The Greek Library Author

Anonymous

Fragmenta in epistulam i ad Timotheum

Authority group
Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in epistulam i ad Timotheum (in catenis), ed. Staab, op. cit., 336–341.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg048.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

336

καθ' ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς

μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν· ἀλλὰ κατὰ μὲν τὸ

σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν

προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν

337

συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ

Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις

αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος

ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ

διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς

δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται. εἷς τοίνυν ὑπάρχων Ἰησοῦς

Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκω-

μένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας

κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον,

ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ

κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα,

καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον

δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν

γὰρ <παραδεδόσθαι> λέγεται Χριστὸς <ὑπὸ τοῦ πατρός,> πῆ δὲ

<αὐτὸς ἑαυτὸν παραδεδωκέναι> γέγραπται. καὶ Ῥωμαίοις δὲ

<ἐπιστέλλων ὁ Παῦλός> φησι περὶ τοῦ πατρός· <ὅς γε τοῦ ἰδίου

υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν

αὐτόν.> Τιμοθέῳ δὲ γράφει ταυτί· <εἷς θεὸς καὶ μεσίτης θεοῦ

καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς

ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.> καὶ θέα μοι τῆς γραφῆς τὸ

ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν <ἴδιον υἱὸν> τοῦ θεοῦ

καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν· <ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ

ἐφείσατο,> δηλῶν <ἴδιον> εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ

μὴ ἀλλότριον, ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ <ὑπὲρ ἡμῶν

πάντων παρέδωκεν αὐτόν.> ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν,

καὶ εἶπεν· <ἄνθρωπος Ἰησοῦς Χριστός.> προσεπήνεγκε τὸ θεο-

πρεπὲς καὶ οὐκ εἶπεν «ὁ παραδοθεὶς» ἀλλ' ὁ <δοὺς ἑαυτὸν ἀντί-

λυτρον ὑπὲρ πάντων>. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ <δὲ νῦν

ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγα-

πήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.> τί τοίνυν

τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης

εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ σμικρολογίᾳ

προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ <παραδεδόσθαι>

τὸν Χριστὸν ἢ <ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι,> καὶ πειρῶνται δι'

αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ

γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς.

{1 Tim 2,14—15}

Ἐπειδὴ αὕτη ἡ γυνὴ <ἐν παραβάσει γέγονε, σωθήσεται>

διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν

338

εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ

ἄρρενες δέ; ἀλλ' εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι'

ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει. εἰ γὰρ ἡ

μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν

εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν,

δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι' ἑαυτοῦ; σωθήσεται

οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ

καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ

ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ·

<σωθήσεται διὰ τεκνογονίας,> ἀλλ' ἵνα αἱ μητέρες ἐπὶ τοῖς

παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν

πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιο-

σύνῃ ἀνατρέφωσιν. <σωθῆναι> δὲ

<διὰ τῆς τεκνογονίας.> οὐ δι'

ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ

δι' ὧν μήτηρ γίνεται τῶν ὑπακου-

όντων σωθήσεται, τοῦτ' ἔστι κατὰ

τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει

ἄλλῃ ἴδια κατορθώματα δι' ὧν

σώζεται. τοῦτο δὲ λέγει, καθὼς

ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες

ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ.

338, col. 2

Ἀπὸ τοῦ ὀνείδους τῆς παρα-

βάσεως <σωθήσεται διὰ τῆς

τεκνογονίας.> τοῦτο γάρ φησιν

ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ,

ἀλλ' ἵνα προτρέψηται εἰς εὐσέβειαν

καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν

ἐν πίστει.

338

{1 Tim 3,1}

Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε

δορυφορίας, ἀλλὰ <καλοῦ ἔργου,>

οἷον καλοῦ πόρου, καλοῦ καμάτου

διὰ τὴν τῶν ἐκκλησιῶν προστα-

σίαν. <εἴ τις ἐπισκοπῆς ὀρέ-

γεται, καλοῦ ἔργου ἐπιθυ-

μεῖ.> ὑπενέδωκεν οὐ τὸ τῆς

ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως,

ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπι-

τηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ

προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις

τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος

γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν

κάλλιστον βίον, ὥστε δόξας συγ-

κεχωρηκέναι τὴν ἐπιθυμίαν δι' ὧν

ἐπιλέγει πλείονα προτρέπεται.

338, col. 2

Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως,

οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα

καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτη-

δειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν

ἔργων καὶ τῆς πίστεως. μᾶλλον

οὖν προτροπή ἐστι καλοῦ βίου ἡ

ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις

ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθο-

εργίαν ἐστὶν καὶ τὸν κάλλιστον

βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα

προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ

ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε

δόξας συγκεχωρηκέναι τὴν ἐπιθυ-

μίαν, δι' ὧν καταλέγει ποταπὸν δεῖ

εἶναι τὸν ἐπίσκοπον, πλέον ἀπο-

τρέπει.

339

{1 Tim 3,2—3}

Διδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου

πολιτείας τὰ εἴδη.

Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ' ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ

δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις.

{1 Tim 3,16}

Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί,

ἐδικαιώθη δὲ ἐν πνεύματι πολι-

τευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ

ἦν, ἀλλ' οὐ κατὰ σάρκα ἐπολιτεύετο,

ἀλλ' ὑπέταξε τῷ πνεύματι τὴν

σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοί-

γων ὁδόν. ἢ καὶ τοῦτό φησιν ὅτι

τοῦ πνεύματος σημεῖα ποιοῦντος,

ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν

ὁμολογίαν καὶ πίστιν ὁ Χριστός.

<ὤφθη ἀγγέλοις.> τίς; ὁ σταυ-

ρωθεὶς Χριστός. οὐ τοῦτο δέ

φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ

ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ

σωτὴρ ἔφη ὅτι <οἱ ἄγγελοι

ὁρῶσι τὸ πρόσωπον τοῦ

ἐν οὐρανοῖς πατρός μου.>

ὅταν δὲ λέγῃ· <θεὸν οὐδεὶς

ἑώρακε πώποτε,> δηλονότι οὐχ

ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ'

ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ

ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ

ἀγγέλοις καὶ ἀνθρώποις, <ὤφθη>

δὲ διὰ τῆς οἰκονομίας.

339, col. 2

Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ

τῆς ὁμολογίας <ἐδικαιώθη ἐν

πνεύματι.> ὅμοιόν ἐστι τοῦτο

τῷ <ὅπως ἂν δικαιωθῇς ἐν

τοῖς λόγοις σου καὶ νική-

σῃς ἐν τῷ κρίνεσθαί σε·> τοῦ

γὰρ πνεύματος τὰ σημεῖα ποιοῦν-

τος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν

ὁμολογίαν καὶ τὴν πίστιν τῶν

πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀν-

θρώπων ἐληλυθὼς <ὤφθη ἀγ-

γέλοις·> ἔδειξε διὰ τούτου ὅτι

ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονο-

γενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ

αὐτοῖς διὰ τῆς σαρκός. <ἀν-

ελήφθη ἐν δόξῃ·> ἐπὶ νεφελῶν,

φησίν.

339

{1 Tim 5,10}

Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα.

<Εἰ ἐξενοδόχησεν·> πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη.

<Εἰ ἁγίων πόδας ἔνιψεν.> τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι

ὅτι καὶ μετ' ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή. δῆλον δὲ ὅτι καὶ τὰ

340

κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο

ὀβολοὺς καταβαλούσης ἀπορωτέρα.

{1 Tim 5,12}

Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο.

<πρώτην> δὲ λέγει <πίστιν> ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι

πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς.

{1 Tim 5,17}

<Διδασκαλία> μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ

παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις, <λόγος> δὲ ὁ

τὰ νοήματα παριστῶν.

{1 Tim 5,24—25}

Ἐπειδὴ εἶπεν ἄνω· <χεῖρας ταχέως μηδενὶ ἐπιτίθει,

μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις,> νῦν τὴν αἰτίαν λέγει

δι' ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ

καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ

σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ

μὲν φανερά ἐστιν <εἰς κρίσιν προάγοντα> τὴν τῶν ἀνθρώπων—

πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους—,

τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα <κρυβῆναι οὐ

δύναται.> ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, <χεῖρας

ταχέως μηδενὶ ἐπιτίθει,> μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς

ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος.

<Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά> ἐστιν. ἐπὶ τῶν

καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι <κρυβῆναι οὐ δύναται>—

οὐκ εἶπεν ὅτι λανθάνει—, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά

ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει·

<ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς,> ὁ δὲ

κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος.

{1 Tim 6,2}

Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ

δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν

γίνεται.

341

Εἰς τὸ <οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι,> ἀντὶ τοῦ

οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι.

{1 Tim 6,5}

Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ

τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται.

{1 Tim 6,13}

Οὐχ ἁπλῶς εἴρηται <τοῦ

ζωοποιοῦντος,> ἀλλ' ἵνα ὑπο-

μνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς

τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν

μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον

κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως,

ἐπειδὴ τηρήσεως ἔμελλε παραγ-

γέλλειν τῆς κατὰ τὴν πίστιν.

341, col. 2

Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν

λέξιν· εἰ γὰρ <τὰ πάντα ζωογο-

νεῖ,> δηλονότι τοὺς ἀνθρώπους

τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς

ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογο-

νήσει, καὶ τῶν ἀποθνησκόντων

σωμάτων τὴν ἀναβίωσιν διδούς.

μέλλων οὖν παραγγέλλειν ἐφ' ᾧ

τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον,

μνημονεύει <τοῦ ζωογονοῦν-

τος,> ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως

ἐκείνης προτρέψηται πρὸς εὐσέ-

βειαν. ἐπισημαντέον δὲ ὅτι <ζωο-

γονοῦντος τὰ πάντα> εἶπεν,

οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν

αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ

τὸ <πάντα δι' αὐτοῦ ἐγένετο·>

οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ

περὶ ὧν ὁ λόγος.

341

{1 Tim 6,16}

Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων

ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν

ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως

ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις

καὶ χορηγία παντὸς ἀγαθοῦ.

{2 Tim 1,1} Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇμέλλων ἐκκλησιαστικοὺς κανόναςπαραδιδόναι, εἶπε <κατ' ἐπιτα-γήν,> ἐν δὲ τῇ δευτέρᾳ <κατ'ἐπαγγελίαν> ἔφη· ἡ γὰρ ἀπο-στολὴ ἡ μὲν <κατ' ἐπιταγὴντοῦ θεοῦ> διατάττει τὰ συμφέ-ροντα, ἡ δὲ τοῖς ἀκούουσι <ἐπαγ-γελίαν ζωῆς,> οὐ τῆς νῦν ἀλλὰτῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἐν τῇ πρώτῃ ἐπιστολῇ <κατ'ἐπιταγὴν> λέγει μέλλων διατάτ-τειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ<κατ' ἐπαγγελίαν·> ἡ γὰρἀποστολὴ διατάττει μέν, ἐπ' ἐλπίδιδὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺςὑπακούοντας.{2 Tim 1,3} Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως.{2 Tim 1,8—10} Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζο-μένων πειρασμὸς ἐκκοπὴν ἐποίειτῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν·<συγκακοπάθησον τῷ εὐαγ-γελίῳ.> ἐπήγαγε δέ· <κατὰδύναμιν θεοῦ,> ἐπειδὴ αὐτὸτὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖταιβοηθείας, <τοῦ καταργήσαν-τος μὲν τὸν θάνατον, φω-τίσαντος δὲ ζωὴν καὶ ἀφ-θαρσίαν διὰ τοῦ εὐαγγε-λίου.> ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴκαὶ ἐπὶ τῶν μετ' αὐτόν, ἀλλὰ τῷθανάτῳ τῆς παρακοῆς ἐζοφώθη.ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσειτοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανά-τῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ. Καὶ πῶς οἷόν τε πειράζεσθαιτὸ εὐαγγέλιον; ὡς ἐπειράζοντο οἱκηρύττοντες. ἀλλ' ἐπειδὴ ὁ κατὰτῶν εὐαγγελιζομένων πειρασμὸςἐγκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰτοῦτο ταῦτά φησιν. —<Φωτί-σαντος δὲ ζωήν.> τὸ ὂν φωτί-ζεται. ἐπειδὴ τοίνυν ἐδόθη μὲνπρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡζωή, θανάτῳ δὲ ἐζοφώθη, πάλιντῇ ἀναστάσει τοῦ σωτῆρος ἡ ζωὴφωτίζεται.{2 Tim 1,12} Ποίαν <παραθήκην;> τὴν ὑγιῆ διδασκαλίαν ἐδίδαξεν αὐτόν.{2 Tim 2,4} Ἐπειδὴ προεῖπεν, οὐ δεῖ <τὸν στρατευόμενον ἐμπλέκεσθαιτῆς τοῦ βίου πραγματείας,> ἐζητεῖτο δὲ λοιπὸν πῶς μὴ ἐμπλεκό-μενος ἔχει τὰ πρὸς τὴν χρείαν. ἐνέφηνεν ὅτι <ἀπὸ τοῦ εὐαγγελίου>δεῖ <ζῆν.>{2 Tim 2,17} Πάθος ἐστὶν ἡ <γάγγραινα,> κατασήπων καὶ εὐχερῶς κατα-τρέχων τοῖς σώμασιν.{2 Tim 4,1} Οὐχ ὡς καταγινώσκων ῥᾳθυμοῦντος μαρτύρεται, ἀλλ' ἵνα ἐν τῇμαρτυρίᾳ φυλάξῃ αὐτῷ δι' ὅλου τὴν ἑαυτοῦ πρόθεσιν. <διαμαρτύρο-μαι ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου ἸησοῦΧριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς,κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,>ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼεἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειντὸν λόγον.{2 Tim 4,2} Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸντοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν <εὐκαίρως>δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶςεὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτι-κῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτοντὸν ἄνθρωπον, εἴθ' οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπι-στρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον <εὐκαίρως> ἀλλὰκαὶ <ἀκαίρως,> ἵνα ᾖ τὸ <ἀκαίρως> τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργονἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸτοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιροντοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον. καὶ τῷσωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθουςλίνοις ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιοντοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μήπως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. <ῥίζαγὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.> Παῦλος ὁἀπόστολος διωρίσατο.