The Greek Library Catalogue

Anonymous

Florilegium Cyrillianum

Edition reference
Florilegium Cyrillianum, ed. R. Hespel, Le florilège cyrillien réfuté par Sévère d'Antioche [Bibliothèque du Muséon 37. Louvain: Université de Louvain, 1955]: 103–208.
CTS identifier
urn:cts:greekLit:tlg4147.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

103

{<Ὅρος ἐκτεθεὶς παρὰ τῆς οἰκουμενικῆς

συνόδου τῆς ἐν Χαλκηδόνι κατὰ τῶν ἀσεβε-

στάτων Εὐτυχιανιστῶν καὶ κατὰ ἄλλων

πλείστων αἱρέσεων καὶ κατὰ Νεστορίου τοῦ

φρενοβλαβοῦς.>}

Ἡ ἁγία καὶ οἰκουμενικὴ καὶ μεγάλη σύνοδος, ἡ κατὰ Θεοῦ

χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων

ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ συναχθεῖσα ἐν τῇ

Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας, ἐν τῷ μαρτυ-

ρίῳ τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας, ὥρισαν

τὰ ὑποτεταγμένα. Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς

πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· εἰρήνην τὴν

ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε

μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς

εὐσεβείας, ἀλλ' ἐπίσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα.

Ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς

τοῖς τῆς εὐσεβείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ

τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης

προνοούμενος τοῦ ἀνθρωπείου γένους τὸν εὐσεβῆ τοῦτον καὶ

πιστὸν πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς πανταχῇ τῆς

ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάρι-

τος τοῦ πάντων ἡμῶν δεσπότου Χριστοῦ ἐνεργούσης πᾶσαν

μὲν τοῦ ψεύδους τῆς τοῦ Χριστοῦ ποίμνης ἀπώσασθαι λύμην,

τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. Ὃ δὴ

104

καὶ πεποιήκαμεν κοινῇ ψήφῳ τὰ τῆς πλάνης ἀπελάσαντες δόγ-

ματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι πίστιν, τό τε

τῶν τριακοσίων δεκαοκτὼ σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ

ὡς οἰκείους τοὺς τοῦτο τὸ σύνθημα τῆς εὐσεβείας δεξαμένους

πατέρας ἐπιγραφόμενοι, οἷοίπερ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῇ

μεγάλῃ Κωνσταντινουπόλει συνελθόντες ἑκατὸν πεντήκοντα

καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι πίστιν. Ὁρίζομεν τοίνυν

τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως ἅπαντας τύπους φυλάτ-

τοντες τῆς κατ' Ἔφεσον πάλιν γεγενημένης ἁγίας συνόδου,

ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς

Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων ἐτύγχανον, προ-

λάμπειν μὲν τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τὴν ἔκθεσιν

τῶν τριακοσίων δεκαοκτὼ ἁγίων καὶ μακαρίων πατέρων τῶν

ἐν Νικαίᾳ ὑπὸ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου βασι-

λέως συναχθέντων, κρατεῖν δὲ καὶ τὰ παρὰ τῶν ἑκατὸν πεντή-

κοντα ἁγίων πατέρων ὁρισθέντα πρὸς ἀναίρεσιν τῶν τότε

φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς αὐτῆς καθολικῆς καὶ

ἀποστολικῆς ἡμῶν πίστεως.

<Ἔκθεσις τῶν τιηʹ ἁγίων πατέρων·> Πιστεύο-

μεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ

ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν

υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονο-

γενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς

ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ

ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά

τε ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ

διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ

ἐνανθρωπήσαντα, καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ

καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας

καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι

ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ

105

ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας

εἶναι τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Ὑιόν, τούτους ἀναθεματίζει ἡ

ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

<Ἔκθεσις τῶν ρνʹ ἁγίων πατέρων·> Πιστεύο-

μεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,

ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν

Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεν-

νηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθι-

νὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ

Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ

διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ

σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ

ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλά-

του καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ

κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ

καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ

δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται

τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν,

τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμ-

προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

προφητῶν, εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν.

Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδο-

κῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Ἀμήν.

Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε. καὶ

βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος

σύμβολον· περί τε γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου

Πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ Κυρίου τὴν ἐναν-

θρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Ἀλλ' ἐπειδήπερ

οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κήρυγμα διὰ τῶν

οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι'

106

ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμή-

σαντες καὶ τὴν θεοτόκον ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι,

οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν τῆς

σαρκὸς καὶ τῆς θεότητος ἀναπλάττοντες καὶ παθητὴν τοῦ

Μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι,

διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχα-

νὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτη ἡ ἁγία καὶ μεγάλη

καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον

ἐκδιδάσκουσα, ὥρισε προηγουμένως τὴν τῶν τριακοσίων δεκαοκ-

τὼ ἁγίων πατέρων πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ

μὲν τοὺς τῷ ἁγίῳ Πνεύματι μαχομένους τὴν χρόνοις ὕστερον

παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα

συνελθόντων πατέρων περὶ τῆς τοῦ Πνεύματος οὐσίας παραδο-

θεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ

ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ

τοῦ ἁγίου Πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσπο-

τείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες,

διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας διαφθείρειν ἐπιχειροῦντας μυστή-

ριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας παρθένου

τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου

Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμέ-

νος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ πρὸς τοὺς

τῆς Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξαντο, εἰς ἔλεγχον μὲν τῆς

Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλῳ τοῦ

σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν, αἷς καὶ τὴν

ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέ-

δρου τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος

τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἐπίσκοπον Φλαυιανὸν ἐπὶ

ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου

107

Πέτρου ὁμολογίᾳ συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρ-

χουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν

τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα

τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται,

καὶ τοὺς παθητὴν τοῦ Μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα

τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου, καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων

τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται, καὶ

τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν

ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνειν,

καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας,

μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει.

Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν

ὁμολογεῖν ὑιὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως

ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον

τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθινὸν καὶ ἄνθρωπον ἀλη-

θῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ

Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν

κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρ-

τίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν

θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς τοὺς

ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρ-

θένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν

Χριστὸν Ἰησοῦν, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως,

ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς

τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης

δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον

καὶ μίαν ὑπόστασιν συντρεχουσῶν, οὐκ εἰς δύο πρόσωπα

μεριζόμενον ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν υἱὸν

μονογενῆ Θεὸν Λόγον, κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν

οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς

ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παρέδωκε σύμβολον.

108

Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἐμμελείας τε καὶ

ἀκριβείας παρ' ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκου-

μενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν

συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς

δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἤγουν προσκομί-

ζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν

ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ

ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ

μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκό-

πους τῆς ἐπισκοπῆς, τοὺς δὲ κληρικοὺς τοῦ κλήρου, εἰ δὲ

μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς.

{<Τῆς συνόδου καὶ τοῦ Κυρίλλου Ἀλεξαν-

δρείας ἀντιπαραθέσεις κατὰ κεφάλαιον.>}

<Τῆς συνόδου·> Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατρά-

σιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν

Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν.

<Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο-

λῆς·> Ἐδιδάχθημεν παρά τε τῆς θείας γραφῆς καὶ τῶν ἁγίων

πατέρων ἕνα Υἱὸν καὶ Χριστὸν ὁμολογεῖν.

<Τῆς συνόδου·> Τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ

τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι.

<Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο-

λῆς·> Τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι.

<Τῆς συνόδου·> Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς,

τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ

κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν

ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ

109

αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα ἐπ'

ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν

σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν

ἀνθρωπότητα.

<Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο-

λῆς·> Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς

καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ

τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς

καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ

τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν

θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.

<Τῆς συνόδου·> Ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν

κύριον, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαι-

ρέτως, ἀχωρίστως γνωριζόμενον.

<Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο-

λῆς·> Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τὸν τῆς ἐνανθρωπήσεως

τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν

ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως. Ἡ γὰρ σὰρξ σάρξ

ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ. Ὁμοίως δὲ καὶ ὁ

Λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα

οἰκονομικῶς. <Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ·>

Δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ

κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον.

<Τῆς συνόδου·> Οὐδαμοῦ τῆς τῶν φύσεων διαφο-

ρᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.

<Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστο-

λῆς·> Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ

τὴν ἕνωσιν.

<Τῆς συνόδου·> Σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος

ἑκατέρας φύσεως.

110

<Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον δευτέρας

ἐπιστολῆς·> Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς

τοῦ Θεοῦ Υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται

διὰ τοῦτο κατὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε γὰρ ἡ τοῦ Λόγου φύσις

μετακεχώρηκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, ἀλλ' οὐδὲ ἡ τῆς σαρ-

κὸς εἰς τὴν αὐτοῦ τοῦ Λόγου, ἀλλ' ἐν ἰδιότητι τῇ κατὰ φύσιν

ἑκατέρου μένοντός τε ὁμοῦ καὶ νοουμένου κατά γε τὸν ἀρτίως

ἡμῖν ἀποδοθέντα λόγον.

<Τῆς συνόδου·> Καὶ εἰς ἓν πρόσωπον καὶ μίαν

ὑπόστασιν συντρεχουσῶν.

<Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο-

λῆς·> Καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς γὰρ κύριος

Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά.

<Τῆς συνόδου·> Οὐκ εἰς δύο πρόσωπα μεριζόμενον

ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ Θεὸν

Λόγον κύριον Ἰησοῦν Χριστόν.

<Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο-

λῆς·> Καὶ οὐκ εἰς δύο μερισθήσεται πρόσωπα διὰ τοῦτο καὶ

υἱούς, ἀλλὰ μεμένηκεν εἷς καὶ ὁ αὐτὸς κύριος Ἰησοῦς Χριστός.

<Τῆς συνόδου·> Καθάπερ ἄνωθεν οἱ προφῆται περὶ

αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν

πατέρων ἡμῖν παραδέδωκε σύμβολον.

<Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστο-

λῆς·> Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας.

<Τῆς συνόδου·> Τούτων τοίνυν μετὰ πάσης παν-

ταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ' ἡμῶν διατυπωθέντων,

ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ συνόδος ἑτέραν πίστιν μηδενὶ

ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν

ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν

ἑτέραν ἤγουν προσκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον

111

σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀλη-

θείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδή-

ποτε, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους

εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, τοὺς δὲ κληρικοὺς τοῦ

κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς.

<Κυρίλλου ἐν τῇ Ἐφέσῳ·> Τούτων τοίνυν ἀναγνωσ-

θέντων, ὥρισεν ἡ ἁγία συνόδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι

προσφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖ-

σαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων

σὺν ἁγίῳ Πνεύματι· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν

ἑτέραν ἤγουν προσκομίζειν ἢ προσφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέ-

φειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ

ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι

ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς

καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ λαϊκοὶ εἶεν, ἀναθεματί-

ζεσθαι αὐτούς.

{<Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας

χρήσεις διάφοροι, ἐν αἷς ἔστιν εὑρεῖν τῶν δύο

φύσεων τὸ διάφορον, καὶ τὸν Θεὸν Λόγον

ἀπαθῆ καὶ ἀθάνατον, τὸν δὲ ναὸν παθητὸν

καὶ θνητὸν παρ' αὐτοῦ κηρυττόμενον.>}

<αʹ. Ἐκ τῆς πρὸς Νεστόριον δευτέρας

ἐπιστολῆς, ἧς ἡ ἀρχή· Καταφλυαροῦσι μέν,

ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ...·>

Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε

σάρξ, ἀλλ' οὐδὲ εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς

καὶ σώματος. Ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ

λογικῇ ἑνώσας ἑαυτῷ ὁ Λόγος καθ' ὑπόστασιν ἀφράστως τε καὶ

ἀπερινοήτως γέγονεν ἄνθρωπος.

112

βʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν

συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός,

οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.

γʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ἔστι γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν προϋπάρχοντα

πρὸ παντὸς αἰῶνος καὶ συναΐδιον τῷ Πατρὶ δεῖσθαι λέγειν ἀρχῆς

τῆς εἰς τὸ εἶναι δευτέρας.

δʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς

ἁγίας παρθένου, εἶθ' οὕτως καταπεφοίτηκεν ἐπ' αὐτὸν ὁ Λόγος,

ἀλλ' ἐξ αὐτῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρ-

κικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω

φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ Θεοῦ Λόγου

παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν

τὰ ἕτερα τῶν τραυμάτων (ἀπαθὲς γὰρ τὸ θεῖόν τε καὶ ἀσώμα-

τον). Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθε ταῦτα,

πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ

πάσχοντι σώματι. Κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τεθνάναι

νοοῦμεν. Ἀθάνατος μὲν γὰρ κατὰ φύσιν καὶ ἄφθαρτος καὶ

ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· ἐπειδὴ δὲ πάλιν τὸ

ἴδιον αὐτοῦ σῶμα χάριτι Θεοῦ, καθά φησιν ὁ Παῦλος, ὑπὲρ

παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸν τὸν ὑπὲρ ἡμῶν

θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθόντα τοῦ θανάτου τό γε ἧκον

εἰς τὴν ἑαυτοῦ φύσιν (ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν),

ἀλλ' ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανά-

του. Οὕτω καὶ ἐγηγερμένης τῆς αὐτοῦ σαρκός, πάλιν ἡ ἀνάστασις

113

αὐτοῦ λέγεται, οὐχ ὡς πεσόντος αὐτοῦ εἰς διαφθοράν, μὴ γένοιτο,

ἀλλ' ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα

καὶ Κύριον ὁμολογήσομεν.

εʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Τὸ δὲ σάρκα γεγενῆσθαι τὸν Λόγον οὐδὲν ἕτερόν ἐστιν

εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς ἴδιόν

τε σῶμα τὸ ἡμῶν ἐποιήσατο καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναι-

κός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι Θεός.

Ϛʹ <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας,

οὕτω τεθαρρήκασι θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον, οὐχ

ὡς τῆς τοῦ Λόγου φύσεως ἤτοι τῆς θεότητος αὐτοῦ τὴν ἀρχὴν

τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ' ὡς γεννηθέντος

ἐξ αὐτῆς τοῦ ἁγίου αὐτοῦ σώματος ψυχωθέντος λογικῶς.

ζʹ. <Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς

Νεστόριον τρίτης ἐπιστολῆς, ἧς ἡ ἀρχή· Τοῦ

Σωτῆρος ἡμῶν ἐναργῶς λέγοντος·> ...ἀλλ' εἰ καὶ

γέγονε ἐν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ οὕτως μεμενη-

κὼς ὅπερ ἦν, Θεὸς δηλονότι φύσει τε καὶ ἀληθείᾳ. Οὔτε δὲ

τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν οὔτε μὴν εἰς

φύσιν σαρκὸς τὴν ἄρρητον τοῦ Θεοῦ Λόγου παρενεχθῆναι φύσιν.

Ἄτρεπτος μὲν γάρ ἐστι καὶ ἀναλλοίωτος παντελῶς.

ηʹ. <Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς

Ἰωάννην Ἀντιοχείας ἀρχιεπίσκοπον ἐπι-

στολῆς, ἧς ἡ ἀρχή· Εὐφραινέσθωσαν οὐρα-

114

νοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ·> Ὁμολογοῦμεν τοιγαροῦν

τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονο-

γενῆ, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ

σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν

θεότητα, ἐπ' ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ

τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν

ἀνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοού-

σιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων

ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολο-

γοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν

ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν Θεὸν

Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλ-

λήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ

εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν

τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ' ἑνὸς

προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν

θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ

τὴν ἀνθρωπότητα παραδιδόντας. Ταύταις ὑμῶν ἐντυχόντες

ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες,

(εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν

τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεο-

πνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων

συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ' ἡμῖν καὶ παρ' ὑμῖν

ἐκκλησίαι.

θʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν

115

ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται, διαβεβαιουμένοις ὅτι

θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος. Ἀλλ' εἴπερ ἐξ οὐρανοῦ καὶ

οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγενῆσθαί φαμεν τοῦ πάντων

ἡμῶν σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο θεοτόκος; Τίνα γὰρ

ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν

Ἐμμανουήλ;

ιʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν

ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπῳ

νοούμενος. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων

μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι

φαμέν. Τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς

ἐγένετο τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ

ὁσιότης ἐπιστομίζειν.

ιαʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ἀπαθῆ δὲ πρὸς τούτῳ τὸν τοῦ Θεοῦ Λόγον ὑπάρχειν

ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ

μυστήριον ἑαυτῷ προσνέμων ὁρῷτο τὰ ἴδια σαρκὶ συμβεβηκότα

πάθη. Ταύτῃτοι καὶ ὁ πάνσοφος Πέτρος· Χριστοῦ οὖν παθόν-

τος, φησί, ὑπὲρ ἡμῶν σαρκὶ καὶ οὐχὶ τῇ φύσει τῆς ἀπορρήτου

θεότητος. Ἵνα γὰρ αὐτὸς τῶν ὅλων σωτὴρ εἶναι πιστεύηται,

κατ' οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας

σαρκὸς ἀναφέρει πάθη.

ιβʹ. <Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς

Εὐλόγιον ἐπιστολῆς τὸν ἐν Κωνσταντινου-

116

πόλει ἀποκρισιάριον, ἧς ἡ ἀρχή· Ἐπιλαμ-

βάνονται τινὲς τῆς ἐκθέσεως, ἧς πεποίηνται

οἱ Ἀνατολικοί·> Ἐπειδὴ πάντες οἱ τῆς Ἀνατολῆς νομί-

ζουσιν ἡμᾶς τοὺς ὀρθοδόξους ταῖς Ἀπολιναρίου κακοδοξίαις

ἀκολουθεῖν καὶ φρονεῖν ὅτι σύγκρασις ἐγένετο ἢ σύγχυσις,

(τοιαύταις γὰρ αὐτοὶ κέχρηνται φωναῖς, ὡς τοῦ Θεοῦ Λόγου

μεταβεβηκότος εἰς φύσιν σαρκὸς καὶ τῆς σαρκὸς τραπείσης

εἰς φύσιν θεότητος), συγκεχωρήκαμεν αὐτοῖς οὐ διελεῖν εἰς δύο

τὸν ἕνα Υἱόν, μὴ γένοιτο, ἀλλ' ὁμολογῆσαι μόνον ὅτι οὔτε σύγ-

χυσις ἐγένετο οὔτε κρᾶσις, ἀλλ' ἡ μὲν σὰρξ σὰρξ ἦν, ὡς ἐκ

γυναικὸς ληφθεῖσα, ὁ δὲ Λόγος ὡς ἐκ Πατρὸς γεννηθεὶς Λόγος

ἦν· πλὴν εἷς ὁ Χριστὸς καὶ υἱὸς καὶ κύριος κατὰ τὴν Ἰωάννου

φωνήν.

ιγʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Παρασκεύαζε δὲ αὐτοὺς προσέχειν τῇ ἀναγνώσει τῆς

ἐπιστολῆς τοῦ μακαρίου πάπα Ἀθανασίου, ὅτι ἐκεῖ φιλονεικούν-

των τινῶν καὶ λεγόντων ὅτι ἐκ τῆς ἰδίας φύσεως ὁ Θεὸς Λόγος

μετεποίησεν ἑαυτῷ σῶμα, ἄνω καὶ κάτω διισχυρίζεται λέγων

ὅτι οὐχ ὁμοούσιον ἦν τῷ Λόγῳ τὸ σῶμα. Εἰ δὲ οὐχ ὁμοούσιον,

ἑτέρα πάντως καὶ ἑτέρα φύσις.

ιδʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομά-

ζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλ' ἢ δύο

ἢ πλειόνων καὶ διαφόρων ἀλλήλοις κατὰ τὴν φύσιν. Εἰ τοίνυν

λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς

καὶ Λόγου, καὶ οἱ δύο λέγοντες φύσεις οὕτω νοοῦσι· πλὴν τῆς

ἑνώσεως ὁμολογουμένης οὐκέτι διίστανται ἀλλήλων τὰ ἑνωθέντα.

117

ιεʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν διατέμνειν

ἐστὶν εἰς δύο τὸν ἑνὰ Χριστόν.

ιϚʹ. <Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ περὶ

ἐνανθρωπήσεως λόγου, οὗ ἡ ἀρχή· Βαθὺ

μὲν καὶ μέγα καὶ ἀξιοθαύμαστον·> Πῶς οὖν

γέγονε καθ' ἡμᾶς; Σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, σῶμα

δὲ οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον

δὲ μᾶλλον ψυχῇ λογικῇ, οὕτω προῆλθε τέλειος ἄνθρωπος ἐκ

γυναικὸς χωρὶς ἁμαρτίας, ἀληθινῶς καὶ οὐ δοκήσει καὶ φαν-

τασίᾳ.

ιζʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Οὐ γὰρ διαιροῦμεν τὸν ἕνα κύριον καὶ Θεὸν καὶ σωτῆρα ἡμῶν

εἰς δύο υἱούς, τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τοῦ Θεοῦ

Λόγον οὐδέ, καθάπερ οἴονταί τινες τῶν αἱρετικῶν καὶ ἀσυνέ-

των, ἀνακεχυμένων ὥσπερ εἰς ἀλλήλας θεότητός τε καὶ ἀνθρω-

πότητος, ἤγουν τοῦ Θεοῦ Λόγου μεταχωρήσαντος εἰς φύσιν σαρ-

κὸς ἢ καὶ τῆς σαρκὸς μεταβληθείσης εἰς φύσιν θεότητος,

(ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἐστιν ὁ τοῦ Θεοῦ

Λόγος), ἀλλ' ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας

ἑαυτῷ ἐκ τῆς ἁγίας παρθένου, κατὰ ἀλήθειαν ὁ τοῦ Θεοῦ Λόγος

ἀφράστως σεσαρκῶσθαι καὶ ἐνανθρωπῆσαι λέγεται.

ιηʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Ὅσον μὲν ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τέτοκεν ἡ ἁγία παρ-

θένος τὸ ἑαυτῇ τε καὶ ἡμῖν ὁμοούσιον σῶμα, ἀλλ' ἔν γε. τῷ

θεοτόκον εἰπεῖν συνεισάγεται πάντως καὶ ἡ τούτου δήλωσις. Οὐ

γὰρ θεότητα τέτοκε γυμνὴν ἡ ἁγία παρθένος, ἀλλ' ἑνωθέντα

118

σαρκὶ τὸν τοῦ Θεοῦ Λόγον, καὶ οὐκ ἂν ἑτέρως νοοῖτο θεοτόκος,

εἰ μὴ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, ὥστε προειστρέχει πάντως

ἡ τῆς ἐνανθρωπήσεως ὁμολογία.

ιθʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Καὶ οὕτως ἔσται λοιπὸν ἀληθὲς ὅτι θεοτόκος γέγονεν ἡ ἁγία

παρθένος ἀποτεκοῦσα παραδόξως ἕνα Χριστόν, παραπλησίως

ἡμῖν μετεσχηκότα σαρκὸς καὶ αἵματος, καὶ ὁμοούσιον αὐτῇ

τε καὶ ἡμῖν κατὰ τὸ ἀνθρώπινον, ὡς εἶναι τὴν σάρκα ἐκ τῆς

θεοτόκου Μαρίας ὁμοούσιον, οὐ γὰρ ὁμοιούσιον ὡς ἔδοξέ τισι

τῶν αἱρετικῶν, ἀλλ' ὁμοούσιον, τουτέστιν ἐκ τῆς ἡμετέρας οὐσίας·

φησὶ γάρ· σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

κʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον

τὸν Βεροίας δευτέρας ἐπιστολῆς, ἧς ἡ

ἀρχή· Πρέπουσαν ἑαυτῇ φροντίδα καὶ νῦν ἡ

σὴ ὁσιότης ἀνεδέξατο·> Μὴ γὰρ δή τινες ἁπλῶς

ἀλλοκότους καθ' ἡμῶν ἐμείτωσαν λόγους, τὰ Ἀπολιναρίου φρο-

νεῖν ἐπιφημίζοντες ἤγουν τὰ Ἀρείου καὶ Εὐνομίου, καθὰ γεγρά-

φασιν ἐν τῇ Ἐφεσίων. Ἐγὼ γὰρ διὰ τὴν τοῦ Σωτῆρος χάριν

ἀεὶ γέγονα καὶ ὀρθόδοξος, ἐτράφην δὲ καὶ εἰς χεῖρας ὀρθοδό-

ξου πατρὸς, καὶ οὔτε τὰ Ἀπολιναρίου πεφρόνηκα πώποτε, μὴ

γένοιτο, οὔτε τὰ Ἀρείου ἢ Εὐνομίου οὔτε μὴν τὰ ἑτέρου τινὸς

τῶν αἱρετικῶν, ἀναθεματίζω δὲ μᾶλλον αὐτούς. Οὐ γὰρ ἄψυχον

λέγω τὸ σῶμα Χριστοῦ, ὁμολογῶ δὲ ὅτι ἐψύχωτο ψυχῇ λογικῇ,

καὶ οὔτε σύγχυσιν ἢ φυρμὸν ἢ ἀνάκρασιν γεγενῆσθαι διισχυρί-

ζομαι, καθά φασί τινες, ἄτρεπτον δὲ καὶ ἀναλλοίωτον ὑπάρχοντα

κατὰ φύσιν τὸν τοῦ Θεοῦ Λόγον ἐπίσταμαι καὶ παντὸς ἀνεπί-

δεκτον πάθους κατὰ τὴν ἰδίαν φύσιν. Ἀπαθὲς γὰρ τὸ θεῖον καὶ

119

τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται, ἐρήρεισται δὲ μᾶλ-

λον ἐν ἰδίοις ἀγαθοῖς, ἔχει δὲ καὶ ἀκράδαντον τὴν ἐφ' οἷς ἐστι

διαμονήν. Ἕνα δὲ ὄντα Χριστὸν καὶ κύριον τὸν μονογενῆ τοῦ

Θεοῦ Υἱόν, τοῦτον λέγω παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφὰς

ἤτοι κατὰ τὴν τοῦ μακαρίου Πέτρου φωνήν.

καʹ. <Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς ἑρμη-

νείας τοῦ ἀποπομπαίου, ἧς ἐποίησε πρὸς

Ἀκάκιον τὸν Σκυθοπόλεως ἐπίσκοπον, ἧς

ἡ ἀρχή· Τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἀρτίως

ἐπεσταλμένοις ἐντυχών, ἥσθην ἄγαν·> Δύο μὲν

γὰρ χιμάρους προσκομισθῆναι προστέταχε καὶ δύο γράφεσθαι

κλήρους ἐπ' αὐτοῖς, ὡς τὸν μὲν ἕνα τῶν χιμάρων ὀνομασθῆναι

κύριον, τόν γε μὴν ἕτερον ἀποπομπαῖον. Οὐκοῦν ὀνόματα τοῖς

χιμάροις κύριός τε καὶ ἀποπομπαῖος, σημαίνεται δὲ δι' ἀμφοῖν

ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός.

κβʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Ἀναθετέον δὴ οὖν ἐν τῷ σφαγέντι χιμάρῳ γενόμενον μὲν ἐν

θανάτῳ σαρκὸς τὸν Ἐμμανουήλ, πλὴν ἐπὶ λύσει θανάτου καὶ

ἁμαρτίας. Ἦν γὰρ ἐν νεκροῖς ἐλεύθερος, τουτέστιν ἀνάλωτος

ἁμαρτίας καὶ οὐκ ἔνοχος μεθ' ἡμῶν τῇ τοῦ θανάτου δίκῃ.

Ἴδωμεν οὖν αὐτὸν ἐν τῷ ἑτέρῳ χιμάρῳ τῷ ζῶντι καὶ ἀφιεμένῳ

καὶ ἐν τῷ παθεῖν ἀνθρωπίνως μὴ πάσχοντα θεϊκῶς καὶ ἐν τῷ

τεθνάναι σαρκὶ θανάτου κρείττονα.

120

κγʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Οἶμαι δὲ δεῖν καὶ αὐτὴν ποιήσασθαι τὴν παράθεσιν τῶν νομικῶν

γραμμάτων εἰς ἀνάμνησιν τοῖς ἀκροωμένοις, ἔχει δὲ οὕτως· καὶ

προσάξει τὸν χίμαρον τὸν ζῶντα καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας

αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει

ἐπ' αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς

ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει

αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ

ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Ἄθρει δὴ οὖν ὅπως,

καίτοι τοῦ πρώτου σφαγέντος χιμάρου, ζῶντα πλεισταχοῦ τὸν

ἕτερον ὀνομάζει· ἦν γάρ, ὡς ἔφην, δι' ἀμφοῖν γραφόμενος ὁ

εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός, ὡς ἐν πάθει σαρ-

κὸς ἰδίας καὶ ἔξω πάθους, ὡς ἐν ἀθανάτῳ καὶ ὑπὲρ θάνατον.

Ἔζη γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ γευομένης θανάτου τῆς ἁγίας

αὐτοῦ σαρκός, καὶ μεμένηκεν ἀπαθής, καίτοι τοῦ ἰδίου σώματος

τὸ πάθος οἰκειούμενος καὶ εἰς ἑαυτὸν ἀναφέρων αὐτό.

κδʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, καθὰ καὶ ἐν τοῖς χιμάροις,

σαρκὶ μὲν παθόντα κατὰ τὰς γραφάς, μείναντα δὲ καὶ ἐπέκεινα

τοῦ παθεῖν καὶ ἀποθνῄσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς·

ζωὴ γὰρ ὁ Λόγος ἦν. Καὶ γοῦν ὁ πάνσοφος μαθητὴς θανα-

τωθῆναι μὲν αὐτὸν ἔφη σαρκί, ζωοποιηθῆναι δὲ πνεύματι.

Πλὴν ὅτι κἂν εἰ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος

ἦν ὁ Λόγος, ἀλλ' οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός,

ὡς ἤδη προεῖπον· ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ

αἵματι τοῦ τετελευτηκότος, πεφυρμένον δὲ τῷ αἵματι μόνον, οὐ

κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο. Ἀναπε-

121

φοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ

τῆς ἑνωθείσης αὐτῷ σαρκὸς καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα.

κεʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Ὥσπερ ἐν τοῖς χιμάροις ἐγράφη σαφῶς τὸ τοῦ Χριστοῦ μυστή-

ριον, οὕτως καὶ ἐν τοῖς δυσὶν ὀρνιθίοις.

κϚʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Ἆρ' οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ πατρὸς Λόγος τοῦ

ἐκ σπέρματος Δαυίδ, καὶ ἀσυγκρίτοις διαφοραῖς; Τί γὰρ ἀνθρώ-

που φύσις ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην; Ἀλλά, οἶμαι,

καὶ οὐχ ἑκόντες ἐροῦσιν ὡς ἀμείνων ἐστὶ κατὰ φύσιν ὁ ἐκ Θεοῦ

πατρὸς Λόγος. Εἶτα τί δράσομεν τοὺς χιμάρους ὁρῶντες οὐχ

ἑτεροφυεῖς ὄντας ἀλλήλοις, ὁμοειδεῖς δὲ μᾶλλον καὶ κατ' οὐδὲν

ἀλλήλων διαφέροντας κατά γε τὸ εἶναι τοῦθ' ὅπερ εἰσίν; Ὁ

αὐτὸς δ' ἂν γένοιτο λόγος καὶ ἐπὶ τοῖς δυσὶν ὀρνιθίοις. Οὐκοῦν

συγχωρείτωσαν διὰ τὸ τῶν χιμάρων ἤγουν τῶν ὀρνιθίων ὁμοει-

δὲς μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον. Ἀλλ' οὐκ

ἀνέξονται, καθάπερ ἡγοῦμαι, τοῦ τοιοῦδε λόγου· πλεῖστον γὰρ

ὅσον τὸ μεταξὺ θεότητός τε καὶ ἀνθρωπότητος.

κζʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Ἔδει δὴ οὖν τὸν διὰ Μωυσέως νόμον καταγράψαι σοφῶς

ἐθέλοντα τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἑνὶ τῶν χιμάρων ἤτοι

τῶν ὀρνιθίων ἀποθνῄσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδεικνύειν

αὐτόν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ πως εἶναι τὸ δρώμενον.

κηʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·>

Ὥστε κἂν εἰ δύο χιμάρους παρεκόμισεν ἡ χρεία πρὸς παράδειξιν

μυστηρίου τοῦ κατὰ Χριστόν, κἂν εἰ δυὰς ὀρνίθων, εἷς ἦν ὁ

ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ θανάτῳ καὶ

122

ὑπὲρ θάνατον καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ

δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Αὐτὸς

γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὰ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ

καιροὺς αὐτῷ.

κθʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον τὸν

Μελιτηνῆς ἐπίσκοπον ἐπιστολῆς, ἧς ἡ

ἀρχή· Χρῆμα μὲν ἀδελφοῖς ἡ πρόσρησις·>

Γέγονε γὰρ σὰρξ ὁ Λόγος κατὰ τὰς γραφάς, καὶ σύμβασιν

οἰκονομικὴν καὶ ἀπόρρητον ἀληθῶς πεπράχθαι φαμὲν ἀνομοίων

πραγμάτων εἰς ἕνωσιν ἀδιάσπαστον. Οὐ γάρτοι, κατά τινας

τῶν ἀρχαίων αἱρετικῶν, ἐξ ἰδίας λαβόντα φύσεως, τουτέστι τῆς

θεϊκῆς, ἑαυτῷ κατασκευάσαι τὸ σῶμα τὸν Θεοῦ Λόγον ὑπονοή-

σομεν, ἑπόμενοι δὲ πανταχῇ ταῖς θεοπνεύστοις γραφαῖς, ἐκ τῆς

ἁγίας παρθένου λαβεῖν αὐτὸν διαβεβαιούμεθα. Ταύτῃτοι τὰ

ἐξ ὧν ἐστιν ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστὸς

ὡς ἐν ἐννοίαις δεχόμενοι, δύο φύσεις ἡνῶσθαί φαμεν.

λʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς·>

Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι' ἐναντίας· Ἰδοὺ δὴ σαφῶς

οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι, δύο μὲν ὀνομά-

ζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνον-

ται κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα

τοῖς σοῖς; Οὐ γὰρ ἀνέχῃ προσώποις δυσὶν ἤγουν ὑποστάσεσι

τὰς φωνὰς διανέμειν. Ἀλλ', ὦ βέλτιστε, φαίην ἄν, γεγράφαμεν

ἐν τοῖς κεφαλαίοις· Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι

διανέμει τὰς φωνάς, καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ

Θεοῦ Λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς

123

μόνῳ τῷ ἐκ Θεοῦ πατρὸς Λόγῳ, ὃς ἔστω κατάκριτος. Φωνῶν δὲ

διαφορὰν κατ' οὐδένα τρόπον ἀνῃρήκαμεν, εἰ καὶ ἀπόβλητον

πεποιήμεθα τὸ μερίζειν αὐτὰς ὡς υἱῷ κατὰ μόνας τῷ ἐκ Πατρὸς

Λόγῳ καὶ ὡς ἀνθρώπῳ πάλιν κατὰ μόνας υἱῷ νοουμένῳ τῷ ἐκ

γυναικός.

λαʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Τίνα δὲ τρόπον ἐσαρκώθη τε καὶ ἐνανθρώπησεν, εἰ

περιεργάζοιτό τις, καταθρήσειεν ἂν τὸν ἐκ Θεοῦ Λόγον δούλου

τε λαβόντα μορφὴν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον,

καθὰ γέγραπται. Καὶ κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον νοηθείη

ἂν ἡ τῶν φύσεων ἤγουν ὑποστάσεων διαφορά· οὐ γάρτοι

ταὐτὸν ὡς ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης.

λβʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ὅταν τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονῆται τρόπος,

δύο τὰ ἀλλήλοις ἀπορρήτως τε καὶ ἀσυγχύτως συνηνεγμένα καθ'

ἕνωσιν ὁρᾷ δὴ πάντως ὁ ἀνθρώπινος νοῦς. Ἑνωθέντα γε μὴν

διίστησιν οὐδαμῶς.

λγʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Οἷον δή φημι· αἱ μὲν γάρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα

θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην

τινὰ τάξιν ἐπέχουσιν, ἐμφανίζουσαι τὸν Υἱὸν Θεόν τε ὄντα καὶ

ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῷ.

λδʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ἰδοὺ γὰρ ἰδοὺ Χριστὸν Ἰησοῦν ὀνομάσας, χθὲς καὶ

124

σήμερον τὸν αὐτὸν εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας καὶ δι' αὐτοῦ

γενέσθαι τὰ πάντα, καὶ τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων ἐπὶ πάντας

ὀνομάζει Θεόν, καὶ μὴν καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς

αἰῶνας. Μὴ τοίνυν διέλῃς ἐν τούτοις τὰς ἐπὶ τῷ Κυρίῳ φωνάς,

(ἔχουσι γὰρ ἐν ταὐτῷ τὸ θεοπρεπὲς καὶ τὸ ἀνθρώπινον),

ἐφάρμοσον δὲ μᾶλλον αὐτὰς ὡς ἑνὶ τῷ Υἱῷ.

λεʹ. <Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο-

λῆς·> Ἦν οὖν ἀναγκαῖον καὶ πρός γε τοῦτο ἡμᾶς εἰπεῖν. Οὐκ

ἠγνόηκεν ἡ σὴ τελειότης ὅτι τῆς Ἀπολιναρίου δόξης τὸν μῶμον

τῶν ἐμῶν καταχέοντες ἐπιστολῶν, ᾠήθησαν ὅτι καὶ ἄψυχον

εἶναί φημι τὸ ἅγιον σῶμα Χριστοῦ, καὶ ὅτι κρᾶσις ἢ σύγχυσις

ἢ φυρμὸς ἢ μεταβολὴ τοῦ Λόγου γέγονεν εἰς τὴν σάρκα ἤγουν

τῆς σαρκὸς μεταφοιτησάσης εἰς φύσιν θεότητος, ὡς μηδὲν ἔτι

σῴζεσθαι καθαρῶς μήτε μὴν εἶναι ὅ ἐστιν. Ὠιήθησαν δὲ πρὸς

τούτῳ καὶ ταῖς Ἀρείου με συμφέρεσθαι βλασφημίαις, διά τοι

τὸ μὴ ἐθέλειν διαφορὰν εἰδέναι φωνῶν καὶ τὰς μὲν εἶναι λέγειν

θεοπρεπεῖς, τὰς δὲ ἀνθρωπίνας καὶ πρεπούσας μᾶλλον τῇ οἰκο-

νομίᾳ τῇ μετὰ σαρκός. Ἐγὼ δὲ ὅτι τῶν τοιούτων ἀπήλλαγμαι,

μαρτυρήσειεν ἂν ἑτέροις ἡ σὴ τελειότης, πλὴν ἔδει σκανδα-

λισθεῖσιν ἀπολογήσασθαι. Ταύτῃτοι γέγραφα πρὸς τὴν θεοσέ-

βειαν αὐτοῦ ὡς οὔτε πεφρόνηκά ποτε τὰ Ἀρείου τε καὶ Ἀπο-

λιναρίου οὔτε μὴν μεταπεποιῆσθαι τὸν τοῦ Θεοῦ Λόγον εἰς σάρκα

φημί, ἀλλ' οὐδὲ εἰς φύσιν θεότητος μεταφῦναι τὴν σάρκα, διὰ

τὸ ἄτρεπτον εἶναι καὶ ἀναλλοίωτον τὸν τοῦ Θεοῦ Λόγον· ἀνέφικ-

τον δὲ καὶ τὸ ἕτερον, οὔτε μὴν ἀνῄρηκα ποτὲ φωνῶν διαφοράν,

ἀλλ' οἶδα τὸν Κύριον θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως διαλε-

γόμενον, ἐπείπερ ἐστὶν ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος.

λϚʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ πρώτου ὑπομ-

νηστικοῦ τοῦ πρὸς Σούκενσον ἐπίσκοπον

125

τῆς Διοκαισαρέων τῆς κατὰ τὴν Ἰσαύρων

ἐπαρχίαν, οὗ ἡ ἀρχή· Ἐνέτυχον μὲν τῷ

ὑπομνηστικῷ τῷ παρὰ τῆς σῆς ὁσιότητος

ἀποσταλέντι·> Ἐπειδὴ δέ τινες ἐπιπλέκουσιν ἡμῖν τὰς

Ἀπολιναρίου δόξας καί φασιν ὅτι, εἰ ἕνα λέγετε καθ' ἕνωσιν

ἀκριβῆ καὶ συνεσταλμένην υἱὸν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον

ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, τάχα που κἀκεῖνο φαντά-

ζεσθε καὶ φρονεῖν ἐγνώκατε ὅτι σύγχυσις ἤτοι σύγκρασις ἢ

φυρμὸς ἐγένετο τοῦ Λόγου πρὸς τὸ σῶμα ἢ τοῦ σώματος εἰς

φύσιν θεότητος μεταβολή, ταύτῃτοι καὶ μάλα ἐμφρόνως ἡμεῖς,

ἀποκρουόμενοι τὴν συκοφαντίαν, φαμὲν ὅτι ὁ ἐκ Θεοῦ πατρὸς

Λόγος ἀπερινοήτως τε καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, ἥνωσεν ἑαυτῷ

σῶμα ἐψυχωμένον ψυχῇ νοερᾷ καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναι-

κός, οὐ μεταβολῇ φύσεως καθ' ἡμᾶς γεγονώς, ἀλλ' εὐδοκίᾳ

μᾶλλον οἰκονομικῇ.

λζʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Ἑνοῦντες τοίνυν ἡμεῖς τῇ ἁγίᾳ σαρκὶ ψυχὴν ἐχούσῃ τὴν

νοερὰν ἀπορρήτως καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον

ἀσυγχύτως, ἀτρέπτως, ἀμεταβλήτως, ἕνα υἱὸν καὶ Χριστὸν καὶ

κύριον ὁμολογοῦμεν, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, οὐχ ἕτερον

καὶ ἕτερον, ἀλλ' ἕνα καὶ τὸν αὐτόν, τοῦτό τε κἀκεῖνο ὑπάρχοντα

καὶ νοούμενον.

ληʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Φαμὲν δὲ κἀκεῖνο· βασανίζοντες εὐτέχνως τῆς μετὰ σαρκὸς

οἰκονομίας τὸν τρόπον καὶ περιαρθροῦντες ἰσχνῶς τὸ μυστήριον,

ὁρῶμεν ὅτι ὁ ἐκ Θεοῦ πατρὸς Λόγος ἐνηνθρώπησέ τε καὶ

ἐσαρκώθη, καὶ οὐκ ἐκ τῆς θείας ἑαυτοῦ φύσεως τὸ ἱερὸν ἐκεῖνο

πεπλαστούργηκε σῶμα, ἀλλ' ἐκ τῆς παρθένου μᾶλλον ἔλαβεν

αὐτό, ἐπεὶ πῶς γέγονεν ἄνθρωπος, εἰ μὴ σῶμα πεφόρεκε τὸ

ἀνθρώπινον;

126

λθʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον,

ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσ-

παστον ἀσυγχύτως καὶ ἀτρέπτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ

οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ, ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός

ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονο-

μικῶς.

μʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Ὅταν οὖν ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συν-

δρομὴν ἐκ δύο φύσεων γεγενῆσθαι λέγοντες· μετὰ μέντοι τὴν

ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ' ἀλλήλων, οὔτε εἰς δύο

τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον.

μαʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς

σύνθεσιν, καθ' ἥν ἐσμεν ἄνθρωποι. Συντεθείμεθα γὰρ ἐκ ψυχῆς

καὶ σώματος καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν μὲν τὴν τοῦ σώμα-

τος, ἑτέραν δὲ τὴν τῆς ψυχῆς.

μβʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἐννοίας καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς

τῆς ψυχῆς ὄμμασι τίνα τρόπον ἐνηνθρώπησεν ὁ Μονογενής,

δύο τὰς φύσεις εἶναί φαμεν ἑνωθείσας, ἕνα δὲ υἱὸν καὶ Χριστὸν

καὶ κύριον.

μγʹ. <Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·>

Εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν…

σατο…

The complete text is available when the reading interface loads.