The Greek Library Catalogue

Anonymous

Chronographia

Edition reference
Chronographia (lib. 1–6), ed. I. Bekker, Theophanes Continuatus, Ioannes Cameniata, Symeon Magister, Georgius Monachus [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1838]: 1–481.
CTS identifier
urn:cts:greekLit:tlg4153.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

{ΧΡΟΝΟΓΡΑΦΙΑ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΚ ΠΡΟΣΤΑΓΜΑΤΟΣ

ΚΩΝΣΤΑΝΤΙΝΟΥ

ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ ΔΕΣΠΟΤΟΥ,

ΥΙΟΥ ΛΕΟΝΤΟΣ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΔΕΣΠΟΤΟΥ

ΚΑΙ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ....

ΑΡΧΟΜΕΝΗ ΟΠΟΥ ΕΛΗΞΕ ΘΕΟΦΑΝΗΣ .................

............ ΤΩ ΒΑΣΙΛΕΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ ΤΟΥ

ΚΟΥΡΟΠΑΛΑΤΟΥ, ΗΓΟΥΝ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ

ΤΟΥ ΑΡΜΕΝΙΟΥ.

Τῶν δὲ καθ' ἕκαστα τὰς ὑποθέσεις ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος

φιλοπόνως συνέλεξε καὶ εὐσυνόπτως ἐξέθετο, νῆ τῶν μετέπειτα δῆλα

γίν ...... τῆς βασιλείας.}

Καὶ τοῦτο πάντως τῶν σῶν, ὦ φιλοσοφώτατε βασιλεῦ, καλῶν,

μετά γε πολλῶν ἄλλων τε καὶ μεγάλων, τὸ τὰ τῷ χρόνῳ παραρ-

ρυέντα καὶ κεχωρηκότα πρὸς τὸ μὴ ὂν πρὸς παλινζωΐαν αὖθις καὶ

4

παλιγγενεσίαν ἀναγαγεῖν, καὶ τοῦ τῆς ἱστορίας ἐπιμεληθῆναι κα-

λοῦ, ἀλλὰ μὴ τοῖς πρὸ τοῦ τὴν βασιλικὴν ἐπειλημμένοις ἀμελη-

θῆναι ἀρχήν. οἱ μὲν γὰρ ζῆλον ἐζηλωκότες τοῖς ἀγαθοῖς ἀζήλω-

τον ὑπεξῃρήσθωσαν τοῦ λόγου. τινὲς διενηνοχέναι ἐσπουδάκασι

τῶν πολλῶν κατ' οὐδέν, ὅτι μὴ λόγου σύντροφοι ἀλλ' ἀγροικίας

γεγόνασι κατεντρύφημα. τί γὰρ τοιοῦτον ἐξασκεῖν αὐτοκράτορα

δεῖ, ὃ μὴ .... ἐπιφέρει τὴν ὄνησιν μετὰ λόγου γινομένων, δέον

ἐπιμελεῖσθαι ἀνδρῶν καὶ τῆς λογικῆς ὅτι μάλιστα ἐπιστήμης, ἐξ

ὧν τὸ κράτος βασιλείας, ὡς ἂν μὴ λάθοιεν κατὰ πρανοῦς φερό-

μενοι ἀλογωθέντες οἱ ἄνθρωποι, καὶ κινδυνεύσῃ τοῦτο, ᾧ τῶν

πάντων διαφέρομεν, ἀφωνίᾳ παραδοθέν.

Ἀλλ' ὅσον μέν σοι πεπόνηται, πραότατε βασιλεῦ, περὶ τὴν

λογικὴν καὶ τὴν τῶν ἀνδρῶν ἐπιμέλειαν, ἵνα τἆλλα......, θεω-

ρήσουσι μὲν οἱ σοφοί, ὅτι δὴ καὶ σύ, μᾶλλον δὲ δὴ σὺ σαφῶς,

ὅτι γε καὶ ἐκεῖνοι σοφοί. ἱστορεῖς δὲ αὐτός, χεῖρα μόνως λαβὼν

ἡμῶν διακονουμένην σοι, ὅσα τοῖς πρὸ σοῦ βεβίωται, κἂν ἀπο-

χρώντως ἔχωσι τὸ φαῦλον καὶ οὐ λαμπρόν, ἐπεὶ καὶ τούτων ἔνεστι

θηρᾶσαι τοῖς σπουδαίοις τὰ χρήσιμα. ἀμέλει τοιγαροῦν πάσης ἀσχο-

λίας καὶ ἀργίας τὴν περὶ λόγου προτετιμηκὼς σπουδήν, ἅτε δὴ τούτου

μάλιστα τοῖς ὑπηκόοις φιλομαθέσι τε καὶ φιλιστοροῦσιν ζῆλον καὶ

ἀρετὴν ἐγγεννῶντος, τὰ μὲν ἐκ τῶν γεγραμμένων τὰ δὲ ἐκ τῶν ἀκοῇ

5

παραδεδομένων συνηθροικὼς ὥσπερ τι κοινὸν διδασκαλεῖον προθεῖναι

πᾶσιν ἐβουλεύσω καλῶς, ἐκείνην ταύτης ἀρχὴν εἶναι νομίσας τῆς

ἱστορίας ἀρίστην, τὴν τῷ μακαρίτῃ Θεοφάνει γενομένην κατάλη-

ξιν, ὃν κατὰ συγγένειαν καὶ ἀγχιστείαν, τὸ εἶναι υἱωνὸς λαχών,

ἀποσεμνύνεις τε ἐκ τῶν σῶν ἱκανῶς καὶ ἀντιλαμβάνεις αὖθις παρ'

αὐτοῦ τινὰ εὔκλειαν.

Ἐκεῖνος μὲν οὖν εἰς τὴν τοῦ κουροπαλάτου Μιχαὴλ βασι-

λείαν καὶ ἧτταν τὴν ἐκ τῶν Βουλγάρων συμβᾶσαν αὐτῷ καταπρο-

δοθέντος ὑπὸ τῶν ἑαυτοῦ κατέληγε, τῆς τοῦ Λέοντος μόνον μνη-

σθεὶς ἀναρρήσεως, μηδὲν μήθ' ὅθεν ἦν μήθ' ὅπως ἐτράφη δῆ-

λον τοῖς ἀναγινώσκουσι πεποιηκώς. ἡμεῖς δέ, ὥσπερ τῇ κεφαλῇ

τὰ ἄλλα μέρη συνάπτοντες, αὐτήν τε τὴν ἱστορίαν ὁλόσωμον ἀλλ'

οὐχ ἡμιτελῆ ἀποδείκνυμεν, καὶ πρὸς τὸν ἑξῆς καὶ κάτω χρόνον

τοῖς μὴ ῥᾳθυμότερον ζῶσι διαβιβάζομεν, κέρδος ἀλλ' οὐ ζημίαν

αὐτοῖς ποριζόμενοι, εἴγε δὴ καλὸν καὶ πρὸς ἀσφάλειαν εὔοδον τῶν

ἀγαθῶν τε καὶ μὴ τὸν βίον διαγινώσκειν.

6

{ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΛΕΟΝΤΟΣ.

ΛΟΓΟΣ Α.}

Πατρὶς μὲν οὖν τοῦ δηλωθέντος Λέοντος Ἀρμενία, γένος δὲ τὸ

μὲν ἐξ Ἀσσυρίων τὸ δὲ καὶ αὐτῶν Ἀρμενίων, οἳ καὶ τοὺς ἰδίους

ἐξ ἀνοσίου γνώμης σφαγῇ μιαιφόνῳ παραδόντες γεννήτορας ὑπερ-

ορίας κατεδικάσθησαν, κἀκεῖσε δὴ τὸν πένητα βίον, ἅτε δὴ καὶ

φυγάδες, διαθλοῦντες τὸν εἰρημένον θῆρα ἀπέτεκον. ἄρτι γοῦν

εἰς ἐφήβους ὁ Λέων ἐτάττετο, καὶ κώμην Πίδραν κατονομαζομέ-

νην, ὑπὸ τὸ θέμα τελοῦσαν τῶν Ἀνατολικῶν, τῆς πατρίδος ἀλ-

λάσσεται· ἔνθα δὴ καὶ ἀνδρὸς ἡλικίαν δεξάμενος, τοῖς μαχιμω-

τάτοις καὶ φονικωτάτοις καταριθμούμενος δόξης εὐμοίρησεν ἐπὶ

γενναιότητι. Νικηφόρος τότε τὰς τῆς βασιλείας ἴθυνεν ἡνίας, ὁ

τρόπαιον ἐν Βουλγαρίᾳ γενόμενος, καὶ μονοστράτηγον τὸν Βαρ-

δάνιον, ᾧ Τοῦρκος ἐπίκλην, τῶν πέντε θεμάτων τῶν κατὰ τὴν

Ἀνατολὴν τὴν ἐφορείαν καὶ πρόνοιαν διοικούμενον διά τε τὴν ἐν

πολέμοις τόλμαν καὶ τὰς ἄλλας ἐπανθούσας αὐτῷ ἀρετὰς ἐξαπέ-

σταλκεν· ὃς ἅτε δὴ τῶν ἐχθρῶν ἀγαπῶν κυριεύειν καὶ τὴν βασι-

λείαν ἑκάστοτε ὀνειροπολῶν, τοῦτόν τε, περὶ οὗ ὁ λόγος, τὸν

Λέοντα καταπληκτικὸν βλέποντα καὶ γενναῖον ἀνάστημα ἔχοντα

7

καὶ ἄλλως ἀστεῖον ἐν ταῖς ὁμιλίαις δοκοῦντα τοῖς ἑαυτοῦ δορυφό-

ροις ἐγκαταλέγει καὶ διακόνοις, καὶ πρό γε τούτου ἢ μετὰ τοῦτο

μικρὸν Μιχαήλ τε τὸν Τραυλὸν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γα-

ζουροῦ, ταπεινοὺς πάντας καὶ ἀζήλους ὄντας καὶ ἀρτίως εἰς γνῶ-

σιν ἀγομένους τοῖς τὰς πολεμικὰς ἐγκεχειρισμένοις ἀρχάς. (2) ἐκρέ-

μαντο οὖν οὗτοι τοῦ Βαρδανίου, καὶ ἐν αὐτῷ τὰς κοσμικὰς ἐλπί-

δας ἐσάλευον· καὶ οὗτος τῆς βασιλείας ὢν ἐραστὴς ἀνδρί τινι μο-

νάζοντι κατὰ τὸν τοῦ Φιλομηλίου χῶρον καὶ ἐνδιαιτωμένῳ τὴν

ταύτης ἀνακοινοῦται γνώμην αὐτῷ καὶ ἐπιθυμίαν, καὶ πρὸς θεὸν

εὐχὰς ἱκετηρίους παρεκάλει τοῦτον ἀναπέμπειν, τὰ αὐτοῦ διαβή-

ματα κατευθυνούσας καὶ τὴν βασιλείαν ἐπιβραβευούσας αὐτῷ.

ἀλλ' ἤκουσεν αὐθωρὸν ὡς οὐ δέοι τοιούτων κατατολμᾶν πραγμά-

των, Βαρδάνιε, δι' ὧν ἀπώλειά τε περιουσίας καὶ ὀμμάτων περι-

κοπὴ καὶ δυστυχία ἄλλως οὐ καλῶς σοι γενήσεται· ἀλλ' εἴ τι

ἔχεις πεισθῆναί σοι συμβουλεύοντι, ἀποπήδησον τούτων διὰ βρα-

χέων, ἀρχήν τινα μηδ' ὅλως τῶν τοιούτων σου πραγμάτων βάλ-

λων εἰς νοῦν. ἐπληρώθη κατηφείας καὶ ἀχλύος ὁ ἄνθρωπος τού-

των τῶν λόγων ἀκηκοώς. καὶ τέλος ἐξῄει τοῖ δωματίου πλήρης

ἀθυμίας καὶ θλίψεως. ὡς δὲ τοὺς εἰρημένους ἄνδρας, Λέοντά

τε καὶ Μιχαὴλ καὶ Θωμᾶν, τὸν ἵππον ἄγοντας ἀναβῆναι τούτῳ ὁ

μοναχὸς ἐθεάσατο, τὸν στρατηγὸν ὑποστρέφειν παρεκελεύετο· καὶ

ὡς καινῶν τινῶν καὶ ξένων ἀκούσεσθαι προσδοκῶν, θᾶττον ἢ

8

λόγος ὑπέστρεφεν. ἀλλ' ἐκεῖνον μὲν αὖθις ἐξελιπάρει μὴ πρὸς τὰ

ἐλπιζόμενα αὐτομολῆσαι δεινὰ καὶ τὴν ἀποῦσαν κακοπραγίαν τῆς

παρούσης εὐδαιμονίας ἀλλάξασθαι· αὐτοὺς δὲ τούτους προφήτιδι

γλώττῃ διεμαρτύρετο, βεβαιῶν ὡς ὁ πρῶτος τούτων καὶ δεύτερος

τῆς σοι πεποθημένης βασιλείας γενήσονται ἐγκρατεῖς, ἀλλ' οὐ σύ,

ὁ τρίτος δὲ εὐφημίας μόνης καὶ ἀναρρήσεως μετασχὼν οὐδ' ὅλως

εὐοδωθήσεται, ἀλλὰ καὶ κακῶς τὴν ψυχὴν ἀπορρήξει τὴν ἑαυτοῦ.

τούτοις βαλλόμενος τὴν ψυχὴν ποικίλως ἠφίει κατὰ πρόσωπον τὰς

χροιὰς καὶ αὖθις ἀπῄει τὴν οἴκαδε, ὁμοῦ μὲν βλάσφημά τινα κατὰ

τοῦ ἀνδρὸς καὶ ὕβρεις ἀπορρίπτων, ὁμοῦ δὲ τούτοις τὰς ἐκείνου

δι' αὐτοὺς ἐξαγγέλλων προρρήσεις, καὶ γέλωτα πολὺν καταχέων

τῶν εἰρημένων. (3) χαίρειν οὖν εἰπὼν τοῖς ἐκείνου λόγοις, τῇ

ἐννεακαιδεκάτῃ τοῦ Ἰουλίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος κατὰ τοῦ

βασιλεύοντος Νικηφόρου χεῖρα συναθροίσας πολλήν, καὶ τὰ ὑφ'

ἑαυτὸν τέσσαρα θέματα τοῖς ἑαυτοῦ λόγοις ὑπαγαγών, τῶν Ἀρμε-

νιακῶν χωρὶς (οὐδὲ γὰρ ὑπεῖξαν αὐτῷ), τῆς ἐπαναστάσεως ἄρχε-

ται. ἐμίσει μὲν οὖν τότε τὸν Νικηφόρον τὸ ὑπήκοον τῷ βάρει

πιεζόμενον τῶν δημοσίων τελῶν, ὃ γέγονέ πως καὶ ἀφορμὴ καὶ

σύνδρομον ἐκείνῳ τῆς ἐπαναστάσεως· γέγονε δέ τι καὶ ἕτερον αἴ-

τιον. ὡς γὰρ κατὰ τῶν Ἀγαρηνῶν ὁ Βαρδάνιος ἠνδραγάθησεν

καὶ τῆς γενομένης πολλῆς λαφυραγωγίας δικαίᾳ προνοίᾳ πεποίηκε

τὴν διανομήν, κατάλληλα τοῖς ἀγωνιζομένοις ἐν πολέμῳ ἀλλ' οὐ

9

κατὰ πρόσωπον τὰ ἆθλα προθείς, ἔδοξε καὶ βασιλείας τούτοις

ἄξιος μεταλαχεῖν. ὅθεν ἀναρρηθεὶς δημοσίᾳ φωνῇ βασιλεύς, καὶ

πολλῶν ἄλλων ἀπολαύσεών τε καὶ γερῶν ἐκ τοῦ δήμου καταξιω-

θείς, ὡς καὶ ναὸν ἐπ' ὀνόματι αὐτοῦ ἀνεγεῖραί τε καὶ κατασκευά-

σαι, τὴν ἐπὶ Νικομήδειαν φέρουσαν ᾔει ὁδόν. ἀλλ' ἀποχρῶσαν

καὶ ἐφάμιλλον ὁ βασιλεύων Νικηφόρος δύναμιν ἐκστρατεύσας, καὶ

περὶ τοῦ μέλλοντος δύσελπιν ποιήσας αὐτὸν τῷ πλήθει τῶν ἀντι-

παραταττομένων, ἔπεισεν αὐτὸν συγγνώμην φθάσαντα ἐξαιτήσα-

σθαι. ἄρτι μὲν γὰρ Λέων ἄρτι δὲ καὶ Μιχαὴλ ἀπορρυέντες πρὸς

βασιλέα, ἆθλον ὁ μὲν τὴν φοιδεράτων καὶ βασιλικὸν οἶκον τοῦ

Ζήνωνος καὶ τὸν Δαγισθέα, ὁ δὲ τὴν τῆς κόρτης κόμητος ἀρχὴν

καὶ τὸν τοῦ Καριανοῦ οἶκον ἀπενεγκάμενοι, οὐκ ἀγαθὰ φρονεῖν

αὐτὸν περὶ ἑαυτοῦ πεποιήκασιν. ὅθεν αὐτῷ τε καὶ τῷ λαῷ συγ-

γνώμην αἰτούμενος ἐκ βασιλέως μέχρι τῶν Μαλαγίνων ὑπέστρεφεν·

κἀκεῖ τοὺς τῆς ἀπαθείας λόγους δεξάμενος καὶ τὸ χρυσοῦν σταυ-

ρίδιον, ὃ παρὰ τοῦ Νικηφόρου φορούμενον αὐτῷ ἀπέσταλτο πρὸς

ἀσφάλειάν τε καὶ πίστωσιν, πρὸς τὴν τοῦ Ἡρακλείου μονὴν νύκτωρ,

τὸν Θωμᾶν μόνον συγκινδυνεύοντα ἔχων, ἀπέφυγεν, τὸν τῆς κεφα-

λῆς κόσμον ἀφαιρῆσαι σπουδάζων. καὶ ὁ μὲν τῆς μονῆς προεστὼς

τοῦτο δρᾶσαι τοῦτον οὐ συνεχώρει· αὐτὸς δὲ τῇ ᾗ περιεζώννυτο

σπάθῃ τὸν πλόκαμον αὐτοῦ ἀφελών, καὶ πενιχρὰν ἐσθῆτα ἀμφια-

σάμενος, εἴχετο τῆς πρὸς τὴν Πρώτην νῆσον πορείας, ἔνθα δὴ

τούτῳ κτῆμα καλῶς πεπονημένον ἐνῆν, καὶ ὁ βασιλεὺς ἐκεῖ μένειν

10

περιωρισμένον ἐπέτρεψεν. ἐκεῖσε γοῦν περαιωθείς, καὶ τὰς συνή-

θεις εὐχὰς καὶ τὸ τῶν μοναχῶν θεῖον σχῆμα δεξάμενος, μετωνο-

μάσθη Σάββας, ἀγῶνας ἀσκητικοὺς πολλοὺς ἐνδεικνύμενος. οὐ

πολὺ τὸ ἐν μέσῳ, καί τινες τῶν ἐκ τῆς Λυκαονίας αὐτῷ ἐπιθέμε-

νοι καὶ ποιήσαντες ἔρημον τῶν ὀφθαλμῶν, γνώσει καὶ εἰδήσει τοῦ

βασιλεύοντος, τῷ τοῦ θεοῦ προσφεύγουσι θείῳ καὶ μεγάλῳ ναῷ·

καὶ τέλος εἶχεν καὶ ἡ πρόρρησις τοῦ τὸ Φιλομήλιον ἐνδιαιτωμένου

μονάζοντος. ἀλλ' ἐκεῖνος μὲν ὡς εὐεργέταις αὐτοῖς ἐπευξάμενος

τῆς σκληροτέρας εἴχετο ἀγωγῆς, οἴνου τε καὶ ἰχθύων καὶ ἐλαίου

ὁλοσχερῶς ἀπεχόμενος, γυμνήν τε ἀεὶ φέρων τὴν κεφαλὴν καὶ

τοὺς ἑαυτοῦ πόδας, κἂν εἴ τις σφοδρότερος ἐγεγόνει χειμών. ἔτι

δὲ μονοχίτων διετέλει, τῷ θέρει μὲν δερμάτινον χιτῶνα ἀμφιεννύ-

μενος, τῷ χειμῶνι δὲ τρίχινον περιβαλλόμενος. ἔζη δὲ οὐ σιτίνῳ,

κρίθης δὲ ἀλεύρῳ ἐγκρυφίαν ποιῶν. καὶ οὕτω παρέπεμπεν τὸν

ἑαυτοῦ βίον, διαρκέσας ἕως ὁ Λέων τῆς βασιλείας ἐγένετο ἐγκρα-

τής. ἀποκαρῆναι δὲ καὶ τὴν ἑαυτοῦ σύμβιον Δομνίκαν ἅμα θυ-

γατρὶ καὶ τοῖς ἑαυτοῦ παισὶν ἐν τῷ ἰδίῳ οἴκῳ ἐποίησεν, μετονο-

μάσας αὐτὴν Ἀθανασίαν, ἅπαντα δηλαδὴ τὸν πλοῦτον διανείμας

πτωχοῖς. καὶ τὰ μὲν κατὰ τὸν Βαρδάνιον οὕτω τε καὶ τοιαῦτα.

4 Ὁ δὲ Λέων εἴχετο τῆς δόξης καὶ ἐγαυρία ἐκ ταπεινοῦ

καὶ ἀδόξου περίβλεπτος ὁραθεὶς κατὰ τὴν τῶν φοιδεράτων ἀρχήν.

ἀλλ' οὐδὲ τῆς ἀχαριστίας ἀπείχετο, τοιοῦτος περὶ τὸν εὐεργέτην

11

φανείς. πλὴν εἴχετο, καὶ μάχαις μάχας ἐπισυνάπτων κατὰ τῶν

Ἰσμαηλιτῶν ἠνδραγαθίζετο, ἅτε μεγάλην ἐν τῷ τοιούτῳ μέρει καὶ

φύσει καὶ τριβῇ προσφερόμενος δύναμιν. καί ποτε στρατιωτικῶν

χρημάτων διανομὴν παρὰ τοῦ τὰ σκῆπτρα διέποντος Νικηφόρου

ἐγχειρισθείς, ἐπεὶ οὐδὲν ἔμελεν αὐτῷ τῶν βασιλικῶν ἐντολῶν, οὐδ'

ἐξεπέραινέ τι, ἀλλ' ἐν πολίχνῃ Εὐχαΐτων τὸν καιρὸν ῥαστώνῃ καὶ

ἀμελείᾳ κατατρίβων ἀνεβάλλετο τὰ νενομισμένα τῷ στρατῷ παρα-

σχεῖν· καὶ φυλακῆς οὐδεμίαν πρόνοιαν ἔχων, οὔτε μὴν τῶν κοι-

νῶν χρημάτων, οὐδὲ καὶ τοῦ ἑαυτοῦ σώματος, οὐδ' αὐτῶν τῶν

ὑπὸ χεῖρα, τῶν Ἀγαρηνῶν ἐκδραμόντων καὶ τὰ Ῥωμαίων ληϊζο-

μένων τὴν λείαν αὐτοῖς οὗτος, ἀλλ' οὐκ ἄλλος τις, ἀπεπλήρου

ἀταλαιπώρως, ἀλλὰ δι' αὐτοῦ μὲν οὔ (ὀξείᾳ γὰρ φυγῇ τὴν σω-

τηρίαν ἐπραγματεύσατο), τὰ στρατιωτικὰ δὲ προδοὺς καὶ μόνον

οὐχὶ χερσὶ πολεμίοις ἐμβαλὼν χρήματα. οὗ δὴ ἕνεκα δίκας, εἰ

καὶ μὴ τὰς ἀξίας, τῷ καταπιστεύσαντι δοὺς Νικηφόρῳ πληγαῖς

τε ταῖς κατὰ νώτου ὑπήχθη καὶ στέρνων καὶ φυγῇ ἀϊδίῳ τὴν ζη-

μίαν ἀπέτισεν. ἀλλὰ τοῦ Νικηφόρου κατὰ Σκυθῶν ἐκστρατεύ-

σαντος καὶ τραυματίου κατὰ τὴν παρεμβολὴν τοῦ πολέμου πεσόν-

τος μηνὶ Ἰουλίῳ εἰκάδι ἕκτῃ τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τοῦ

υἱοῦ Σταυρακίου κατὰ τὸν πόλεμον καιρίαν τρωθέντος ὡς δύο μὲν

μόνους μῆνας καὶ ἡμέρας ἐπιζῆσαι ὀκτώ, συμβασιλεύσαντος δὲ

πρότερον τῷ πατρὶ ἔτη ὀκτὼ μῆνας ἑπτά, καὶ Μιχαὴλ τοῦ κουρο-

12

παλάτου μετὰ τὴν τοῦ Σταυρακίου κατὰ τὴν δευτέραν τοῦ Ὀκτω-

βρίου μηνὸς ἀποβίωσιν, γαμβροῦ μὲν Νικηφόρου τελοῦντος, ἐκ

γενεᾶς δὲ καταγομένου τοῦ Ῥαγγαβὲ καὶ κατὰ τὴν θέσιν τῶν Μαγ-

γάνων σκηνοῦντος, τὴν τῆς βασιλείας δεξαμένου ἀρχὴν κατὰ τὸν

Ὀκτώβριον μῆνα τῆς πέμπτης ἰνδικτιῶνος, ἀπολύεται ὁ Λέων τῆς

ὑπερορίας κατὰ τὸ ἐπικρατῆσαν ἔθος τῆς χρηστότητος ἕνεκεν τοῖς

Ῥωμαίων βασιλεῦσι, καὶ τῆς φυγῆς κατάγεται, καὶ τοῖς αὐτοῦ

τούτου δὴ τοῦ Μιχαὴλ ῥαβδούχοις τοῖς κατὰ τὰ ἀνάκτορα συν-

τάττεται ἐφεδρεύουσι, καὶ πατρικίων τιμᾶται μετ' οὐ πολὺ τιμῇ,

καὶ στρατηγὸς Ἀνατολικῶν ἀναδείκνυται, ἡνίκα καὶ τὴν παλαιὰν

φιλίαν τοῦ σὺν αὐτῷ τραφέντος ἀνδρὸς Μιχαὴλ ἀνανεῶν, ὃν κό-

μητα τῆς κόρτης ἡ ἐκ τοῦ Βαρδανίου μετάταξις προετίμησεν, καὶ

τῶν ἀπορρήτων μύστην λαμβάνων, τῶν ἔνδον τε εἶχεν πιστότατον

καὶ τῶν ἐκτὸς πρακτικώτατον.

Ἀλλ' ἔμελλεν αὖθις ἀχαριστίας ἁλῶναι γραφῇ, ὠμότητι

συντραφεὶς καὶ ἀγριότητι ἐκτραφείς, καὶ τοῖς δευτέροις τὰ πρῶτα

καλύψαι ὁ ἀλιτήριος. (5) ὅθεν ἄρτι Κρούμνου τοῦ τῶν Βουλ-

γάρων ἡγεμόνος συμβάσεις καὶ φιλίας ὑποκριναμένου καὶ σπονδὰς

ζητοῦντος εἰρηνικάς, εἰ μόνον τὰ κατ' ἔτος διδόμενα εἰς τάξιν

οἶμαι δοθῶσιν φόρου αὐτῷ, ὡς τοῖς πρότερον ἔδοξε, καὶ προστι-

θέντος ὡς καὶ τοὺς πρόσφυγας Βουλγάρων, πρὸς δὲ καὶ Ῥωμαίων

εἰς τοὐπίσω ἐκδίδοσθαι τῷ ἑαυτῶν ἔθνει, ἄτοπον ἐφάνη τὸ τῶν

13

προσφύγων τοῖς τῆς συγκλήτου βουλῆς, εἰ καὶ ὁ βασιλεύων Μι-

χαὴλ ὅλως ἐγένετο τῆς δόξης τοῦ ἄρχοντος τῷ γε δὴ τῆς εἰρήνης

βούλεσθαι μὴ ἀποτυχεῖν. ἀλλ' ἐκράτησεν ἡ βουλή, Θεόκτιστον

μάγιστρον ἐπικυροῦντα καὶ συντιθέμενον ἔχουσα τῇ δόξῃ, καὶ

διελύθησαν πάλιν εἰς ἔργα πολέμου, τοὺς λόγους καταλιπόντες

γυμνούς. καὶ τοῦτ' εἰκότως ἐφάνη καλόν· πῶς γὰρ ἄν τις φιλάν-

θρωπος δόξῃ καὶ συμπαθὴς τόν γε διά τινα σφαλέντα δὴ περιπέ-

τειαν καὶ τὴν ἑαυτοῦ μὲν ἀρνησάμενον ἐνεγκαμένην, ἧς οὐδὲν γλύ-

κιον, ὥς φασι, πρὸς δὲ καὶ γαμετήν τε καὶ ἔγγονα, ὡς εἰς ἄσυλον

καταφυγόντα βωμὸν τῇ τῶν Ῥωμαίων πολιτείᾳ, τοῦτον ἐκδίδο-

σθαι ὠμότητι Σκυθῶν, θηρίων διενηνοχότων οὐδέν; οἷς γὰρ τὸ

φοβερὸν καὶ ἄγριον ὁρῶσιν αὐτῶν τοὺς πολλοὺς μὴ ὑποφέροντας

καὶ διὰ τοῦτο ἀπορρέοντας πρὸς τὸ ἥμερον καὶ πρᾶον ἡμῶν συχνῶς,

ἅτε δή, μὴ κατὰ μικρὸν λάθωσιν ἑαυτοὺς πρὸς ἡμᾶς ἐκκενώσαν-

τες, δεδιότες οἱ σφῶν ἀρχηγοὶ τὸν πολὺν περὶ τούτων λόγον πολ-

λάκις καὶ μέχρις ἡμῶν κεκινήκασιν. ἀλλὰ κενήν, τὸ δὴ λεγόμενον

κατὰ τὴν παροιμίαν, ἔψηλαν, ἀνθρώποις ἐντυχόντες στερροῖς.

(6) τοιγαροῦν μικρὸν διαλιπόντες κατ' ἀλλήλων ὁπλίζονται. καὶ

Μιχαὴλ τὸν ἑαυτοῦ ὑποστράτηγον Λέοντα ἐπανάγειν καὶ διαπε-

ραιοῦσθαι ἐκ τῆς Ἀνατολῆς θᾶττον ἠξίου μετὰ καὶ τῶν δυνάμεων·

καὶ βοηθῷ μέλλων χρῆσθαι αὐτῷ ἐχθρὸν κατέλαβεν ἄσπονδον.

14

ὡς γὰρ ἐκ τῶν μεγαλαύχων ῥημάτων καὶ ἀπειλῶν ὧν κατὰ Ῥω-

μαίων ὁ Κροῦμνος ἀπέπεμπε, φθόρους σωμάτων ἐπαπειλῶν καὶ

γῆς δῄωσιν καὶ δένδρων ἐκτομὰς καὶ οἰκημάτων πυρπόλησιν, καὶ

ὅλως καθ' ἡμῶν οἷά τις χειμάρρους ποταμὸς φερόμενος πάντας

ὑφ' ἑαυτὸν ποιῆσαι διεβεβαίου, ἄρτι δὴ τοῦ βασιλέως ἐκστρατεύ-

σαντος καὶ συστείλαντος τὰς ὑπερορίους ἐκείνας ἀπειλάς, καὶ μόνον

οὐ τοῖς οἰκείοις ὅροις ἐμμένειν καταναγκάζοντος ἀλλ' οὐκ ἐκπηδᾶν

καὶ τὴν ἡμετέραν ληΐζεσθαι, καὶ πολλάκις ἐκ παρατάξεως προσκα-

λουμένου μὲν τοῦ Μιχαήλ, ἐκείνου δὲ μὴ ἀπαυθαδιαζομένου ἀλλὰ

τὴν οἰκείαν ἐπιγινώσκοντος ἀσθένειαν καὶ μὴ πρὸς βασιλέα χεῖρα

ἀντᾶραι κατατολμῶντος, ἐδόκει μὲν τῷ Μιχαὴλ ἀρκεῖσθαι τὸ προ-

πετὲς ἐκείνου καὶ αὔθαδες ἐν τοῖς ὑπ' αὐτοῦ κατακλείσαντα, μὴ

καὶ μάχην ἐπισυνάψαι, ὡς ἀδήλου ὄντος τοῦ μέλλοντος· “ἐπεὶ”

γὰρ ἔλεγεν “ἐκ παρατάξεως ἡμῶν οὐκ εἰς πόλεμον οἷοί τέ

ἐσμεν ἐκκαλέσασθαι, ἀλλὰ φυγομαχεῖν καὶ ἐφ' ἑαυτοῦ μένειν

ἀναγκάζομεν, τί καὶ δράσαιμεν βιαζόμενοι;” διὰ τοῦτο οὖν

παλινδρομεῖν ἠρέμα πως καὶ κατὰ μικρὸν πρὸς τὴν οἰκείαν

βασιλείαν βουλομένου, ἀπρεπὲς ἐφάνη τῷ Λέοντι καὶ οὐ κατὰ

βασιλέα Ῥωμαίων νῶτα διδόναι τοῖς ἐχθροῖς, οὕτω καλοῦντι

ἐκείνην τὴν καλλίστην βουλὴν τῷ μὴ ὀρθὰ μηδ' ὑγιᾶ φρο-

νεῖν σεσαθρωμένα δὲ καὶ δόλια, καὶ ὅλην ὑφ' ἑαυτὸν ποιῆσαι

τὴν τῶν Ῥωμαίων μελετῶντι ἡγεμονίαν. “ἀλλ' ἰτητέον” ἔφη

15

“πρὸς αὐτούς, ὦ βασιλεῦ, καὶ ὄψει με σήμερον τὸ κράτος καθα-

ρῶς ἀναδούμενον κατὰ τῶν ἐχθρῶν καὶ νικηφόρον δεικνύμενον, τῇ

σῇ καταθαρροῦντα καὶ προπολεμοῦντα πεποιθήσει τε καὶ εὐχῇ.”

τούτοις ὁ Μιχαὴλ τοῖς λόγοις ἐκτραπείς τε καὶ παρασαλευθεὶς

συρρῆξαι παρεκελεύσατο τὸν πόλεμον. ὡς δὲ μόνον ἐγένετο συμ-

βολή, νῶτα δοὺς ὁ Λέων τὴν φυγαδείαν ἠσπάσατο, τὴν βασιλείαν

ἀεί πως ἐπιζητῶν. καὶ τοῦτο τέως ἄδηλον ἦν αὐτῷ τε τῷ Μιχαὴλ

καὶ τοῖς ὑπεναντίοις· μήπω γάρ τινος γεγονότος, οἷα φιλεῖ κατὰ

πόλεμον, μηδετέρῳ ἀνδραγαθήματος, ἀλλ' ἔτι κατ' ἀρχὰς οὔσης

τῆς μάχης καὶ μικροῦ ὅτι καὶ συνερράγησαν ἀγνώστου, αὐτοῖς τε

τοῖς Βουλγάροις καὶ πᾶσιν ἐφάνη τρόπος εἶναι τὸ πρᾶγμα, ὡς

μέλλουσιν αὐτοὺς διασπᾶν καὶ αὖθις ἐξ ὑποστροφῆς καταπολεμεῖν.

ὡς δ' ἀμφότεροι οὐ κατὰ τρόπον ἀλλ' ἀληθῆ δὴ ἔγνωσαν εἶναι

τὴν φυγήν, τότε προσπεσόντες οἱ μὲν ἐναντίοι φόνον πολὺν ἐνειργά-

ζοντο τῶν φευγόντων νεανικῶς, ὁ δὲ Μιχαὴλ ἑαυτὸν σώζειν

ἀλλ' οὐκ ἀντιπίπτειν μετ' ὀλίγων ὢν διεπείραζε. καὶ οὕτω μὲν

ταύτην γενέσθαι τὴν μάχην τινὲς ἡμῖν ἐγγράφως παραδεδώκασιν·

εἰσὶ δ' οἳ καὶ τὰς δυνάμεις μᾶλλον τῷ Λέοντι διδόασι διασῶσαι

καὶ καρτερῶς ἀγωνίσασθαι, τῶν βασιλικῶν ταγμάτων ἐθελοκα-

κησάντων καὶ τὴν οἰκείαν προδεδωκότων παράταξιν, ἀλλ' οὐ τοῦ

κατὰ τὸν Λέοντα μέρους. πλὴν καθυπερτερεῖ μὲν τὰ Βουλγάρων

δυσελπίστως, τὰ δὲ τῶν Ῥωμαίων ἥττῃ συνεχόμενα βαρείᾳ καὶ

16

φοβερᾷ τὸν βασιλέα ἔπεμπον ἀγωνιῶντα περὶ ψυχῆς. ἀλλ' ἐκεῖ-

νος μὲν πρὸς τὰς βασιλείους αὐλὰς παρεπέμπετο, τὸν Λέοντα οἷόν

τινα πρόβολον καταλιπὼν ἔξωθεν ἐφεδρεύειν τοῦ μή τινα γενέσθαι

λαφυραγωγίαν πλείονα παρὰ τῶν ἐχθρῶν. ὁ δὲ καιροῦ λαβόμενος

ἐπιτηδείου τὸν στρατιώτην ὄχλον ἠρέθιζέ τε καὶ βλάσφημά τινα

ῥιπτεῖν κατὰ τοῦ βασιλέως ἠνάγκαζε, καὶ μὴ ἂν ἔλαφον, ἐκεῖνο

δὴ τοῦ μύθου, ἡγεῖσθαι λεόντων καλὸν ἔλεγεν εἶναι, τὴν φυγὴν

ἀσπασάμενον νῦν καὶ πρὸς τοὺς κόλπους φυγόντα τῆς γυναικός,

τὸν ἑαυτοῦ ἡμᾶς καταλιπόντα λαὸν παρανάλωμα τῶν ἐχθρῶν.

οὔπω πέρας πρὸς τοὺς κοινωνοὺς τῶν λόγων ὁ λόγος ἐλάμβανε,

καὶ εἰς ἔργον ἦν τοῦτον ἀπεκβάντα ἰδεῖν, τῇ τῶν κολάκων κατα-

σπαρέντα στωμυλίᾳ καὶ συνδρομῇ. καὶ τέλος ἀνάρρησις αὐθω-

ρόν, καὶ τὸν αὐτὸν εἶχε τὸ βραχύτατον μόριον τῆς ἡμέρας ἰδιώτην

ἅμα καὶ αὐτοκράτορα.

7 Ἄρτι γοῦν ἀνηγορεύετο παρὰ τοῦ στρατοῦ καὶ φόβοι

τοῦτον καὶ δέη ὑφεῖρπον, εἴτε σκηνὴν ὄντως ὑποκρινόμενον, ἵν'

ἀπολογίαν σχοίη εἰς ὕστερον, εἴτε καὶ ἀληθείᾳ τὰ ταῖς τηλικαύ-

ταις πράξεσιν ἀκολουθοῦντα ἀντίπαλα διαλογιζόμενον, ἐπεὶ καὶ

τοῖς ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ

δεινὰ τόλμαι φιλοῦσι γίνεσθαι, καὶ τὸ μέγιστον, ὅπως τῶν βασι-

λείων μετάσχῃ αὐλῶν, θυραυλῶν τε καὶ πόρρω που αὐλιζόμενος.

ἀλλ' ἔμελλε πάντως καὶ αὐτὸς ἐνσκηνῶσαι τοῖς βασιλείοις, καὶ

17

διὰ τοῦτο πνεῦμα πονηρότατον διεγεῖραν Μιχαὴλ τὸν Τραυλὸν

καιρίαν οἱ καθικέσθαι διηπείλει, εἰ μὴ τὴν ἀνάρρησιν ἀσμένως

προσδέξοιτο· ὡς αὐτῷ γε πάντων μελήσειν τῶν νομιζομένων δυσ-

χερῶν, καὶ αὐτῆς γε ταύτης τῆς πρὸς τὰ βασίλεια ἀφίξεως. ὃ δὴ

καὶ γέγονεν.

8 Ὡς δέ τις ἀνὴρ (Ἰωάννης οὗτος ὁ κατὰ τὸν Ἑξαβού-

λιον) τὴν τῶν τειχῶν ἐπιμέλειαν καὶ πρόνοιαν ποιούμενος ᾔσθετο

τὸν Λέοντα τοῦτον καταλελειμμένον πρὸς φυλακὴν ἅμα τῇ τοῦ

βασιλέως εἰσόδῳ, (δεινὸς δὲ ἄρα ἀνδρὸς φύσιν στοχάσασθαι πόρ-

ρωθεν) οὐκ ἐν καλῷ τὴν ἐκείνου ἔφησε γενέσθαι προστασίαν τῶν

στρατευμάτων· ὅθεν σύμβουλος γίνεται τῷ βασιλεῖ διανοήσασθαί

τι καὶ τὸν ἄνδρα μεταστῆσαι καλῶς. πλὴν ἔδει τὸν τέως τῷ κω-

δίῳ θῆρα κρυπτόμενον ἀνακαλυφθῆναί ποτε καὶ δοκιμασθῆναι ὡς

ἐν χοάνῳ χρυσὸν τοὺς τοῦ θεοῦ ἐκλεκτούς· συγχωρεῖται δὲ τοῦτο

πολλάκις κατά τινα τοῦ χρόνου κυκλικὴν περίοδον γίνεσθαι, ἐξ

αἰτήσεως οἶμαι δαιμονικῆς, καθάπερ ἐπὶ Ἰώβ, εἰς γνῶσιν μὲν καὶ

διάκρισιν τῶν εὐσεβῶν, ἀλλοτρίωσιν δὲ καὶ ἀποποίησιν τῶν κα-

κῶν. (9) οὔπω γὰρ πέρας ἔσχον οἱ λόγοι, καὶ φήμη προθέουσα

τὴν τοῦ τυράννου ἐμήνυεν ἀναγόρευσιν. προσπεσούσης δὲ ταύ-

της, ἡ μὲν πόλις πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενο-

μένη μόλις ἑαυτὴν συνεῖχεν, τοὺς ἐμφυλίους κατορρωδοῦσα πολέ-

μους, ἐξ οὗ πολλάκις αὔτανδροι πόλεις κατεβαπτίσθησαν· ὁ δ'

αὐτοκράτωρ ἐξεπλήγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώ-

18

μην, ἀλλ' ἀχαριστίαν αὐτοῦ μόνον κατεγνωκώς, ἠρέμα πως ὑπο-

ψιθυρίσας ὡς καλὸν τῷ θείῳ θελήματι ἕπεσθαι, ἀφῄρει τῆς πό-

λεως τὸ περιθαμβὲς καὶ ταραχῶδες, ἅπαντας προτρεψάμενος χω-

ρῆσαι τούτου πρὸς ἀπαντήν, ἵνα μένουσαν σώζῃ τὴν ἑαυτοῦ πόλιν

ἐμφυλίου αἵματος ἄχραντόν τε καὶ καθαράν. ἵστασθαι δέ τινων

πρὸς τὰ δεινὰ καὶ πρὸς τὸν διὰ μάχης ἀγῶνα παρακελευομένων

χωρεῖν, καὶ μένειν αὐτῶν ὑπισχνουμένων βεβαιῶν ὑπὲρ βασιλέως

πράου τε καὶ πιστοῦ, ἀλλὰ καὶ αὐτῆς ἀποδεχομένης τοῦτο τῆς

γαμετῆς Προκοπίας καὶ Μανουήλ τινος τῶν ἐξ Ἀμαληκιτῶν πρω-

τοστράτορος τηνικαῦτα τυγχάνοντος, οὐκ ἔφη χρῄζειν τὴν βασι-

λείαν αἵμασι καταρρεομένην ἀδελφικοῖς. ὅθεν καί τινι τῶν πρὸς

θεραπείαν αὐτοῦ γνησίων παράσημά τινα δοὺς τῆς βασιλείας φοι-

τᾶν ἐκεῖσε ἐξεβιάσατο. ἐφ' οἷς καὶ δεινοπαθήσασα καὶ οἷον ἐκ-

βακχευθεῖσα ἡ τούτου δὴ γαμετὴ δεινὸν λέγεται ἀνακραγεῖν, εἰ

Βάρκα, οὕτω δὴ τὸ τοῦ Λέοντος καλέσασα γύναιον, τῇ κεφαλῇ

ἐπίθοιτο τὸ μοδίολον. ὁ δὲ στερροῖς λόγοις ταύτην ἐπιρραπίσας,

καὶ ὅλον δὴ ἀναθεὶς ἑαυτὸν τῷ θεῷ, ἐκαραδόκει τὰ μέλλοντα.

ἄρτι γοῦν κατηγγέλλετο τὸν τύραννον εἰσιέναι διὰ πύλης τῆς χρυση-

λάτου, καὶ πᾶσα ἡ σύγκλητος κατὰ τὸν θεῖον τοῦ προδρόμου

νεών, ὃν ὁ Στούδιος ἐκ βάθρων ἀνήγειρεν, ἀπήντα καὶ ὑπτίαις

ἐδέχετο ταῖς χερσί, προπέμπουσά τε καὶ ἐκθειάζουσα. ὡς δὲ τοῖς

βασιλείοις ἤγγιζε καὶ κατὰ πρόσωπον δὴ τῆς θείας εἰκόνος τοῦ

19

δι' ἡμᾶς ἐνανθρωπήσαντος θεοῦ λόγου, κατὰ τὸν οὕτω κατονο-

μαζόμενον τόπον Χαλκῆν, ἔμελλε στῆναι τὰς εὐχὰς ἀποδώσων,

ἐπεί τι φοινικοβαφὲς θοιμάτιον κατά τι στρατιωτικὸν ἔθος ἄζω-

στον ἐπημφίετο (ἀετὸν τοῦτο καλοῦσιν ἢ θάλασσαν οἱ περὶ ταῦτα

κομψοί), τοῦτο μὲν αὐτίκα ἀπαμφιέννυται, καὶ Μιχαὴλ ὁ τὴν

γλῶτταν φέρων παράσημον, ἐπιμελητὴς τῶν τοῦ Λέοντος ἵππων

τηνικαῦτα τυγχάνων, ἐπὶ χεῖρας λαβὼν αὐθωρὸν ἐπαμπίσχεται.

ἔδοξεν οὖν τοῦτο τοῖς πολλοῖς οἰωνὸς ἐξ ἐκείνου δεύτερον τῆς βα-

σιλείας τυχεῖν. ὡς δὲ κατὰ τὰ Σκῦλα ἐγένοντο, οὕτω δή τινα

τόπον κατὰ τὰς βασιλείους εἰσόδους λεγόμενον, ἀκρατῶς πως

ἐπιρρέων καὶ κατ' ἴχνος θέων αὐτοῦ τὸ πρὸς τῇ πέζῃ λῆγον τοῦ

ἱματίου ἄκροις ἐπέβη ποσίν, ὡς καὶ αὐτὸν αἰσθάνεσθαι τὸν Λέοντα

καί τινα παράβολον κίνησιν ἐξ αὐτοῦ προσδοκᾶν. τοῦτο μὲν οὖν

ὕστερον ἐγένετο.

10 Τότε δὲ τοῦ Λέοντος ἐπιφανέντος, Μιχαὴλ ἅμα παισί

τε καὶ γυναικὶ τὴν κόμην ἀποθέμενοι πρὸς τὸ τοῦ θεοῦ τεμένισμα,

ὃ Φάρος κατονομάζεται ἀπὸ τοῦ φῶς ἀνάπτειν πᾶσι καὶ κατὰ τὰς

νύκτας χειραγωγεῖν ἐπὶ καταγωγάς τινας ἀσφαλεῖς, ἀντίμιμον τοῦ

κατὰ τὴν Ἀλεξάνδρειαν ὄντα τε καὶ λεγόμενον, τὴν αὐτοῦ εὐμένειαν

χωρεῖ ἐκκαλούμενος. ὁ δὲ συλῆσαι μὲν ἐκ θεοῦ καὶ ἔρημον θεῖναι

ψυχῆς οὐκ ἐν καλῷ θέμενος, ἐκεῖνον μὲν ἐν τῇ Πλάτῃ νήσῳ ὑπερ-

όριον θεὶς ἡσυχάζειν ἐπέτρεψεν, χρυσόν τινα κατ' ἔτος ἐπιχορη-

20

γῶν, ἔνθεν καὶ τὸ μοναχικὸν σχῆμα λαβόντα καὶ Ἀθανάσιον μετο-

νομασθέντα ἐπιβιῶναί φασιν ἔτη δύο καὶ τριάκοντα. συνῆν δὲ

αὐτῷ καὶ Εὐστράτιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ ἀποκαρεὶς καὶ εὐνουχι-

σθεὶς ὢν ἐτῶν εἴκοσι προστάξει τοῦ Λέοντος, καὶ Νικήτας, ὃς

πρότερον μὲν παῖς ὢν τὴν τῶν ἱκανάτων διεῖπεν ἀρχήν, ἅτε δὴ

φίλιος τοῖς στρατιώταις καὶ ἐν ὑπαίθρῳ διάγουσιν εἶναί τε θέλων

καὶ τῶν πολλῶν πραγμάτων ἔμπειρος, τότε δὲ τὴν κόμην καὶ αὐ-

τὸς ἀποθέμενος Ἰγνάτιος ἐκαλεῖτο καὶ τῷ πατρὶ συνεῖναι ἐτύγχανεν

τῷ μονήρη βίῳ προσκείμενος. τὴν δ' αὐτοῦ σύνευνον ἀπεσχοίνισε

καὶ ἀπέσπασε καὶ πρὸς τὴν μονὴν τὴν οὕτω λεγομένην Προκοπίας

μετέθηκεν, καίτοι γε τοῦτο μὴ γενέσθαι πολλὰ τοῦ Μιχαὴλ ἱκε-

τεύσαντος. καὶ ὁ μὲν Μιχαὴλ τοῦ βίου ἔξω γενόμενος μηνὶ Ἰα-

νουαρίῳ ιαʹ, ἔτει Ϛτβʹ, τὸν χοῦν ἀποθέμενος ἐν αὐτῇ τῇ νήσῳ,

ἐν τῷ δεξιῷ μέρει τῆς ἐκκλησίας ἐτέθαπτο· ὁ Εὐστράτιος δὲ μετὰ

τὴν τοῦ πατρὸς τελευτὴν ἔτη ἐπιβιοὺς πέντε [καὶ δέκα] καὶ αὐτὸς

ἐκοιμήθη κατὰ τὴν ιεʹ τοῦ Ἰανουαρίου μηνός, ἔτους Ϛτζʹ, ἐν τῷ

εὐωνύμῳ μέρει τῆς ἐκκλησίας πεσών. ὁ δὲ Ἰγνάτιος ὁ καὶ πρότε-

ρον Νικήτας καλούμενος, τῆς Κωνσταντινουπόλεως πρόεδρος εἶναι

λαχών, πολλοῖς ὕστερον χρόνοις ἐν τῇ μονῇ καλουμένῃ Σατύρου,

ἣν ἄρτι ἐκ βάθρων δειμάμενος ἔτυχεν, τὸ ἱερὸν αὐτοῦ σῶμα κατέ-

θηκεν. αὕτη δὲ ἡ μονὴ καὶ τοῦ Ἀνατέλλοντος κέκληται τρόπῳ

τοιῷδε. ἀλλὰ Σάτυρος μέν, ὅτι ἐκ μικροῦ διαστήματος τῆς τοι-

21

αύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ᾧ ἦν ἱερὸν παρὰ

τῶν Ἑλλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, οὗ καθ' ὁμωνυμίαν,

διὰ τὸ πλησίον εἶναι τὴν εἰρημένην μονήν, τῷ τοιούτῳ καλεῖται

ὀνόματι· ἐξ οὗπερ καὶ ὁ τοῦ Βρύου παλάτια κτίσας Θεόφιλος βα-

σιλεὺς τὴν ὕλην ἀφελόμενος ταῦτα ἐδείματο. Ἀνατέλλων δὲ δι'

αἰτίαν τοιαύτην. κυνηγετοῦντί ποτε Νικηφόρῳ τῷ βασιλεῖ ἐν οἷς

ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσι, διὰ τὸ ἀλσώδη καὶ δύσβατον εἶναι

καὶ πρὸς θήραν ζῴων ἐπιτηδείαν, ἐλάφου μεγίστης φανείσης καὶ

καταδιωκομένης καὶ χειρωθείσης ἐν αὐτῷ τῷ τόπῳ ἐν ᾧ νῦν τὸ

τῆς μονῆς θυσιαστήριον ἵδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ

κίονος βασταζομένη, γράφουσα οὕτως “τοῦτό ἐστι τὸ θυσιαστή-

ριον τοῦ ἀρχιστρατήγου Μιχαὴλ τοῦ ἀνατέλλοντος, ὅπερ ἐνεθρό-

νισεν ὁ ἀπόστολος Ἀνδρέας.” ἀλλὰ ταῦτα μὲν οὐ τότε, χρόνου

δὲ παρεληλυθότος πολλοῦ ὕστερον.

11 Ἐπανακτέον δὲ τὸν λόγον, καὶ τὴν αἰτίαν ζητητέον

τὴν οὕτως ὡς ἐξ ὁμολόγου πείσασαν ἀμφοτέρους, τὸν μὲν Μιχαὴλ

μηδ' ὅλως ὑπὲρ τῆς βασιλείας ἀντισχεῖν (ἔνεστι γάρ, ὡς ἡ παροι-

μία, κἀν μύρμηκι χολή), τὸν Λέοντα δὲ θαρρούντως ἐπιβῆναι

καὶ κατατολμῆσαι αὐτῆς. καὶ γὰρ ταύτην μόνην εἴποιμι ἂν ἐγὼ

εἶναι ἀληθινωτάτην παιδείαν τε καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς

πράξεις, τὴν ἐναργεστάτην αἰτίαν καὶ τὸ μὴ τήνδε ἀλλὰ τήνδε

ἐπικεκαλυμμένην καταφοράν, ἧς πᾶσα δὴ βίβλος ἱστορικὴ στερου-

22

μένη καὶ ἀπογυμνουμένη οὐκ οἶδ' εἴ τινα ὄνησιν παράσχοι τοῖς

ἐντυγχάνουσιν. ὑπῆρχε δὲ Μιχαὴλ θεραπαινίδιόν τι πρόσοικον,

ὃ κατά τινας ἐκβακχευόμενόν τε καὶ ἐνεργούμενον περιόδους ἀπε-

φοίβαζέ τε καὶ ἐμαντεύετο, καὶ πρὸς τῷ τοῦ Βουκολέοντος αἰγια-

λῷ προσφοιτῶν “κατάβηθι ἐκεῖθεν, κατάβηθι,” γεγωνότερον, “ὦ

Μιχαήλ,” ἐπεβόα, “καὶ τῶν ἀλλοτρίων ἀφίστασο,” πρὸς αὐτὸν

δὴ τοῦτον ἀπορριπτοῦσα φωνάς. οὐκ ἔλαθε γοῦν τοῦτο πολλάκις

γενόμενον οὐδὲ τοὺς ἐθελοκωφεῖν ἐθέλοντας καὶ τὸν βίον παρα-

πέμπειν εὐφρόσυνον, ἀλλ' ἔφθασεν ὀψὲ γοῦν εἰς τὰς βασιλικὰς

ἀκοάς, θροῦν καὶ λαλιάν τινα οὐκ εὔελπιν ἐμποιοῦν. καὶ ὅς

(φιλεῖ γὰρ ἕκαστος τὸ λυποῦν ἐκπομπεύειν τοῖς φιλουμένοις) Θεο-

δότῳ τινὶ τῷ κατὰ τὸν Μελισσηνὸν γνησίῳ δοκοῦντι, ᾧ ἐπώνυμον

ὁ Κασσιτερᾶς, τὰ τῶν λόγων ἀνεκοινοῦτο, καί τινα βουλὴν ἐξα-

νύεσθαι ἐσυμβούλευεν αἰσίαν ὄντως καὶ ἀσφαλῆ. ἡ δὲ ἦν τοῦ

κατὰ τὸν καιρὸν ὅτε δὴ φοιβόληπτον γένηται τὸ κοράσιον, ἀκρι-

βολογῆσαι τρόπῳ παντὶ τίς τε εἴη οἰκία τοῦ βασιλεύσοντος, καὶ

κλῆσιν ἥντινα φέρει, καὶ ὁποῖος τούτου ὁ χαρακτήρ. ἐδόκει ταῦτα

ποιεῖν, καὶ ἡ ἐνεργουμένη πνεύματι Πύθωνος οὐδὲν ὑποστειλαμένη

“κατὰ τὴν ἀκρόπολιν” φησί “γενομένῳ σοι κατὰ τὸν δεῖνα καιρὸν

δύο τινὲς ἄνθρωποι εἰσελεύσονται· Λέων ὄνομα τῷ ἑνὶ ἐποχουμέ-

νῳ ἡμιόνῳ, θατέρῳ δὲ ἕτερον· οὗτος δὲ τῆς βασιλείας κατευμοι-

ρήσειεν.” ταῦτα γοῦν ἐκεῖνος ὁ θεομισὴς ἀνὴρ ἐξόμνυταί τε πρὸς

23

τὸν βασιλέα καὶ λέγει τῶν γενομένων οὐδέν, λῆρον δὲ τοὺς λόγους

ἀποκαλεῖ καὶ μηδὲν ἔχοντας ὑγιές. ἀλλ' οὐκ ἐκείνῳ λῆροι ἢ ἔμετος

ἄλλως· ἄπεισι γὰρ εὐθύς, καὶ τὸν ἄνδρα, ὡς ἀκηκόει, καταλα-

βὼν ἐν τῷ τοῦ θείου Παύλου σηκῷ τῷ ὀρφανοὺς τρέφειν λαχόντι,

συνεδριάσας καὶ ὁμολογίαις κατεμπεδώσας καὶ ὀχυρώσας καὶ θαρ-

ρεῖν καὶ χαίρειν παρακελευσάμενος, ἐκ θείας φωνῆς ἔλεγεν διδα-

χθῆναί με ἀπορρήτως τὰ μέλλοντα, τήν σε βασιλέα διαπρυσίως

κηρύττουσαν. ταῦτα γοῦν ὑπολαληθέντα καὶ οἷον δεύτερά τινα

χρώματα ὡς ἐν ζῳγραφίᾳ ταῖς προτέραις ἐμμορφωθέντα σκιαῖς

(ἐκείνας λέγω πρώτας τὰς ὑπὸ τοῦ κατὰ τὸ Φιλομήλιον μοναχοῦ

ἐκφανθείσας) οὐκέτι ἐν εἰδώλῳ καὶ ἐμφάσει τινὶ ἐμποιεῖ τὴν βασι-

λείαν ὁρᾶν, γυμνὴν δὲ καὶ οἷον ἐν ἐκβάσει σαφῶς. τοῦτο οὖν τήν

τε ἤδη κατῃθαλωμένην τοῦ Λέοντος καὶ οἷον ἀπομαρανθεῖσαν

φλόγα τῆς ἐλπίδος ὑποτύφεσθαι ἐποίησεν καὶ τὸν Μιχαὴλ ἐν

ἀβύσσῳ ἀθυμίας καταδῦναι πολλῇ, καὶ τοῦ μὲν τῆς ψυχῆς πύρ-

γον ἀνέστησεν, τοῦ δὲ ἐγκατέσεισεν. οὐ τοῦτο δὲ μόνον τὸ γύναιον,

ἀλλὰ δὴ ὁ πιστευθεὶς καὶ ἐξαπατήσας τῷ ὄντι Κασσιτερᾶς. ἀλλ'

αὖθις ἐπὶ τὴν ἱστορίαν ἰτέον.

12 Ὡς δ' οὖν τὴν αὐτοκράτορα εἴληφεν ὁ Λέων ἀρχήν,

ἀναρρηθεὶς δημοσίᾳ κατὰ τὸν Ἰούλιον μῆνα τῆς Ϛʹ ἰνδικτιῶνος,

Μιχαὴλ μὲν τὸν τὴν γλῶτταν ὑποσυρίζοντα τῇ τῶν πατρικίων

ἐγκαταλέγει τιμῇ, τὸν υἱὸν αὐτοῦ πρότερον ἐκ τοῦ θείου λουτροῦ

24

υἱοποιησάμενος, Θωμᾶν δὲ τὸν ἑαυτοῦ διαφερόντως ὁμήλικα καὶ

συμπαίστορα τῶν φοιδεράτων τουρμάρχην ἐγκαθιστᾷ. καὶ Μα-

νουὴλ δὲ τὸν Μιχαὴλ πρωτοστράτορα πατρικίοις ἐγκαταλέξας καὶ

στρατηγὸν τιμήσας τῶν Ἀρμενίων, “οὐκ ἔδει σε” ἔφη “πρὸς τὸν

κατ' ἐμοῦ ὁπλίζεσθαι πόλεμον, σύμβουλον τοῦ βασιλέως καὶ τῆς

Προκοπίας γενόμενον.” καὶ ὃς εὖ μάλιστα παρρησιαζόμενος “ἀλλ'

οὐδὲ σὲ ἔδει” ἀντέφησεν “κατὰ τοῦ εὐεργέτου, ἔτι δὲ καὶ συντέ-

κνου σου, χεῖρα ἀντᾶραι.” τότε μὲν οὖν τούτοις κατεσιγάσθη,

τὴν τοῦ ἀνδρὸς αἰδεσθεὶς ἀρετήν. (13) ὡς δὲ τὸν τῶν Βουλγά-

ρων ἄρχοντα τῇ προτεραίᾳ νίκῃ φρονηματιζόμενον διακήκοεν, καὶ

αὖθις δῃοῦντα μὲν τὴν γείτονα γῆν, κείροντα δὲ καὶ λεηλατοῦντα

τοὺς ἀγροὺς καὶ πολλὰ μὲν σώματα πολλὰ δὲ βοσκήματα καθαρ-

πάζοντα, οἰκήσεις δ' ἑτέρωθεν κατεμπιπρῶντα καὶ ὅλως ὄντα

ἀφόρητον, πρῶτον μὲν δεῖν ᾠήθη διὰ πρεσβείας εἰρήνης ἀναμνῆ-

σαι αὐτόν, ὡς δ' οὐκ ἔπεισεν, τὰ τῶν τειχῶν διερρυηκότα δι'

ἑαυτοῦ ἀνοικοδομησάμενος ἐξεβοήθει διὰ ταχέων, καὶ γενόμενος

ἐν Μεσημβρίᾳ τῇ πόλει τοιούτῳ τινὶ διεχρήσατο στρατηγήματι.

ἡμέρας ἱκανὰς ἔν τινι τόπῳ ἐπιταφρώσας ἑαυτόν τε καὶ τὸν στρα-

τὸν ἐκαθέζετο ἑκάστοτε σιτιζόμενος ἀπὸ τῆς ἡμετέρας καὶ λειπό-

μενος τῶν ἀναγκαίων, ἀλλὰ καὶ πρὸς τρυφήν, οὐδενός. ἐπεὶ δὲ

τοὺς παρακειμένους καὶ κατ' αὐτοῦ καθωπλισμένους Βουλγάρους

ἐν στενότητι εἶναι τῶν ἀναγκαίων ἀκήκοεν, τοῦ μὲν οὗ ἐφήδρευε

τόπου νύκτωρ ἀπάνεισι μετὰ στρατιωτῶν ἱκανῶν καὶ ῥώμῃ τε καὶ

25

καρτερίᾳ γεγυμνασμένων, ἑνὶ μόνῳ τὴν ἑαυτοῦ παραγυμνώσας

γνώμην, καὶ πρὸς λόχον ἐπί τινος βουνοῦ χωρεῖ, σύνθημα τοῦ

πολέμου καὶ ὥραν εἰπών. ὡς δ' ἡμέρα ἀνέλαμπε καὶ ὁ στρατη-

γὸς ἐγυμνοῦτο τοῦ βασιλεύοντος, φυγῇ χρήσασθαι τοῦτον, τὸν

βασιλέα δηλονότι, πάντες καθωμολόγουν, τῶν γεγονότων εἰδότες

οὐδέν. ὅθεν ἀναθαρρήσαντες οἱ ἐναντίοι μένειν ἐφ' ἑαυτῶν οὐδ'

ὅλως ἐδύναντο, ἀλλὰ καὶ κατεξανίσταντο καὶ ἐπὶ χεῖρας ᾤοντο τὸ

στράτευμα ἔχειν. νυκτὸς οὖν ἐπιγενομένης κάτεισιν ἐκ τοῦ λόχου

ὁ Λέων ἀπροσδοκήτοις οὖσι κακῶν, καὶ συμμίξας αὐτοῖς ἀνδρά-

σιν ὅπλων γυμνοῖς καὶ διαλελυμένοις ὕπνῳ τε καὶ θάρρει τῆς τοῦ

βασιλέως φυγῆς τοσοῦτον ἐνειργάσατο φθόρον καὶ φόνον πάντοθεν

ἐκχυθέντων τῶν Ῥωμαίων κατὰ τὸ σύνθημα, ὡς πανδημεὶ αἱρῆ-

σαι τὸ στρατόπεδον καὶ μηδὲ πυρφόρον, τὸ δὴ λεγόμενον, δια-

σωθῆναι. οὐ μὴν ἀλλὰ καὶ πᾶσαν ἡλικίαν ἐκ καταδρομῆς τε καὶ

προνομῆς ἀνάρπαστον θείς, καὶ τὰ τέκνα τούτων ταῖς πέτραις καὶ

τῇ γῇ προσκροτῶν, τὴν ἑαυτοῦ κατέλαβεν ἐν τάχει. ὅθεν ἔκτοτε

ἐκεῖνος ὁ βουνὸς Λέοντος ἐπωνομάσθη· καὶ οἱ ἀεὶ ἐκεῖσε διαβιβα-

ζόμενοι τῶν Βουλγάρων τὴν κεφαλὴν ἐπισείοντες δακτυλοδεικτοῦσι,

καὶ λήθην λαμβάνουσι τῶν τότε κακῶν οὐδαμῶς.

14 Τοῦτο γοῦν θρασύτερόν πως αὐτὸν καὶ ἰταμώτερον

ἐνειργάσατο τὸ προτέρημα, καὶ εἰς τὴν σύντροφον ὠμότητα ἐναπ-

έρραξε. μικροῦ γὰρ καὶ μείζονος οὐκ ἦν αὐτῷ διαφορὰ ἁμαρ-

26

τήματος, ἀλλὰ κατὰ πάντων ἐφ' ᾧ τινὶ καταλαμβανομένων μία

ψῆφος, τὸ ἀκρωτηριάζεσθαι τῶν ἀναγκαίων μέλος ὁποιονοῦν καὶ

πάντων ἐπ' ὄψεσι τίθεσθαι ἐκκρεμές. ἃ καὶ πᾶσι πεποιηκότων

τοῖς ἀνθρώποις ἐνέτικτον μῖσος δὴ τούτου καὶ δεινὴν ἀπέχθειαν·

οἷς γὰρ ἄκρατον τὴν ἐγχώριον θηριωδίαν ἐνήσκησεν, ἀλλ' οὐ κε-

κολασμένην τινὰ καὶ πρὸς τὸ πραότερον ἀπονεύουσαν, τὴν συγγε-

νίδα φύσιν ἐκφαυλίζων ἀνηλεῶς, μισθὸν τὸ ἔχθος ἀλλ' οὐ τὴν

φιλίαν ἠμπόλησεν.

15 Ταῦτ' οὖν ἔπραττεν, καὶ κατὰ νοῦν λαμβάνει τὸν

ἐπὶ τῷ Φιλομηλίῳ μονάζοντα, καὶ ἀμείβεσθαί οἱ δοκεῖ τῆς προρ-

ρήσεως, εὐχαριστήριά τινα προπέμπων αὐτῷ, τὰς τοῦ κράτους

νίκας δῆθεν αἰτῶν. ἀλλ' ἐκεῖνος μὲν ἤδη φθάσας ἐξ ἀνθρώπων

ἐγένετο, πονηρὸς δέ τις δαίμων καὶ βάσκανος (οὐ γὰρ ἄνθρωπον

τοῦτον καλέσαιμι τὸν πάντα συγχέαντα καὶ ταράξαντα καὶ κατὰ

τὸν παλαιὸν ὄφιν τὸν ἰὸν τοῖς τοῦ ταλαιπώρου Λέοντος ὠσὶν

ἐγχέαντα, ἀνεπίστατον κεκτημένου ὅλον τὸν νοῦν) τῷ τοῦ γέροντος

οἰκίσκῳ ἐν εὐλαβείας προσχήματι ἐγκατέλαβεν. Συμβάτιος οὗτος

ἐλέγετο, ὃς τὸν βασιλικὸν ἄγγελον πολλὰ προσονειδίζων, καὶ

δύσφημα κατὰ τοῦ βασιλέως εἰς πρόσωπον ἀλλ' οὐχ ὑπὸ κόλπον

λαλῶν, ἦ μὴν ἐξελιπάρει μηδὲν καθυποστελλόμενον ἐξειπεῖν ὡς

οὐκ ἔσται σοι τὸ βασιλεύειν ἐπὶ πολὺ εἰδώλοις (ὢ τῆς καταράτου

γλώσσης ἐκείνης) προσανέχοντι καὶ τολμῶντι τοῖς ὑπὸ τῆς παρ-

27

δοῦς καὶ θυάδος καὶ ταραξίου σεβομένοις, τὴν βασιλεύσασαν Εἰ-

ρήνην καὶ τὸν ἐν ἁγίοις Ταράσιον ἀφέτῳ γλώττῃ περὶ τῶν θείων

εἰκόνων οὕτως ἀποκαλῶν. ὁ δὲ Λέων, τὸ ὄντως δαιμόνων εἴδω-

λον, τὸ τῆς ἀμαθίας ἀνδράποδον, τὸ τῆς σκιᾶς ἀφωνότερον, δέον

τούτων κατολιγωρῆσαι, ἢ εἰ μὴ τοῦτο, ἐκπομπεύειν γοῦν καὶ

θεατρίζειν ταῦτα τῷ τὰς τῆς ἐκκλησίας ἡνίας ἰθύνοντι, καὶ σύνο-

δον συγκροτῆσαι περὶ μεγάλων μεγάλως ἀνερευνῶν, ἀλλ' οὐκ

ἀνδράσι μηδὲν ὑγιὲς φρονοῦσι, μηδὲ τὰ ἑαυτοῦ (φεῦ τῆς μετὰ

δόλου φιλίας) ἀλλὰ τὰ οἰκεῖα προμηθουμένων καὶ προδιοικουμέ-

νων, τῷ φιλουμένῳ ἀνακοινοῦται Κασσιτερᾷ, καὶ τὰ ἀπεσταλμένα

ἄγει τούτῳ εἰς φῶς. ὁ δὲ κακῷ τὸ κακὸν καὶ λύσσῃ λύσσαν οὐ

θεραπεύων ἀλλ' ἐπεγείρων, ἕτερόν τινα τῇ ὁμοίᾳ δόξῃ περὶ τῶν

θείων εἰκόνων ἐνισχημένον κατὰ τοῦ Μαυριανοῦ ἔμβολον ἐνσκη-

νοῦντα ἀναγνωρίζει, ἀπέραντά τινα καὶ μετέωρα λεσχηνεύων καὶ

ὑπεράγγελον τοῦτον εἶναι διαβεβαιούμενος· “τούτῳ οὖν, ὦ βασι-

λεῦ, χρῶ περὶ τῶν τοιούτων μυσταγωγῷ· καὶ ὃ ἂν εἴποι σοι

ποιῶν οὐχ ἁμαρτήσεις τοῦ δέοντος.” (16) ὡς οὖν ἐπεράνατο τὰ

τῆς συμβουλῆς, μεταθέειν ἔγνω πρὸς τὸν μονάζοντα, καὶ τοῦτον

καταντλήσας ταῖς φλυαρίαις προσέθηκεν ὡς κατὰ τὴν ἐπιοῦσαν

νύκτα, ἰδιώτου σχῆμα ἀναλαβόμενον, αὐτὸν ἐνταῦθα βασιλέα

ἀγάγω σοι, περί τε πίστεως καὶ ἄλλων οὐκ εὐκαταφρονήτων πρα-

γμάτων συμβουλευόμενον. τοῦτον οὖν ἔτη δύο καὶ ἑβδομήκοντα

28

τὴν βασιλείαν κατευθυνεῖν καθυπισχνοῦ, καὶ τρισκαιδέκατον ἀρί-

θμει τῶν ἀποστόλων, καὶ παῖδας παίδων ἐπὶ θρόνου τῆς βασι-

λείας ἰδεῖν, εἴ γε Λέοντος ἐξ Ἰσαυρίας συστοιχεῖ πως τῷ δόγματι.

μὴ ὑπισχνουμένου δὲ ἀλλ' ἀπαναινομένου, τὴν ἐξώλειαν καὶ ἀπώ-

λειαν καὶ κρημνοὺς καὶ βάραθρα ἠπειλῆσθαι τούτῳ ἐπόμνυε ἐκ

θεοῦ. ταῦτ' οὖν ἐκ σκαιωρίας καὶ γνώμης πονηρᾶς ἀναδιδάξας,

τὸν βασιλέα ἦγεν κατὰ τὸν δηλωθέντα καιρόν· καὶ ἐπείπερ εἰσῄε-

σαν μετὰ τοῦ Θεοδότου καὶ τῶν ἀπορρήτων ἀπήρχοντο, “οὐ χρή

σε” ἔφη ὁ μοναχός “τὴν ἁλουργίδα καταλιμπάνοντα, ὦ βασιλεῦ,

ἰδιώτου σχῆμα ἀλλάσσεσθαι καὶ τρώγειν γνώμας οὕτω τὰς τῶν

πολλῶν.” καὶ ὃς ἐκπαθὴς ἅμα καὶ παραπλὴξ τῷ ῥήματι τούτῳ

γενόμενος, καὶ ἄλλως οἰηθεὶς ἐκ θείας εἶναι προγνώσεως, ὡς σκιὰ

τῷ ἀνδριάντι εἵπετο ἀληθῶς, καὶ ὅλως ἤρτητο καὶ ἐκρέματο ἐξ

ὤτων ὥσπερ τι κεραμοῦν ἀγγεῖον τοῖς λόγοις τοῦ μοναχοῦ. ἀλλὰ

ταῦτα μὲν εἴρηται καὶ τοῖς πρὸ ἡμῶν διὰ μέτρου ποιήσεως.

17 Αὐτίκα γοῦν τὴν τῶν σεπτῶν εἰκόνων ἀναγορεύει

καθαίρεσιν, καὶ τὸν πατριάρχην (Νικηφόρος δὲ οὗτος ἦν) γραφῇ

αὐτοχείρῳ ἠξίου τοῦτο συγκατατίθεσθαι, εἴ γε μὴ μέλλοι ὑπερο-

ρίαν καταψηφίζεσθαι. ὁ δὲ καὶ ἄλλοθεν τεκμηράμενος τὴν τοῦ

τυράννου πρὸς τὸ θεῖον ἀπέχθειαν, ἄγεσθαι μᾶλλον ἢ συνεῖναι

τοιούτῳ κρίνας ἀπήγετο πρὸς τὴν καταψηφισθεῖσαν ὁμολογίαν·

καὶ Θεόδοτος ὁ Κασσιτερᾶς τὸν τῆς ἱεραρχίας θρόνον ἆθλον

29

ἐλάμβανε κατὰ τὸν τοῦ θείου πάσχα καιρόν. ἄξιον δὲ μηδὲ τὸ

τεκμήριον παραδραμεῖν. ὁ μὲν γὰρ Νικηφόρος, ἅτε τῆς ἱερωσύ-

νης προϊστάμενος, ἐζήτει τὴν διὰ τοῦ ἱεροῦ συμβόλου πρὸς τὴν

θείαν πίστιν συγκατάθεσιν· ὁ δὲ οὐκ ἔφη νῦν τοῦτο ποιήσειν,

ὑπερθέσθαι δὲ μέχρις ἂν ἡ τῆς βασιλείας αὐτῷ τελείως ἀνάρρησις

γένηται, δηλούσης τῆς ἀναβολῆς ὡς καὶ αὐτοῦ γε προενισχημένου

τῇ τῆς αἱρέσεως μανίᾳ ἐκ γενετῆς. (18) ἕτερον δὲ τοῦ λεχθέντος

σαφέστερον· ὡς γὰρ ἄρτι τὸ πρῶτον ἀνηγορευμένος ἐδεῖτο τοῦ

διαδήματος, καὶ τοῦτο ἔδει τὸν ἀρχιερέα τῇ καταπτύστῳ ἐπιθεῖναι

κεφαλῇ, προσήγγισεν δὲ ταύτῃ καὶ κατεπαφώμενος οὐ τριχῶν,

ὅπερ ἐδόκει, μαλακῶν, ἀκανθῶν δὲ καὶ τριβόλων, ὅπερ τῇ

ἀληθείᾳ ἐνῆν, ἐν αἰσθήσει ἐγένετο, ἀκίσιν οἷον κατακεντούμε-

νος καὶ τὴν χεῖρα ὀδύναις περιπειρόμενος ἀλλὰ ταῦτα μὲν

πρότερον· τότε γοῦν ὁ πατριάρχης ὑπερόριος, τὴν καταχει-

ροτονήσασαν ψῆφον δεξάμενος, ἐπορεύετο, ὅτε δὴ καὶ λέγεται

ἐφ' ὁλκάδος αὐτῷ φερομένῳ μακρὰν κατά τινα τόπον παρα-

θαλάττιον πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν μακαρίτην, θυμιά-

μασί τε καὶ λαμπάσι δεξιούμενον, οἷόν τινα προπομπὴν τῇ καλῇ

ἐκείνῃ ὁμολογίᾳ προπέμποντα. ὃν ὡς εἰκὸς ἀποδοχῆς ἀξιώσας καὶ

θεῷ παραδοὺς δι' εὐχῆς, τὰς χεῖρας οἷον ἄρας μεταρσίως περιε-

βάλετο τοῦτον, πόρρωθεν τὸν τελευταῖον ἀποδοὺς ἀσπασμόν. ἐρο-

μένου δέ τινος τῶν συνεπομένων, ὡς δὴ τίνι τοῦτον ἀποδίδως εὐ-

30

κτῶς τε καὶ ἐφετῶς, “τῷ ὁμολογητῇ” φάναι “Θεοφάνει” προφή-

τιδι γλώττῃ, “μονῇ προεστῶτι τοῦ Ἀγροῦ.” ὃ καὶ συνέβη μετ'

οὐ πολύ· αὐτός τε γὰρ τοῦτον ἑώρακεν οὐδαμῶς, κἀκεῖνος τὸν

τῆς ὁμολογίας στέφανον…

οὕτως.

19…

The complete text is available when the reading interface loads.