Fragmenta in epistulam ad Hebraeos
- Authority group
- Severianus Orat. Et Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in epistulam ad Hebraeos (in catenis), ed. Staab, op. cit., 345–351.
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg052.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
348
ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον, μή
πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἐβεβαιώθη> δὲ οὐχ ἡμῶν
δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, ὅτι ἃ κηρύσσω,
καλῶς κηρύσσω.
{Hebr 2,5—9}
Τὸν μέλλοντα αἰῶνα λέγει. αὐτίκα τελευταῖον ἐπήγαγεν· <νῦν δὲ
οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα· τὸν δὲ
βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν.>
ὥστε τὸ <τί ἐστιν ὅτι μιμνήσκῃ αὐτοῦ;> τῷ Ἰησοῦ προσήκειν
φησίν· τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκεν. ἀλλὰ ὡς αὐτὸς
ὁ υἱὸς λέγει τὸ <ἐκ στόματος νηπίων καὶ θηλαζόντων
κατηρτίσω αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου,> καὶ <ὄψομαι
τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου,> οὐδεὶς δ' ἂν εἴποι
τὸν ἄνθρωπον οὗ ἐμνήσθη ὁ θεός, πεποιηκέναι τὸν ἐκ <στόματος
νηπίων καὶ θηλαζόντων> καταρτισάμενον 〈<αἶνον〉 ἕνεκεν τῶν
ἐχθρῶν σου,> καὶ <ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακ-
τύλων σου·> οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου καὶ <ἠλάττωσεν αὐτὸν
βραχύ τι παρ' ἀγγέλους.> τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς. διὰ τὸ
πάθημα τοῦ θανάτου <ἠλαττωμένος βραχύ τι παρ' ἀγγέλους.>
{Hebr 3,13}
Ὥσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει.
{Hebr 4,12}
<Μερισμὸν ψυχῆς καὶ πνεύματος> λέγει, ὅταν ἡ μὲν ψυχὴ
προσπάσχει τῷ σώματι, τοῦ δὲ ἁγίου πνεύματος ἡ χάρις ἀνθέλκει πρὸς
τὰ οὐράνια.
{Hebr 6,1—2}
Ἐπειδὴ ἡ <ἀρχὴ τοῦ Χριστοῦ> ἀπὸ τοῦ Ἰουδαϊσμοῦ—κατὰ
νόμον γὰρ ἐπολιτεύσατο—, διὰ τοῦτο λέγει· <τοῦτ' ἀφέντες ἐπὶ
349
τὴν τελειότητα φερώμεθα,> εἰδότες ὅτι <κατὰ τὴν τάξιν
Μελχισεδὲκ> δεῖ εἶναι τοῦ ἄνευ νόμου μέλλοντος ἱερέως εἶναι.
<Ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, βαπτι-
σμῶν.> τοῖς Χριστιανοῖς νεκρά ἐστι τὰ γήϊνα. ἄτοπον οὖν ἔστι, φησίν,
ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴτε τῆς κατὰ πίστιν, εἴτε ἀπὸ τοῦ
νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς.
ὁ κύριος ἐλθὼν μετάνοιαν ἐκήρυξεν, λέγων· <μετανοεῖτε· ἤγγικε
γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· μετάνοιαν δὲ ἀπὸ
νεκρῶν ἔργων.> οὕτως οὖν ἀναγνωστέον· <μετανοίας ἀπὸ
νεκρῶν ἔργων,> ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας.
ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν
νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς θεὸν καὶ τὸ βάπτισμα—ὃ
πληθυντικῶς ὠνόμασεν διὰ τὸ πλῆθος τῶν καταξιουμένων. εἴρηκε δὲ
<βαπτισμῶν> καὶ <τὴν διδαχήν,> καὶ <τὴν ἐπίθεσιν τῶν
χειρῶν> δι' ἧς αἱ χειροτονίαι, καὶ τῆς <ἀναστάσεως> τὴν ἐλπίδα καὶ
τὰ ἑξῆς—ἀνατρέχειν ἐπὶ τὸν νόμον. τοῦτο δὲ προκατασκευάζει,
ἐπειδὴ οἱ ἐν νόμῳ ἱερεῖς νόμον ἐξεδίκουν, ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν
νόμου· οὐ δὲ ἐλθὼν <κατὰ τὴν τάξιν Μελχισεδὲκ> ἦν. οὐ δεῖ,
φησίν, ἀφέντας τὸν <κατὰ τὴν τάξιν Μελχισεδὲκ> ἐκδικεῖν τὴν
ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. <θεμέλιον> δὲ εἶπε τὰ ἐν
νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις.
{Hebr 6,6}
Νεκροὺς ἤγειραν οἱ ἀπόστολοι. αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως
ἦν. <παραδειγματίζοντας> εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα,
τὸ <ἅπαξ> ἀρκεῖ. ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ
παραδειγματισμός.
{Hebr 6,7—8}
Ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὸ βάπτισμα—πῶς γὰρ δεύτερον
βάπτισμα ἐκώλυεν; —ἀλλὰ τὴν τοῦ ἁγίου πνεύματος δύναμιν πολλάκις
εὐεργετοῦσαν.
{Hebr 6,17}
Ἀνωτέρω εἰπὼν <τὴν πληροφορίαν τῆς ἐλπίδος> ἐδήλωσεν
ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι' ἔργων τὴν τῇ
πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι' οἰκονομίας.
350
Ἀδύνατον ὀμόσαντα τὸν θεὸν μετατεθῆναι, ἀδύνατον ἦν μετα-
τεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν.
{Hebr 7,1—2}
Οὐχ ἁπλῶς μέμνηται ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ
περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτας ἀπὸ πάντων,
ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευϊτικῆς φυλῆς ἱερεῖ ἐχρήσατο τῷ
Μελχισεδέκ. κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου τῆς ἱερωσύνης τῆς
ἐν νόμῳ.
{Hebr 7,3}
<Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος> κατὰ τὸν τῆς ἱερωσύ-
νης λόγον, ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευϊτικῇ ἐφαίνετο τίς τίνος
ἦν ἱερέως ἢ γυναικὸς ἱερείας. ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ
μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι' ὅλης τῆς ζωῆς ἱεράτευον. καὶ
ταῦτα εὑρίσκεται ἐκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ
κατὰ τοὺς αὐτοὺς χρόνους. <ἀπάτορα> λέγει τὸν Μελχισεδὲκ καὶ
<ἀμήτορα> καὶ <ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα
ἡμερῶν μήτε ζωῆς τέλος> κατὰ τὸν τῆς ἱερατείας λόγον· οὔτε
γὰρ γένος ἱερατικὸν εἶχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος,
οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι' ὅλης τῆς ζωῆς εἶναι
ἱερεύς. καὶ ὅλως πάντα τὰ λεγόμενα κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ
ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδέκ· <ἀφωμοιωμένος δὲ τῷ
υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.> καὶ πῶς ὁ
Μελχισεδὲκ μένει ἱερεύς; ζήτημα τὸ λεγόμενον, ἔστι δὲ ἡ λύσις αὕτη·
ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα <Μελχισεδὲκ> πῆ
μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν. εἰ τοίνυν <ἀφω-
μοίωται> ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστόν, <μένει
διηνεκῶς·> οὐχ ὁ ἄνθρωπος θνητὸς γάρ, ἀλλὰ τὸ ἀξίωμα τῆς
ἱερατείας.
{Hebr 9,11}
Ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μωϋσέως ὥστε τὰς λατρείας
γίνεσθαι, οὕτω <μείζων> ἡ σκηνὴ αὕτη, τῆς χάριτος ἡ σύστασις, τὸ
σῶμα τοῦ Χριστοῦ κεφαλὴν ἔχον τὸν Χριστόν.
351
{Hebr 11,20}
<Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν
Ἰακὼβ καὶ τὸν Ἠσαῦ.> πρότερον ἔθηκεν τὸν Ἰακὼβ εἶτα τὸν
Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλο-
γίας τάξιν.
{Hebr 11,38}
<Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.> οὐ περὶ πάντων λέγει τοῦτο
ἀλλὰ περὶ τούτων τῶν τελευταίων οὓς καὶ <μάρτυρας> οἶδεν. ἐπι-
μέμνηται τῶν <κλινάντων παρεμβολὰς> καὶ διὰ τὸ χρήσιμον τοῦ
λαοῦ εἰληφότων χάριν.
{Hebr 12,1}
<Ὄγκον ἀποθέμενοι πάντα. ὄγκος> ἐστὶν ἡ ἁμαρτία τῆς
κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ <εὐπερίστατος ἁμαρτία>
τίκτεται. <εὐπερίστατον> δὲ εἶπε τὴν ἁμαρτίαν τὴν εὐκόλως ἡμᾶς
περιϊσταμένην καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα.
{Hebr 12,22—23}
<Πανήγυρις> γὰρ καὶ ἑορτὴ ἀγγέλων ἡ εἰς τὸν θεὸν δόξα, <καὶ
ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς
καὶ κριτῇ θεῷ πάντων.>
{Hebr 12,27}
Τοῦτό ἐστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· <παράγει γὰρ τὸ
σχῆμα τοῦ κόσμου τούτου,> ἵνα παρέλθῃ τὰ πρόσκαιρα καὶ
ἔλθῃ τὰ αἰώνια.
{Hebr 13,10—13}
Τοῦτ' ἔστιν οἱ ἐν νόμῳ οὐκ ἔχουσι τὸ δῶρον τοῦτο οὗ μετέχομεν
ἡμεῖς. ἔξω δὲ <τῆς παρεμβολῆς,> ἀντὶ τοῦ ἔξω τῶν νομίμων καὶ
τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.
{Εἰς τοὺς τρεῖς παῖδας, καὶ εἰς τὴν Βαβυλωνίαν κάμινον, Λόγος.} αʹ. Καινὸν, ὡς ἀληθῶς, καὶ μέγιστον εὐσεβείας θέατρονἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Βαβυλῶνιμὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴνοἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου. Οὐγὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐδὲ περιο-ρίζεται χρόνοις ἡ τῶν δικαίων μνήμη· Εἰς μνημόσυνον