De caeco et Zacchaeo
- Edition reference
- Non-critical edition (spelling, accents and punctuation corrected and standardised to modern editorial standards by Sever Voicu) Patrologia graeca 59 Migne Jean-Paul Paris 599-610 1862
- CTS identifier
urn:cts:greekLit:tlg4139.tlg081.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ πνεῦμα τῆς ἀληθείας . Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστολοι κηρύττουσιν, ὅσα τὸ εὐαγγέλιον τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ πνεύματος τοῦ ἁγίου· καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνόν, οὔτε νοῆσαι δεξιόν, οὔτε πρᾶξαι θαυμαστόν, μὴ τοῦ ἁγίου πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα καὶ τὰ νοούμενα καὶ τὰ πραττόμενα. Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχήν, τὸν λόγον δὲ τοῦ θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται. Διὰ τοῦτό φησιν ὁ προφήτης· Τὸν λόγον τοῦ κυρίου ἀπεποιήσαντο. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ γραφαὶ τῆς εὐσεβείας· καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων· πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός· πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· πολλοὶ οἱ κλάδοι, μία δὲ ἡ ῥίζα· πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χείρ, ἡ διὰ τῶν δακτύλων γράφουσα· πολλαὶ αἰ χορδαί, μιᾷ ἡ κιθάρα τοῦ πνεύματος· πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας. Ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνούς, οὐ προφήτας διελθών, οὐκ εὐαγγελίοις ἐντυχών, οὐκ ἀποστόλοις βεβαιωθείς, ἐπεκαλεῖτο τὸν σωτῆρα τῆς οἰκουμένης, λέγων Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με . Πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ; Οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος· οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαιτεῖν· πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔτε ἐν οὐρανοῖς ἐθεάσω, οὔτε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημένος; Ἀλλ’ ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο τὸ ὑπὸ τοῦ Δαυὶδ εἰρημένον· Κύριος σοφοῖ τοὺς τυφλούς. Ὄχλος πολὺς ἦν περὶ τὸν Ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο· ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις. Τί φησι βούλεται ὁ ὄχλος; Λέγουσιν αὐτῷ· Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Ὢ τοῦ θαύματος· ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει· ἀκούει Ἰησοῦν Ναζωραῖον , οὐ καλεῖ δὲ αὐτὸν Ἰησοῦν Ναζωραῖον , ἀλλ’ Ἰησοῦν υἱὸν Δαυίδ . Οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυττεν. Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με. Τοίνυν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομολόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνήν· Υἱὲ Δαυίδ, ἐλέησόν με. Καὶ ὥσπερ, ἀδελφοί, ἐπειδὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα· καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ’ οὖν οὐ τὸν προκείμενον (ἀλλότριος γάρ), ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις· οὕτως ὑμῶν ἕκαστος, ἀδελφοί, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων· Υἱὲ Δαυίδ, ἐλέησόν με · καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρόμενος, ὁ μέν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δέ, ὅτι κωφὴν ἔχει τὴν ψυχήν· ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογισμόν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην. Τὰ γὰρ πάθη, ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ Χριστός, ταῦτα καὶ ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας. Ἔστι τυφλὴ ψυχή, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχή, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχή, ἡ τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχή, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ θεοῦ, μαρτυρεῖ Ἡσαΐας λέγων· Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Πῶς ἐτυφλώθησαν; Εἴδετε γάρ φησι πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Καὶ τίς τυφλός, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ τίς κωφός, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, Φαρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων· Ἐάσατε αὐτούς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. Κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν δεσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ’ ἐκ προαιρέσεως. Διὰ τοῦτο ἔλεγεν ὁ σωτήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Οὐχ ὅτι τινὲς τῶν παρόντων οὐκ εἶχον ὦτα· πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες; ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται. Οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας. Λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυρούμενος, ἀλλ’ ὁ τὴν ψυχὴν σκοτιζόμενος. Τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ’ ἢ διπλοῦν χρῶμα; Τί ἐστι λέπρα ἐν ψυχῇ; Διπλοῦς διαλογισμός. Οὐαὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. Ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχήν, οὐκ ἔχων χρῶμα ὑγιές, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν· καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν διάνοιαν. Ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται Ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός· Υἱὲ Δαυίδ, ἐλέησόν με. Καὶ οἱ μὲν προάγοντες, ἐπετίμων · ἀλλ’ οὐκ ἐμποδίζεται ἡ παρρησία διὰ τῶν κωλυόντων. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾶν. Ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ’ ἀκολουθεῖ τῷ δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια.
Εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοί, ὑπὲρ σωτηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; Κελεύει αὐτὸν ὁ Ἰησοῦς ἀχθῆναι . Ἔστησε τὸν κύριον Ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι. Ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι· Τί σοι θέλεις ποιήσω; Οὐκ ἀργῶς ἐρωτᾷ· ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ’ Ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ· Οὐκ ἔστιν οὗτος, ἀλλ’ ὅμοιος αὐτοῦ. Καλεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος. Τί σοι θέλεις ποιήσω; Ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας. Ὁ δέ· Κύριέ φησιν ἵνα ἀναβλέψω. Βλέπε, ὅσα λαμβάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. Λέγει οὖν· Πορεύου, ἡ πίστις σου ἔσωσέ σε. Ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι’ αὐτῶν δείκνυται τῶν ἔργων; καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ πωλοῦνται τῇ πίστει; Οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργεσίας Ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει. Ἐὰν μὴ καταβάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν· ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται. Καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολύ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ’ ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου· οὕτως ἡ χάρις ἥπλωται ὡς πηγή, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνεται τῆς χάριτος. Ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην ὡς σκεῦος μικρόν, μικρὰν ἀντλεῖς τὴν χάριν· ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν. Διὰ τοῦτο ὁ σωτὴρ λέγει· Πιστεύεις, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δέ· Ναί, κύριε. καὶ ὁ σωτήρ· Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων· Πλατύνθητε ὑμεῖς , ἵνα δείξῃ ὅτι τῇ πλατυνομένῃ διανοίᾳ πλατυτέρα ἡ χάρις ἐπεισέρχεται· καὶ ὁ προφήτης· Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Οὐδὲν παρὰ τῇ εὐεργεσίᾳ τὸ κώλυμα, ἀλλὰ παρὰ τῇ ἡμετέρᾳ ῥᾳθυμίᾳ. Φωστὴρ τῆς δικαιοσύνης ἀνέτειλεν Ἰησοῦς, ἥπλωται πανταχοῦ ἡ ἀκτὶς νοητοῦ ἡλίου· καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χάριτος, ὁ δὲ μείζονος, οὐ τῆς χάριτος μεριζούσης, ἀλλὰ τῆς διανοίας τὸ μέτρον ὑποβαλλούσης. Ὥσπερ γὰρ εἷς ἥλιος εἰς πᾶσαν τὴν γῆν, καὶ μία ἀκτίς, καὶ μία αὐγή, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ’ ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλαττον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενόν, ὁ δὲ πλατύτερον, οὐ τοῦ ἡλίου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ πρὸς τὰς θυρίδας, ἃς ἠνέῳξαν οἱ οἰκοδομοῦντες, χώραν λαμβανούσης τῆς ἀκτῖνος, καὶ οὕτως εἰσχεομένης· οὕτως ἐπειδὴ θυρίδες ἡμῶν τῆς ψυχῆς οἱ λογισμοί, ὅταν πλατυτέρους ἀνοίξῃς τοὺς λογισμούς, πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν· ὅταν στενώσῃς τὴν διάνοιαν, στενοῖς τὴν χάριν. Ἀνακάλυψόν σου τὸν λογισμόν, ἵνα δέξῃ τὴν αὐγήν. Διὰ τοῦτό φησιν ὁ Παῦλος περὶ ἑαυτοῦ· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα, μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Εἷς τυφλὸς ἐθεραπεύθη διὰ τῆς ἱστορίας καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται διὰ τῆς διδασκαλίας. Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ὁ δὲ τυφλός φησιν ἠκολούθει δοξάζων τὸν θεόν· καὶ οὐ κωλύει ὁ Ἰησοῦς. Ἐνταῦθα ἀναγκαῖον θεωρῆσαι, ὅτε τὸν δαιμονιῶντα ἐθεράπευσε, παρεκλήθη ὑπὸ τοῦ τὴν εὐεργεσίαν δεξαμένου, ὥστε ἀκολουθεῖν τῷ Ἰησοῦ· Ἐβούλετο γάρ φησιν ἀκολουθεῖν. Ὁ δὲ σωτὴρ κωλύει καὶ λέγει· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα ἐποίησέ σοι ὁ θεός. Τίνος ἕνεκεν τὸν μὲν θελήσαντα ἀκολουθῆσαι κωλύει, τὸν δὲ οὐ κωλύει; διὰ τί τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησιν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει; Κἀκείνῳ χρησίμως, καὶ τούτῳ συμφερόντως. Τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι’ ἑτέραν αἰτίαν, ἐπειδὴ δαιμονιῶν ἦν· τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξις καὶ ἡ γλῶσσα διέστραπτο. Ἀποστέλλει οὖν αὐτὸν κήρυκα, ἵνα ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην. Ξένον γὰρ ἦν θέαμα ἰδεῖν τόν ποτε μὴ καθεστηκότα, καθεστηκότας κηρύττειν λόγους. Ποιεῖ οὖν αὐτὸ τὸ ὄργανον τοῦ εὐεργετηθέντος κήρυκα τοῦ σώσαντος. Καὶ βλέπε τὸ θαυμαστόν, βλέπε τὴν τοῦ σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην. Ὁ μὲν σωτὴρ λέγει· Πορεύου, καὶ ἀνάγγελλε, ὅσα ἐποίησέ σοι ὁ θεός. Οὐ λέγει· Ὅσα ἐποίησά σοι ἐγώ, ἀλλὰ ταπεινοφρονῶν τῇ τοῦ θεοῦ προσηγορίᾳ ἐπιγράφει. Ὁ δὲ δαιμονιῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ θεὸς Ἰησοῦς. Τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵνα ἀπὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσίας· τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν. Διὰ τί; Ἐπειδὴ εἰς Ἱεροσόλυμα ἀνῄει ἐπιτελέσων τὸ μέγα μυστήριον, καὶ τὴν ὑπὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕβρις, καὶ πάντα τὰ ὑπὸ τῶν θεομάχων καινοτομηθέντα· διὰ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵνα πρόσφατον ἔχωσι τὴν μνήμην τοῦ θαύματος, ἵνα ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν διάνοιαν τῶν μελλόντων διολισθαίνειν. Ποιεῖ ἀκολουθεῖν τὸν τυφλόν, ἵνα μή τις ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σαλεύεσθαι ὡς ἐν χειμῶνι τῶν ἀποστόλων ἡ διάνοια, καὶ τῶν ὁρώντων ἡ κατάστασις ἔμελλε χειμάζεσθαι, ὁρώντων τὸν μονογενῆ τοῦ θεοῦ ἐπὶ σταυροῦ. Ἵνα οὖν μὴ πρὸς τὸ πάθος βλέποντες ὀκλάσωσι, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τῆς εὐεργεσίας, ἀσάλευτον ἔχωσι τὸν λογισμὸν τῆς ἀληθείας.
Πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ Χριστός, ἐπειδὴ ἦλθε τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι’ ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς Ἱεροσόλυμα, βλέπει συκῆν. Καὶ ἀπῆλθέ φησι ζητῶν παρ’ αὐτῆς καρπόν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν; οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει ἐνέργειαν τῇ καρποφορίᾳ; Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων· τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ εὐαγγέλιον. Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ θεός, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός; οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρόν, ὃν ἔταξας; Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπόν, ἔγκλημα ἦν τῆς φύσεως; μή, ὅτε βούλεται, προσφέρει; οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι’ ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχήν, ὡς τὰ χρήματα. Διὰ τοῦτό φησι Μωϋσῆς· Δῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων . Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβών, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ’ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, περὶ οὗ φησιν ὁ Παῦλος· Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν , οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ’ ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν – πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν –· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ σωτήρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ’ ὅτι ὁ λόγος τοῦ θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησίν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. Διὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς Δαυὶδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου · καὶ πάλιν ὁ ἀπόστολος· Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ σωτήρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ δεσπότου· ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθης καὶ ὑπακούεις; οὐδέπω ἔμαθες καὶ ἐφύλαξας; Οὐδὲν εἶπεν ὁ σωτήρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχίαν ὑπηγόρευσε τότε, ἀλλ’ ἐσιώπα καὶ ἠρέμα κατηύγαζε· καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, οὐ ῥήματι φωτίζει, ἀλλ’ αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· οὕτω καὶ ὁ σωτὴρ εἰσελθών, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει , ὥς φησιν ὁ εὐαγγελιστής. Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι . Πᾶν ὁλόκληρον ἰσχυρόν, τεμνόμενον δὲ ἀσθενές. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι . Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν· δευτέρα γὰρ φύσις ἡ συνήθεια. Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ἐνταῦθα προσέχειν ἀκριβῶς χρή, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας· εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; Διὰ τί γὰρ λέγει· Εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τετραπλοῦν ; Εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ τὸν νόμον ἐγνώριζεν· κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν. Ἐάν τίς φησι κλέψῃ πρόβατον καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρόβατα. Τετραπλασιάζει τὴν τιμωρίαν ὁ θεός, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσωπήσῃ· πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. Ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ’ αὐτὸς ἐφ’ ἑαυτὸν νόμος γενόμενος· Δικαίῳ γὰρ νόμος οὐ κεῖται. Ὁ σωτὴρ ταύτην δεξάμενος τὴν φωνήν φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν. Αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ Χριστὸν ἁπλῶς εἶδεν, ἀλλ’ ἐπειδὴ τοῖς Χριστοῦ ὑπήκουσε νόμοις. Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. Πρὶν ποιῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ, οὐ καλεῖ αὐτὸν υἱὸν Ἀβραάμ, ἀλλὰ Ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ· ὅτε μέντοι ἐπλήρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχίαν ἐπαγγειλάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει· Καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι.
Καὶ ἡμεῖς τοίνυν, ἀδελφοί, εἰ καὶ Χριστιανοί ἐσμεν καὶ λεγόμεθα, οὐδὲν οὕτως ἡμᾶς δείκνυσι Χριστιανοὺς ὡς τὸ ἔργον τῆς ἀληθείας. Μὴ τοίνυν ὑβρίσωμεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστιν. Ἐκλήθημεν υἱοὶ Ἀβραὰμ διὰ πίστεως, κληθῶμεν υἱοὶ Ἀβραὰμ διὰ τῶν ἀγαθῶν ἔργων. Ὃ γὰρ ἔφθην εἰπών, οὐχ ἡ τοῦ σώματος εὐγένεια ζητεῖται, ἀλλ’ ἡ τῶν τρόπων ἀκολουθία. Διὰ τοῦτο Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες ἠρνήσαντο τὴν συναγωγήν, ἐπειδὴ τῶν πατέρων τὴν πίστιν οὐκ ἐκληρονόμησαν· ἠρνήσατο Ἀβραὰμ οἰκείους, ἐπειδὴ οὐκ ἠκολούθησαν τῇ πίστει· ἠρνήσατο αὐτοὺς καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες· τὸν γὰρ ἀρνησάμενον θεὸν καὶ ἡ φύσις ἀρνεῖται. Καὶ τίς μαρτυρήσει λόγος, ὅτι Ἀβραὰμ Ἰουδαίους ἠρνήσατο, ἵνα μὴ δόξωμεν ὡς ἐπὶ ἐχθρῶν θρασύνεσθαι, ἀλλ’ ὡς ἡμαρτηκότας ἐλέγχειν; Λέγει ὁ μακάριος Ἱερεμίας ἐκ προσώπου τοῦ λαοῦ· Κύριε, ἐλέησον ἡμᾶς· ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλις, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, πυρίκαυστος · σύ, κύριε, ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· σύ, κύριε, φεῖσαι ἡμῶν Ἐπειδή φησιν ἐκεῖνοι, ἐφ’ οἷς σεμνυνόμεθα, ἠλλοτριώθησαν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ ἐλέησον ἡμᾶς ὁ πάντας φιλανθρωπίᾳ νικῶν. Ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Εἰ γὰρ ᾠκειοῦτο τὰ ἡμέτερα, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἰδίων τέκνων. Ὑπὲρ Σοδομιτῶν ἐπρέσβευσε καὶ ἠκούετο· καὶ ὑπὲρ τῶν ἰδίων πρεσβεύων οὐκ ἠκούετο; Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Ἀρνεῖται Ἀβραὰμ τοὺς ἀλλοτρίους τοῖς τρόποις, οἰκειοῦται δέ, ὡς ἔφην, τοὺς ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. Διὰ τοῦτο ἡ γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει· Ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία, ἡ ἀδελφή σου Σοδομῖτις. Βλέπε πῶς τὴν συγγένειαν ἀπὸ τῶν τρόπων κατασκευάζει. Ἐπειδὴ τὰ τῶν Σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀδελφὴ Σοδόμων, ἤκουσε θυγάτηρ Χαναναίων· καὶ οὕτως ἐδείκνυτο οὐ τὸ γένος δικαιῶν, ἀλλὰ τὸ ἦθος σεμνύνων. Ἐγὼ δὲ νομίζω, ὅτι ὁ Χαναναῖος καὶ ὁ Ἀμορραῖος ἀρνεῖται τὴν συγγένειαν· καὶ ὅταν ἴδῃ τοὺς θεομάχους, καὶ τοὺς ἀλλοτρίους τῆς εὐσεβείας προσχωροῦντας αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ Χαναναῖος κληθῆναι πατὴρ τῶν ἀσεβῶν. Διὰ τί ἀρνεῖται; Ἐὰν ἐπιτρίψῃς Χαναναίῳ, καὶ εἴπῃς ὅτι ὁ πατήρ σου Χαναναῖος, καὶ ἐρεῖ· Οὗτός μου υἱὸς ἀρνησάμενος τὴν πίστιν τῶν πατέρων; Ἐγὼ οὐκ εἰμὶ ἄπιστος, εἰ καὶ Χαναναῖος· μαρτυρήσει γάρ μου τὴν πίστιν ἡ Χαναναία βοῶσα· Υἱὲ Δαυίδ, ἐλέησόν με. Μὴ καλείσθωσαν δὲ υἱοὶ Χαναναίων· οὐ γὰρ ἐφύλαξαν τὴν πίστιν τῆς Χαναναίας· κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, Πατήρ μου εἶ σύ, καὶ τῷ ξύλῳ ὅτι σύ με ἐγέννησας. Ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων. Δύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· Οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας· οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας· ἐγὼ γάρ, εἰ καὶ λίθος εἰμί, ἤκουσα τῆς γραφῆς λεγούσης· Δύναται ὁ θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶτα ναί φησιν προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ λίθος λαλεῖ; Ἄκουε τοῦ προφήτου λέγοντος ὅτι λίθος ἐκ τοίχου φθέγξεται αὐτά, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει. Κἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται. Τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μήτε υἱοὶ Ἀβραάμ, μήτε Χαναναῖοι διὰ τὴν Χαναναίαν – ἤμβλυνε γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς Χαναναίας –, μήτε υἱοὶ τῶν λίθων; Ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα. Τί ὄνομα τοῖς ἀπίστοις; Ἱερεμίας αὐτοῖς ὄνομα ἔθετο· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος. Φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί. Σεμνύνει σε ἡ τοῦ Χριστοῦ εὐγένεια; Φοβείτω σε ἡ τοῦ Χριστοῦ δικαιοκρισία. Περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾶν τὴν ψυχήν. Ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι· καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. Υἱοποιῇ τὸν ἀλλότριον καὶ φεύγεις τὸν δεσπότην; Υἱοποίησαι τὸν ἀντιδιδόντα σοι τὸν μισθόν· γένηταί σοι Χριστὸς υἱός. Φοβερόν φησι τὸ ῥῆμα. Βλέπε τί λέγεις· μὴ προφάσει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. Υἱὸν καλεῖς ἀνθρώπου τὸν Χριστόν; Ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφόν, οὐκ ἀπ’ ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. Λέγουσιν αὐτῷ ποτε· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Λέγει ὁ σωτήρ· Τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου; Ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην. Γενέσθω τοίνυν πᾶσα ψυχὴ μήτηρ Χριστοῦ κατὰ διάθεσιν. Πῶς μήτηρ Χριστοῦ; Πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν Χριστόν· ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ Χριστοῦ καλεῖσθαι οὐ δύναται. Ὅταν λάβῃς λόγον Χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ Χριστὸς μορφοῦται, καὶ μήτηρ Χριστοῦ γίνεται, λέγω δὴ τοῦ λόγου τοῦ Χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχή, λέγει Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰργάσω δικαιοσύνην; Ἐμόρφωσας ἐν τῇ ψυχῇ Χριστόν. Ἐπέδωκας ἐλεημοσύνην. Ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀληθείας· οὐχ ὅτι καθ’ ἕκαστον Χριστὸς μορφοῦται· Χριστὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι’ οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν. Ἐπέδωκας ἐλεημοσύνην; Ἐμόρφωσας Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. Δεῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. Οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα; Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ Ζακχαῖος. Αὐτῷ γάρ φησιν ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς. Ἀλλ’ ἄκουε, ὅτι ὁ ἐλεῶν πτωχόν, δανείζει θεῷ . Πτωχοῖς διδούς, Χριστῷ δέδωκας. Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν;
Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. Ἐδίψησα καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην καὶ περιεβάλετέ με. Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις. Ἔνδυσον Χριστόν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· σκέπασον αὐτόν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· ἄκουε τοῦ Δαυὶδ λέγοντος· Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Χρεία σκέπης· καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερόν, ἡ γέεννα ἡ ἀπαραίτητος· καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει. Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾶν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας. Ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ δυναστεία· πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ Χριστοῦ. Κἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν δεσπότην ὁμότιμα πάντα, κἂν πολλὴν ἔχῃ τὴν διαφοράν. Ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά; Πολλὴ καὶ οὐχ ἡ τυχοῦσα. Ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά; Ἀλλ’ εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται. Πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζῴων; Τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά· ἀλλ’ ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν. Διὰ τοῦτο καὶ Δαυὶδ τὰ διῃρημένα τῇ τάξει συνάπτει τῇ συμφωνίᾳ, λέγων· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη. Εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ’ ἥνωται τῇ δουλείᾳ. Καὶ ὥσπερ, ἀδελφοί, τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτά, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας. Πάντες γὰρ ὑποκύπτουσι τῷ βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν. Καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις. Οὕτω κἀκεῖ πάντες οἱ ἄνθρωποι ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. Διὰ τοῦτο καλῶς ἔλεγεν ὁ Δανιήλ· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ· Ἰδοὺ ὡς παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι σωματικῇ. Ἐπειδὴ γὰρ ὁ θεὸς ἀσώματός ἐστι τὴν φύσιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά. Φησὶ γοῦν ὡς Παλαιὸς ἡμερῶν , οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος· Ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκή, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ. Ὢ φοβεροῦ κριτηρίου· ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς ἀγνώμονας. Εἰ ἀκουόμενα οὕτω φοβερά, θεωρούμενα πόσῳ φοβερώτερα; Καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν. Θρόνοι, τίνων; Ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Βίβλοι ἠνεῴχθησαν . Βίβλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθά, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος. Βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ θεῷ καὶ γράμματα· ἀλλ’ ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, τὴν τοῦ θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ· βιβλίου γὰρ θεὸς οὐ χρῄζει· βίβλος γὰρ θεῷ ἡ μνήμη. Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ θεὸς βιβλίου δεῖται· βιβλίου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης. Ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα. Μὴ φοβηθῇς τὸ πρόκριμα· κἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρά, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν· ὥσπερ πάλιν ἐὰν γραφῇ τινος τὸ ὄνομα δι’ εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι. Ἀπαλείφεται γάρ. Ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι’ εὐσέβειαν γραφείς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθείς, λέγει Δαυὶδ περὶ Ἰουδαίων τῶν ποτε γραφέντων καὶ ὕστερον ἐξαλειφθέντων· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί. Ἄκουε Παύλου λέγοντος· Ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφούς, καὶ τὸν σύζυγον μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Φοβηθῶμεν τὴν βίβλον ἐκείνην· φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν· ἐννόησον ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀναβράσσεται πάντα τὰ ἐντός, ἀνθρώπου δικάζοντος. Εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ’ ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων δεσπότης; Ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ’ ἵνα σωφρονίσωμεν. Μὴ προτιμάσθω τοῦ Χριστοῦ χρήματα· μὴ προτιμάσθω τοῦ θεοῦ ἀδικία καὶ πλεονεξία. Ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία; Ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο. Τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου; Ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς· ἀγάπησον ἔργα δικαιοσύνης· τάφος ἐστίν, ἐν ᾧ διαλυόμεθα τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος. Φύγωμεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοί, δέομαι. Ταῦτα πάσχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν· ἀναλάβωμεν πόθον δικαιοσύνης. Βλέπε, πῶς βοᾷ ὁ προφήτης· Οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου. Εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν; Δυσωπήσωμεν τὸν κριτὴν διὰ μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν· Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων – Οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ’ ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται. –, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου. Ὃς ἂν ἐξομολογήσειεν ἐμέ, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου. Εἰ τὰ ῥήματα ἐξεταζόμενα φοβερά, τὰ πράγματα ὁρώμενα οὐ μᾶλλον φοβερώτερα; Ἐννόησον, ἀδελφέ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυφοροῦντας, τὰ χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιάς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτάς, δυνάστας, πλουσίους, πένητας, ἰδιώτας, σοφούς, πάντας τούτους πρὸ τοῦ βήματος ἑστῶτας, καὶ ἐπὶ τοσούτων μαρτύρων οὐρανίων καὶ ἐπιγείων λέγοντα τὸν κριτὴν καὶ ἀρνούμενον τοὺς ἀλλοτρίους ἐπὶ τοῦ πατρός· Ἀρνήσομαι γὰρ αὐτόν φησι τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ πατρός μου
Ἐννόησον αὐτὸν λέγοντα· Πάτερ, οὗτός μου τὴν πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε. Λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων. Ἐννόησον λέγοντα τὸν κριτήν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις – Τοῦ δῆσαι γάρ φησι τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. – παρεστῶτας μετὰ φόβου τοὺς κρινομένους, τοὺς δυνάστας, καὶ τὸν σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν. Ταῦτα λέγει καὶ ἐννόησον. Βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι νεύουσι φοβερόν, ἀπειλοῦσι φρικτόν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν πατέρα ἀγανακτοῦντα, τὸ πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον. Ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μηδὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι. Ὃς δ’ ἂν ἐξομολογήσῃ ἐν ἐμοί, ὁμολογήσω ἐν αὐτῷ. Ἐννόησον πόση δόξα, πόσον καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής· Οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν· οὗτός μου τὸν λόγον ἐτίμησε· τίμησον αὐτόν, πάτερ. Ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔτε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυται ἡ ἀγανάκτησις τοῦ κριτοῦ· καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων. Τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν Μιχαὴλ καὶ Γαβριήλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιάς, καθεζομένους δὲ τοὺς υἱοὺς Ζεβεδαίου, καθεζόμενον Παῦλον καὶ Πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώπους παρρησίᾳ καθεζομένους. Ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ’ αὐτῶν. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε. Κάθηται Ζακχαῖος, κάθηται Παῦλος καὶ Πέτρος, καὶ παρέστηκεν ὁ Μιχαήλ. Οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν· οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. Οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος· οὐ γάρ ἐστι γήϊνα πράγματα· οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθέζονται· κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων. Ἄκουε τοῦ κυρίου λέγοντος· Ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ Χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν. Εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν. Ἔσται γάρ φησιν ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον. Οὐδὲν γὰρ διαφέρει φαντασμάτων ἡ παροῦσα κατάστασις. Ὁ χθὲς ἐν ὑγιείᾳ, σήμερον ἐν νόσῳ· ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπεινώσει· ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ· ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει. Πάντα σαλεύεται, πάντα μεταβάλλεται· καὶ οὐ λέγω τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ ὁ οὐρανός φησι καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Διὰ τοῦτο μακάριοι οἱ Χριστιανοί, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρονοῦντες. Ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ; Ἡ ταπεινοφροσύνη οὐδέν σε ἀδικεῖ· τοιοῦτον γὰρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι. Ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ’ ἑτοιμασθεὶς τὴν διάνοιαν παρασκευάζῃ πρὸς τὴν μάχην. Καλῶς οὖν ἔλεγεν ὁ Δαυίδ· Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν Χριστόν, καὶ διὰ Χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας ἐλεῶν, χαρίζηται πλῆθος τῇ ἐκκλησίᾳ, ὥστε κομᾶν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι’ ἑτέραν οἰκονομίαν, μεθ’ ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν. Οὐ γὰρ ἦν ὁ λαὸς Ἰουδαῖος, ἵνα εἴπω, ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα · ἀλλ’ ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα· Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.