τας καὶ τὴν διδαχήν, <τοῦ ἁγίου

πνεύματος ναοὺς> ὀνομάζει

καὶ οἴκους ἀκινήτους τοῦ ἐνοική-

σαντος πνεύματος· τοὺς δὲ πράξαν-

τάς τι τῆς τοῦ πνεύματος ἐνερ-

γείας ἄξιον, τούτους <πνευματι-

κοὺς> καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ

τεχνικούς φαμεν τοὺς τῆς τέχνης

καὶ τῆς ῥητορικῆς ποιησαμένους

ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκα-

λίαν ἐκ τῆς ἔξωθεν σοφίας παρα-

δεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν

τὸν λογισμὸν παραχαράττοντες τὴν

πίστιν τὸν <τοῦ πνεύματος

ναόν.> διὸ ἀπειλεῖ τούτους ὑπὸ

θεοῦ διαφθαρήσεσθαι, ὅτι κατα-

λιπόντες τὸν ἐνοικοῦντα διδάσκα-

λον περὶ τὴν ἔξω σοφίαν ἐπλανή-

θησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον

ἀπάτης.

238, col. 2

Δι' ὧν <τὴν σοφίαν τοῦ

κόσμου τούτου> ἀπαγορεύει

οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστεί-

λατο τοὺς πληττομένους τῷ ἐλέγχῳ.

238

{1 Kor 3,21—23}

Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ

σοφοῖς <ἀνθρώποις καυχᾶσθαι·> εὐτελὴς γὰρ αὕτη ἡ καύχησις

ὅπου <πάντα ἐστὶν ὑμῶν,> καὶ οἱ ἀπόστολοι—διὰ γὰρ τοὺς

ὠφελουμένους ἀπεστάλησαν—, καὶ ὁ <κόσμος> ὑμῶν δι' οὓς γέγονε

πρὸς ἀπόλαυσιν, καὶ ἡ <ζωὴ> ὑμῶν ὡς σωζομένων, καὶ ὁ <θάνατος>—

εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς

προετιμήθη—· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται <τὰ ἐνεστῶτα καὶ

μέλλοντα·> οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων

τῶν μελλόντων ἐπιτυγχάνουσιν. <πάντα> οὖν τὰ προειρημένα <ὑμῶν,>

ὅτι καὶ <ὑμεῖς Χριστοῦ> γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι

ἀρέσκονται θεῷ.

<Πάντα> ὑφ' <ὑμῶν.> πῶς καὶ τίνα τρόπον; ὅτι καὶ <ὑμεῖς

Χριστοῦ> γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι

ἀρέσκονται θεῷ, ἐπήγαγεν· <Χριστὸς δὲ θεοῦ.>

{1 Kor 4,1}

Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς <ὑπηρέτας Χριστοῦ> τιμᾶσθαι, τὸ δὲ

ἀφ' ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν.

{1 Kor 4,2}

Ὑμεῖς μὲν ὡς <ὑπηρέτας> θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης

<πιστός,> μὴ ὑμεῖς ζητεῖτε—τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται—καὶ

οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ

ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους

τιμωμένους ὑπ' αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ

προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ

σπεύδων καταστεῖλαι τὸ πάθος.

{1 Kor 4,3}

Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν,

μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν·

οὐ γὰρ οὕτω πολιτεύομαι <ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ·> ἀνάξιον γὰρ

τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. <ἀνθρωπίνην>

239

δὲ <ἡμέραν> τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς

τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν

<οὐδὲν ἐμαυτῷ σύνοιδα,> ἐπήγαγεν <ἀλλ' οὐκ ἐν τούτῳ

δεδικαίωμαι·> ἔστι γὰρ κατ' ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ

συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν

ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν

φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν.

{1 Kor 4,5}

Δι' ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ

μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο

γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα

ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον

ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ <φωτίζοντα τὰ κρυπτὰ τοῦ

σκότους> οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς

ὅτι πολλὰ παρ' αὐτοῖς κατ' ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο.

Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ' ἕως σχήματος ἐπεῖχον

τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν.

{1 Kor 4,6}

<Ἑαυτὸν καὶ Ἀπολλῶ> παράγει σιωπήσας τὰ πρόσωπα τῶν

ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα

τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς

διδασκάλοις. καὶ μὴ <ὑπὲρ ἃ γέγραπται> φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ

<λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους

μυστηρίων θεοῦ,> καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε,

τοὺς δὲ τιμᾶτε.

Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομα-

ζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν

ἐφυσιοῦτο, κατ' ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν.

{1 Kor 4,7}

Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε

καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν,

<τίς διακρίνει;> οὐχὶ ἀναμένεις

τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα-

240

μένεις τὸν κριτήν, καὶ τὸν διδάσκα-

λον τῇ σῇ κρίσει ὑποβάλλεις;

239, col. 2

Σὲ τὸν λαϊκὸν <τίς διακρίνει>

ἐφ' οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι

σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ

ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος;

240, col. 2

εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον

ἀναμένεις κριτήν, πῶς τὸν δι-

δάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει,

τὸν μὲν ἄξιον λέγων, τὸν δὲ

ἀνάξιον;

240

Διὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει

δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι' ἧς καὶ δυνατὸν καὶ διδασκάλους

κρίνειν καὶ δοκιμάζειν.

Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν

δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς

οἰκεῖον προβαλλόμενον πλεονέκτημα.

{1 Kor 4,8}

Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ' αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω

διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι

γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσκορῆ γέγονεν

ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ <χωρὶς ἡμῶν> δηλοῖ

μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ <ὄφελόν γε>

διὰ μέσου θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν <ἵνα καὶ

ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν,> ἐμφαίνει ὅτι τὰ ἐκείνων

κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει

ἀναγινώσκειν τὸ <ἐβασιλεύσατε> καὶ <ἐπλουτήσατε, ἵνα> ᾖ ἐν ἤθει

τὰ εἰρημένα τῷ <ἤδη κεκορασμένοι> ἐστέ.

{1 Kor 4,9}

Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς <ἐπλουτήσατε> καὶ <ἐβασιλεύσατε

χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι> γεγόναμεν οἱ

πάντα ὑποστάντες.

<Ἀνθρώποις> μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, <ἀγγελι-

κοῖς> δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις.

{1 Kor 4,10}

Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ

εὐτελείᾳ ὡς καὶ <μωροὶ> νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι

ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει

241

{1 Kor 4,8—20}

δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν <οὐκ ἔστι μαθητὴς

ὑπὲρ τὸν διδάσκαλον.>

{1 Kor 4,11—13}

Ἡμεῖς πάντα <διὰ τὸν Χριστὸν> ὑπομένομεν καὶ μέχρι νῦν

ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς <ἐν σαρκὶ> ζῶντας προτι-

μᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν <διωκομένων,> τῶν <λοιδο-

ρουμένων,> τῶν <κολαφιζομένων;> παιδεύει δὲ διὰ πάντων

τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν.

Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου

ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί

ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς

<διὰ Χριστόν. περίψημα> δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας

τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην.

{1 Kor 4,14}

Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται,

ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν.

<ἐντρέπων,> διατρέπων.

{1 Kor 4,15}

Εἰπὼν ἑαυτὸν <πατέρα,> ἐκείνους δὲ <παιδαγωγοὺς> ἀφ' ὧν

ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς

διάθεσιν, καὶ ὡς ὑπὸ <πατρὸς> νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν.

{1 Kor 4,16}

Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι <μιμηταί μου

γίνεσθε,> καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ' ἀπὸ Χριστοῦ.

{1 Kor 4,18—20}

Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα

αὐτῷ, τὸ <ἡμεῖς ἀσθενεῖς,

ὑμεῖς δυνατοί,> καὶ τὰ ἄλλα

πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας

242

ἐλέγετο καὶ ἐπῆρθαι. <Ἐλεύ-

σομαι δὲ ταχέως πρὸς

ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ,

καὶ γνώσομαι οὐ τὸν λόγον

τῶν πεφυσιωμένων ἀλλὰ

τὴν δύναμιν.> δι' ὧν φησιν καὶ

ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ

αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρ-

θωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ

ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπει-

νουμένων, ἐπαγγέλλεται τὴν παρου-

σίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας

διορθούμενος. πλὴν ἀλλὰ προσ-

έθηκε τὸ <ἐὰν ὁ κύριος θελή-

σῃ·> ὑπὸ μὲν τῆς ἀγανακτήσεως

ἠπείχθη εἰπεῖν ὅτι <ἐλεύσομαι,>

ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη

προσθεῖναι τὴν καλλίστην προσθή-

κην τὴν <ἐὰν ὁ κύριος θέλῃ>

ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκια-

σμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς

ἐλέγχειν, ἀνακαλύπτει· <οὐ γὰρ ἐν

λόγῳ ἡ βασιλεία τοῦ θεοῦ,>

δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ

ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι

καὶ ἐκήρυττον.

241, col. 2

Δῆλον καὶ ἐκ τούτων ὅτι τὸ

<ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ

δυνατοί,> καὶ τὰ ἄλλα πρὸς

πεφυσιῶσθαί τινας ἐλέγετο.

242, col. 2

Ἐπαγγέλλεται τὴν παρουσίαν

αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς

διορθώσασθαι. διὰ μὲν οὖν τὴν

ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ

<ἐλεύσομαι,> διὰ δὲ τὴν εὐ-

λάβειαν προσέθηκεν τὸ <ἐὰν ὁ

κύριος θελήσῃ.>

Σαφέστερον καὶ ἐκ τούτων

ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυ-

χοῦντας ἐπὶ <τῇ σοφίᾳ τοῦ

κόσμου τούτου> ἀγανακτεῖ· οὐ

γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν

λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς

πάντας ἐκήρυσσεν.

242

{1 Kor 4,21}

Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς

πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώ-

πως τούτων τὴν αἵρεσιν ἐπ' αὐτοῖς πεποίηκεν, ὅπως 〈ἀναμετανοοῦντες〉

ἑαυτοὺς διορθώσονται. <ῥάβδον> δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύ-

ματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰ Ἐλύμα καὶ κατ' αὐτοῦ τοῦ

Παύλου ὁ θεός.

{1 Kor 5,1—5}

Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρη-

μένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ'

243

ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν

ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ'

ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν·

τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε

τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ

τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώρι-

ζεν καὶ ἐπανῆγεν αὐτόν.

Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ

<κατεργασάμενον·> οὐ γὰρ

συναρπασθεὶς ἔπεσεν, ἀλλ' ἔργῳ

ἐχρήσατο τῷ κακῷ. καὶ <πνεύ-

ματι δὲ παρεῖναι> λέγει συνψη-

φιζόμενος καὶ συνκατακρίνων—

<πνεῦμα> δὲ τὸ χάρισμα λέγει—

<συναχθέντων σὺν τῇ δυνά-

μει τοῦ Χριστοῦ.> οἱ φυσιού-

μενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν

ἐλλογιμότητα μέρος ἦσαν τοῦ

παντός, πάντας δὲ πρὸς τὴν κατά-

κρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συν-

αχθῆναι καλεῖ.

244

<Τὸ πνεῦμα> οὐ τὴν ψυχήν,

ἀλλὰ τὸ χάρισμα ἔφασαν.

242, col. 2

Ἵνα μὴ δόξῃ παραλόγως

κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς

243, col. 2

ἐπάγει, ὅτι οὐ μόνον <πορνεία>

ἀλλὰ <καὶ τοιαύτη ἀκούεται>

παρ' ὑμῶν οἵα <οὐδὲ ἐν τοῖς

ἔθνεσιν.> καὶ μέγα φρονεῖτε ὅτι

<τῇ σοφίᾳ τοῦ κόσμου> κεκαλ-

λώπισθε. δέον πενθεῖν ἐπ' αὐτὸν

ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις

συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ

πένθος ἢ ἐχώριζεν τὸν πορνεύ-

σαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ

αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ

αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον,

<ἵνα τὸ πνεῦμα σωθῇ.>

Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ

<κατεργασάμενον,> κἂν τούτῳ

ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ

χρησάμενος εἰργάσατο τὸ κακόν,

καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα

σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς

μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος

κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει

συμψήφους αὐτῷ γενέσθαι καὶ

τοὺς Κορινθίους, ὅπως ἂν οὕτω

καταρθεῖεν, χωρισθέντες τῆς τοῦ

παρανόμου κοινωνίας, καὶ μάλιστα

οἱ ἐπὶ παιδεύσει πεφυσημένοι.

οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ

τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ—

ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν

σατανᾶν—ἀλλ' ἐπειδὴ τῷ σατανᾷ

εἰώθαμεν ἀνατιθέναι πάντα τὰ

κατὰ τὸν βίον χαλεπά, οἷον νόσους,

λύπας, πένθη, περιστάσεις ἑτέρας,

ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστο-

λος· <ἐδόθη μοι σκόλοψ

σατᾶν, ἵνα με κολαφίζῃ.>

κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ

νῦν <παραδοῦναι> αὐτὸν κελεύει

<τῷ σατανᾷ,> τοῦτ' ἔστι ταῖς τοῦ

βίου δυσκολίαις.

244, col. 2

Ταῖς τοῦ βίου κακώσεσι παρα-

δίδωσιν· τοῦτο γάρ ἐστιν τὸ <εἰς

ὄλεθρον τῆς σαρκός,> οὐκ

εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν

συμβαινόντων τῷ σώματι δι-

εγερθεὶς μετανοήσῃ καὶ <σωθῇ

τὸ> ἐν αὐτῷ <πνεῦμα> ὅπερ ἐστὶ

τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν

ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν

οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς

μόνης σωζομένης.

244

{1 Kor 5,6}

Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ' ἐκείνῳ,

οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος

προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογι-

μότητος αὐτοῦ φυσιούμενοι.

244, col. 2

Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ

τῷ πταίσματι αὐτοῦ προσέχοντες

ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι.

Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα

μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ

πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν

ἀναιδῶς.

244

{1 Kor 5,7}

<Παλαιὰν ζύμην> τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ <παλαιὸς> συν-

εζυμώθη <ἄνθρωπος.>

Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰ Ἰουδαίοις

ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ <τοὺς νέους ἀνθρώπους>

προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις <τοῦ παλαιοῦ ἀνθρώπου.>

Ὁ παρὰ Ἰουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον

τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστι-

κώτερον πως ἡ <ζύμη,> ἁπλούστερον δὲ τὸ <ἄζυμον.>

{1 Kor 5,8}

Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ,

ἀλλ' ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν <τῆς παλαιᾶς ἐκείνης ζύμης·>

τοῦτο γάρ ἐστιν ἐν <ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.>

245

{1 Kor 5,9—10}

Οὐκ ἐν ἄλλῃ, ἀλλ' ἐν ταύτῃ <ἔγραψεν.> διὰ δὲ τοῦτο οὐ κωλύει

τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους,

ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν

τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευ-

σάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ

πεπλανημένους παρακαλεῖν.

{1 Kor 5,9. 13}

<Τὸ ἔγραψα> οὐχ ἑτέρας ἐστὶν

ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ·

<νῦν δὲ ἔγραψα ὑμῖν.> τὸ δὲ

<ἐξαρεῖτε τὸν πονηρὸν ἐξ

ὑμῶν αὐτῶν, Μωϋσέως> ἐστὶ

φωνὴ ἣν δευτεροῖ Παῦλος.

245, col. 2

Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ

κειμένης, δεικνὺς ὅτι οὐ μόνον

αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ

τινος ἀπαλλαγέντες, ἀλλ' οὔτε και-

νοτομία τὸ τοιοῦτον, ἀλλ' ὅτι καὶ

τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς

τοιούτους ἐκτέμνεσθαι.

245

{1 Kor 5,12}

Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ οἰκείων γίνεται κριτής, οὐ τῶν

ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης.

{1 Kor 6,1}

Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων <ἁγίων> τῶν δυναμένων δικάζειν αὐτοῖς

ὑπ' <ἀπίστων> ἐκρίνοντο.

{1 Kor 6,2}

Ἄνω εἰπών· <τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ

θεὸς κρινεῖ,> νῦν τὸν πάντα <κόσμον> τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει·

ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν

αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθω-

σιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν.

οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξ Ἰουδαίων

Ἰουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ

διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ' ἔστι τὰ ἔθνη,

κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς

τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ

246

ἀποστόλου—ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός—· γέγραπται γάρ·

<βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν

ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατα-

κρινοῦσιν ὑμᾶς.>

{1 Kor 6,3}

Οὐκ εἶπεν· <καὶ ὑφ' ὑμῶν κρίνεται ὁ κόσμος;> νῦν δὲ ἀγγέλους

οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδα-

σκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκον-

τας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ <μήτιγε βιωτικά;> ἔδειξεν ὅτι οὐ περὶ

τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ

πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι

τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι

οἱ ἱερεῖς <ἄγγελοι> κατὰ τὸν Μαλαχίαν λέγοντα· <χείλη ἱερέως

φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόμα-

τος αὐτοῦ, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν.>

τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως

καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν

διδασκαλίαν.

{1 Kor 6,4}

Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ

τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα

τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι.

{1 Kor 6,7}

Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ'

ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ' ἀλλήλων.

{1 Kor 6,11}

Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου

πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων.

{1 Kor 6,12—13}

Οὐ προσώπου λέγει, ἀλλὰ

πράγματος ἀπὸ τοῦ 〈ὑπό τινος〉·

περὶ τούτων γὰρ ὁ λόγος· τὰ

247

<βρώματα τῇ κοιλίᾳ, καὶ ἡ

κοιλία τοῖς βρώμασιν· ὁ

δὲ θεὸς καὶ ταύτην καὶ

ταῦτα καταργήσει.>

246, col. 2

Οὐ περὶ προσώπου λέγει τὸ

<ὑπό τινος,> ἀλλὰ περὶ πράγμα-

τος ἀτόπου καὶ πάθους. περὶ δὲ

247, col. 2

ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς

ἐγκράτειαν προτρέπει.…

ὅτι…

The complete text is available when the reading interface loads.