The Greek Library Author

Severianus Gabalensis

In Temptationem Domini Nostri Iesu Christi

Edition reference
Homiliae Pseudo-Chrysostomicae. Instrumentum studiorum. Vol. I · Turnhout · 1994
CTS identifier
urn:cts:greekLit:tlg4139.tlg088.local001
Corpus release
2.2.0 · 2026-08-29

Ἐξῆλθεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ σωτὴρ εἰς τὴν ἔρημον ὁπλιζόμενος κατὰ τοῦ διαβόλου. Αὐτοῦ γάρ ἐστιν ἡ φωνὴ ἡ λέγουσα· Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν τόλμῃ δήσῃ, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσει. Εἰσάγει τοίνυν τὴν ἀνθρωπότητα καὶ τὸ πλάσμα ὅπερ ἐνεδύσατο. Εἰσάγει εἰς τὴν ἔρημον ἐμπολιτεύων τῇ νίκῃ κατὰ τοῦ διαβόλου εἰς τὸ σῶμα ὅπλον κατὰ δαιμόνων. Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ἠγωνίζετο, οὐδαμοῦ ἔδειξε τὸ πρόσωπον τῆς ἀξίας. Εἰ δὲ θέλεις γνωρίσαι τῷ διαβόλῳ ὅτι οὐ πρὸς υἱὸν θεοῦ μονογενῆ ἔχει, ἀλλὰ πρὸς τὸν ἄνθρωπον καὶ ὃ πάσαις ἀκοαῖς λέγει ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ σωτὴρ κρύβων τὴν ἀξίαν, καὶ προφέρων τὴν οἰκονομίαν – Πανταχοῦ γὰρ αὐτῷ ὁ σκοπὸς τοῦτο ἦν, δεῖξαι ἑαυτὸν ἀγωνιζόμενον καὶ τὸν πεσόντα τοῦτον στεφανούμενον. – λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ . Ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀγωνίζεται. Εἰ γὰρ περὶ τῆς ἀξίας διελέγετο, ἔλεγεν ἄν· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ υἱὸς τοῦ θεοῦ. Ἀλλὰ καὶ τὸν ἄνθρωπον βουλόμενος δεῖξαι στεφανίτην, καὶ τοῦτον τοίνυν ἀγωνιζόμενον καὶ εἰς αὐτὸν φέρων τὰ βραβεῖα τῆς νίκης, λέγει· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος . Καὶ ἄνθρωπός εἰμι, φησίν, καὶ οὐ χρείαν ἔχω ἄρτου. Ἀρκεῖ γὰρ καὶ ὁ λόγος θεοῦ θρέψαι.

Βλέπε τὸν πονηρόν. Ὁ διάβολος ἀπὸ λογισμῶν, ὁ δὲ Χριστὸς ἀπὸ γραφῶν. διαφορὰν ἐκκλησίας καὶ αἱρετικῶν σημαίνει· οἱ αἱρετικοὶ διαλεκτικοί· ἡ ἐκκλησία πιστή.

Τῷ δὲ υἱῷ τοῦ θεοῦ εἶπεν ὅτι Οἱ λίθοι οὗτοι ἄρτοι γένωνται Ἀκόλουθον ἦν τῷ λογισμῷ, τῷ δὲ υἱῷ τοῦ θεοῦ ἁρμόζει καὶ μεταβάλλειν. Ὁ δὲ σωτὴρ προκρίνας τῷ λογισμῷ τὴν ἀλήθειαν ἔρχεται ἐπὶ τὴν τῶν γραφῶν μαρτυρίαν καὶ λέγει αὐτῷ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ .

Μετὰ ταῦτα, ὅτε ἠλέγχθη ὁ διάβολος. μετέρχεται καὶ αὐτὸς εἰς τὰς γραφὰς καὶ λέγει πρὸς αὐτόν· ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω. Καὶ μετὰ τοῦτο, μὴ πληγῇς, φησίν. Τοῦτο γὰρ γέγραπται. Βλέπε τὸν διάβολον, πῶς τοῖς ἀλλοτρίοις ὅπλοις κέχρηται καὶ ἔχε ταῦτα ἐν τῇ διανοίᾳ. Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

Εἰπέ, διάβολε, καὶ τὸ ἑξῆς. Οὐκ ἐπιγινώσκεις τὴν ἀκολουθίαν; Διὰ τί κρύπτεις ὥσπερ ὁ αἱρετικὸς προσφέρων τὰ συμφωνοῦντα αὐτῷ τῇ διανοίᾳ; Κρύπτει δὲ τὴν ἀκολουθίαν δι’ ἧς ἡ καθαίρεσις αὐτοῦ ἑρμηνεύεται. Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἀνάγνωθι καὶ τὰ ἀκόλουθα. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ἀλλ’ ἐπειδὴ ἡ προφητεία κατὰ τοῦ διαβόλου, Οὐ προφέρει τὸ κατ’ αὐτοῦ, ἀλλὰ τὰ νομισθέντα ὑπὲρ αὐτοῦ.

Ὁ σωτὴρ πρὸς αὐτόν· Γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. Πολλοὶ νομίζουσιν ὅτι αὐτῷ τῷ διαβόλῳ ἔλεγεν· Μὴ πειράσῃς κύριον τὸν θεόν σου, καὶ βούλονται ἐπαγαγεῖν τῇ ἀξίᾳ τοῦ μονογενοῦς τὸ ῥῆμα. Ἡμεῖς δὲ οὐ δεχόμεθα αὐτὸ εἰς τὴν ἀξίαν, οὐ τὴν ἀξίαν ἀρνούμενοι, ἀλλὰ τὴν δύναμιν ὁμολογοῦντες. Οὐκ ἐκ τούτου δείκνυται ὅτι κύριος ὁ θεὸς ὁ μονογενής· Εἰσὶ γὰρ μαρτυρίαι ἄπειροι τὴν ἀξίαν κηρύττουσαι. Ἀλλὰ νῦν ἐκ προσώπου τῆς ἀνθρωπότητος φθέγγεται, ἐπειδὴ ἐκεῖνος εἶπε· Βάλε σεαυτὸν ἄνωθεν κάτω. Ἴδωμεν, εἰ οὖν ἀδικεῖσαι. Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ , ἐκ προσώπου τῆς ἀνθρωπότητος λέγει· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου . ἀντὶ τοῦ Γέγραπται ἐμοὶ τῷ ἀνθρώπῳ μὴ πειράζειν τὸν θεόν. Οὐ βάλλω ἐμαυτόν, ἵνα μὴ πειράσω τὸν θεόν· οὐ πειράζω, οὐ δοκιμάζω. Εἰ δυνατὸς βοηθεῖν ἤμην, τοῦτο εὐσεβείας ἀλλότριον. Ταῦτα λέγει οὐκ ἀπὸ τῆς ἀξίας, ἀλλ’ ἀπὸ τῆς ἀνθρωπίνης ὄψεως.

Ἀλλὰ καὶ ἄνθρωπός εἰμι καὶ δίκαιός εἰμι, καὶ θεὸν οὐ πειράζω. Οὐδέπω γὰρ οἱ δίκαιοι πειράζουσι τὸν θεόν, ἀλλ’ ἐπερχομένην ἀνάγκην φέρουσι καὶ κἂν θέλῃ ὁ θεὸς πειράσαι, δέχονται.

Μὴ γὰρ οἱ ῥυσθέντες ἀπὸ πυρὸς καμίνου ἢ ἑτέρου τινὸς πειρατηρίου πειράζοντες τὸν θεὸν ἑαυτοὺς ἐνέβαλον; Μὴ εἶπε Δανιὴλ· Ἔμβαλέ με εἰς τὸν λάκκον τὸν λεόντων. Ἢ οἱ τρεῖς παῖδες εἶπον· Ἔμβαλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός, Ῥύεται γὰρ ἡμᾶς ὁ θεός. Εἰ γὰρ τοὺς προσέχοντας ἑαυτῷ παραδέδωκεν, ἡ ἀμεριμνία αὐτοὺς ὥπλισεν, οὐχ ἡ εὐσέβεια παρεσκεύασεν. Ἀπεκρίνατο Ναβουχοδονόσορ τοῖς τρισὶ μάρτυσι λέγων· Ἣν ἂν ὥραν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβούκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικοῦ, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι. Ὅτε ταῦτα εἶπεν ἐπήγαγεν· Καὶ τίς ἐστι θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Λέγουσιν οἱ μάρτυρες· Γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἔστι γὰρ θεὸς ὃς δυνήσεται ἡμᾶς ἐξελέσθαι , καὶ οὐκ εἶπον· Ὃς ἐξελεῖται, ἀλλ’ ὃς δύναται.

Βλέπετε εὐσεβῆ γνώμην; Δύναται μὲν ἐξελέσθαι φησίν. Ἐὰν δὲ μὴ θέλῃ, οὐ παρὰ τούτου τὴν εὐσέβειαν ἀρνούμεθα. Τῷ δυνατῷ γὰρ μαρτυροῦμεν τὴν γνώμην· οὐ πειράζομεν δέ. Μαρτυροῦμεν τῇ δυνάμει.

Οἶδα ὅτι δύναται· οὐ βιάζομαι δὲ τῇ γνώμῃ. Ἔστι θεὸς ὃς δύναται ἡμᾶς ἐξελέσθαι, καὶ ἐὰν μή, γνωστόν σοι ἔστω, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Οὕτως οὐκ ἐπείρασαν οἱ δίκαιοι τὸν θεόν, ἀλλ’ ἐπενεχθεῖσαν τὴν συμφορὰν ἐδέχοντο καὶ ἐκ παραδόξου τῆς εὐεργεσίας ἀπήλαυον.

Λέγει οὖν ὁ σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος· Οὐ πειράσεις κύριον τὸν θεόν σου. Ἐπαγαγὼν ἔδειξεν ὅτι οὐ πρὸς τὸν δαίμονα ὁ λόγος, ἀλλὰ πρὸς οἰκονομίαν τὸ ὄνομα· Γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

Ὁ πειράζων τὸν θεὸν ἔλαβεν οὖν δεύτερον βέλος μετὰ τοῦ πρώτου καὶ ἀπῆλθεν, μᾶλλον οὐκ ἀπῆλθεν, ἀλλ’ ἔμεινεν ἐν τῇ ἀναισχυντίᾳ. Ἴδιον γὰρ τῆς κακίας ἐπαγωνίζεσθαι τὴν ἰδίαν μανίαν. Παραλαμβάνει τὸν κύριον πάλιν εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν , ἐν στιγμῇ χρόνου.

Πῶς ἔδειξε; Θεῷ μὲν γὰρ πάντα δυνατά. Τῷ δὲ διαβόλῳ πῶς εὔπορον ἐφάνη δεῖξαι; Οὐ γὰρ εἶπεν· Εἶδεν ὁ Ἰησοῦς. Ἠδύνατο γὰρ ἐν ἑνὶ τόπῳ καὶ μιᾷ γωνίᾳ ἑστὼς τὰ πάντα ἰδεῖν ὁ τὰ πάντα περιλαμβάνων. Ἀλλὰ ζητῶ τὸ πῶς ὁ διάβολος ἔδειξε τὰς βασιλείας. Καὶ ἐὰν γάρ τις εἰς ὑψηλὸν τόπον ἀνέλθοι καὶ ἴδοι πάσας τὰς πόλεις, ὁρᾷ τὰ κτήνη τὰ ἐν μέσῳ τρεφόμενα. Πῶς οὖν τοσαύτην καὶ τηλικαύτην ποικιλίαν ἔδειξεν ἐν στιγμῇ χρόνου ὁ διάβολος; Εὔκοπον γὰρ τῷ διαβόλῳ εἰς κακίαν μετασχηματίζεσθαι. Εἰ γὰρ μετασχηματίζεται εἰς ἄγγελον φωτός , πολλῷ μᾶλλον καὶ εἰς τὴν ὁρωμένην φαντασίαν.

Εἶτά φησι· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με. Οὕτω, ὅτι πρὸς ἀνθρωπότητα ἐλάλει, προβάλλει καὶ τὴν τρίτην πεῖραν καὶ λέγει· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με. Εἰ καὶ πικρὰ τὰ τοῦ διαβόλου ῥήματα, ἀλλ’ ἀσφαλῆ, οὐκ αὐτῷ τῷ λέγοντι, ἀλλ’ ἡμῖν τοῖς ἀκούουσιν· Ἐὰν πεσὼν προσκυνήσῃς με.

Οὐκοῦν οὐκ ἔστι σοι προσκυνῆσαι μὴ πρότερον πεσόντα; Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς με. Ἐπαγγέλλεται πτῶσιν, εἶτα δόσιν. Ὁ δὲ σωτὴρ τὸ μέτρον αὐτοῦ τῆς μανίας διαλύων φησὶν πρὸς αὐτόν· Ὕπαγε, Σατανᾶ. Καὶ φωνεῖ θεοῦ ἀπόφασις τὸ Ὕπαγε, Σατανᾶ. Γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ ὁ διάβολος.

Φωνῇ αὐτὸν διώκει, ὥσπερ τοὺς υἱοὺς αὐτοῦ τοὺς Ἰουδαίους καὶ θεομάχους τότε διὰ φωνῆς ὀπίσω βέβληκε. Λεγόντων γὰρ αὐτῶν· Ποῦ ὁ Ἰησοῦς; λέγει αὐτοῖς· Ἐγώ εἰμι καὶ ἡ φωνὴ πάντας εἰς τὰ ὀπίσω κατέβαλεν, οὕτω καὶ τῷ διαβόλῳ· Ὕπαγε, Σατανᾶ . καὶ ὁ λόγος αὐτὸν ἐξώθησε καὶ εἰ τὰ ὀπίσω ἀπέρριφε καὶ ἀπέστη ἀπ’ αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ.

Τοῦτο δὲ γέγραπται εἰς ἀσφάλειαν ἡμῶν, ἐπειδὴ πανταχοῦ διὰ τῆς εἰκόνος ἧς ἀνέλαβε, χαρακτῆρα ἡμῖν πολιτείας καταλιμπάνων διδάσκει σε. Ἐπειδὰν παλαίσῃς τῷ διαβόλῳ καὶ νικήσῃς, χρή σε μὴ εἰς ἀμεριμνίαν ἐλθεῖν, ἀλλ’ εἰδέναι ὅτι ἀνακύπτει πάλιν μετὰ τὴν νίκην. Πολλῆς οὖν πολλάκις εἰκότως προσβαλλόμενος ἡμῖν ὀρέξεως ἢ ἐπιθυμίας ἢ ἄλλου τινὸς τῶν παθημάτων καὶ συμπλακέντος ἡμῖν ὡς πάλῃ ὁ νοῦς ἐρρωμένον φέρων τὸν λογισμὸν κατηγωνίσατο πάθη, καὶ αὐτὸς ὁ νικήσας νῦν, ἑτέρᾳ προσβολῇ ἡττᾶται. Διὸ χρὴ ἡμᾶς εἰς ἀμεριμνίαν μὴ ἔρχεσθαι, ἀλλ’ εἰδέναι ὅτι ἄχρι καιροῦ ἡ νίκη καὶ ἄχρι καιροῦ ἡ ἀμεριμνία. Ἡ δὲ τῶν παθῶν νίκη πρόσκαιρος. Ἕως ἐσμὲν ἐν τῷ κόσμῳ καὶ νικῶμεν καὶ παλαίομεν. Ἡ δὲ τελεία νίκη ἐν τέλει τῶν ἀγώνων. Διὰ τοῦτο ὁ Παῦλος νικῶν οὐκ ἀμέριμνος ἦν, ἀλλ’ ἠγωνία τὸ μέλλον καὶ ἔλεγεν· Οὕτω τρέχω, οὐχ ὡς ἀδήλως· οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων, ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ὅτε δὲ εἰς τέλος ἔδραμε τῶν ἀγώνων καὶ ἔμελλεν στεφανοῦσθαι, ἔλεγε· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.

Οὕτως, ἀδελφοί, τελείωσις τῶν ἀγώνων ἡ τελείωσις τοῦ βίου ἐστίν. Καὶ μὴ νομίσῃς ἄνθρωπον πρὸ τελευτῆς στεφανοῦσθαι τῆς γραφῆς λεγούσης· Μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ. Ὁ σωτὴρ τέλειος ἐν πᾶσιν· Ὁ δόλος οὐ συνεπολιτεύσατο, ὁ δόλος οὐ συνέζησεν, ἡ κακία οὐ συμπαρῆν. Εἴπατε τῇ ἀλώπεκι ταύτῃ, σήμερον καὶ αὔριον ποιῶ σημεῖα, καὶ τῇ τρίτῃ τελειοῦμαι . Εἰ ὁ Χριστὸς τὸν ἑαυτοῦ θάνατον τελείωσιν ἐκάλεσεν, τίς πρὸ θανάτου τελείωσιν φαντάζεται;

Καὶ ἀπέστη ἄχρι καιροῦ καὶ λοιπὸν προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ . Τέλος τῆς ἀσκήσεως τὸ ὑπ’ ἀγγέλων διακονεῖσθαι. Ὃ μὲν κακῶς καὶ ἀκαίρως παρήγαγεν ὁ διάβολος, εὐθέως ἐδίδαξεν ὁ φιλάνθρωπος. Ἔλεγε γὰρ ὁ διάβολος ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Σὺ ἀκαίρως παρήγαγες· ὁ θεὸς εὐκαίρως καὶ οἰκονομικῶς, ἵνα δειχθῇ ὅτι τέλος μένει τοῖς ἀγωνιζομένοις· Προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ. Τίνι; Τῷ σχήματι τῆς ἀνθρωπότητος, τῷ καταπατήσαντι τοὺς δαίμονας, τῷ πατήσαντι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, τῷ ἐπιβάντι ἐπὶ λέοντα καὶ δράκοντα. Εἰ μὴ γὰρ πρῶτος αὐτὸς ἐπάτησεν, οὐκ ἂν ἡμῖν ἐξουσίαν ἔδωκε πατεῖν ἐπὶ λέοντα καὶ δράκοντα.

Πρῶτος ἀγὼν ὁ κατὰ δαιμόνων εστίν

ἐπειδὴ Μωϋσῆς καὶ Ἠλίας ἵστανται τεσσαράκοντα ἡμέρας. Μωϋσῆς ἐνήστευσεν, οὐχ ἵνα κατορθώσῃ ὃ ὁ Χριστὸς κατώρθωσεν. Οὐ γὰρ Μωϋσῆς νηστεύσας τοὺς δαίμονας ἐχώρησεν. Οὐδὲ Ἠλίας ἐνήστευσεν, ἵνα τὸν διάβολον καθέλῃ, μᾶλλον δὲ Ἰησοῦς ἡττήσατο τῶν πραγμάτων. Κατορθοῖ τὰ πράγματα, ὡς ἔλεγε προειπών. Παρέστησε Μωϋσῆν καὶ Ἠλίαν ὁ δεσπότης νόμου καὶ προφητῶν. Παρέστησε Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ὁ δεσπότης τῶν εὐαγγελιστῶν. Καὶ γίνεται μία νεφέλη εἰς τύπον τῆς ἐκκλησίας, ἐκείνῳ δὲ ἐπισημήνας ἐν ἀξίῳ, τί ἂν εἶπε Μωϋσῆς φωνὴν ζῶσαν. Ταύτην ὁ πατὴρ ἐκύρωσεν ἐν τῷ ὄρει λέγων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. Μωϋσῆς γὰρ προανεφώνησε λέγων· Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούετε , ἵνα δείξῃ ὅτι ἡ χάρις οὐκ ἐβιάσατο τὸν νόμον, ἀλλ’ ἐπλήρωσε τὸν νόμον, οὐχ ὑβρίζων Μωϋσῆν, ἀλλὰ πληρῶν τὸ ῥῆμα. Οὐ χρείᾳ, ἀλλ’ ὑπὸ νόμου καὶ προφητῶν βασίλεια τῆς ἀληθείας λαμβάνονται.

Ὥσπερ γὰρ εἰκόνες βασιλέως πρὸ ἐπιδημίας τιμῶνται, μετὰ δὲ τὸ φανῆναι τὸν βασιλέα ἀργεῖ πᾶσα ἡ ὄψις τῆς εἰκόνος καὶ ἀντιμεταστρέφει τὸ ὄνομα, οὕτω πρὸς τὸν πρωτότυπον. Καὶ πρὸ Χριστοῦ νόμος καὶ προφῆται, μετὰ δὲ Χριστοῦ λάμπει τὰ τῆς θεότητος καὶ ἀργεῖ τὰ τῆς ἀνθρωπότητος, ἐν ᾗ γεγένηται πάντας ἡμᾶς σωθῆναι, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα, κράτος καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.