Fragmenta in epistulam ad Galatas
- Authority group
- Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in epistulam ad Galatas (in catenis), ed. Staab, op. cit., 298–304.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg042.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
302
ἦν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς. καὶ ὑμεῖς οὖν τοιαῦτα
πράττετε ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ, ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ
μὴ ὅταν ἔλθω αἰδεσθέντες με τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ
παρόντος ἑαυτοὺς διορθοῦσθε.
{Gal 4,23—24}
Νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς <ἀλληγορίας.>
ἡ γὰρ ἀλληγορία οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ
τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει, οἷόν ἐστι τὸ
<φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ,> τοῦ ἐν
τοῖς Ἄσμασι τῶν Ἀσμάτων· ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε
κοιλία οὐδὲ μηροὶ οὐδὲ ἕτερόν τι, ἀλλ' ἄλλα δι' ἄλλων εἰσάγεται, καὶ
τοῦτό ἐστιν ἀλληγορίας εἶδος κύριον. ἐνταῦθα δὲ καὶ ἡ ἱστορία
ὡμολόγηται, καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται. ἡ οὖν δι'
ἔργων προφητεία <ἀλληγορία> νῦν ὠνόμασται. τῶν γὰρ προφητειῶν
αἱ μέν εἰσι διὰ λόγων μόνον ὡς τὸ <ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ
λήψεται,> αἱ δὲ δι' ἔργων μόνον ὡς <Μωϋσῆς ὕψωσε τὸν ὄφιν
ἐν τῇ ἐρήμῳ,> αἱ δὲ καὶ δι' ἔργων καὶ διὰ λόγων ὡς τὸ πρὸς
303
Ἰερεμίαν ῥηθέν, τὸ <λάβε περίζωμα καινὸν καὶ περίθου·
εἶτα θάψον αὐτὸ παρὰ τὸν Εὐφράτην, καὶ ὡς διερρύη
τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό,> φησίν, <ἐκεῖθεν.>
ἕως γὰρ τούτου δι' ἔργων ἡ προφητεία, τὸ δὲ ἑξῆς καὶ διὰ λόγων·
<ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ περιεθέμην καὶ
οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυ-
λῶνα ἀπάγω αἰχμαλώτους καὶ σαθρωθέντας καὶ φθα-
ρέντας ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ.> νῦν οὖν τὴν δι'
ἔργων προφητείαν ἀλληγορίαν ὠνόμασεν.
{Gal 4,25}
Οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ' ἐπειδὴ οἱ Ἀγαρηνοὶ
οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ
ὄρους. ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν, ἀπὸ δὲ τοῦ
Σινᾶ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραήλ, καὶ πολλάκις
μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσο-
λύμοις. διὰ τοῦτο ἐπήγαγεν· <συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ,
δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς.> ὅπου γῆς ἐπαγγελία,
καὶ κτῆσις καὶ γάμος καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ· ὅπου
δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ <ἐν οὐρα-
νοῖς ἡ πολιτεία,> ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία.
{Gal 5,17}
Ζητεῖται διὰ τί νόμου ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας. ἐπειδὴ
τρυφᾶν ἐκέλευεν ὁ νόμος, διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία καὶ
ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει. τούτου ἕνεκεν ὅτε νόμου ἦν
μνήμη, μέμνηται καὶ τῆς ἁμαρτίας. καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ
νόμου μνημονεύων καὶ τῆς διὰ τοῦ κυρίου διορθώσεως εἰσήγαγεν, τὸ
<οἱ γὰρ κατὰ σάρκα ζῶντες θεῷ ἀρέσαι οὐ δύνανται.>
διὰ τί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν; ὅτι ἡ τῶν ὡμολογημένων
κακῶν ἀποχὴ οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν
304
καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν
ἡδονῶν. τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τί καλὸν καὶ τί
κακὸν καὶ τί τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ
λεῖπον τῷ νόμῳ προστιθείς, λέγω δὴ τὸ <μὴ κατὰ σάρκα περι-
πατεῖν,> ὡς λέγει ὁ Παῦλος.
{Gal 6,7—8}
Ἐδήλωσεν ἐκ τούτου ὅτι πολλοὶ ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες
τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν
κηρύττουσιν οὐδὲν παρεῖχον. διό φησιν· ὁ <σπείρων εἰς τὴν σάρκα
αὐτοῦ·> ὁ γὰρ νόμῳ ὑποκείμενος ἐν τοῖς σαρκικοῖς ζῇ. ὁ τοίνυν τῷ
ταῦτα διδάσκοντι παρέχων <εἰς τὴν σάρκα σπείρει> μόνον.
{Gal 6,14—15}
Ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς
καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσιν, κάλλιστα ἐπήγαγε τὸ
τελευταῖον, ὅτι <οὔτε περιτομή> τι ἰσχύει <οὔτε ἀκροβυστία,
καινὴν> δὲ <κτίσιν> εἶπεν. περὶ ἧς ἀλλαχοῦ· <εἴ τις ἐν Χριστῷ,
καινὴ κτίσις. εἰ καινή,> φησί, <κτίσις,> μὴ γίνου ὑπὸ νόμον·
ὁ γὰρ ζῶν κατὰ νόμον ἐν κόσμῳ ζῇ, ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς
πολιτεύεται. <ἐσταύρωται> οὖν <ἐμοὶ κόσμος κἀγὼ κόσμῳ.>
{Eph· Prolog} Ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτωκαὶ τοῖς Ἐφεσίοις, Ἰωάννου προλαβόντος καὶ τὸ κήρυγμα αὐτοῖς κατα-βαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς μὴ κρατεῖσθαι νόμῳ. ἐπειδὴ οἱἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύ-σαντας ἐτήρουν νόμον, εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε καὶοὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποιςχωρητόν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχε-ται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτωνπεριτιθεὶς καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητοςεἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον, τὸ δὲ τῆς ἐνανθρωπήσεωςκατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι δυνάμεως ἦν πνευ-ματικῆς.{Eph 1,1} Κἀνταῦθα τὸ <διὰ> καὶ τῷ θεῷ προσήκει κατὰ τὸν Παῦλον, καὶ οὐκἠλάττωται πατήρ. εἰκότως δὲ λέγει τὸ <διὰ θελήματος θεοῦ,> ἵναδείξῃ ὅτι ὡς ἠθέλησεν ὁ θεὸς Ἰωάννην εἶναι ἀπόστολον οὕτως κἀμέ.τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ' αὐτοῦ λεγόμενα.{Eph 1,2} Εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται, καὶ τὸ <πατὴρ> καὶ τὸ<κύριος,> ὁμολογηθήσεται μείζων τοῦ πατρὸς ὁ υἱός, εἰ ὁ μὲν πατρὸςἔχει ὄνομα, ὁ δὲ κυρίου. ἀλλ' ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία·ἐπειδὴ γὰρ εἶπεν· <πατρὸς ἡμῶν,> πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵναμὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν ᾖ κεί-μενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ,εἰπὼν <πατρὸς ἡμῶν> καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγεν·<καὶ κυρίου Ἰησοῦ Χριστοῦ·> οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσ-ηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα. διὰ τί οὖν κύριος μὲν τούτωνὁ πατήρ, οὐχὶ δὲ καὶ αὐτὸς κύριος τοῦ υἱοῦ, εἴπερ καταχρηστικὸν ἦν τὸτῆς προσηγορίας ἐφ' ἑκατέρων;{Eph 1,4} Εἰ τοίνυν <ἐν Χριστῷ> εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐθετὸς ὁ υἱός, ἀλλὰ φύσει υἱός.{Eph 1,5—6} Εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστιν, τίς ἡ <εὐδοκία> ἡταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε «θέλησιν θελήματος». <Εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ.> προλαβὼν ἤδηεἶπον ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον τῷ ἀξιώματι τῆς οἰκονομίας.{Eph 1,10} Ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντωντῶν ἀνθρώπων ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν ὁΧριστὸς πάντα <ἀνεκεφαλαιώσατο.> καὶ τοῦτο μετὰ ταῦτα ἑτέρωςφησὶν εἰπών· <εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσαςτὰ ἀμφότερα ἕν,> τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰςΧριστὸν πίστεως.{Eph 1,11} Φανερῶς ἐνταῦθα ἄλλο <ἐνέργειαν> λέγει καὶ ἄλλο <βούλησιν.>εἰπὼν <τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλήν,> εἶπεν<τοῦ θελήματος,> ἵνα δείξῃ κεκριμένον τὸ θέλημα. ἅπερ ἄν τιςἀπὸ βουλῆς καλῆς ἐβεβαίωσεν, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατοταῖς φωναῖς.