Fragmenta in epistulam ii ad Thessalonicenses
- Authority group
- Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis), ed. Staab, op. cit., 332– 336.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg047.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
333
ἑαυτοῦ προσκύνησιν ἀντεισάγων,
ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πε-
πλανημένους αὐτοὺς καὶ ἐκτὸς
ὄντας τῆς τοῦ θεοῦ βοηθείας,
εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ
δὲ τῆς ἐσομένης πλάνης τῶν
ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ
προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα
αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς
γῆς. ὁ <ἄνθρωπος τῆς ἁμαρ-
τίας,> τοῦτ' ἔστι ὁ ἀντίχριστος·
ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοι-
κοδομήσων τὸν ναόν, καὶ στήσε-
ται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν
ἀναγορεύων. <ὁ ἀντικείμενος
καὶ ὑπεραιρόμενος ὑπὲρ
πάντα μὲν λεγόμενον
θεόν,> ἀντὶ τοῦ ὑπὲρ πᾶσαν
εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν
<σέβασμα>, ἀντὶ τοῦ πᾶσαν
334
αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ
τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ
ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ
τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ
Ἕλλησι προπαρασκευή εἰσι τῷ
διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος
σφιγχθείσης καὶ λαβούσης τὴν
οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ
λύεται, καὶ μένει μόνη ἡ ἁψὶς
στερεά, οὕτως ὁ διάβολος τὰς
αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς
πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς
ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν
ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας.
333, col. 2
Διὰ τούτου δείκνυσιν ὅτι τὴν
εἰδωλολατρίαν ἣν ὁ διάβολος
συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνα-
τρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν
ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας,
αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ
ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ
ἄνθρωποι, ὅτι τὰ ἐφ' οἷς ἐπλανή-
θησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ
πλανῶν αὐτούς. ταύτας γὰρ τὰς
πλάνας [ἃς] κατὰ μέρος συνερτή-
σατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ
καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν
ἀντεισάγων, ἵν' ὅταν μετὰ ταῦτα
ἔλθῃ, προητοιμασμένα εὑρηκώς,
καὶ πεπλανημένους τοὺς ἀνθρώ-
πους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ
τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ
δόξῃ κατορθοῦν τὸ σπουδαζόμε-
νον, τοῦτ' ἔστι τὸ προσκυνηθῆναι
αὐτὸν παρὰ πάντων ἀνθρώπων.
334, col. 2
ὡς γὰρ ὑποσκευὴ ἁψῖδος,
οὕτως αἱ αἱρέσεις αἵ τε παρ'
Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χρι-
στιανοῖς τῷ διαβόλῳ. ὥσπερ δὲ
ἁψῖδος σφιγγείσης καὶ λαβούσης
τὴν οἰκείαν κατασκευὴν ἡ ὑπο-
σκευὴ αἴρεται, μένει δὲ μόνη ἡ
ἁψῖς στερρά, οὕτως ὁ διάβολος
τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς
τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς
ὑπέθηκεν, ὥσπερ ἁψῖδα μεγίστην
τὴν ἑαυτοῦ προσκύνησιν προκατα-
σκευάζων, ἵν' ὅταν ἔλθῃ ἐκδικῶν
πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς
καταργῇ γυμνὴν τὴν ἑαυτοῦ
προσκύνησιν εἰσάγων ἀνθρώπους.
334
{2 Thess 2,4}
Κατὰ μίμησιν τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ
ὁλοκλήρῳ.
{2 Thess 2,6—8a}
Κατέχει καὶ κωλύει τοῦ ἀνό-
μου τὴν παρουσίαν τὸ πνεῦμα τὸ
ἅγιον. ἐπειδὰν οὖν, φησί, τοῦτο
διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τὸ
τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος <ἀποκαλυφθῆναι> καὶ ἐπαναστῆναι
μηδενὸς κωλύοντος. ἔφη δὲ τοῦτο, ὅτι καὶ ἀρχὴν ἤδη εἴληφε τὸ
μυστήριον τῆς ἀνομίας, ἐπειδὴ κατὰ τοὺς χρόνους τοὺς ἀποστολικοὺς
καὶ σχίσματα καὶ αἱρέσεις γεγόνασιν, καὶ ἔκτοτε τὴν ἀπιστίαν τῶν
ἀνθρώπων ὁ διάβολος διεπράττετο. <τὸ γὰρ μυστήριον ἤδη ἐν-
εργεῖται τῆς ἀσεβείας.> καὶ γὰρ Μανιχαῖοι ἤδη εἶπον τὸν
διάβολον θεὸν εἶναι τοῦ νόμου, καὶ Μαρκίων εἶπεν οὐ τὸν πατέρα εἶναι
τοῦ Χριστοῦ τὸν θεὸν τοῦ νόμου καὶ τὸν πάντων μείζονα λέγουσί τινες
335
σέβειν. λέγει δὲ καὶ Χριστὸν ἑαυτὸν εἶναι ὁ Μάνης, καὶ τὸν παράκλητον
ἑαυτὸν εἶναι. <μόνον τὸ κατέχον ἄρτι ἕως ἐκ μέσου γένηται,
καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος.> καὶ κατέχει καὶ κωλύει
τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἤδη εἶπεν. <καὶ
νῦν τὸ κατέχον οἴδατε.>
334, col. 2
Τὸ <κατέχον> φησὶ τὴν τοῦ
ἁγίου πνεύματος χάριν.
335
{2 Thess 2,8b—9}
Τοῦτο καὶ Ἡσαΐας προλαβὼν
εἶπεν· μνημονεύσας γὰρ τοῦ <ἐκ
ῥίζης Ἰεσσαὶ> ἐπήγαγεν· <καὶ
πατάξει τὴν γῆν τῷ λόγῳ
τοῦ στόματος αὐτοῦ, καὶ
ἐν πνεύματι διὰ χειλέων
ἀνελεῖ τὸν ἀσεβῆ.> τὸ δὲ πα-
τάξειν αὐτὸν τὴν γῆν προεῖπε καὶ
διὰ τοῦ ὑστέρου τῶν προφητῶν
εἰρηκώς· <ἀνατελεῖ ὑμῖν τοῖς
φοβουμένοις ἥλιος δικαιο-
σύνης, καὶ ἴασις ἐν ταῖς
πτέρυξιν αὐτοῦ.> καὶ μετ'
ὀλίγα· <ἰδοὺ ἀποστελῶ ὑμῖν
Ἡλίαν τὸν Θεσβίτην,> καὶ
ἐπήγαγε· <μὴ ἐλθὼν πατάξω
τὴν γῆν ἄρδην.
Καὶ καταργήσει τῇ ἐπι-
φανείᾳ τῆς παρουσίας αὐ-
τοῦ.> ἡ ζωὴ ἡμῶν ἐστιν ὁ
Χριστός· <ὅταν> οὖν ὁ <Χριστὸς
φανερωθῇ, ἡ ζωὴ ἡμῶν,>
ἐξ ἀνάγκης καταργεῖ καὶ τὸν τοῦ
θανάτου πρόξενον τὸν διάβολον.
κατὰ μίμησιν δὲ τοῦ σωτῆρος
ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ
ὁλοκλήρῳ, <οὗ ἐστιν ἡ παρου-
336
σία κατ' ἐνέργειαν τοῦ
σατανᾶ πάσῃ δυνάμει, ση-
μείοις> καὶ τὰ ἑξῆς. κατὰ μίμη-
σιν τῆς σωματικῆς ἐπιδημίας τοῦ·
Χριστοῦ, τῆς ὑπὲρ ἡμῶν οἰκονο-
μίας ἔρχεται ὁ σατανᾶς, καὶ ἐνεργεῖ
ἐν ἀνθρώπῳ, καθὼς καὶ ἤδη εἶπον.
335, col. 2
Τοῦτό ἐστι τὸ <καὶ πνεύ-
ματι διὰ χειλέων ἀνελεῖ
ἀσεβῆ,> ὅπερ Ἡσαΐας φησίν·
μνημονεύσας γὰρ τοῦ ἐκ <τῆς
ῥίζης Ἰεσσαὶ> ἐπήγαγεν· <καὶ
πατάξει τὴν γῆν τῷ λόγῳ
τοῦ στόματος αὐτοῦ, καὶ
πνεύματι διὰ χειλέων ἀνε-
λεῖ ἀσεβῆ.> τὸ δὲ πατάσσειν τὴν
γῆν προεῖπεν καὶ διὰ τοῦ ὑστέρου
τῶν προφητῶν· εἰρηκὼς γάρ·
<ἀνατελεῖ ὑμῖν τοῖς φοβου-
μένοις με ἥλιος δικαιοσύ-
νης,> καὶ μετ' ὀλίγα· <ἰδοὺ
ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν
Θεσβίτην,> τελευταῖον ἐπήγαγεν
λόγον τὸ <μὴ ἐλθὼν πατάξω
τὴν γῆν ἄρδην.>
<Καὶ καταργήσει τῇ ἐπι-
φανείᾳ τῆς παρουσίας αὐ-
τοῦ. Ζωὴν ἡμῶν> εἶπε τὸν
Χριστὸν ὁ ἀπόστολος, καὶ ἐπήγα-
γεν· <ὅταν ἡ ζωὴ ὑμῶν φα-
νερωθῇ.> ζωῆς οὖν οὐρανόθεν
φανερουμένης ἀδύνατον μὴ καταρ-
γηθῆναι τὸν τοῦ θανάτου πρό-
ξενον, <οὗ ἐστιν ἡ παρουσία
κατ' ἐνέργειαν τοῦ σατανᾶ.>
336, col. 2
τοῦτο ὤφειλεν πεῖσαι τοὺς Ἀπολι-
ναρίδας καὶ τοὺς Ἀριανούς, ὅτι
ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς
λόγος. κατὰ γὰρ μίμησιν τῆς
δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν
οἰκονομίας ἔρχεται ὁ σατανᾶς καὶ
ἐνεργήσει ἐν ἀνθρώπῳ.
{1 Tim 1,1} Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ <κατ' ἐπιταγήν.> διὰτί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺςκανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι <κατ' ἐπιταγὴν θεοῦ>μέλλει λέγειν.{1 Tim 1,8—9} Καὶ μὴν ἔχει ὁ <νόμος> τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα,ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇχάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί—οὐ νόμοι—, ἀλλὰ τῇ προαιρέσεικαταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴπεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον.{1 Tim 2,5—6} Ἀλλ' ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦΠαύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· <ἄνθρωποςἸησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρπάντων.> τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ <κύριος τῆςδόξης ἐσταύρωται;> καὶ ὅτι <ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰσάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺςαἰῶνας ἀμήν;> καὶ ὅτι <Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον,ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας;> εἷς γὰρ ἦν ἐξ ἀμφοῖνθεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγοντῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιοςτοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν