The Greek Library Author

Anonymous

Fragmenta in epistulam ii ad Timotheum

Authority group
Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta in epistulam ii ad Timotheum (in catenis), ed. Staab, op. cit., 342–344.
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg049.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

{2 Tim 4,5} Ἡ τῆς <διακονίας πληροφορία> τὸ πλῆρες καὶ ἀνελλειπὲςὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸπανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖςμέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδο-μεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσά-μενοι, καὶ εἰ <κακοπαθεῖν> διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖςεἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν ὁ ἀπόστολος· ἔφηγάρ· <κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ.>{2 Tim 4,6} 〈<Σπένδομαι.>〉 Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸαἷμά μου τῇ γῇ.{Tit 1,12—13a} Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ <Κρῆτες ἀεὶ ψεῦσται, κακὰθηρία, γαστέρες ἀργαί,> ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡςκακῶς δεικνύντων τάφον Διὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷστίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳΔιῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ <μαρτυρία αὕτη ἀληθήςἐστιν.> ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγωνὅτι <οἱ Κρῆτες ἀεὶ ψεῦσταί> εἰσιν καὶ <γαστέρες ἀργαί.αὕτη ἡ μαρτυρία ἀληθής>, οὐκ ἐκείνη.{Tit 1,13b} Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺςΚρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο<εἶπεν ὅτι ἀποτόμως ἔλεγχε.>{Tit 1,15—16} <Πάντα> μὲν <καθαρὰ τοῖς καθαροῖς.> ὁ θεὸς πάντακαθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ-γήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι τὸ <θεὸν ὁμολογοῦσιν εἰδέναι,τοῖς δὲ ἔργοις ἀρνοῦνται.>{Tit 2,3} Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν <ἱερο-πρεπεῖς> εἶπεν.{Tit 2,7} Τὸ τῆς <ἀδιαφορίας> ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς <σεμνότη-τος> ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶνοήματος.{Phm 1,1} Ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντοςεἰσάγεσθαι λόγου κατασκευαστικόν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρὈνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ—ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι—, τὸ ἀξιό-πιστον τῆς παρακλήσεως δείκνυσιν.{Hebr· Prolog} Οἱ αἱρετικοί φασι μὴ εἶναι Παύλου τὴν ἐπιστολήν, καὶ τούτουπρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡςἐν ταῖς ἄλλαις ἐπιστολαῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τοῦτ'ἔστι ξένην παρὰ τὴν Παύλου καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναιὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων ὡς ἀποστασίαν νόμου διδάσκων,διὰ τοῦτο καὶ κινδυνεύσας ἐν Ἱεροσολύμοις καὶ μόλις διαφυγὼνἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις οὐ προτίθησιτὸ ὄνομα ἑαυτοῦ, ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν ζημιωθῶσι τὴνὠφέλειαν τὴν ἀπὸ τῆς ἐπιστολῆς. Γράφει δὲ αὐτοῖς [ὥς φησιν ὁ μακάριος Σευηριανός] τῇ Ἑβραίωνγλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἢμᾶλλον ὑπὸ Κλήμεντος οὗ καὶ μέμνηται. διὰ τοῦτο ξένη φράσις. καὶτοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν, καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτεροςγεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλουτὴν ἐπιστολὴν εἶναι.{Hebr 1,1—2} <Πολυμερῶς> μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων ἐν αἷςᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰτὸν Κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραάμ, ἐν τοῖς πρὸνόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦθεοῦ διοικήσεως. <πολυτρόπως> δέ, ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷἈδάμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ, καὶ διὰ Μωϋσέως ἄλλη, καὶδιὰ τῶν προφητῶν διάφοροι. <Ἐλάλησεν ἡμῖν ἐν υἱῷ,> ἀντὶ τοῦ δι' υἱοῦ· οὐ γὰρ ἐν αὐτῷὡς ἐν ὀργάνῳ, ἀλλὰ δι' αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἵν' ἐντεῦθενἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοή, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶτοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρεἰρηκώς· <ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν καὶ κληρονόμον ἔθηκεν>—ἀντὶ τοῦ ἐποίησεν—, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν.καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼνεἰς τὴν ἐνανθρώπησιν.{Hebr 1,3a} Ζητῶν παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸςγεγεννῆσθαι τὸν λόγον, τοῦ <ἀπαυγάσματος> ἐμνημόνευσεν· τὸ γὰρ<ἀπαύγασμα> ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου οὗ ἐστιν ἀπαύγασμα, καὶδιηνεκὲς καὶ ἐξ αὐτοῦ καὶ οὐδέποτ' ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστινἀπαύγασμα. ἀλλ' ἐπειδὴ τὸ <ἀπαύγασμα> ἐλάττονα δείκνυσι τὴν φύσινπαρ' ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξειτοῦτο παρέστησεν εἰπών· <καὶ χαρακτὴρ τῆς ὑποστάσεως,> τὸμὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμερῶς εἶναι, τὸδὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης <λόγον> ὀνο-μάσας ἐπήγαγε· <πρὸς θεὸν ἦν καὶ θεὸς ἦν,> οὕτω καὶ Παῦλος<ἀπαύγασμα> εἰπὼν προσέθηκεν· <καὶ χαρακτὴρ τῆς ὑπο-στάσεως.>{Hebr 1,3b} Τοῦτό ἐστιν ὃ λέγει Ἰερεμίας· <ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.>{Hebr 1,3c} Εἰ καὶ ὁ <λόγος σὰρξ ἐγένετο,> ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσειτῆς θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ θεοῦ πατρὸς οὐκ ἀπέστηθρόνων· καὶ <ἠλαττωμένου βραχὺ παρ' ἀγγέλους> διὰ τὸ τῆςἀνθρωπότητος μέτρον—ὑποκάθηται γὰρ τὼν ἀγγέλων τὸ εὐκλεὲς ἡἀνθρώπου φύσις—, ἦν δὲ καὶ οὕτως <ὑπεράνω παντὸς ὀνό-ματος ὀνομαζομένου.>{Hebr 1,7—8} Ὥσπερ ἐπὶ τοῦ <ἀπαυγάσματος> καὶ τοῦ <χαρακτῆρος> ἐμι-μήσατο τὸν νοῦν Ἰωάννου, <λόγον> ὀνομάσαντος καὶ <πρὸς θεὸν> εἶναιεἰπόντος, οὕτως καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην. ὥσπερ ἐκεῖνοςεἶπεν· <οὗτος ἦν ἐν ἀρχῇ, πάντα δι' αὐτοῦ ἐγένετο,> ἀντὶτοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν, οὕτως καὶ ὁ Παῦλος· <πρὸς μὲν τοὺςἀγγέλους· ὁ ποιῶν, πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου>—ἵνα δείξῃ· τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον ἀεὶπρὸς πατέρα ἦν.{Hebr 1,12—14} Οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτιἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸςπαράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴνδευτέραν παρουσίαν, <ἀστέρας> μὲν <πεσεῖσθαι> λέγει, οὐκέτι δὲ ἥλιονἢ σελήνην ἢ οὐρανόν. <Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε;> ἀφεὶς τὴνκτίσιν πᾶσαν τὸ ταύτης ἀνώτερον λέγει, τοὺς ἀγγέλους· εἰ γὰρ πρὸςἀγγέλους διαφορὰ τῷ υἱῷ κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴγενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα; δεῖ δὲ ἐπισημήνασθαιὅτι διὰ τοῦ <σὺ δὲ ὁ αὐτὸς εἶ,> καὶ τὸ προαιώνιον καὶ τὸ ἄτρεπτον τῆςφύσεως ἐδήλωσεν, καὶ διὰ τοῦ φάναι· <οὐχὶ πάντες εἰσὶ λειτουρ-γικὰ πνεύματα εἰς διακονίαν> ἐδήλωσεν ὅτι ὁ υἱὸς οὐκ ἔστιλειτουργὸς ἀλλὰ συνεργός.{Hebr 2,2—3} Οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι' ἀγγέλων οἰκονομηθέντα.<ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.> τοῦτο ὅμοιόνἐστιν ἐκείνῳ τῷ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, τῷ <ἀνέβην κατὰ