The Greek Library Catalogue

Anonymous

Historia Romana

Edition reference
Historia Romana, ed. I. Bekker and L. Schopen, Nicephori Gregorae historiae Byzantinae, 3 vols. [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1:1829; 2:1830; 3:1855]: 1:3–568; 2:571–1146; 3:3–567.
CTS identifier
urn:cts:greekLit:tlg4145.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

3

{ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ

ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ

ΛΟΓΟΣ Α.}

αʹ. Τοῖς τῶν πάλαι καὶ μέχρις ἡμῶν γενομένων τοὺς βίους διὰ

τῆς ἱστορίας ἀθανατίζουσι πλείστοις πολλάκις αὐτὸς ἐντυγχάνων,

4

καὶ θείαις τισὶ προτροπαῖς ἀκούων ὁμολογούντων ἐς τὴν τοιαύ-

την κεκινῆσθαι ἐγχείρησιν, μέχρι μέν τινος ἄκαιρόν τινα φιλοτι-

μίαν τῶν ἀνδρῶν κατεγίγνωσκον, κόμπου μεστὰ τὰ λεγόμενα εἶ-

ναι οἰόμενος· ἔπειτα δ' ἔδοξαν εἶναί μοι οἱ ἄνδρες ἐπόπται μὲν

αὐτῆς ἀληθείας σαφεῖς, θεοῦ δὲ τῷ ὄντι τὸ ἔργον, καθάπερ ὀρ-

γάνῳ χρωμένου τῇ τούτων χειρὶ, μικρὰ ἢ μηδὲν ἀποδέον, ὡς

ἔπος εἰπεῖν, οὐρανοῦ τε καὶ γῆς, τῶν μεγίστων καὶ πρώτων αὐ-

τοῦ ποιημάτων, πρός γε τὸ τὴν ἀπόῤῥητον δόξαν ἀναγγέλλειν,

ὡς ἐφικτὸν, τοῦ θεοῦ. τὰ μὲν γὰρ καθάπερ σιγῶντες κήρυκες

τῆς θείας μεγαλουργίας, τὸν ἅπαντα διαγίγνονται χρόνον, αἴ-

σθησιν προκαλούμενα μάρτυρα μόνην. ἡ δ' ἱστορία, ζῶσά τε

καὶ λαλοῦσα φωνὴ, καὶ ὄντως ἔμψυχος καὶ διαπρύσιος κήρυξ αὐ-

τῆς, διαπερᾷ τὸν αἰῶνα καθάπερ ἐν πίνακι παγκοσμίῳ δεικνύου-

σα τὰ προγεγονότα τοῖς ἐπιγιγνομένοις ἀεὶ, ὅσα ποτὲ ἐν ἀλλήλοις

καὶ δι' ἀλλήλων οἱ ἐξ αἰῶνος ἐπεπράχεσαν ἐν τῷ βίῳ, καὶ ὅσα

ποτὲ πεφιλοσοφήκασι περὶ τῆς τῶν ὄντων φύσεως οἱ σοφοὶ, καὶ

τίνα κατείληπται τούτοις, καὶ τίνα μή· καὶ τίσι ποτὲ δυσχερείαις

ἄλλοτε ἄλλοι συνηντηκότες, τίνων ποτὲ τῶν ἐκ θεοῦ καλῶν κἀ-

γαθῶν ἐς κόρον ἀπολελαύκεσαν, καὶ πόσαις ποτὲ ταῖς ἀπροσδο-

κήτοις ἐκεῖθεν εὐεργεσίαις ἐνέτυχον. δοκεῖ δέ μοι καὶ τὴν οὐρα-

νοῦ καὶ γῆς δόξαν ἐνδοξοτέραν διὰ τῆς ἱστορίας καθίστασθαι,

καὶ, ἵν' εἴπω, λαμπροτέραν πολλῷ τὴν λαμπρότητα. ποῦ γὰρ ἂν

ᾔδεσαν ἄνθρωποι, τῆς ἱστορίας οὐκ οὔσης, ὡς ὁ μὲν οὐρανὸς τὴν

5

αὐτὴν ταύτην ἀρχῆθεν ἀεὶ καὶ ἀκίνητον κινούμενος κίνησιν, ἥλιον

καὶ σελήνην καὶ πάντας ἀστέρας διηνεκῶς ἐξελίττει πρὸς ποι-

κιλίαν ὁμοίως εὔτακτόν τε καὶ εὔρυθμον, καὶ ὁμοίως τὴν τοῦ

θεοῦ διηγεῖται δόξαν ἐφ' ἡμέρᾳ τε καὶ νυκτὶ δι' αἰῶνος· ἡ δὲ

γῆ τὴν ἄτρεπτον ταύτην ὁμοίως ἀρχῆθεν ἀεὶ τρεπομένη τροπὴν,

τὴν αὐτὴν τοῖς ἀεὶ ἐπιγιγνομένοις ἀνθρώποις γένεσιν καὶ φθορὰν

δι' αἰῶνος προδείκνυσιν; ὥστ' εἰ μή τι πλέον, ἀλλ' οὖν οὐδ' ἧτ-

τον ἂν καὶ ταύτην θαυμάσειε πᾶς τις, ὅτῳ διάνοια πρόσεστιν

ὑγιαίνουσα. ἦ γὰρ ἂν ἐλλιπὲς ἐδόκει τὸ δημιούργημα, μή τινος

ἰσχυρίζεσθαι δυναμένου καὶ πείθειν, ὡς καὶ ἄλλαι τινὲς γενεαὶ

προϋπῆρξαν ὁμοίως ἀνθρώπων, καὶ πόσαι τινὲς ὑπῆρξαν, καὶ μέ-

χρι πόσου, καὶ τί ποτε ἄρα πεπράχεσαν ἐν τῷ βίῳ, καὶ οἷστι-

σιν ἄρα τοῖς ἐκ θεοῦ τε καὶ οὐρανοῦ καὶ γῆς ἀγαθοῖς κατὰ δια-

φόρους γενεάς τε καὶ χρόνους ἐνέτυχον. ἀλλὰ νῦν γε πρὸς τούτοις

καὶ προφήτας ἕτερον τρόπον τοὺς μετιόντας ποιεῖ, ἐκ τῶν φθα-

σάντων στοχαζομένους τὰ μέλλοντα. τό γε μὴν βραχεῖ τινι τόπῳ

καὶ ὡρισμένῳ τῆς οἰκουμένης οἰκοῦντά τινα πέρατα γιγνώσκειν

γῆς, καὶ ἄκρα οἰκουμένης, μήκη τε καὶ πλάτη θαλαττῶν, καὶ

ὅσοι ποταμοὶ καὶ λίμναι εἰσὶ, καὶ ἰδιοτροπίας ἐθνῶν καὶ τόπων,

καὶ διαφορὰς ὡρῶν τε δὴ καὶ χρόνων τῶν ἐν διαφόροις γινομέ-

νων μέρεσι τῆς γῆς, καὶ ὅσα ἕτερα τῶν ἀγαθῶν μυρία, τίς χα-

ρίζεται τοῖς ἀνθρώποις, ἢ μόνη γε ἡ τῆς ἱστορίας ἐξάπλωσις;

διά τοι τοῦτο καὶ οὐ τούτους μᾶλλον ἠγάπησα τῶν σοφῶν, οὐδὲ

τούτους ἐζήλωκα, οἳ κωμικοῖς τισι δράμασι καὶ σκηναῖς τραγι-

6

καῖς καὶ θωπείαις ἐπιδεικτικαῖς τὴν ἑαυτῶν κατηνάλωσαν γλῶσ-

σαν, ἀλλ' ὅσοι τῶν ὄντων τὴν φύσιν, καθόσον σφίσιν ἐξῆν,

ἀκριβώσαντες, καὶ ὅσοι τὰς ἱστορίας ἐκ τῶν καθ' ἕκαστα καὶ ἄλ-

λοτ' ἄλλοις εἰρημένων τε καὶ πεπραγμένων ἔς τε ἀνδρίαν ψυχῆς

βλεπόντων καὶ σύνεσιν, κόποις ἰδίοις ξυνειλοχότες, εἰς μεγίστην

ὠφέλειαν τοῖς ἑξῆς ἐκδεδώκασι. καὶ μέντοι καὶ οὗτος ὁ πρὸς

ἐκείνους πόθος καὶ ζῆλος κἀμὲ τὰ ἀκόλουθα πράττειν παρέπεισε,

καὶ οὗτος αἴτιος ἐμοὶ τοῦ τοιοῦδε γέγονεν ἐγχειρήματος. ἐπεὶ δ'

ὅπερ ὀφθαλμὸς τοῖς ζώοις, τοῦτο τῇ ἱστορίᾳ ἀλήθεια, προπο-

ρευομένην ἔχειν ταύτην ἐνταῦθα χρεὼν καὶ ἡμᾶς πρὸ παντὸς,

δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἵνα μὴ, ὅπερ ὡς κανόνα καὶ στάθμην

τοῖς ἐσομένοις προυθέμεθα προτιθέναι, τοῦτον στρεβλὸν καὶ νο-

σοῦντα ἐς τὰ καίρια δείξωμεν· ἑτέρου δὲ, καὶ ἵνα μὴ πρόφασιν

δῶμεν τοῖς διασύρειν ἐξ ὀλίγων τὴν ὅλην πραγματείαν ἡμῶν βου-

λομένοις, καὶ ἐξελέγχειν ὡς οὐδὲν ὑγιὲς κεκτημένην· ὁποῖον δή

τι καὶ τῶν ἐφ' ἡμῶν τινες ἐλλογίμων ἐπεπόνθεσαν. ἀπειρίᾳ γὰρ

πραγμάτων πλείστῃ συνεζηκότες οἱ ἄνδρες, ἔπειτα οὑτωσί πως ἐς

τὸ συγγράφειν ἐμβεβληκότες, ἔλαθον πολλοῖς τισι καταχρησάμε-

νοι ψεύδεσι, καὶ οὕτως ἐς τὸ ἀχρεῖον τὴν αὐτῶν παρασύραντες

ἱστορίαν, ὡς καὶ πρόφασιν εὔλογον δεδωκέναι τῷ πολλῷ τὴν

σύνεσιν βασιλεῖ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, σὺν οὐδενὶ κόσμῳ

διασύρειν καὶ ἐξελέγχειν ταύτην ἐκ τῶν καθ' ἕκαστα· καὶ ταῦτα

ἐπὶ τούτων τῶν ἀνδρῶν ἔτι παρόντων, ὧν δήπου ἐκεῖνοι τὰ

πλεῖστα κατεψεύσαντο. (Β.) Καὶ ἵνα μιᾷ τῶν τοῦ βασιλέως

δημηγοριῶν, ἣν ἐπ' ἐμοῦ διεξῆλθεν, ἐν καιρῷ χρήσωμαι (φανείη

7

γὰρ ἂν καὶ ἡμῖν εἰς τὴν παροῦσαν ἐγχείρησιν χρήσιμος)· „πολλά-

κις,“ φησὶν, ”ἐθαύμασα κατ' ἐμαυτὸν γενόμενος, πῶς τῶν ἀν-

θρώπων τοῖς πλείστοις ἐξὸν ἀστασίαστον καὶ εἰρήνης μεστὸν δια-

βόσκειν τὸν βίον, καὶ πλείστους μὲν ἔχειν οἳ θαυμάσονται, μη-

δένας δ' οἳ τὸν τρόπον τούτων μισήσουσιν· οἱ δὲ πρόθυμοι πρὸς

τὸ λοιδορεῖν πάντα τινὰ ἀπαντῶσι καὶ γλῶτταν ἑκόντες ἀσκοῦσι

πονηρὰν καὶ ἀταμίευτον καὶ ὑβρίζουσαν· καὶ ταῦτα μηδεμιᾶς

πολλάκις προκειμένης προφάσεως, ἣ προβαλλομένη τι τῶν δι-

καίων ἴσως ὑπέκκαυμα ἔσται πρὸς τοιαύτας ἀναφλέγον ὁρμάς.

καὶ τούτων μᾶλλον ἐθαύμασα, τοὺς ὁπόσοι ψευδεῖς κατὰ βασι-

λέων ὁμοῦ καὶ πατριαρχῶν βλασφημίας συῤῥάπτειν καὶ ἀναισχύν-

τως προφέρειν τολμῶσι· καὶ πάντων ἐθαύμασα μάλιστα, τοὺς

ὅσοι γραφῇ παρατίθεσθαι τὰς οὕτω ψευδεῖς βλασφημίας αὐτῶν

οὐκ ὀκνοῦσι. τὰς γὰρ ἀπὸ μόνης τῆς γλώττης προϊούσας λοι-

δορίας αὖραι λαβοῦσαι ἐς αἰθέρος ἀβύσσους διασκεδάζουσιν. αἱ

δὲ γραφαῖς καὶ βίβλοις ἐντυπούμεναι μονιμώτερον καὶ τυραν-

νικώτερον κατὰ τῶν ὑβριζομένων τὸ κράτος ἐσχήκασι, τὴν ἡγε-

μονίαν τῆς γραφῆς λαμβανούσης καὶ διὰ μακροῦ πομπευούσης

τοῦ χρόνου. οὐκ οἶδα δ' ὁπότερον οὐδ' ἔχω ῥᾳδίως ἐπιγιγνώ-

σκειν οὗ χάριν ταῦτα ἐπείγονται δρᾷν, καὶ τίνος ἕνεκα κέρδους

ἐς τοιούτους κρημνοὺς ἑαυτοὺς συνωθοῦσιν. εἴ τε γὰρ ἰδιότητά

τινα κακίας ἀποπίμπλαντες ἑαυτῶν ἐπὶ τὰς οὕτω ψευδεῖς βλα-

σφημίας χωροῦσι, κακῶς τοῦτο δρῶσι καὶ λίαν αἰσχρῶς καὶ κα-

τὰ τῆς ἑαυτῶν, ὡς εἰπεῖν, κεφαλῆς. στήλην τε γὰρ τῆς σφῶν

8

κακίας τῷ χρόνῳ παρέχουσιν, ὅτι ἐξὸν ἐκ τοῦ λέγειν εὔφημα καὶ

πρεσβεύειν ἀλήθειαν, γνωρίζεσθαι τοῖς ἀκούουσιν· οἱ δ' ἐκ τοῦ

πλύνειν ἁμάξαις ὕβρεων τοὺς μηδὲν ἀδικήσαντας, δημοσιεύειν εἵ-

λοντο ἑαυτοὺς, παραπλησίως ὥσπερ ἂν εἴ τις, ἐξὸν ἠπειρώτης

εἶναι, καὶ βίον ἐπικερδέστερον καὶ ἀκίνδυνον ζῇν, ὅδ' ἐς Ἀτλαν-

τικοῦ πελάγους χειμῶνας καὶ κλύδωνας φέρων ἐμβέβληκεν ἑαυ-

τόν. τὸ δὲ καὶ κακῶν ἀρχέτυπα τοῖς ἐφεξῆς εἰς μίμησιν προτι-

θέναι τὰ γράμματα, καὶ εἰκῇ καθιστᾷν ἑαυτοὺς αἰτίους τῆς ἐκεί-

νων ἀπωλείας, τοῦτο δὲ ποίων κρημνῶν οὐκ ἐπάξιον, δίδυμα

καὶ τριπλᾶ προτεῖνον τἀγκλήματα; ἃ γὰρ ὡς ἀήθη ταῖς ταῖς πολι-

τείαις καὶ νόθα ἐλαύνειν ὡς ποῤῥωτάτω καὶ ἀποτρέπεσθαι ἔμελ-

λον, δεδιότες οἷς τὰ τοιαῦτα πρόχειρον λοιδορεῖν, καὶ τῶν πό-

λεων ἐξωθεῖν, ὡς πρὶν τῶν δικαστικῶν Ἀθηναῖοι πινάκων τοὺς

ὅσοι παρέγγραπτοι καὶ τῆς σφῶν πολιτείας ἀνάξιοι· ταῦτα ἀσμέ-

νως ἤδη δέξαιντ' ἂν πράττειν αὐτοὶ, ὡς καὶ ἄλλοις ἤδη πεπρα-

γμένα καὶ δεδογμένα, καὶ τῶν ὅρων ὄντα τῆς συνηθείας ἐντός.

φιλοῦσι γὰρ ὡς τὰ πολλὰ τῶν ἀνθρώπων οἱ τοῖς οἱοισδηποτοῦν

ἀτοπήμασιν ἁλισκόμενοι, ἐς ἀρχαιοτέρας εἰκόνας ἀνάγειν τὴν

μίμησιν, ἵν' ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου κατατρέχωσιν, εἴ τινές

ποτ' ἄρ' εἶεν οἱ πρὸς ἐλέγχους ἀποδυόμενοι. εἴτ' οὖν διὰ τοῦ-

το λοιδοροῦσι καὶ ψεύδονται, οὑτωσί πως ἑκατέρωθεν ἁμαρτά-

νουσιν· εἴτ' αὖ διαμονῆς ἕνεκα τῆς αὐτῶν συγγραφῆς, καὶ οὕ-

τω πόῤῥω θέουσι τοῦ σκοποῦ, τὰς κρηπῖδας τῶν αἰτιῶν οὐ πάνυ

τοι σφόδρα ὑποτιθέμενοι ἀσφαλεῖς. αὐτοὶ μὲν γὰρ ἴσως εἰδότες

9

τὰς τῶν πολλῶν ἀκοὰς, ταῖς τῶν ἄλλων ὕβρεσι μᾶλλον χαιρού-

σας ἢ τοῖς ἐπαίνοις, καὶ ὡς πολλῷ γε ἥδιον οἱ πολλοὶ τὰς ὡντι-

νωνοῦν διεξέλθοιεν ὕβρεις ἢ τἀγαθὰ, κἂν τὰς μὲν ψεύδη μακρὰ

καπηλεύωσι, τὰ δὲ φῶς ἀληθείας ἔχῃ προπορευόμενον, οὕτω τὴν

ἱστορίαν αὐτῶν διατίθενται, ἵν' ἐς μακροὺς δῆθεν τοὺς χρόνους

χαίροντες διεξίοιεν αὐτὴν οἱ τὸν αἰῶνα κατὰ διαδοχὴν ἀμείβοντες

ἄνθρωποι· καὶ οὔτε δίκης ἐπόπτην πρὸ ὀμμάτων διανοίας λαμ-

βάνουσιν, οὔτ' αἰδῶ τῶν καλῶς καὶ δικαίως κρίνειν εἰδότων ἀν-

δρῶν. τοῦτο δ' οὐ τοσοῦτον οὓς λοιδοροῦσι λυμαίνεται, ἢ αὐ-

τούς γε δὴ τοὺς ὑβρίζοντας, εἴπερ ἄνθρωποι μὲν σωφρονοῦντες

ἀτόπους ὑπονοίας κατ' ἐκείνων ταῖς ψυχαῖς ἐμφυτεύσαντες, μυ-

ρίοις βριθούσας ὀνείδεσιν, ἐν κακοῖς αὐτῶν ἐσαεὶ μεμνήσονται·

θεὸς δ' ὁ τῆς δίκης προστάτης δαψιλεστέραν αὐτοῖς ταμιεύσει

τῆς γλώττης τὴν κόλασιν. οὐ μὴν ἀλλ' ἔσθ' ὅτε καὶ δι' ἀμαθίαν

τοῦ βελτίονος καὶ ἀπειρίαν πραγμάτων ἅπερ ὁτουοῦν ἠκηκόει-

σαν, πρὶν βασανίσαι, εἰ τὰ μὲν τῶν εἰκότων τάδ' ἥκιστα, καὶ

τὰ μὲν ἔοικεν ἀληθείας οἴκοις ἐνδιαιτᾶσθαι, τάδ' ὑπερόριον ἀλη-

θείας τείνουσι γλῶσσαν, οὕτω ταῦτ' ἐφαπλοῦσι ταῖς ἑαυτῶν

συγγραφαῖς καὶ τῷ χρόνῳ, αἰτιώμενοί τε τὰ ἀναίτια, καὶ φά-

σκοντες ἃ μήτ' ἐγένοντο, μήτε γενέσθαι τῶν δυνατῶν ἦν· οἵας

τοῦ Πλάτωνος τὰς ἰδέας ἀκούομεν, καὶ ὅσοι τοὺς τραγελάφους

ἐκ τῶν τῆς Ἰνδίας τεράτων ἐς τὰς τῆς Ἀσίας διαβιβάζουσιν ἀκοὰς,

ἐκ μὴ ὄντων αὖθις μὴ ὄντα καθιστῶντες, ἵνα μᾶλλον ἐκπλήττω-

σι τοὺς ἀκούοντας. διὰ ταῦτα τοίνυν ἐλέγξων ἔρχομαι τὰ τοιαῦ-

10

τα, καθόσον οἷόν τε, τῶν ἐφ' ἡμῶν συγγραφέων. ἄνθρω-

ποι γὰρ οὔτε δραστήριοί τινες τὴν φύσιν, οὔτε πολιτικοῖς τισι

πράγμασι συμμίξαντες, ἵνα τινὰ καὶ πρακτικὸν ὀφθαλμὸν ἐκεῖ-

θεν ἑαυτοῖς παράσχοιεν, καὶ κρίσιν ἐμπειρίᾳ πεπορισμένην, ὑφ'

ἧς ὁρῶμεν πολλοὺς καὶ τῶν πάνυ νωθροτάτην εἰλοχότων τὴν φύ-

σιν ἀφυπνιζομένους, ὡς εἰπεῖν, καὶ ἀνεγειρομένους ὀψέ ποτε, καὶ

ἐς ἀστειότητα μετενηνεγμένους, κἀκείνοις ἤδη ἐγκρινομένους, οἷς

βουλὴ καὶ κρίσις ἀνῆπται πραγμάτων, καὶ οἳ γλῶσσαν ἐξήσκη-

σαν ἐκ τῆς τῶν ἄλλων συνδιαιτήσεως, τοῖς προτιθεμένοις πολι-

τικοῖς ζητήμασιν ἐν καιρῷ γινομένην· ἀλλὰ λόγοις, καὶ τούτοις

πλημμελῶς, ἐξέτι νέου δεδωκότες καὶ μόνῃ τῇ τούτων σχολῇ καὶ

τριβῇ τοὺς μακροὺς παραλλάξαντες ἡλίους, οὕτω κωφοὶ τῶν ἀεὶ

γιγνομένων, τὸν ἅπαντα διεμέτρησαν βίον. εἰ δὲ μηδὲ τούτοις

οὑτωσί πως ἐδίδουν, οὐδὲν μέγα τὸ ἐκείνων ὑπῆρχεν ἀντάλλαγμα·

οὕτω σκότει καὶ γωνίᾳ μάλα προσήκοντες οἱ ἄνθρωποι οὐκ εὐ-

φυῶς οὐδ' εὐρύθμως ἐς τὴν τῶν λόγων ἐβάδισαν ἄσκησιν. πᾶσα

γὰρ ἐπιστήμη καὶ τέχνη καθάπερ θεμελίῳ καὶ βάσει τῇ φύσει

τὴν ἑαυτῆς συντέλειαν ἐποικοδομεῖ. ἂν γοῦν ἡ φύσις ὑγιαίνουσα

ᾖ, μέγα πρὸς κατόρθωσιν γίνεται τῆς ἐπιστήμης ἐφόδιον· καθά-

περ καὶ σίδηρος καὶ χαλκὸς ῥᾳδίως ὑπείκων τῷ χαλκοτύπῳ. ἂν

δ' ὁ τῆς φύσεως ἀσθενῶς ἔχῃ θεμέλιος, κάκιστος ἐπίκουρος τοῖς

τῆς ἐπιστήμης οἰκοδομήμασι γίνεται, καὶ ἵν' εἴπω πλημμελὴς καὶ

ἐπίβουλος σύμμαχος. ὡς νῦν γε καὶ οἱ χρηστοὶ οὗτοι νωθρὸν ὡς

11

τὰ πολλὰ καὶ νοσοῦν τὸ συμφυὲς κτησάμενοι φρόνημα, εἰκότως

ἄρα καὶ ὃν ἐκ τῆς τέχνης ἐπορίσαντο λόγον σεσαλευμένον ἔφη-

ναν ὁμοῦ καὶ νοσοῦντα τὰ καίρια. ἐγὼ δὲ καὶ τῶν πάλαι σοφῶν

ἔστιν οὓς ἐπυθόμην φαμένους, ὡς τοὺς ἀγαθοὺς τῶν ζωγράφων

μιμεῖσθαι χρεὼν, ὁπόσοι ἐς τὸ συγγράφειν ὁρμῶσι. καὶ γὰρ κἀ-

κεῖνοι εἴ τι που τοῖς ἀρχετύποις ἐκ φύσεως παρυπέστη πλημμέλη-

μα, εἴτ' ἐς τὸ ἧττον τοῦ δέοντος, εἴτ' αὖ ἐς τὸ πλέον παρασῦ-

ρον ἔστιν ἃ τῶν τοῦ σώματος μερῶν, οὐχ ἅπαν ἀκριβῶς ἐναρμό-

σαι σπουδάζουσι τῇ γραφῇ τῆς εἰκόνος· ἀλλά πη μὲν ἐντιθέασιν,

ὅσον ἐνδείξασθαι τὴν ὁμοιότητα, πὴ δ' οὒ, ἵνα μήτε τὸ δύσμορ-

φον καὶ αἰσχρὸν ἡ γραφὴ τῆς εἰκόνος ἔχῃ διηνεκῶς, μήτε φύσεως

ὄνειδος ἀεὶ τοῖς ὀφθαλμοῖς τοῦ χρόνου προφαίνηται, καὶ γίνηται

τοῖς φιλοσκώμμοσι πρόφασις γέλωτος ἅμα καὶ χλεύης. οἱ δὲ

σεμνοὶ οὗτοι, εἴτ' οὐκ εἰδότες, εἴτε μισοῦντες τὴν ἀλήθειαν, οὐ

μόνον οὐδὲ μικρὰ τῶν ἀληθευόντων ἁμαρτημάτων ὑφελόμενοι,

πυθμέσιν ἀφῆκαν σιγῆς, ἀλλὰ καὶ πολλὰ τῶν μήτε πραχθέντων

ἢ λαληθέντων ἐφήρμοσαν τῇ ἑαυτῶν συγγραφῇ· οὕτω πικροὶ καὶ

ἀφειδεῖς ἀνεφάνησαν τῆς ἀληθείας ἐχθροί. ἢ ποῦ οὐκ ἂν ἀτοπίας

ἐλαύνοιεν τοιαῦτα φιλοτιμούμενοι γράφειν, ὧν μήτ' αὐτόπται

αὐτοὶ ἐγεγόνεισαν, μήτ' αὐτήκοοι τῶν πραξάντων ἢ καὶ θεασα-

μένων γενέσθαι ἐσπούδασαν, ἀλλ' ὅσα μεθυούσῃ γλώσσῃ διεξία-

σιν οἱ τὰ χαμαιτυπεῖα πληροῦντες, καὶ ὅσαπερ αἱ γρᾶες ληροῦσι

καὶ τερατεύονται; ἀλλ' ὅτι μὲν οὐκ ἀντιστρατευομένην ἐμοὶ οὐ-

δὲ τἀμὰ συγκυκῶσαν πράγματα τὴν ἑαυτῶν γλῶσσαν οἱ ἄνθρω-

12

ποι ἔστησαν, οὐδὲ κατὰ τῆς ἐμῆς ὁλοσχερῶς ἐξώπλισαν ἀληθείας,

ἡ βίβλος ἐκείνων δηλώσει, σποράδας καὶ ἡμετέρους ἐπαίνους πολ-

λαχῇ περιφέρουσα· ὃ δὴ λαμπρὰν ἐμοὶ καὶ περιφανῆ τὴν παραί-

τησιν ὑπισχνεῖται, μὴ ἂν ὑποπτεύσειν τῶν πάντων οὐδένα, πρὸς

ἄμυναν λέγειν ἐμὲ, καὶ ἐξορύττειν εἴ τις καρπὸς ἀληθείας, τῆς

αἰτίας ἐξαιρουμένης περιφανῶς, ἀφ' ἧς ἀκλινῶς βαδιεῖταί τις

πρὸς τὰ τοιαῦτα, ἀλλ' εὐνοίας ἕνεκα τῆς τε ἀληθείας καὶ τῶν

ὑβριζομένων· τῆς μὲν, ὅτι ἐξοστρακίζοιτο ζηλοῦντα· τῶν δὲ,

ὅτι ἀδικοῖντο, φέρειν οὐκ ἀνεχόμενον. τὸ μὲν οὖν πάντα ἐθέλειν

διεξιέναι καὶ ἀνατρέπειν καθ' ἕκαστα σχολάζοντος ἔργον ἂν εἴη,

καὶ λόγοις καθάπαξ ἐγκεκυφότος. ἄλλως τε οὐδὲ πάνθ' ὅσα γε-

γράφασι, τοὺς ἄνδρας ψεύδεσθαι ἔφαμεν. τοῦτο γὰρ οὐδὲ τοῖς

τὰς Νείλου πηγὰς ἰδεῖν τερατευομένοις προστρίψαιτο ἄν τις ῥᾳ-

δίως, οὐδ' ὅσοι τοὺς Ἀντίποδας καὶ Ἀντοίκους, οἵ τινές ποτ'

ἄρ' εἶεν ἐκεῖνοι, τῷ λόγῳ παρεισκυκλοῦσιν. ἀλλὰ πολλῶν ὄντων

καὶ διαφόρων ὁπόσα κατεψεύσαντο οἱ ἄνδρες, μέτρι' ἄττα καὶ ὧν

πολλοὶ μάρτυρες ἔτι τῷ βίῳ περίεισιν ἐκλεξάμενοι, ταῦτα τῆς

ἀληθείας κρινούσης φαιδρῶς ἡμεῖς ἐξελέγξομεν.” ἀλλ' ὁ μὲν βα-

σιλεὺς τὴν τῆς ἑαυτοῦ δημηγορίας ἐνταῦθά που συνελάσας κατά-

στασιν, πολὺς ἔπειτα ἐῤῥύη πρὸς τοὺς ἐλέγχους, σύμφωνα φά-

σκων ἐκείνοις παροῦσιν, οἳ τοῖς ἑαυτῶν διεπράξαντο σώμασιν,

ἅττα ὁ συγγραφεὺς διεφθορότα εἰρήκει, καὶ ἥκιστα τῇ ἀληθείᾳ

ὁμόλογα. (Γ.) Ἡμῖν δὲ ὁ μὲν περὶ τούτων λόγος ἀναμείνας ἐν

τῷ παρόντι, ἔσται δῆλος ἐν τοῖς ἑξῆς, ὅτε καὶ ἡμῖν τὰς αὐτὰς

διεξιέναι γένοιτο ὑποθέσεις· ὁ δὲ τῆς μελετηθείσης ἱστορίας ἀρ-

13

χὴν λαμβανέτω τὰ μετὰ τὴν ἅλωσιν τῆς βασιλευούσης τῶν πό-

λεων, ἣν ὑπὸ τῶν Λατίνων φεῦ ἐπεπόνθει· καὶ ἅπερ πρὸ τῶν

ἡμετέρων μὲν ἐπέπρακτο χρόνων, παρείληπται δ' ἡμῖν ἐκ τῶν,

οἳ προβεβηκότες μάλιστα ἦσαν ἐφ' ἡμῶν, ἐπιτροχάδην ῥητέον

ἡμῖν· τοῦτο μὲν, ὅτι τὰ πλείω καὶ ἄλλοις εἴρηται· τοῦτο δὲ,

καὶ ἵνα μὴ καὶ αὐτοί γε ἁλῶμεν ἔστιν οὗ τῆς ἱστορίας ψευδόμενοι,

ἀφηγήσει διεξιέναι πειρώμενοι λεπτῇ τε καὶ ἐξειργασμένῃ, ὧν μὴ

αὐτόπται αὐτοὶ γεγενήμεθα.

βʹ. Τῆς γάρ τοι Κωνσταντινουπόλεως ὑπὸ τῶν Λατίνων

ἁλούσης, συνέβη τὴν τῶν Ῥωμαίων ἡγεμονίαν, καθάπερ ὁλκά-

δα μεγάλην, ἀνέμοις ἀγρίοις καὶ κύμασι θαλαττίοις συνειλημμέ-

νην, κατὰ τεμάχια καὶ μέρη πλεῖστα διαιρεθῆναι, καὶ ἄλλον ἄλ-

λοθι κατὰ μόρια, καὶ ὡς ἕκαστοι τύχοιεν, ταύτην διαλαχόντας

κληρώσασθαι, ἕως ὀψὲ καὶ μόλις περὶ τὴν Νικαέων μητρόπολιν

ἀναγορευθῆναι συμπέπτωκε βασιλέα Θεόδωρον τὸν Λάσκαριν,

τριακοντούτη ἤδη τυγχάνοντα. (Β.) Τηνικαῦτα γὰρ οἱ μὲν ἡτ-

τηθέντες, οἱ δ' ὑποπεπτωκότι χρησάμενοι σχήματι, τούτῳ προσ-

εῤῥύησαν μάλα ἐθελονταί· πλὴν τοῦ τῆς Κολχίδος κρατήσαντος

γῆς Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ ὃς κατὰ τὴν Εὐρώπην Θεττα-

λίας τε ἦρξε καὶ ἣν παλαιὰν ὠνόμασαν Ἤπειρον· ὁ ἐξ Ἀγγέλων

οὗτος ἦν Κομνηνὸς Μιχαήλ. οὗτοι γὰρ ὅσον πλεῖστον ἦν τῆς βα-

σιλευούσης ἀπῳκισμένοι, καὶ αὐτά γε, ὡς εἰπεῖν, τῆς Ῥωμαϊ-

κῆς ἡγεμονίας τὰ πέρατα λαχόντες ἐκ διαμέτρου, καὶ ἅμα τοῖς

τῶν τόπων ὀχυρώμασι σφόδρα τεθαῤῥηκότες, τυραννικώτερον

14

ἐπεπήδησαν τῇ ἀρχῇ, καὶ ἴσχυσαν ἄχρι καὶ τήμερον παισί τε καὶ

ἀπογόνοις αὐτῶν, καθάπερ τινὰ πατρῷον κλῆρον, αὐτὴν παρα-

πέμψαντες. (Γ.) Ἦρος μὲν οὖν ἐνειστήκει καιρὸς, ὅτε Λατῖνοι

τὴν βασιλεύουσαν ἐξεπόρθησαν. τριχῆ δ' αὐτὴν διελόμενοι, διε-

νείμαντο κατὰ σφᾶς, ὅ τε κόμης Φλάνδρας Βαλδουῖνος, καὶ ὁ

κόμης Πλέης Δολόϊκος· μόνος δὲ Μοντησφεράντας μαρκέσιος

ῥὴξ ἀποδέδεικται Θεσσαλονίκης καὶ τῶν ἐπέκεινα· βασιλεὺς δ' ἐξ

αὐτῶν ἀνηγόρευτο Βυζαντίδος ὁ Βαλδουῖνος· ὃς εὐθὺς καὶ κατὰ

τῶν ἑσπερίων ἐξώρμησε πόλεων, ὅσαι περὶ Θρᾴκην σποράδες εἰσί.

καὶ ταύτας μὲν τὴν ταχίστην ἁπάσας αὐτὸς παρεστήσατο. ὁ δὲ

Μοντησφεράντης μαρκέσιος μέχρι Θεσσαλονίκης τὴν ἔφοδον ποιη-

σάμενος, καὶ ταύτης γενόμενος ἐγκρατὴς, ῥᾷστα καθάπερ φλὸξ

ἐκεῖθεν ἐπενέμετο πάσας τὰς πρόσω κώμας καὶ πόλεις, ἕως καὶ

αὐτῆς ἐπέβη τῆς νήσου τοῦ Πέλοπος. τὸν μὲν δὴ ἐνιαυτὸν ἐκεῖ-

νον εὔδρομα τὰ Λατίνων ἐχώρει. ὠνειροπόλουν γε μὴν ἐς τοὐ-

πιὸν ἔτος καὶ αὐτῆς ἐπιβῆναι τῆς ἕω, καὶ ὑποχείρια πάντα ποιή-

σασθαι τὰ ἐκεῖσε, ὡς μηδὲν ἔτι Ῥωμαίοις ἀρχῆς ὑπέκκαυμα λεί-

πεσθαι. καὶ μὲν δὴ ἦρος ἐπιστάντος, Λατινικὰ στρατεύματα

διαπεραιοῦσθαι πρὸς ἕω διὰ μελέτης εἶχον ἅμα αὐτῷ Βαλδουίνῳ.

τάχα δ' ἂν καὶ διεπεραιώθησαν, καὶ τὰ ἔσχατα τῆς ἀπωλείας τοῖς

ἐπιλοίποις Ῥωμαίοις ἐπήνεγκαν, εἰ μὴ καθάπερ ἦχος μεγάλης

βροντῆς ἐξαίφνης ἡ Βουλγαρικὴ φήμη καταῤῥαγεῖσα, τούτους

ἐξέπληξέ τε καὶ τὴν τούτων ὁρμὴν ἀνεχαίτισεν. (Δ.) Ὁ γάρ τοι

τοῦ πρώτου Ἀσὰν ἀδελφὸς καὶ διάδοχος Ἰωάννης πάντας τοὺς

15

ὑπὸ χεῖρα Βουλγάρους στρατολογήσας, ἐπαγόμενος δὲ καὶ μισθο-

φορικὸν οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὰ βόρεια μέρη τοῦ Ἴστρου Σκυ-

θῶν, καιρὸν ἔχειν ἔκρινεν ἐπιθέσθαι ταῖς Θρᾳκικαῖς κώμαις καὶ

πόλεσιν, ἐν ζάλῃ καὶ θορύβῳ μακρῷ τῶν Ῥωμαϊκῶν τηνικαῦτα

πραγμάτων ὄντων, καὶ τῶν Λατίνων ἐν ἄλλοις σπουδαιοτέροις

περισπωμένων. ὅθεν ἀνάγκῃ συνειλημμένοι τοιαύτῃ, τὴν οὖσαν

Λατινικὴν ἀναλαβεῖν ἔγνωσαν δύναμιν ἅπασαν Βαλδουῖνός τε καὶ

οἱ σύν γε αὐτῷ τὴν ἡγεμονίαν διαλαχόντες, καὶ μέχρι καὶ ἐς τὰ

τῆς Ὀρεστιάδος ἱππήλατα κατεσπουδασμένην τινὰ τὴν ἐκστρα-

τείαν ποιήσασθαι. οὗ γενομένου, πρὸς μάχην ἑκατέρωθεν ἐκεῖ

περιφανῆ τὰ στρατεύματα συνεῤῥάγη, καὶ πολὺς ἀμφοτέρωθεν

ἐγίνετο φόνος, εὐρώστως ἀγωνιζομένων ἁπάντων μέχρι καὶ ἐς πο-

λύν τινα χρόνον· ὀψὲ δ' ἐγκλῖναι τοῖς Βουλγάροις συνεπεπτώκει,

οὐκ οἰδ' ὁπότερον, εἴτε τὴν τῶν Λατίνων οὐ μάλα γενναίως ἐνεγ-

κεῖν δυνηθεῖσι βαρεῖαν ὅπλισιν, εἴτ' ἐξεπίτηδες παρεξάγειν σφᾶς

βουληθεῖσι περὶ τὰ ἔνεδρα καὶ τοὺς λόχους· ᾧ καὶ μᾶλλον τίθε-

σθαι ἄξιον. ἤδη γὰρ ὡς ποῤῥωτάτω που τῆς διώξεως γινομένης,

ἀνίστανται τῶν λόχων οἱ Σκύθαι· ἐπαναστρέφουσι δ' ὥσπερ ἀπὸ

συνθήματος καὶ οἱ Βούλγαροι, καὶ τοὺς πολεμίους παρὰ πᾶσαν

ὁμοῦ κυκλωσάμενοι προσδοκίαν, ἐτόξευον, ἠκόντιζον, ἔσφαττον

ἀφειδῶς, αἱμάτων καὶ νεκρῶν ἐπλήρουν τὴν γῆν· καὶ πολὺς ἦν

τῶν Λατίνων ὁ φόνος, οὐκ ἐχόντων διὰ τὸ βάρος τῆς ὁπλίσεως

ἀντέχειν πρὸς τὰς συνεχεῖς ἀντεμβολὰς καὶ ἑλίξεις καὶ κουφοτά-

τας ἐξελάσεις τῶν Σκυθῶν. ἦσαν δ' οὓς καὶ ζῶντας ἐλάμβανον,

μεθ' ὧν ἑάλω ζῶν καὶ ὁ Βαλδουῖνος. ὁ δὲ Πλέης κόμης Δολόϊκος

16

ἐπεπτώκει παρὰ τὴν μάχην. ὁ δὲ τῆς Βενετίας δοὺξ Ἐρίκος Δάν-

δουλος μετ' ὀλίγων πάνυ φυγὰς ᾤχετο, μετὰ μικρὸν δὲ τετε-

λεύτηκε καὶ αὐτὸς ὑπὸ τῶν ἐκ τοῦ πολέμου τραυμάτων. (Ε.) Τὸ

μέντοι Βουλγαρικόν τε καὶ Σκυθικὸν πλῆθος, κέρδους ἤδη καὶ

πλούτου Λατινικοῦ γευσάμενοι, ἵππων τε καὶ ἁρμάτων λαμπρῶν,

ἤλαυνον εἰς τὰ πρόσω προθύμως, μηδένα ἔχοντες ἤδη τὸν ἀντι-

παραταξόμενον· ὡς τὰς μὲν τῶν Θρᾳκικῶν πόλεων ἑκοντὶ προσ-

χωρεῖν Ἰωάννῃ, τὰς δὲ πλείους βίᾳ ἁλίσκεσθαι, αὐτάς τε ἀν-

δραποδιζομένας, καὶ ἄχρι θεμελίων τὰ αὐτῶν ἀποβεβλημένας

τείχη. καὶ οὕτω πάντα ῥᾳδίως ὁ Ἰωάννης κατέδραμεν ἄχρι Θεσ-

σαλονίκης καὶ Μακεδονίας, ὁπόσα ἐν κώμαις καὶ πόλεσι καὶ φρου-

ρίοις, μικροῦ Σκυθῶν ἐρημίαν, τὸ δὴ λεγόμενον, ἀποδείξας.

γʹ. Ὁ μέντοι βασιλεὺς Ἀλέξιος, ἐπειδὴ φόβῳ τῶν Λατίνων

ἔφθη τῆς Βυζαντίδος λάθρα φυγὼν καὶ περὶ τὴν Θρᾴκην πλα-

νώμενος, ἑάλω καὶ αὐτὸς τῷ Μοντησφεράντας μαρκεσίῳ, καὶ

ὃν ἐπεφέρετο πλοῦτον ἀφῄρηται, γυμνὸς τοῦ λοιποῦ πορεύεσθαι

ἀφεθεὶς, περί τε Ἀχαΐαν καὶ Πελοπόννησον συχνὸν παρήλλαξε

χρόνον πλανώμενος. ὀψὲ δὲ ἀκούσας βασιλεύειν ἤδη τῶν περὶ

τὴν ἕω Ῥωμαϊκῶν πραγμάτων τὸν ἐπὶ τῇ θυγατρὶ γαμβρὸν Θεό-

δωρον τὸν Λάσκαριν, οὐ μόνον Βιθυνίας καὶ ὅσαι παράλιοι τῶν

ἐπαρχιῶν ἐπὶ βραχὺ μῆκος ἐκτείνονται, ἀλλ' ἤδη καὶ ἐς πολλήν

τε ἀνιέναι μεσόγειον, καὶ ἐπὶ μάλα τοι πλεῖστον μῆκος ἐκτετα-

μένην κεκτῆσθαι, ἀρχομένην ἀπὸ Καρίας τε καὶ Μαιάνδρου τοῦ

ποταμοῦ κατὰ νότον, καὶ διήκουσαν πρὸς βορέαν ἄχρι Γαλατι-

κοῦ πόντου καὶ Καππαδοκίας αὐτῆς· οὐ χεῖρας εὐχαριστηρίους

17

ἐξέτεινε πρὸς τὸν εὐεργέτην θεὸν καὶ φιλάνθρωπον, ὃς τῆς πο-

λυαρχίας τὸν σάλον διεσκέδασε, λιμένα τε σωτήριον παρὰ πᾶσαν

ἐδεδώκει προσδοκίαν τοῖς ὅσοι Ῥωμαίων ἐξάντεις τοῦ Λατινικοῦ

χειμῶνος ἐκείνου καὶ κλύδωνος ἐγεγένηντο, καὶ αὐτῷ παραμυθίας

μεγίστης ἐλπίδα, καὶ τῆς μακρᾶς πλάνης καὶ τῶν πολλῶν πόνων

ἀνάπαυσιν· ἀλλ' ἐν δεινῷ τὸ πρᾶγμα ἐτίθετο, καὶ πρὸς φθόνου

καὶ ζηλοτυπίας ὁδοὺς ἔτρεπε τὸν θυμόν· καὶ ὅλως εἰπεῖν, ἐς μά-

χας καὶ φόνους αἱμάτων συγγενικῶν ἐπέῤῥωσεν ἑαυτόν. (Β.) Καὶ

δὴ περαιοῦται διὰ τοῦ Αἰγαίου πρὸς τὴν Ἀσίαν, καὶ ἄπεισι λα-

θὼν ἐς τὸν ἄρχοντα τῶν Τούρκων Ἰαθατίνην περὶ τὴν Ἀττάλου

τηνικαῦτα διάγοντα, καὶ ἱκέτην ἑαυτὸν ἐκείνῳ καθίζει οἰκτρὸν,

ἐπανασώσασθαί οἱ τὴν βασιλείαν δεόμενος, παλαιάς τε ἀναμι-

μνήσκει φιλίας, ὁποῖαί ποτε πάλαι σφίσιν ἐγένοντο, καὶ τὰ νέα

μετὰ συχνῶν τῶν δακρύων δυστυχήματα ἐκτραγῳδεῖ προδεικνύς·

καὶ ἐπὶ τούτοις χρημάτων ὑπισχνεῖται σωρούς. ὁ δὲ βάρβαρος

ἐνδοὺς μὲν καὶ πρὸς τὰς τῶν χρημάτων ὑποσχέσεις, ὀνειροπολή-

σας δὲ τά τε ἄλλα, καὶ ὅσα ἐκ τῆς λείας περιγίνεται κέρδη τοῖς

ἐπιστρατεύουσι κατὰ τῶν ἀλλογενῶν, ὁμοῦ τάς τε ἑαυτοῦ συνα-

θροίζει δυνάμεις, καὶ τοὺς τὰς μεγίστας ἀπειλὰς κομίσοντας τῷ

βασιλεῖ Θεοδώρῳ πρέσβεις ἐξαποστέλλει, εἰ μὴ αὐτίκα τῷ πενθε-

ρῷ Ἀλεξίῳ τῶν βασιλικῶν ὑπεκσταίη θρόνων. ὁ δὲ πρῶτα μὲν

πρὸς τὴν ἀκοὴν διαταραχθεὶς, τάχιστα δ' ἑαυτὸν αὖθις ἀνει-

ληφὼς, πρὸς τὸν τὰ πάντα δυνάμενον τὰς ἐλπίδας ἀναρτᾷ·

καὶ τοὺς μὲν πρέσβεις ἀπράκτους ἐπανιέναι ἀφίησιν· ὁ δὲ ἔργου

εἴχετο, καὶ τὸ ἑαυτοῦ συγκροτεῖ στράτευμα, πολλοστὸν μὲν εἴ τις

18

πρὸς τὰ Περσικὰ στρατεύματα βούλοιτο παρατιθέναι, καὶ οὐκ

ἄξιον ἐς ἀντίπαλον ἐκείνοις μοῖραν κεκρίσθαι· προστιθεμένης δὲ

καὶ τῆς ἄνωθεν θείας ἐπικουρίας, πολλῷ τῶν Περσικῶν ὂν πολ-

λαπλάσιον. (Γ.) Ὁ μὲν οὖν βάρβαρος ἄρας τὰς πεζικὰς δυνά-

μεις, καὶ ὅσαι τῶν ἱππέων, ἧκεν εἰς τὴν παρὰ Μαίανδρον Ἀν-

τιόχειαν, καὶ περικαθίσας ταύτην ἐπολιόρκει, λογισάμενος, ὡς

εἰ ταύτης ἐγκρατὴς γένοιτο, ῥᾷστα ἂν ἐκεῖθεν καὶ τὰς ἄλλας πα-

ραστήσαιτο πόλεις, ὁπόσαι τὴν Ῥωμαίων διαμετροῦσιν ἀρχήν.

ἦγε μέντοι μεθ' ἑαυτοῦ καὶ τὸν βασιλέα Ἀλέξιον, ἐφόδιον εἰς

ῥᾳδίαν κατόρθωσιν ὧν ἐβούλετο. ὁ δὲ βασιλεὺς οὐκ ἔκρινε δεῖν

κατὰ χώραν μένων περιμένειν τὴν τῶν βαρβάρων ἔφοδον, καὶ

ἐς τὸν ἐκείνων καιρὸν μετεωρίζειν τὸν ἑαυτοῦ· θρασυνθῆναι γὰρ

ἂν μᾶλλον αὐτοὺς, εἰ τὴν Ἀντιόχειαν καταστρεψάμενοι τῶν

ἐκεῖθεν λαφύρων ἐμπλήσαιεν ἑαυτοὺς, καὶ ἅμα ἀμηχάνῳ κατὰ τῆς

Ῥωμαίων ὁρμητηρίῳ τῇ τοιαύτῃ χρήσασθαι πόλει· ταῦτ' ἄρα

καὶ πάσῃ ταχύνας σπουδῇ, κατ' ἐκείνων ἐκεῖσε χωρεῖ, μηδὲν

πλέον ἐπαγόμενος στράτευμα ἢ δισχιλίους ἱππέας, ὧν τοὺς ὀκτα-

κοσίους μισθοφόρους εἶναι Λατίνους φασὶν, ἄνδρας λογάδας καὶ

μάχην ὡς ἀληθῶς πνέοντας. καὶ τριταῖος μὲν τὰς περὶ τὸν Ὄλυμ-

πον ὀρεινὰς δυσχωρίας ἀμείβει, αἳ πρὸς πολὺ παρατείνουσαι μῆ-

κος, Βιθυνίαν ὁρίζουσι καὶ ἄμφω τὰς Φρυγίας, τὴν μὲν ἀρ-

κτικωτέραν ποιοῦσαι, τὰς δὲ πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον

βλέπειν παρέχουσαι· ἑνδεκαταῖος δ' ἐκεῖθεν ἐλθὼν, διαπεραιοῦ-

ται τὸν Κάϋστρον, ὥστε τὸ ἀπροσδόκητον τῆς ἐφόδου κατα-

πλήξεως γέμον τῷ βαρβάρῳ φανῆναι καὶ πάνυ δυσείκαστον,

19

οὐκ ἔχοντι συμβαλεῖν πότερον καθεύδοντι τὰ τοιαῦτα συμβαίνει

ἀκούειν ἢ γρηγοροῦντι. ὅμοιον γὰρ ἦν ὥσπερ ἂν εἴ τις λέων ἀφῃ-

ρημένος ὀνύχων τε καὶ ὀδόντων, ἔπειτα προθύμως ἐφέρετο κατὰ

πλήθους ἄρκτων καὶ λύκων. ᾔδει γὰρ ὁ Πέρσης, ὅτι τῆς Ῥω-

μαίων ἀρχῆς οὔπω πέρυσιν εἰς μυρία διασχισθείσης μέρη, καὶ

τῶν μὲν ἄλλων ἄλλοθι διασπαρέντων, τῶν δὲ ξίφους ἔργον Λα-

τινικοῦ γενομένων, τὸ λειπόμενόν ἐστιν ἢ τὸ παράπαν οὐδὲν,

ἢ λίαν βραχὺ, καὶ ὅσον μόλις εἰς ἑνὸς ταξιάρχου σύστημα συμ-

περαίνεσθαι. κἀντεῦθεν οὑτωσί πως γνωσιμαχεῖν αὐτὸν ἐφ' ἑαυ-

τοῦ συνέβαινε, καὶ νῦν μὲν εἰς ὀνείρατος λόγον ἀπάγειν τὴν τῆς

βασιλικῆς ἐπελεύσεως φήμην, νῦν δ' εἰς ἀνοίας καὶ κουφότητος

ὑποθήκην τῆς τόλμης ἅμα καὶ τῆς ὁρμῆς τὴν ὀξύτητα. ὅμως

οὐκ ἀμελητέον ἔδοξεν εἶναί οἱ τὸ πρᾶγμα. ἔφησε γὰρ, ὡς ἔστιν

ὅτε καὶ τὸ βραχὺ δεινὸν παρορώμενον μέγαν ἀπέτεκε κίνδυνον,

καὶ βραχεῖαι δυνάμεις πολλάκις ὀξύτητι καὶ σπουδῇ χρησάμεναι

μεγάλας ὁμοῦ καὶ πολλαπλασίους ῥᾷστα κατηγωνίσαντο, διὰ ῥᾳ-

στώνην καὶ περιφρόνησιν τοῦ καθήκοντος.

δʹ. Καὶ μὲν δὴ ὅσα ἐν σφενδόναις καὶ βέλεσι, καὶ ὅσα ἐν

ἀγχεμάχοις δόρασί τε καὶ ξίφεσι στρατεύματα πάντα συνηθροι-

κὼς δυοῖν μυριάδων οὐ μάλα ἐλάττω, καὶ οὕτω παραταξάμενος,

ἐδέχετο τὴν τοῦ βασιλέως ὁρμὴν, ἀχθόμενος μὲν τῇ ξυντυχίᾳ,

ὅτι στενός τε καὶ δύσιππος ἦν ὁ χῶρος, ἔνθα συῤῥήγνυσθαι τὴν

μάχην ξυνέπιπτε, καὶ τοσοῦτον πλήθεσι στρατοῦ πολέμιος, ὅσον

ὀλίγοις σύμμαχος· ἐδέχετο δ' οὖν ὅμως. καὶ οἱ μὲν ὀκτακόσιοι

τοῦ βασιλέως Λατῖνοι συνασπισμὸν ποιησάμενοι, πρῶτον τὸ

20

μέσον διέῤῥηξαν τῆς τῶν πολεμίων φάλαγγος, λίαν εὐρώστως

ἀγωνιζόμενοι καὶ κατακόπτοντες τοὺς ἀνθισταμένους, ἕως διή-

λασαν καὶ ἐς αὐτὴν τὴν τῶν πολεμίων οὐραγίαν· καὶ συστρέ-

ψαντες αὖθις, πάντ' ἔδρων τὰ κράτιστα, ὡς ἀπράκτους ἤδη

φαίνεσθαι καὶ τοὺς τῶν Περσῶν σφενδονήτας τε καὶ τοξότας,

διὰ τὴν ἀπὸ χειρῶν συμπλοκήν. οἱ δὲ περὶ τὸν βασιλέα ἀλλ'

οὐδὲ αὐτοί γε ἠμέλουν, ἀλλὰ καὶ αὐτοί γε κατὰ μέρη ταῖς τῶν

πολεμίων συμπλεκόμενοι τάξεσιν, ἔργα γενναῖα καὶ ἀνδρικὰ ἐπε-

δείκνυντο· ἕως οἱ πολέμιοι συμφρονήσαντες, αὐτοβοεί τε κατὰ

τῶν Λατίνων ὁρμήσαντες καὶ κατὰ κύκλον περιελθόντες, οὐκ

ἄνευ οἰκείων πολλῶν αἱμάτων μόλις κατέκοψαν, βοηθούμενοι

τῇ πολυχειρίᾳ. εἶτα τοῖς ἡμετέροις συμμίξαντες, τοὺς μὲν ἔργον

ἀπέφαινον ξίφους, τοὺς δὲ φυγάδας ἐποίουν. (Β.) Ὁ δὲ τῶν

Τούρκων ἀρχηγὸς ὁ σουλτὰν Ἰαθατίνης, πάντας ἀφεὶς καὶ παρα-

δραμὼν, αὐτὸν ἐζήτει τὸν βασιλέα· καὶ ὠσάμενος ὁμόσε κατ'

ἐκείνου χωρεῖ, μέγα φρονῶν ἐπί τε μεγέθει καὶ ῥώμῃ σώματος·

καὶ δὴ φοβερὸς ἐκείνῳ ῥαβδοῦχος ἐπιστὰς, βαρεῖαν κατήνεγκεν

ἐπὶ κεφαλῆς τὴν πληγήν. ὁ δὲ βασιλεὺς τὴν πρώτην οὐκ ἐνεγκὼν,

ἀλλὰ σκοτοδινίας μεστὸς καταστὰς, πίπτει τοῦ ἵππου. θεῷ δὲ

μέλλειν οὐκ ἦν, ἅπαξ ἀναστῆσαι νεκρωθεῖσαν τὴν Ῥωμαίων ἡγε-

μονίαν βεβουλημένῳ. διὸ δὴ καὶ ἀνήγαγεν αὐτὸν ἐκ λάκκου τα-

λαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς

πόδας αὐτοῦ· καὶ ὁ νεκροῦ δίκην τοῦ ἵππου πεσὼν, αἰφνιδίως

ἀναστὰς, μεστὸς μανικοῦ τινος καὶ ἐνθουσιώδους ὁρμήματος,

παραδόξως περιτρέπει τὴν ἀπώλειαν τῷ βαρβάρῳ. τὸ ἑαυτοῦ

21

γὰρ αὐτίκα ξίφος γυμνώσας, ἐκθερίζει ῥᾳδίως τοὺς ἐμπροσθίους

πόδας τοῦ βαρβαρικοῦ ἵππου, καὶ ῥίψας τὸν ἐπιβάτην σουλτὰν,

ἐκτέμνει τὴν αὐτοῦ κεφαλὴν, καὶ κατάδηλον τῷ δόρατι μετεωρί-

σας ποιεῖ τοῖς τῶν βαρβάρων στρατεύμασι. τοῦτο τῆς τῶν Ῥω-

μαίων σωτηρίας τε καὶ συστάσεως ἀρχὴ καὶ κατάστασις γίνεται

πρώτη, ξύν γε θεῷ τῷ πάντων ταμίᾳ, ὁπόσα τὴν ἀνθρωπίνην

ὑπερπέπαικε δύναμιν. οἱ μὲν γὰρ βάρβαροι τρόμου καὶ δέους πλη-

ρώσαντες ἑαυτοὺς, προτροπάδην ἔφευγον, τὴν ταχίστην ὀπίσω

ἀπαλλαττόμενοι. ὁ δὲ βασιλεὺς παραδόξως μὲν τῶν μεγάλων

τούτων κινδύνων ἀπηλλαγμένος, παραδοξότερον δ' αὖθις νενι-

κηκὼς, τροπαιοῦχος τὴν Ἀντιόχειαν εἴσεισι, πολλὰς ἀπονέμων

ἐκ μέσης ψυχῆς τῷ θεῷ τὰς εὐχαριστίας. (Γ.) Οἱ δὲ βάρβα-

ροι πρεσβεύονται πρὸς τὸν βασιλέα εὐθὺς καὶ σπονδὰς αἰτοῦν-

ται καὶ λαμβάνουσιν, οὐχ οἷαι βουλομένοις ἐκείνοις ἦσαν, ἀλλ'

οἷαι καὶ μάλα ἀσμένῳ τῷ βασιλεῖ· συνείληφε μέντοι ὁ βασιλεὺς

τοῖς πολεμίοις συνόντα καὶ τὸν ἑαυτοῦ πενθερὸν, Ἀλέξιον τὸν

βασιλέα· καὶ καταγαγὼν αὐτὸν ἐς Νίκαιαν πόλιν, μοναδικὸν

περιέβαλε σχῆμα· κἄπειτα ἐπιμελῶς πάντα ὁπόσα χρειώδη αὐτῷ

ἐξεπόριζεν. ἐν τούτοις γε μὴν ὁ βασιλεὺς, τελευτησάσης τῆς συ-

ζύγου, ἄγεται εἰς δευτέραν γυναῖκα τὴν ἀδελφὴν τοῦ τηνικαῦτα

τῆς Βυζαντίδος βασιλεύοντος Ῥομπέρτου· ᾗ καὶ οὐ μακρὸν συνε-

βίω χρόνον, οὐδὲ παῖδας ἔτεκεν ἐξ αὐτῆς, εἴτ' ἐκ φύσεως στεί-

ρας αὐτῆς οὔσης, εἴτε καὶ τῆς μεταβραχὺ τοῦ βασιλέως τελευ-

τῆς, ὥραν παιδοτοκίας οὐ παρασχούσης αὐτῇ. τρία γὰρ ἔτη

συνῴκησε ταύτῃ.

24

αʹ. Ὀκτωκαίδεκα δὲ βασιλεύοντι τούτῳ παρεῤῥύησαν ἔτη, καὶ

τὸν παρόντα βίον ἀμείβει, διάδοχον τῆς βασιλείας καταλελοιπὼς

τὸν ἐπὶ θυγατρὶ Εἰρήνῃ γαμβρὸν Ἰωάννην τὸν Δοῦκαν. ἄῤῥην

γὰρ ἦν αὐτῷ παῖς οὐδείς. καταλέλειπται δὲ ἡ βασιλὶς, μικρὰ

τῆς βασιλείας ὀναμένη, τοῦτο μὲν καὶ διὰ τὴν ἀπαιδίαν, τοῦτο

δὲ καὶ ὅτι μικρὸν ἐπιβιοῦσα τετελεύτηκε καὶ αὐτή. ὁ μὲν οὖν

βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις, ὀξὺς μὲν ἦν τὴν ὁρμὴν καὶ

ἀνυπόστατος· καὶ πλείστας μὲν προκεκινδύνευκε μάχας, πλείστας

δ' ἀνώρθωσε πόλεις καλλίσταις οἰκοδομαῖς καὶ πολλοῖς ἀναλώ-

μασιν, ἀνασοβῶν καὶ ἀναχαιτίζων διὰ τούτων τὴν τῶν Λατίνων

ὁρμήν. ἀλλ' ἐκιβδήλευεν αὐτὴν, ἀωρίᾳ πολλάκις ἐς τὰ πρά-

γματα χρώμενος. (Β.) Ὁ δὲ γαμβρὸς καὶ διάδοχος Ἰωάννης ὁ

Δούκας, σύνεσιν πλουτῶν φυσικὴν καὶ τρόπων εὐστάθειαν καὶ

βεβηκὸς ἦθος, κάλλιστα τὴν ἀρχὴν διίθυνε καὶ ἐκόσμει· καὶ τοῖς

τε Ῥωμαίων πράγμασι καὶ στρατεύμασι πλείστην ἐν βραχεῖ τὴν

ἐπίδοσιν ἐδεδώκει κατὰ τὸ ἑκατέροις ἀνάλογον, μήτε πρὸ βουλῆς

ἐργαζόμενος οὐδὲν, μήτε μετὰ τὴν βουλὴν ἀμελῶν οὐδενός· ἀλλὰ

πάντα μέτρῳ καὶ κανόνι διδοὺς καὶ καιρῷ τῷ προσήκοντι. ἀλλὰ

φαίη ἄν τις εὐστόχως, ὡς καιρὸς ἐκεῖνος τὴν Θεοδώρου τοῦ βα-

σιλέως ὀξεῖαν ἐζήτει ὁρμήν· τοιγαροῦν καὶ ξυνεῤῥύηκεν· ὁ δ'

ἐφεξῆς χρόνος τὴν τοῦ βασιλέως Ἰωάννου εὐστάθειαν· τοιγαρ-

οῦν καὶ συνέδραμεν. ὁ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα διαπραττόμε-

νος κύριος, προσήκοντας καὶ τούτους εὗρε τοὺς ἄνδρας, ὁπότε

φθαρεῖσαν καὶ τεθνηκυῖαν ἀναστῆσαι βεβούληται τὴν τῶν Ῥω-

25

μαίων ἡγεμονίαν. (Γ.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἦρχε

τῶν Βυζαντίων Ῥομπέρτος, ὁ τοῦ πρὸ βραχέος τετελευτηκότος

Ἐῤῥῆ ἀδελφιδοῦς. τούτῳ προσεῤῥύησαν οἱ τοῦ βασιλέως Θεο-

δώρου τοῦ Λάσκαρι ἀδελφοὶ (Ἀλέξιος οὗτοι καὶ Ἰσαάκιος) φθό-

νῳ στρατηγούμενοι καὶ ζηλοτυπίᾳ μακρᾷ, ὅτι μὴ τῆς βασιλείας

οὗτοι διάδοχοι γένοιντο, τοῦ βασιλικοῦ τέως τυγχάνοντες αἵμα-

τος οἰκειότεροι, ἢ ὁ κατὰ κῆδος προσαρμοσθεὶς Ἰωάννης· οἳ

καὶ χρημάτων δωρεαῖς τε καὶ ὑποσχέσεσι στρατὸν Λατινικὸν

συναθροίσαντες, ὁπόσος τῷ Ῥομπέρτῳ τηνικαῦτα παρῆν (πλεῖ-

στος δὲ οὗτος ἦν, καὶ οὐκ ἀγεννὴς τὰ ἐς ὅπλισιν καὶ ἀνδρίαν

πολεμικὴν), ἐξίασι κατὰ τοῦ βασιλέως Ἰωάννου τοῦ Δούκα, κα-

θαιρήσοντες ἴσως αὐτὸν τῆς ἀρχῆς, καὶ μεταθήσοντες ταύτην ἐς

σφᾶς αὐτούς. καὶ διαβάντες ἐς τὴν Ἀσίαν, τὰς μὲν ναῦς ἀφῆ-

καν περὶ τὴν Λάμψακον, αὐτοὶ δ' ἀναβάντες εἰς μεσόγειον ἡμέ-

ρας ὁδὸν, ὁπόσην Λατίνοις ὑπήκοον πρὸ βραχέος πεποίηκεν ὁ

Ἐῤῥῆς, ἀπαντῶσι τῷ βασιλεῖ τὰς Ῥωμαϊκὰς δυνάμεις ὁπλίζοντι

κατ' αὐτῶν· καὶ λαμπροῦ συῤῥαγέντος πολέμου, νικῶνται κατα-

κράτος Λατῖνοι, καὶ ἅμα ζημιοῦνται καὶ ὁπόσαι πόλεις περὶ τὴν

Ἀσίαν αὐτοῖς ὑπῆρχον τέως ὑπήκοοι. αὐτίκα γὰρ τὸν τῆς Λατι-

νικῆς δουλείας ζυγὸν ἀποῤῥίψασαι, ἑκοντὶ τῷ βασιλεῖ προσεῤ-

ῥύησαν.

βʹ. Ἐν τούτοις ἀνίσταται τῶν Θετταλικῶν βαράθρων νέον

κακὸν, ὁ τοῦ Ἀγγέλου Μιχαὴλ ἀδελφὸς Θεόδωρος. διαδεξάμε-

νος γὰρ θανόντος τοῦ ἀδελφοῦ τὴν ἀρχὴν, ἀνὴρ δραστήριος

καὶ καινὰ δεινὸς ἐπινοῆσαι πράγματα, καὶ ἀεὶ τοῦ πλείονος ἐφιέ-

26

μενος, ἐπηύξησε ταύτην ἐς ὅσον πλεῖστον ἦν. ὅσαι γὰρ ἑσπέριαι

πόλεις τῇ Λατίνων ἀρχῇ πρὸ μικροῦ δεδουλεύκασι, πάσας, ἐκεῖ-

θεν ἀρξάμενος, ῥᾷστα κατετροποῦτο καὶ μεθίστη πρὸς ἑαυτὸν,

ἕως καὶ αὐτὴν ἣ τῆς τῶν Μακεδόνων προκάθηται γῆς ἐχειρώσατο

μεγαλόπολιν τὴν Θεσσαλονίκην, ἀποδημοῦντος τηνικαῦτα τοῦ

μαρκεσίου περὶ τὴν πατρίδα Λαμπαρδίαν. αὐτίκα δὲ καὶ βασι-

λείας ἑαυτῷ περιτίθησιν ὄνομα, καὶ χρίεται βασιλικῶς παρὰ

τοῦ τηνικαῦτα τὴν τῆς Βουλγαρίας ἀρχιεπισκοπὴν διιθύνοντος.

πλείστοις τε γὰρ ἄλλοις αὐτὴν ὁ βασιλεὺς ἐκ παλαιοῦ τετίμηκεν

Ἰουστινιανὸς, ἑαυτοῦ γεγονυῖαν πατρίδα, καὶ πρώτην ὠνόμασεν

Ἰουστινιανήν. καὶ δὴ καὶ αὐτονομεῖσθαι ταύτην ἐς τὸ διηνεκὲς

προσετετάχει, πλὴν οὐχ ὥστε καὶ βασιλέας χρίειν Ῥωμαίων· τοῦτο

γὰρ ἄλλοις ἐφεῖται παρὰ τῶν νόμων. ἀλλὰ διὰ φόβον ἤδη τοῦ

τυραννοῦντος Ἀγγέλου, καὶ πρός γε ἔτι διὰ κουφότητα καὶ ἀφέ-

λειαν τοῦ τηνικαῦτα διέποντος τὴν ἀρχιεπισκοπὴν, ἐς τοσοῦτον

ἀτοπίας τὸ πρᾶγμα ἐκκεκύλισται. ὅθεν δὲ τὸ τῆς Βουλγαρίας

ἐπώνυμον ὁ τόπος κεκλήρωται, δηλώσων ἔρχομαι. (Β.) Χῶρός

τίς ἐστιν ἐς τὰ ἐπέκεινά τε καὶ βορειότερα τοῦ Ἴστρου κείμενος,

καὶ ποταμὸς ῥέων δι' αὐτοῦ οὐ μικρός· Βούλγαν αὐτὸν ὀνομά-

ζουσιν οἱ ἐγχώριοι· ἀφ' οὗ δὴ καὶ αὐτοὶ τὸ τῶν Βουλγάρων μετει-

λήφεσαν ὄνομα, Σκύθαι τὸ ἐξ ἀρχῆς ὄντες. ὀψὲ δ' ἐκεῖθεν οὗ-

τοι μετανάσται γενόμενοι τέκνοις ἅμα καὶ γυναιξὶν, ὁπότε τὸ

τῆς εἰκονομαχίας νόσημα κατὰ τῶν εὐσεβούντων ἐπεχωρίαζε, δια-

περαιοῦνται τὸν Ἴστρον, πλῆθος ἀριθμὸν ὑπερβαῖνον· καὶ δια-

27

βάντες ἄμφω τὰς μετὰ τὸν Ἴστρον Μυσίας, καὶ πάντα λείαν

Μυσῶν, τὸ θρυλλούμενον, ποιοῦντες τὰ ἐν ποσὶ, καθάπερ ἀκρὶς

ἤ τις κεραυνὸς αἰθέριος, οἰκειοῦνται Μακεδονίαν μετὰ τῆς ἐπέ-

κεινα Ἰλλυρίδος, ἀρεσθέντες τοῖς ἐκεῖσε καλοῖς. καὶ βασίλειον

ἐνδιαίτημα τούτοις εἶναι ἐς τὸ λοιπὸν νενόμισται αὕτη ἡ πόλις,

ἣν ἀρχιεπισκοπὴν ὁ βασιλεὺς τετίμηκεν Ἰουστινιανὸς, καὶ πρά-

την ὠνόμασεν, ὡς εἰρήκειμεν, Ἰουστινιανήν. εἶτα τῆς προσηγο-

ρίας τοῦ ἔθνους ἐκεῖσε διαδοθείσης, Βουλγαρία ὁ χῶρος μετω-

νομάσθη, καὶ μητρόπολις Βουλγαρίας ἡ πρώτη Ἰουστινιανή.

χρόνοις μέντοι ὕστερον ὁ βασιλεὺς Βασίλειος ὁ Βουλγαροκτό-

νος μετὰ πολλὰς τὰς μάχας τέλος ἐξέτριψε καὶ ἐδουλώσατο

τούτους· καὶ τῆς μὲν χώρας τοὺς ἐναπολειφθέντας ἐξορίστους

πεποίηκεν ἐν τῇ παρὰ τὸν Ἴστρον κάτω Μυσίᾳ· τὸ δ' ὄνομα,

καθάπερ ἄλλο τι μνημεῖον ἐκείνων, ἐναπολέλειπται τῇ ἀρχιεπι-

σκοπῇ. ἀλλ' ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψω-

μεν. (Γ.) Ὁ γὰρ Ἄγγελος Θεόδωρος ἤδη καὶ βασιλεὺς, ὡς

εἴρηται, καταστὰς, ἐδῄου τὴν γῆν, προϊὼν καὶ παρεξελαύνων

καὶ ὑπερβαίνων ὅρους ἄλλους ἐξ ἄλλων ἀεὶ, ἕως ἤλασε μέχρι καὶ

αὐτῶν τῶν Βυζαντίων πυλῶν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρη-

μίαν. αἱ γὰρ Μακεδονικαί τε καὶ Θρᾳκικαὶ πόλεις ἐς τέλος ἐξέ-

καμον, συχνὰς ἐν ὀλίγῳ χρόνῳ καὶ δεινὰς ὑπομείνασαι τὰς αἰ-

χμαλωσίας, νῦν μὲν τῶν Λατίνων, νῦν δὲ τῶν Βουλγάρων, καὶ

τῶν Σκυθῶν. τί γὰρ οὐκ ἂν ἔδρασαν ἔθνος αἱμοβόρον οἱ Σκύ-

θαι Χριστιανοῖς ἐπιβρίσαντες ἀπηνῶς; οἱ δὲ Λατῖνοι οὐδὲν ἡμε-

28

ρώτερον τῶν Σκυθῶν διετέθησαν, ὅτι μὴ καὶ πολλῷ τῷ μέτρῳ

τὴν Σκυθικὴν ἀπήνειαν ὑπερέβησαν. καὶ οὐχ ἅπαξ τοῖς ταλαι-

πώροις ἐξ ἑκατέρων τῶν ἐθνῶν τὰ τῆς δεινῆς ταύτης αἰχμαλω-

σίας ξυνεπεπτώκει παθεῖν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις.

τὸ δὲ νῦν τοῦτο τοῦ Ἀγγέλου μικροῦ πᾶν, εἴ τι ἐλλέλειπται,

προσανάλωσε. καὶ ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃ-

ρημένα, Λήμνια κακὰ, θρήνους Τρωϊκοὺς, πολλῶν καὶ παν-

τοδαπῶν κακῶν πανήγυριν.

γʹ. Ἐν τούτοις γε μὴν τοῖς καιροῖς ἦρχε τῶν Βουλγάρων ὁ

τοῦ πρώτου Ἀσὰν υἱὸς ὄνομα Ἰωάννης. οὗτος ὁρῶν τὸν εἰρημέ-

νον Θεόδωρον τὸν Ἄγγελον οὐδὲ τῶν Βουλγαρικῶν ἀφίστασθαι

πραγμάτων βουλόμενον, ἀλλ' ἤδη κἀκείνοις βαρεῖαν καὶ βλάπτου-

σαν ἐπάγοντα χεῖρα, συμμάχους ἐκ τῶν Σκυθῶν· εἰληφὼς, συῤ-

ῥήγνυσιν αὐτῷ πόλεμον ἰσχυρὸν, καὶ νικᾷ καὶ χειροῦται τοῦτον

καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττει, τῆς δίκης ὀψὲ περιελθούσης αὐ-

τὸν, ὧν τε τὴν νόμιμον περιεφρόνησε τῶν Ῥωμαίων βασιλείαν,

βασιλείας ἑαυτῷ περιθεὶς ὄνομα· καὶ ὧν τοὺς ὁμοφύλους κακο-

πραγοῦντας ὑπὸ τῶν Ἰταλικῶν καὶ Βουλγαρικῶν ἐφόδων καὶ δα-

κρύων ἄξια πάσχοντας, οὐκ ἠλέησεν, ἀλλὰ δυστυχήμασι δυστυχή-

ματα προσετίθει καὶ φόνοις φόνους. (Β.) Ἤδη δὲ καὶ ὁ βασι-

λεὺς Ἰωάννης ἐπὶ μέγα δυνάμεως ηὔξησε τὰ Ῥωμαίων πράγματα,

δεξιὸς οἰκονόμος φανεὶς καὶ κυβερνήτης ἄριστος τῆς ἡγεμονικῆς

τῶν Ῥωμαίων ὁλκάδος. ναῦς τε γὰρ μακρὰς κατεσκευακὼς οὐκ

ὀλίγας, ναυστολεῖ πρὸς τὰς κατὰ τὸν Αἰγαῖον νήσους, καὶ πά-

29

σας ἐν ὀλίγῳ χρόνῳ λαμβάνει, Λέσβον καὶ Χίον, Σάμον τε

καὶ Ἰκαρίαν καὶ Κὼ καὶ ὅσαι ταύταις εἰσὶ προσεχεῖς· οὐ μό-

νον δὲ, ἀλλὰ διαβὰς καὶ ἐς Ῥόδον, ἐγκρατὴς καὶ αὐτῆς ἀνα-

δείκνυται. ἐπεὶ δ' ὁ μὲν βασιλικὸς στόλος οὕτω θαλαττοκρατῶν

ἦν, ἐν δ' Ἀσίᾳ τὰ Περσικὰ στρατεύματα ἔμενεν ἀτρεμίζοντα, τὰ

δὲ Λατίνων καταβραχύ τε ὑπέῤῥει καὶ ἀσθενῶς εἶχεν, ἔγνω δια-

βιβάζειν ἤδη τὰ τῆς Ἀσίας ὅπλα καὶ ἐς τὴν Εὐρώπην ὁ βασιλεὺς,

ἐλευθερώσων τὰς ἐκεῖ ταλαιπώρους πόλεις τῆς τε Βουλγαρικῆς

καὶ Ἰταλικῆς χειρός. καὶ δὴ διαβὰς τὸν Ἑλλήσποντον ἅμα ἦρι,

εἰσβάλλει πρῶτον ἐς τὴν Χεῤῥόνησον, κἀκεῖθεν τὴν ὅμορον ἐπόρ-

θει καὶ ἔκαε χώραν, εἰς ἔκπληξιν τῶν ἐν ταῖς τῶν φρουρίων ἀκρο-

πόλεσι Λατίνων. εἷλε δὲ καὶ πλείστας τῶν παραλίων πόλεων,

Καλλιούπολίν τε καὶ Σηστὸν καὶ τὴν τῶν Καρδιανῶν καὶ ὁπό-

σαι τῶν ἀστυγειτόνων ἦσαν, τὰς μὲν βίᾳ καὶ μηχανήμασι, τὰς

δὲ προσχωρούσας ἑκοντί. (Γ.) Ἐν τούτοις δ' ὄντος τοῦ βασι-

λέως, ἥκουσι πρέσβεις ἐκ Βουλγάρων σπονδῶν τε εἵνεκα, καὶ

ἅμα ἐπὶ τῇ θυγατρὶ τοῦ Ἀσὰν Ἑλένῃ τὸν τοῦ…

Θ…

The complete text is available when the reading interface loads.