The Greek Library Author

Anonymous

Fragmenta in epistulam ad Philippenses

Authority group
Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in epistulam ad Philippenses (in catenis), ed. Staab, op. cit., 313–314.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg044.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, <οὗ τὸ πτύον ἐν τῇχειρὶ καὶ διακαθαριεῖ τὴν ἅλωνα.> ὅτε λοιπὸν ἐπαύσατο μὲνἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτωντήρησις καὶ τῶν ἄλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμ-μένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦδεσπότου. τοῦτο οὖν τὸ τοῦ <σκυβάλου> ὄνομα δείκνυσιν οἰκεῖον τὸννόμον· καὶ ὥσπερ ἄνευ τοῦ σκυβάλου οὐχ οἷόν τε ἦν γενέσθαι σπόρον,οὕτως οὐδὲ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι.{Phil 3,13} <Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος>, οὐχ ὡς κακά, ἀλλ'ὃ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺςἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ' εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰςτὰ ἑξῆς.{Phil 4,2} Τινὲς δὲ <Εὐοδίαν> εἶναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος,<Συντύχην> δὲ τὸν ἄνδρα. Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτηςδυσχερῆ ἔχει τὴν κατανόησιν διὰτὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό-θεσιν τοῦ γράμματος καὶ τὸνσκοπὸν τοῦ ἀποστόλου. ἡ δὲὑπόθεσίς ἐστιν αὕτη. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντεςεἶχον τοὺς ἔτι Ἕλληνας ἀφέλκονταςαὐτοὺς εἰς τὰς παρατηρήσεις τὰςἙλληνικάς, οἱ δὲ ἀπὸ Ἰουδαίωντοὺς Ἰουδαίους παρακελεύονταςτὸν νόμον τηρεῖν, ὡς τῆς χάριτοςἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου.ὁ δὲ λόγος ἦν τοῖς Ἕλλησι πρὸςαὐτοὺς ὅτι δίκαιον καὶ ἀγγέλοιςπροσκυνεῖν, τοὺς θεοὺς αὐτῶνἀγγέλους λέγοντες εἶναι· τὸν γὰρθεὸν μέγαν ὄντα καὶ ἀνθρώποιςἀνέφικτον, διὰ τῶν ἀγγέλων τού-των ὥσπερ μεσιτῶν χορηγεῖν τὰςἐνεργείας τοῖς δεομένοις. ἴσασι δέ,φασί, καὶ αἱ γραφαὶ τὴν τῶν ἀγγέ-λων ὠφέλειαν· καὶ γὰρ ὁ <θεὸςἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθ-μὸν ἀγγέλων θεοῦ,> καὶ Μιχαὴλἄρχων τῶν Ἰουδαίων, καὶ ὁ ἄρχωντῆς Περσίδος ἕτερος ἄγγελος. καὶπάλιν· <ἰδοὺ ὁ ἄρχων τῶνἙλλήνων ἔρχεται,> καὶ Ἰα-κώβ· ὁ <ἄγγελος ὁ ῥυόμενόςμε,> καὶ ἐν ταῖς Πράξεσι περὶ τοῦἀποστόλου Πέτρου· ὁ <ἄγγελοςαὐτοῦ,> φασίν, <ἔστιν,> καὶ ὁκύριος περὶ τῶν παιδίων· <μὴκωλύετε αὐτὰ ἔρχεσθαιπρός με, ὅτι οἱ ἄγγελοιαὐτῶν διὰ παντὸς βλέ-πουσι τὸ πρόσωπον τοῦπατρός μου τοῦ ἐν οὐρα-νοῖς.> ἀπὸ γὰρ τούτων ἁπάντωνὧν οἱ μὲν ἐπίστευον οἱ δὲ ἠπί-στουν, συνήγοντο καὶ Ἰουδαῖοι καὶἝλληνες, φάσκοντες περιττὴν εἶναιτὴν διὰ τοῦ κυρίου Ἰησοῦ χάρινἀρκούντων τῶν ἀγγέλων τῶν ἀπ'αἰῶνος τοὺς πειθομένους προσάγειντῷ θεῷ ἀτελὲς δὲ ἔλεγον πάσαςτὰς παρατηρήσεις παρορᾶν τὰςπαρὰ Ἰουδαίοις καὶ Ἕλλησιν πρὸςταῦτα ὁ σκοπὸς τῶν ἀποστόλωντῆς ἐν χερσὶν ἐπιστολῆς. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖνἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν·ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖςνοεῖται πολλὰ τῆς πρὸς Κολοσσαεῖςδιὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυγινώσκεσθαι μηδὲ τὸν σκοπὸν τοῦἀποστόλου. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντεςεἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀν-θέλκειν εἰς τὰς παρατηρήσεις τὰςἙλληνικὰς βουλομένους, καὶ τῶνἸουδαίων τοὺς πιστεύσαντας πεί-θοντας τὸν νόμον τηρεῖν, ὡς τῆςχάριτος ἀτελεστέρας οὔσης ἄνευτοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλλη-νες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαέαςἔπειθον ἀγγέλοις προσέχειν· Ἕλλη-νες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντεςἀγγέλους εἶναι, ὅτι τε ὁ μὲν θεὸςἀχώρητος καὶ μέγας, οὐκ ἐφικτὸςἀνθρώποις, διὰ δὲ τῶν ἀγγέλωντούτων ὥσπερ μεσιτῶν χορηγεῖ τὰςεὐεργεσίας τοῖς δεχομένοις· οἱ δὲἸουδαῖοι, ὅτι ὁ <θεὸς ἔστησεν ὅριαἐθνῶν κατ' ἀριθμὸν ἀγγέλωνθεοῦ·> οὕτω καὶ Μιχαὴλ ἄρχωντῶν Ἰουδαίων, οὕτω καὶ ὁ ἄρχωνΠερσίδος ἀντέστη μοι. καὶ πάλιν·<ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλή-νων ἤρχετο,> ὡς καὶ ὁ Ἰακώβ·ὁ <ἄγγελος ὁ ῥυόμενός μεἐκ νεότητός μου,> καὶ ἐν ταῖςκαθόλου Πράξεσι περὶ Πέτρου·<ἄγγελος αὐτοῦ ἐστιν,> καὶὁ κύριος· <ὁρᾶτε μὴ κατα-φρονήσητε ἑνὸς τῶν μι-κρῶν τούτων, ὅτι οἱ ἄγγε-λοι αὐτῶν τὸ πρόσωπονὁρῶσι τοῦ πατρός μου τοῦἐν τοῖς οὐρανοῖς.> ἀπὸ γὰρτούτων ἁπάντων ὧν τοῖς μὲνἐπίστευον τοῖς δὲ ἠπίστουν, συν-ῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸπεριττὴν εἶναι τὴν διὰ τοῦ κυρίουἸησοῦ Χριστοῦ χάριν ὄντων ἀγγέ-λων τῶν ἀπ' αἰῶνος τοὺς πειθο-μένους προσαγόντων. ἀτελὲς δὲκαὶ τὸ τὰς παρατηρήσεις παρορᾶντάς τε παρ' Ἕλλησι καὶ παρὰἸουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸςτῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται.διὰ τοῦτο καὶ ἀρχόμενός φησίν·{Kol 1,2} Ἐπισημήνασθαι χρὴ διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦμέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην ἐντυπῶνταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον.{Kol 1,5—6} Ἤδη αὐτοὺς ὑποδείκνυσιν, ὅτι<τὴν ἐλπίδα τὴν ἀποκειμέ-νην> τῆς ἀναστάσεως καὶ τῆςβασιλείας οὐκ ἀγγέλων διοίκησιςκατώρθωσεν, ἀλλ' ἡ παρουσία τοῦσωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ τοῦ εἰπεῖν <τῷ λόγῳ τῆςἀληθείας> δείκνυσιν ὡς οὐκἀκίνδυνον παροφθῆναι τὸ εὐαγγέ-λιον ἀληθὲς ὂν καὶ ἀψευδές. Διὰ τοῦ προσθεῖναι <καθὼςκαὶ ἐν παντὶ τῷ κόσμῳ> τὴνπίστιν αὐτῶν βεβαιοῖ· οὐ γὰρμόνον φησὶν μέχρις ὑμῶν ἔφθασετὸ εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰςπάντα τὸν κόσμον, ὅπερ σημεῖοντῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστιτῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρπο-φορεῖ καὶ αὔξεται. <Τὴν ἐλπίδα δὲ τὴν ἀπο-κειμένην> τῆς ἀναστάσεως καὶτῆς βασιλείας οὐκ ἀγγέλων διοί-κησις κατώρθωσεν, ἀλλὰ ἸησοῦΧριστοῦ παρουσία. Καὶ τὸ εὐαγγέλιον δὲ <τοῦπαρόντος εἰς ὑμᾶς,> φησίν,οὐκ ἔστι ψεῦδος, ἵνα παροφθῇ·οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν,ἀλλ' εἰς πάντας ἀνθρώπους. καὶοὐκ ἔφθασε μέν, παρηκούσθη δέ,ἀλλ' ἔστι <καρποφορούμενονκαὶ αὐξανόμενον.>{Kol 1,7} Συνίστησι τὸν Ἐπαφρᾶν ἕνα ὄντα τῶν ἁγίων καὶ κατηχήσοντααὐτούς, ἵνα μᾶλλον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσιν.{Kol 1,9} Τί δὲ ἦν τὸ <θέλημα τοῦ θεοῦ;> τὸ ἐπιγνῶναι ὑμᾶς καὶ εἰδέναιὅτι οὐ δι' ἀγγέλων σωθῆναι ὑμᾶς δυνατὸν ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.πῶς οὖν ἐπιγνωσόμεθα; <ἐν σοφίᾳ πνευματικῇ,> οὐ κοσμικῇ.{Kol 1,11} Μάλιστα ἐπήγαγεν <τῇ ὑπομονῇ τὴν μακροθυμίαν·> ὑπο-μονὴ γὰρ ἄνευ μακροθυμίας οὐχ ἵσταται καὶ ἄνευ <χαρᾶς> ὑπομονὴμισθὸν οὐκ ἔχει. δεῖ δὲ μάλιστα ἐν τούτοις καὶ χαρᾶς· οὐ γὰρ ὁ λυπού-μενος ἐπὶ ταῖς θλίψεσι ταῖς διὰ Χριστόν, ἀλλ' ὁ χαίρων ἐπ' αὐταῖς ὑπο-δέχεται παρὰ τοῦ θεοῦ τὸν μισθόν. τίς δὲ ὁ μισθός; ἡ υἱοθεσία, ἡκληρονομία, ἡ μετ' ἀγγέλων διαγωγή.{Kol 1,13—14} Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶμετὰ τὸν κατακλυσμόν, καὶ πρὸτοῦ νόμου καὶ ἐν τῷ νόμῳ διηκό-νουν οἱ ἄγγελοι τῷ θεῷ πρὸς τὴνὑμετέραν σωτηρίαν. ἀλλ' οὐκ<μετέστησεν ἡμᾶς ὁ θεὸςεἰς τὴν βασιλείαν> αὐτοῦ, ἀλλὰνῦν διὰ τοῦ κυρίου ἡμῶν, τοῦ<μονογενοῦς> αὐτοῦ, ἡ βασιλείααὐτοῦ ἡμῖν δεδώρηται. τὸ δὲ <τοῦυἱοῦ τῆς ἀγάπης αὐτοῦ,> οὐχὅτι τῆς ἀγάπης τοῦ θεοῦ υἱός ἐστιὁ Χριστός, ἀλλ' ὥσπερ <υἱοὶ τῆςἀπειθείας> τινὲς καὶ <υἱοὶγεέννης> ἕτεροι καὶ <υἱὸς ἀπω-λείας> ὁ διάβολος καὶ ἄλλος <υἱὸςτούτου> ὠνομάσθη ᾧ προσέδραμεκαὶ προσέθετο, οὐ φύσει ὢν υἱὸςἀλλὰ τῇ τοῦ τρόπου οἰκειότητι,