The Greek Library Catalogue

Anonymous

Excerpta varia de phaenomenis Arati

Edition reference
Excerpta varia de phaenomenis Arati, ed. Martin, op. cit., 535–544.
CTS identifier
urn:cts:greekLit:tlg4161.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

δὲ ἀπαγγέλλει σημεῖα σύμμικτα χειμῶνός τε καὶ εὐδίας

†θρεμμάτων ἀρότων† ὅσα δηλοῖ τά τε μετέωρα καὶ

τὰ ἐπίγεια φυτά τε καὶ ζῷα, καὶ ὅσα τούτοις παρα-

πλήσια, τὰ μὲν σεμνότερα, τὰ δὲ φαυλότερα. κοσμεῖ

δὲ τὰ φαυλότερα σεμνότητι διχῶς, ποτὲ μὲν ἀναμίσγων

τὰ σεμνότερα, ποτὲ δὲ ἀπολογούμενος καὶ τὴν χρείαν

αὐτῶν ἀναγκαίαν εἶναι λέγων.

καλῶς δὲ ὠνόμασται τὰ Φαινόμενα, πρῶτον μὲν

ὅτι τὰ ἐν τῷ ἀνταρκτικῷ οὐ λέγει, τὰ ἀφανῆ τοῦ οὐρα-

νοῦ (οὐ γὰρ ἴσμεν), ἀλλὰ μόνα λέγει τὰ ἐν τοῖς φανε-

ροῖς, τὰ μεταξὺ τοῦ τε ἀρκτικοῦ καὶ τοῦ βορείου πόλου·

δεύτερον δὲ ὅτι περὶ μεγεθῶν καὶ διαστημάτων οὐ

διαλέγεται· τρίτον ὅτι περὶ τῶν ὑποθεόντων πλανω-

μένων καὶ τῶν ἀκριβῶν κύκλων οὐ περιεργάζεται,

καθάπερ ἄλλοι πράγματα ἀσαφῆ καὶ στοχαστικὰ καὶ

ἄδηλα κατὰ τὸ πλεῖστον λέγοντες, ἀλλὰ παραιτεῖται

οὕτωσι λέγων· „οὐκέτι θαρσαλέως κείνων ἐγώ“ (460).

ἐν τούτοις γὰρ τὰ μὲν τῶν πλανωμένων φησὶ μὴ θαρ-

ρεῖν λέγειν, τὰ δὲ τῶν ἀπλανῶν εὔχεται ἱκανὸς γενέσθαι

εἰπεῖν. πρὸς τούτοις δὲ ὅτι καὶ τῶν ἄλλων καὶ τῶν ἐν

τέλει καταλεχθέντων σημείων τὰ μὲν φαινόμενα λέγει,

τὰς δὲ αἰτίας ἑκάστων ἀφανεῖς οὔσας παρίησι, καὶ

στοχασμοὺς ἀδήλους περὶ αὐτῶν οὐ διεξέρχεται καθά-

περ οἱ φιλόσοφοι.

2

τί ἐστιν οὐρανός; ὁ περιέχων τὰ πάντα πλὴν αὑτοῦ.

σφαιροειδὴς οὖν ἐστιν ὁ οὐρανὸς καὶ οὕτω περὶ τὴν

γῆν διάκειται ἔχων αὐτὴν ἐν ἑαυτῷ. καὶ τὸ μὲν ἓν ἡμι-

σφαίριόν ἐστιν ..... ὑπὸ γῆν. διὰ πάσης δὲ ὥρας

στρέφεται καὶ κινεῖται.

τοσοῦτον δὲ τὸ ὑπὲρ γῆν μέρος τοῦ οὐρανοῦ ἀπέχει

τῆς γῆς ὅσον καὶ ἡ γῆ πρὸς τὸ ἕτερον μέρος αὐτῆς ἤγουν

τέλος, τὸν καλούμενον Τάρταρον. εἶτα ἐκ τοῦ μέρους

ἐκείνου, τοῦ Ταρτάρου, τὸ ὑπὸ τὴν γῆν ἄλλο μέρος τοῦ

οὐρανοῦ πάλιν ὁμοίως διέστηκεν. ὁ γοῦν Ἡσίοδος

φυσικευόμενός φησιν (Theog. 722—725)·

ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

οὐρανόθεν κατιὼν δεκάτῃ κ' ἐς γαῖαν ἵκοιτο.

εἶτα πρὸς τὸ ἴσον βάθος τῆς γῆς·

ἐννέα δ' αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

ἐς γαῖαν κατιὼν δεκάτῃ κ' ἐς Τάρταρον ἵκοι.

λοιπὸν δὲ καὶ τὸ ἀπὸ τοῦ Ταρτάρου ἕως τοῦ ὑπὸ γῆν

ἡμισφαιρίου διατεῖνον μέγεθος ἄλλο τοσοῦτόν ἐστιν

ὅσον τὸ τῆς γῆς βάθος. ὥστε διὰ τριάκοντα ἡμερῶν

τὰς δύο ἀρχὰς τοῦ ἄξονος δύνασθαι διανύσαι τὸν ἄκ-

μονα.

στρέφεται δὲ καὶ καταφέρεται ἐπὶ δυσμὰς ὁ οὐρανὸς

ἀπὸ ἀνατολῶν.

3

κύκλοι πέντε, ἀρκτικὸς ὁ καὶ βόρειος καὶ ἀειφανής,

θερινὸς τροπικὸς ὅτε ὁ ἥλιος Καρκίνῳ, ἰσημερινὸς

ὅτε ὁ ἥλιος Κριῷ, χειμερινὸς τροπικὸς ὅτε ὁ ἥλιος

Αἰγοκέρωτι, ἀνταρκτικὸς ὁ καὶ νότιος, ἔνθα ἡ κεκα-

λυμμένη ζώνη.

κύκλοι λοξοὶ ὅ τε ζῳδιακὸς καὶ ὁ γαλαξίας.

τὰ πέρατα τοῦ ἄξονος ἑκατέρωθεν πόλοι καλοῦνται.

ὁρίζων ὁ τέμνων τό τε ὑπὲρ γῆς ἡμισφαίριον καὶ τὸ

ὑπὸ γῆν.

4a

{πῶς δεῖ ἱστᾶν τὴν σφαῖραν.}

ὁ βουλόμενος ὁμοίως τῷ κόσμῳ θεῖναι τὴν σφαῖ-

ραν τὸν πόλον τῆς σφαίρας πρὸς βορέαν τρεπέτω.

ὁ βουλόμενος ποιεῖν τὴν φορὰν τοῦ οὐρανοῦ ὑπὸ τῇ

δεξιᾷ τὸν πόλον ἔχων στρεφέτω ἀφ' ἑαυτοῦ εἰς τουναν-

τίον τὴν σφαῖραν.

ὁ θέλων ποιεῖν ἀναπόλησιν στρεφέτω αὐτὴν εἰς

τοὐναντίον.

οἱ εὐθεῖς προγράφουσι τοῦ ποιήματος τὰ φαινό-

μενα, οἱ δὲ ἀκριβεῖς τὴν διάθεσιν τοῦ λόγου ὑπὸ τὴν

θέσιν καὶ κίνησιν τῆς σφαίρας. ἡ μὲν γὰρ διάθεσις

διασαφεῖ τὸ ποίημα, τὸ δὲ ποίημα δηλοῖ τὰ φαινόμενα,

ἀλλὰ καὶ ἡ κίνησις καὶ ἡ θέσις τῆς σφαίρας τὰς ἀρχὰς

καὶ ἀναφορὰς ὅλων τῶν φαινομένων περιέχουσι καὶ

πᾶσαν ἑξῆς τὴν θεωρίαν σαφῆ καὶ ἑτοίμην παρέχουσι

πάντως ξυνεπομένην.

Ὅμηρον μὲν ἓν εἶδος γραφέων βλάπτει, τῶν βιβλιο-

γράφων, Ἄρατον δὲ δύο, βιβλιογράφων τε καὶ ζωγρά-

φων, ὧν τὰ ἁμαρτήματα τῶν Ἀράτου θεωρημάτων

ἐγκλήματα ποιοῦσιν οἱ κουφότεροι, διὰ τὴν ἄγνοιαν

τοῦ παντὸς λόγου καὶ τῆς ἀληθείας.

4b

σφαῖρά ἐστι σχῆμα στερεὸν ὑπὸ μιᾶς ἐπιφανείας

περιεχόμενον, πρὸς ἣν ἀφ' ἑνὸς σημείου τῶν ἐντὸς τῆς

σφαίρας κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι

πρὸς τὴν αὐτῆς περιφέρειαν ἀλλήλαις εἰσὶν ἴσαι. τὸ δὲ

σημεῖον τοῦτο κέντρον καλεῖται, ὅ ἐστιν ἡ γῆ.

5a

{Ἱππάρχου Σπόρος.}

διαιρεῖ δὲ τὴν σφαῖραν εἴς τε βόρεια καὶ νότια,

καὶ τῶν βορείων βορειότερα, ἐξ ὧν καὶ τὴν ἀρχὴν ποι-

εῖται, ἢ καθ' ὃ ὑψηλὰ ὄντα φανερά ἐστιν, ἢ διὰ τὴν

καθ' ἡμᾶς οἰκουμένην. ἢ πρὸς τιμὴν τοῦ Διὸς ἐκεῖθεν

ἤρξατο. ὁ γὰρ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους

καὶ τὸν Δράκοντα, περὶ ὧν φέρεται ἱστορία ἥδε· τὸν

Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι ἐκεῖσε ἀνέτρεφον.

καὶ ἡ μὲν Ἑλίκη ὠνομάζετο, ἡ δὲ Κυνόσουρα. Κρόνου

δὲ ἐπελθόντος ποτὲ ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλο-

γισάμενος τὰς μὲν νύμφας μετέβαλεν εἰς ἄρκτους,

αὐτὸς δὲ εἰς δράκοντα μετεβλήθη. εἶτα τῆς βασιλείας

ἀντιλαβόμενος τὸ σχῆμα ἀνεστήριξε, φημὶ δὴ τὰς νύμφας

καὶ ἑαυτόν.

5b

ἄξων δὲ λέγεται ἐπεὶ περὶ αὐτὸν ἄγεται ὁ οὐρα-

νός. πόλοι δέ, ἐπεὶ περὶ αὐτοὺς πολεῖται καὶ στρέφεται

ὁ οὐρανός. φασὶ δὲ τὸν ἄξονα τοῦτον εἶναι τὸν παρὰ τῷ

ποιητῇ Ἄτλαντα εἰρημένον.

{CODICIS SCORIALENSISΣ III 3 APPENDIX}<μετάβασις ἡλίου ἀπὸ ζῳδίου εἰςἕτερον ζῴδιον>Ἰαννουαρίου ιθʹ, ἐπὶ ηʹ ὥρᾳ τῆς νυκτός, Ὑδροχόος.Φευρουαρίου ιθʹ, ἐπὶ κʹ ὥρᾳ τῆς νυκτός, Ἰχθύες.Μαρτίου καʹ, ἐπὶ κβʹ ὥρᾳ τῆς ἡμέρας, Κριός.Ἀπριλλίου κβʹ, ἐπὶ κγʹ ὥρᾳ τῆς νυκτός, Ταῦρος.Μαίου κγʹ, ἐπὶ ὥρᾳ δʹ, Δίδυμοι.Ἰουνίου κδʹ, ἐπὶ ὥρᾳ ιʹ, Καρκῖνος.Ἰουλίου κεʹ, ἐπὶ ὥρᾳ εʹ, Λέων.Αὐγούστου κεʹ, ἐπὶ ὥρᾳ τετάρτῃ, Παρθένος.Σεπτεβρίου κεʹ, ἐπὶ ὥρᾳ ηʹ, Ζυγός.Ὀκτωβρίῳ ἐπὶ ὥρᾳ ἀρχομένης ἡμέρας, Σκορπίος.Νοεμβρίῳ κβʹ, ἐπὶ ὥρᾳ ζʹ ἡμέρας, Τοξότης.Δεκεμβρίου καʹ, ἐπὶ κβʹ ὥραις τῆς νυκτός, Αἰγόκερως.Ἐμπεδοκλέους σφαῖρα διὰ στίχων.τοῦ Ἰώβ (12, 12)· ἐν πολλῷ χρόνῳ σοφία, ἐν πολλῷδὲ βίῳ ἐπιστήμη.τὰ γένη ἢ πρὸ τῶν πολλῶν, οἷον οἱ δημιουργικοὶκαὶ σπερματικοὶ τῶν ὄντων λόγοι, ἤγουν οἱ προορισμοὶκαὶ αἱ προγνώσεις τοῦ θεοῦ τῶν ὄντων. περὶ ταῦτα τὰπρὸ τῶν πολλῶν γένη καὶ εἴδη καταγίνεται ὁ θεολόγοςφιλόσοφος.ἢ ἐν τοῖς πολλοῖς, οἷον τὰ αἰσθητὰ πάντα, ἤγουντὰ κατατεταγμένα γένη καὶ εἴδη (τὰ γὰρ πρὸ τῶνπολλῶν ἄτακτά φασι). περὶ ταῦτα τὰ ἐν τοῖς πολλοῖςγένη καὶ εἴδη, ἤγουν τὰ αἰσθητὰ πάντα, καταγίνεταιὁ φυσιολόγος φιλόσοφος.ἢ ἐπὶ τοῖς πολλοῖς, οἷον τὰ ἐξ ἀφαιρέσεως πάνταὡς τὰ μαθηματικά, τὰ ἐν τῇ μνήμῃ καὶ διανοίᾳ ἡμῶνἐκ τῶν ἐπὶ τοῖς πολλοῖς ἀνατυπουμένων καλῶς γενῶνκαὶ εἰδῶν. περὶ ταῦτα καταγίνεται ὁ διαλεκτικὸς φι-λόσοφος.{ΕΞ ΕΤΕΡΩΝ ΣΧΟΛΙΩΝ ΕΙΣΑΓΩΓΗ}{Προοίμιον.}Καλὸν κατὰ τὸν Κυρηναῖον (Callim Epigr XXVII) ἀμείψα-σθαι τῶι λόγωι τὸν Ἀράτου πόνον, ὃν ἐπόνησεν ἥμενος (οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν· Πληιάδας εἰσορόωντι καὶ ὀψὲ δύοντα Βοώτην Ἄρκτον θ', ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν)ὑπὲρ τὸν Ἰθακήσιον κυβερνήτην (Od V 271—3)· τῶι μὲν γὰρἉλικαρνασσεῖ (Herod I 8) ὦτα ἀπιστότερα ὀφθαλμῶν τυγχάνει,Ἄρατος δὲ τὴν μάθησιν ἅμα τοῖς ὠσὶν ἐπιδείκνυσι τοῖς ὄμμα-σιν. οὐ περὶ ἀστρολογίας δέ, ἀλλὰ περὶ ἀστρονομίας τὸν λόγονποιούμεθα, μαθήματος εὐχρήστου τῶι βίωι, δι' ὃ καὶ ἡ Μέτω-νος γεωμετρία καὶ ἡ Πυθαγόρου φιλοσοφία. τοῦτο τὸ μάθημα