The Greek Library Catalogue

Anonymous

Excerptum praefationis in phaenomena

Edition reference
Excerptum praefationis in phaenomena (= Anonymus II.3), ed. J.-M. Martin, Scholia in Aratum vetera, Stuttgart: Teubner, 1974: 1–4.
CTS identifier
urn:cts:greekLit:tlg4161.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{PRAEFATIONIS EXCERPTUM

ANONYMUS II 3}

τῶν Ἀράτου Φαινομέ-

νων τὰ μέν ἐστι περὶ τῶν

κατ' οὐρανὸν ἄστρων καὶ

ἰδίως Φαινόμενα λέγεται,

τὰ δὲ περὶ τῶν ὑπὸ τὸν

οὐρανὸν καὶ τῶν πάλαι

λεγομένων μεταρσίων

†ἐστὶ φαινόμενα κατὰ

τὸν ἀστρονομικὸν τέτακται

τόπον†.

ὑπὲρ ὧν καὶ τὰ ἐξηγη-

τικὰ πεπραγμάτευται:

ὅτι τῷ μαθηματικῷ εἰς

δύο προσήκει τὸ τοῦ ποιη-

τοῦ σύγγραμμα, τὸ μὲν εἰς

τὰ φαινόμενα καὶ ἀστρο-

λογικῶς ἐξενηνεγμένα, τὸ

δὲ εἰς τὰ ἕτερα, πέμψαι

2

σοι προήχθην τὰ Φαινό-

μενα Ἀράτου διορθωθῆ-

ναι καὶ τὴν ἐμὴν γνώμην,

οὐδέπω τῆς διορθώσεως

ταύτης ἐκδεδομένης. ἴσθι

δὲ χρώμενόν με σημείοις

τέτταρσι, τῷ τε χ καὶ τῇ

διπλῇ καὶ τῷ ἀμφὶ καὶ τῷ

ἀστέρι ἐν τῷ ἐδάφει. γρα-

φὲν δ' ἂν ἴδῃς στίχῳ πα-

ρακείμενον ἕν τι τῶν προει-

ρημένων σημείων ...

3

πῶς γὰρ οὐκ αἰσχρόν,

εἰ πεπιστεύκαμεν πάντα μὲν

τὰ ἄστρα τὸν θεὸν διατάξαι

εἰς σημεῖα καὶ εἰς καιρούς,

τὴν δὲ Δίκην φεύγουσαν

τὴν περιττὴν τῶν ἀνθρώ-

πων κακίαν ἐλθεῖν εἰς τὸν

οὐρανὸν καὶ γενέσθαι ἄ-

στρον; ὥστε κατ' αὐτοὺς

οὐκέτι ὁ θεὸς τὰ ἄστρα

εἰς σημεῖα τοῖς ἀνθρώ-

ποις διέταξεν. ἀλλὰ ληρώ-

δεις οὗτοι οἱ λόγοι. τὰ

γὰρ ἄστρα καὶ διέταξε καὶ

4

ἵδρυσε, τὰ δ' ὀνόματα καὶ

τὰς σημειώσεις ὕστερον οἱ

ἀστρολόγοι ὡς ἔμπειροι

προσέθεσαν, οἳ αὐτοὶ καὶ

μύθους οἰκείους προσέπλα-

σαν. οὐδὲν οὖν κωλύει δημι-

ουργὸν λέγειν τὸν θεόν,

Δίκην δέ τινα ὑπὸ τῶν

ἀστρολογησάντων κεκλῆσ-

θαι. τοῦτο γὰρ ὁ Ἄρατός

φησιν (100)· «λόγος γε μὲν

ἐντρέχει ἄλλος 〈ἀνθρώ-

ποις〉».

{Γένος Ἀράτου καὶ βίος}Ἄρατος ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀθηνοδώρου,μητρὸς δὲ Λητοφίλας. ἀδελφοὺς δὲ ἔσχε τρεῖς, Μύρινκαὶ Καλιόνδαν καὶ Ἀθηνόδωρον ὁμώνυμον τῷ πατρί.μέμνηται δὲ αὑτοῦ τῶν ἀδελφῶν ἐν ταῖς εἰς αὐτὸν ἀναφε-ρομέναις ἐπιστολαῖς. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸςἐν τῷ ἑνδεκάτῳ περὶ γραμματικῶν Ταρσέα φησὶν αὐτὸνγεγονέναι, ἀλλ' οὐ Σολέα, Καλλιμάχου πολυΐστοροςἀνδρὸς καὶ ἀξιοπίστου Σολέα λέγοντος αὐτὸν γεγονέναιδιὰ τούτων (Epigr. 27)· ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο,καὶ τῶν ἄλλων σχεδὸν πάντων.οἱ δὲ Σόλοι πόλις ἐπιφανεστάτη τῆς Κιλικίας, ἀφ' ἧςπολλοὶ κἀγαθοὶ γεγόνασιν ἄνδρες· καλεῖται δὲ νῦνΠομπηϊούπολις. εἰσὶ δὲ καὶ ἕτεροι Σόλοι τῆς Κύπρου·ἀλλ' οἱ μὲν Κύπριοι Σόλιοι καλοῦνται, οἱ δὲ ΚιλίκιοιΣολεῖς, ὡς καὶ διὰ τοῦ προκειμένου Καλλιμαχείουπαραδείγματος δῆλον. οὐδὲν δὲ θαυμαστὸν εἰ ἀπὸ τοῦαὐτοῦ ὀνόματος διάφορα τῶν πολιτῶν τὰ ὀνόματα. καὶγὰρ Σάις πόλις ἐστὶν ἐν Θρᾴκῃ καὶ ἑτέρα ταύτῃ ὁμώνυμοςἐν Αἰγύπτῳ· ἀλλ' ἀπὸ μὲν τῆς ἐν Αἰγύπτῳ οἱ πολῖταιΣαῖται καλοῦνται, οἱ δὲ τῆς Θρᾴκης Σάιοι, ὡς καὶ Ἀρχί-λοχός φησιν (fr. 13 Lasserre)· ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.καὶ πάλιν Ἀθῆναι μέν εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶτῆς Εὐβοίας Ἀθῆναι αἱ Διάδες, ὧν μέμνηται ἐν ΓλαύκῳΠοντίῳ Αἰσχύλος (fr. 61 Mette)· „κἄπειτ' ἈθήναςΔιάδας παρεκπερῶν“. ἀλλ' ἀπὸ τῶν ἐν τῇ Ἀττικῇ οἱπολῖται Ἀθηναῖοι, ἀπὸ δὲ τῶν ἐν Εὐβοίᾳ Ἀθηνῆταιλέγονται, ὥσπερ Ἐρατοσθένης φησὶν ἐν τῷ πρώτῳΓεωγραφουμένων (p. 352 Berger). οὕτως οὖν καὶἀπὸ τῶν ἐν Κιλικίᾳ Σόλων οἱ πολῖται Σολεῖς, ἀπὸ δὲτῶν ἐν Κύπρῳ Σόλιοι. μέμνηται δὲ τούτων Σόλων ἐνταῖς ἐλεγείαις ταῖς πρὸς Κυπράνορα τὸν βασιλέα, ὃνσυμβουλευθεὶς ὑπὸ Σόλωνος κτίσαι τὴν πόλιν χάριςτοῦ ἀνδρὸς Σόλους ὠνόμασεν ἀμοιβὴν ταύτην νέμων τῆςσυμβουλῆς αὐτῷ. λέγει δὲ ὁ Σόλων οὕτως (fr. 7 Diehl)· νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ' ἀνάσσων τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον· αὐτὰρ ἐμὲ ξὺν νηὶ θοῇ κλεινῆς ἀπὸ νήσου ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος.γέγονε δὲ ὁ Ἄρατος κατὰ Ἀντίγονον τὸν τῆς Μα-κεδονίας βασιλέα, ὃς ἐπεκαλεῖτο Γονατᾶς. ἦν δὲ υἱὸςΔημητρίου τοῦ Πολιορκητοῦ καὶ γυναῖκα εἶχε Φίλαντὴν Σελεύκου καὶ Στρατονίκης θυγατέρα. ἦν δὲ φιλόλο-γος γενόμενος, καὶ περὶ ποιητικὴν ἐσπουδακὼς περὶπολλοῦ ἐποιήσατο πολλοὺς μὲν καὶ ἄλλους τῶν πεπαιδευ-μένων ἔχειν παρ' αὑτῷ καὶ δὴ καὶ τὸν Ἄρατον. ὃς παρὰτῷ βασιλεῖ γενόμενος καὶ εὐδοκιμήσας ἔν τε τῇ ἄλλῃπολυμαθείᾳ καὶ 〈τῇ〉 ποιητικῇ προετράπη ὑπ' αὐτοῦτὰ Φαινόμενα γράψαι, τοῦ βασιλέως Εὐδόξου ἐπιγραφό-μενον βιβλίον Κάτοπτρον δόντος αὐτῷ καὶ ἀξιώσαντοςτὰ ἐν αὐτῷ καταλογάδην λεχθέντα περὶ τῶν φαινομένωνμέτρῳ ἐντεῖναι καὶ ἅμα εἰπόντος ὡς ”εὐδοξότερονποιεῖς τὸν Εὔδοξον ἐντείνας τὰ παρ' αὐτῷ κείμεναμέτρῳ.”γέγονε δὲ Ἀντίγονος κατὰ τὴν ρκεʹ Ὀλυμπιάδα,καθ' ὃν χρόνον ἤκμασεν ὁ Ἄρατος καὶ Ἀλέξανδρος ὁΑἰτωλός. μέμνηται δὲ τοῦ Κατόπτρου Εὐδόξου καὶἈντιγόνου 〈καὶ〉 Ἀλεξάνδρου τοῦ Αἰτωλοῦ καὶ ὡςἠξιώθη ὑπὸ τοῦ βασιλέως γράψαι ἐν ταῖς ἰδίαις ἐπιστο-λαῖς Ἄρατος.λέγεται δὲ ἐσχολακέναι Διονυσίῳ τῷ Ἡρακλειώτῃ.καὶ τὴν Ὀδύσσειαν δὲ διώρθωσε, καὶ καλεῖταί τιςδιόρθωσις οὕτως Ἀράτειος ὡς Ἀριστάρχειος καὶ Ἀρι-στοφάνειος. τινὲς δὲ αὐτὸν εἰς Συρίαν ἐληλυθέναι φασὶκαὶ γεγονέναι παρ' Ἀντιόχῳ καὶ ἠξιῶσθαι ὑπ' αὐτοῦὥστε τὴν Ἰλιάδα διορθώσασθαι, διὰ τὸ ὑπὸ πολλῶνλελυμάνθαι.οἱ δὲ λέγοντες Νίκανδρον τὸν Κολοφώνιον μετὰ Ἀρά-του Ἀντιγόνῳ συγκεχρονικέναι, καὶ Ἄρατον μὴεἶναι ἐπιστήμονα τῶν οὐρανίων μήτε Νίκανδρον τῶνἰατρικῶν (λέγουσι γὰρ ὡς ἄρα ὁ Ἀντίγονος Ἀράτῳμὲν ὄντι ἰατρῷ ἐπέταξε τὰ Φαινόμενα γράψαι, Νικάνδρῳδὲ ἀστρολόγῳ ὑπάρχοντι τὰ Θηριακὰ καὶ τὰ Ἀλεξιφάρ-μακα, ὅθεν καὶ ἑκάτερον αὐτῶν ἐσφάλθαι κατολισθαί-νοντα ἐπὶ τὰ ἴδια τῆς τέχνης) ψεύδονται. ἀγνοοῦσι γὰρὡς οὐ συνήκμασε τῷ Ἀράτῳ Νίκανδρος, ἀλλ' ἔστιναὐτοῦ πολὺ νεώτερος. Ἀντίγονος γάρ, ᾧ συνεγένετοἌρατος, κατὰ τὸν πρῶτον καὶ δεύτερον γέγονε Πτολε-μαῖον, Νίκανδρος δὲ κατὰ τὸν πέμπτον. μέμνηται γοῦναὐτοῦ καὶ Καλλίμαχος ὡς πρεσβυτέρου οὐ μόνον ἐν τοῖςἐπιγράμμασιν, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Πραξιφάνην (fr. 460Pf.), πάνυ ἐπαινῶν αὐτὸν ὡς πολυμαθῆ καὶ ἄριστονποιητήν.γέγονε δὲ ὁ Ἄρατος ζηλωτὴς Ἡσιόδου, ὡς καὶΚαλλίμαχος παρεσημήνατο τοῦτο διὰ τοῦ εἰς αὐτὸνἐπιγράμματος οὕτως (Epigr. 27)· Ἡσιόδου τόδ' ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν ἔσχατον, ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε λεπταὶ ῥήσιες Ἀρήτου †σύγγονος† ἀγρυπνίης.ἔγραψε δὲ καὶ ἄλλα [ποιήματα] περί τε Ὁμήρου καὶἸλιάδος, [οὐ μόνον τὰ Φαινόμενα,] καὶ Ὀστολογίαν καὶἸατρικὰς δυνάμεις καὶ εἰς Πᾶνα ὕμνον καὶ εἰς Μύριντὸν ἀδελφὸν ἐπικήδειον καὶ Διοσημείας καὶ Σκυθικὸνκαὶ κατὰ λεπτὸν ἄλλα, ἐπιτετευγμένως δὲ αὐτῷ ἐγράφητὰ Φαινόμενα, ὡς παρευδοκιμηθῆναι πάντας ὑπ' Ἀρά-του. καὶ γὰρ Εὔδοξος ὁ Κνίδιος ἔγραψε Φαινόμενα καὶΛᾶσος ὁ Μάγνης, οὐχὶ ὁ Ἑρμιονεὺς ἀλλ' ὁμώνυμοςἄλλος [Λάσῳ τῷ Ἑρμιονεῖ], καὶ Ἕρμιππος καὶ Ἡγη-σιάναξ καὶ Ἀριστοφάνης ὁ Βυζάντιος καὶ ἄλλοι πολλοί,ὧν καὶ Πτολεμαῖος μέμνηται ὁ βασιλεὺς Ἰδιοφυέσινοὕτως· πάνθ' Ἡγησιάναξ τε καὶ Ἕρμιππος 〈τὰ〉 κατ' αἴθρην τείρεα καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα βίβλοις ἐγκατέθεντο †ἀπὸ σκοποῦ δ' ἀφάμαρτον†· ἀλλ' ὅ γε λεπτολόγος σκῆπτρον Ἄρατος ἔχει.