Commentarium in librum de interpretatione
- Edition reference
- Commentarium in librum de interpretatione (e cod. Paris. gr. 2064) (fort. auctore quodam Alexandrino vel Constantinopolitano), ed. L. Tarán, Anonymous commentary on Aristotle's de interpretatione [Beiträge zur klassischen Philologie 95. Meisenheim am Glan: Hain, 1978]: 1–120.
- CTS identifier
urn:cts:greekLit:tlg4165.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Ἐξήγησις εἰς τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους καὶ εἰς τὰ γ̅
σχήματα.}
{〈Περὶ ὀνόματος〉.}
〈.....〉 οὐκ ὄντων δὲ κατ' ἀλήθειαν, καί φησιν τὸ οὐκ ἄνθρωπος μὴ
εἶναι ὄνομα. διὰ τί; ἐπειδή, ὡς ἔφαμεν, τὸ ὄνομα τοῦ ὀνομαζομέ-
νου ἐστὶν ὄνομα, τοῦτο δὲ οὐδὲ ὀνομάζει τι ἀλλὰ μόνον εἰσφέρει πάν-
τα τὰ παρὰ τὸ ἀναιρούμενον· καὶ γὰρ ὁ ἵππος οὐκ ἄνθρωπος καὶ ὁ βοῦς
οὐκ ἄνθρωπος καὶ πάντα ὄντα τε καὶ μὴ ὄντα εἰσφέρει ἡ τοῦ τοιούτου
ὀνόματος ἀναίρεσις. οὐδὲ λόγος δέ ἐστιν (οὔτε γὰρ εὐκτικὸς οὔτε
κλητικός), οὐδὲ ἄλλο οὐδὲν εἶδος λόγου δύναται εἶναι, οὔτε ἀπόφασις
δὲ δύναται εἶναι, ἐπειδὴ ἡ ἀπόφασις ἀναιρεθέντος τοῦ ἀρνητικοῦ μο-
ρίου κατάφασιν ποιεῖ, τοῦτο δὲ ἀναιρεθέντος τοῦ ἀρνητικοῦ μορίου
ὄνομα μὲν ποιεῖ κατάφασιν δὲ οὐ ποιεῖ, ἄλλως τε ἡ κατάφασις ἢ ἀλη-
θεύειν θέλει ἢ ψεύδεσθαι, ἐν τούτῳ δὲ οὐδέτερον ὑπάρχει. ἐπειδὴ
2
οὖν, τούτων οὐδὲν ὄν, οὐδὲν δύναταί τι εἶναι, ἠμέλησαν δὲ καὶ οἱ
ἀρχαῖοι περὶ τὸ θεῖναι αὐτῷ ὄνομα. τίθησιν αὐτὸς καὶ καλεῖ αὐτὸ
ἀόριστον ὄνομα, ἐπειδὴ οὐδὲν ὡρισμένον δηλοῖ ἀλλὰ πάντα τὰ ἄλλα
ἀορίστως εἰσφέρει, ὥστε καὶ αὐτὸ πρὸς τὰς φύσεις τῶν πραγμάτων
τίθησιν [τὰ ὀνόματα].
Ο̲ὐ̲κ̲ ̲ὀ̲ν̲ό̲μ̲α̲τ̲α̲ ̲ἀ̲λ̲λ̲ὰ̲ ̲π̲τ̲ώ̲σ̲ε̲ι̲ς̲ ̲ὀ̲ν̲ό̲μ̲α̲τ̲ο̲ς̲. ἐπὶ ἕτερόν τι μεταβέβηκεν ὀφεῖ-
λον ἐξετασθῆναι ἐν τῷ λόγῳ τῷ περὶ τοῦ ὀνόματος, τὰς πτώσεις τοῦ
ὀνόματος μὴ εἶναι ὀνόματα, ἐπειδή, φησίν, μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ
ἔσται οὐ ποιοῦσιν αὐτοτελῆ λόγον, τὰ δὲ ὀνόματα ἀποτελοῦσιν. ὀ-
νόματα δὲ λέγει τὰ κατ' εὐθεῖαν μόνην προφερόμενα. οἱ μὲν γὰρ
φιλόσοφοι τέσσαράς φασιν εἶναι πτώσεις οἱ δὲ γραμματικοὶ πέντε.
ἐπεὶ δὲ ἂν αὐτοὺς ἔρωνται οἱ ἀπὸ τοῦ Περιπάτου, διὰ τί τὴν εὐθεῖαν
πτῶσιν καλοῦσιν εἴπερ αἱ ἄλλαι διὰ τοῦτο πτώσεις λέγονται, διὰ τὸ
ἀπὸ τούτου πεπτωκέναι, οἱ δὲ γραμματικοί φασιν “ἐπειδὴ πέπτωκεν
καὶ τὸ κατ' εὐθεῖαν ὄνομα ἀπὸ τοῦ νοῦ.” φασὶν πρὸς αὐτοὺς οἱ Πε-
ριπατητικοὶ “οὐκοῦν καὶ τὰ ἄλλα μέρη τοῦ λόγου πτώσεις ὀφείλεται
καλεῖν.” εἰκότως οὖν οἱ φιλόσοφοι τὴν εὐθεῖαν μόνην καλοῦσιν
3
ὄνομα, ἐπειδὴ καὶ κατ' αὐτὴν ὀνομάζονται τὰ πράγματα. ‘ἔστω γάρ,’
φαμέν, ‘τοῦτο Σωκράτης’ ‘τοῦτο Πλάτων,’ οὐ λέγομεν ‘καλείσθω οὗτος
Σωκράτει’ ἢ ‘Σωκράτους·’ διὸ καὶ οἱ γραμματικοὶ ὀρθῶς ποιοῦντες κα-
λοῦσιν αὐτὴν ὀνομαστικήν. καὶ ταῦτα μὲν περὶ τοῦ τὴν εὐθεῖαν ὄνο-
μα καλεῖσθαι, τὰς δὲ λοιπὰς πτώσεις ὀνόματος.
Οὐ δεῖ δὲ οἴεσθαι ἐπειδὴ εἶπεν τὸ ὄνομα ἀληθεύειν μετὰ τοῦ
ἔστιν ἢ ἦν ἢ ἔσται ὅτι καὶ μετὰ παντὸς ῥήματος τοῦτο ποιοῦσιν· ἔστι
γὰρ ὅτε συντάττεται κατηγορουμένως καὶ ποιεῖ αὐτοτελῆ λόγον, καί
τινες τῶν φιλοσόφων τὰ μὲν συνταττόμενα τῷ ὀνόματι καὶ ποιοῦντα αὐ-
τοτελῆ λόγον ἐκάλεσαν σύμβαμα, διὰ τὸ ἐπισυμβαίνειν, οἷον τὸ ‘Σω-
κράτης περιπατεῖ,’ τὸ δὲ συνταττόμενον τῇ εὐθείᾳ καὶ μὴ ποιοῦν αὐ-
τοτελῆ λόγον ἐκάλουν ἔλαττον ἢ σύμβαμα, οἷον ‘Σωκράτης λευκός’
(λείπει γὰρ τὸ ἔστιν ἢ οὐκ ἔστιν), τὸ δὲ συνταττόμενον πλαγίῳ τινὶ
καὶ ποιοῦν αὐτοτελῆ λόγον ἐκάλουν παρασύμβαμα, οἷον ‘Σωκράτει με-
ταμέλει’ (δηλοῦντος τοῦ λόγου ὅτι ἐν μεταμελείᾳ διάγει), τὸ δὲ
συνταττόμενον πλαγίῳ καὶ μὴ ποιοῦν αὐτοτελῆ λόγον ἐκάλουν ἔλαττον
ἢ παρασύμβαμα.
Λ̲ό̲γ̲ο̲ς̲ ̲δ̲έ̲ ̲ἐ̲σ̲τ̲ι̲ν̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲ ̲τ̲ὰ̲ ̲μ̲ὲ̲ν̲ ̲ἄ̲λ̲λ̲α̲ ̲κ̲α̲τ̲ὰ̲ ̲τ̲ὰ̲ ̲α̲ὐ̲τ̲ά̲. φησὶν ὅτι τῶν
4
πτώσεων τούτων καὶ τοῦ ὀνόματος ὁ ὁρισμὸς τὰ ἄλλα ὡσαύτως ἔχει (καὶ
αὗται φωναί εἰσι σημαντικαὶ κατὰ συνθήκην ἄνευ χρόνου καὶ τὰ λοιπά),
τούτῳ δὲ μόνῳ διαφέρουσιν ὅτι τὸ μὲν ὄνομα μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ
ἔσται ἀληθεύει ἢ ψεύδεται, αὗται δὲ οὐδαμῶς.
Ἄξιον δὲ ζητῆσαι διὰ τί μὴ κατ' ἀρχὰς εὐθέως ἐντελῶς ὡρίσα-
το τὸ ὄνομα ἀλλ' ἐδεήθη τινῶν προσθηκῶν ἐν τῷ μέσῳ τῆς διδασκαλίας.
ἔστι δὲ εἰπεῖν πρὸς τοῦτο ὅτι πολλαχῶς τὸ ὄνομα λέγεται· καὶ γὰρ
πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὥσπερ μικρὸν ὕστερον αὐτὸς ἐ-
ρεῖ “αὐτὰ μὲν οὖν καθ' ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ
σημαίνει τι.” καλεῖται δὲ ὄνομα καὶ πᾶσα φωνὴ ὑποκείμενον γινομένη
ἐν προτάσει, καθ' ὃν λόγον καί τινα τῶν ῥημάτων ὀνόματα κληθήσονται,
οἷον ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·’ ἰδοὺ ἐνταῦθα τὸ περιπατεῖν
ῥῆμα ὃν ἀντ' ὀνόματος παραλαμβάνεται. τοιαῦτα δέ ἐστιν ἅπαντα τὰ
ἀπαρέμφατα. τρίτον δὲ σημαινόμενον τοῦ ὀνόματος ὃ κατ' ἀρχὰς ὡρί-
σατο. τέταρτον σημαινόμενον τοῦτο μετὰ τοῦ προσδιορισμοῦ τοῦ δια-
κρίνοντος ἀπὸ τῶν ἀορίστων ὀνομάτων, ἃ ὁριζόμεθα οὕτως “ὄνομά
ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηθέν τι μέρος
ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα.” πέμπτον ση-
μαινόμενον τοῦ ὀνόματος τὸ ἐν τέλει ἀποδοθὲν τὸ μετὰ τοῦ ἔστιν ἢ
ἦν ἢ ἔσται ἀληθεῦον ἢ ψευδόμενον. ὥστε καὶ τὸ κατ' ἀρχὰς ὁρισθὲν
5
ὄνομά ἐστι καὶ τὰ ἄλλα τὰ μετὰ προσδιορισμοῦ.
{Περὶ ῥήματος.}
Ῥ̲ῆ̲μ̲α̲ ̲δ̲έ̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲τ̲ὸ̲ ̲π̲ρ̲ο̲σ̲σ̲η̲μ̲α̲ῖ̲ν̲ο̲ν̲ ̲χ̲ρ̲ό̲ν̲ο̲ν̲. μετὰ τὸ ὄνομα ἐφεξῆς περὶ
τοῦ ῥήματος διδάσκει, καὶ ὁριζόμενος αὐτὸ ὅσα κοινὰ εἶχεν τῷ τοῦ
ὀνόματος ὁρισμῷ παρῆκεν, καθὸ δὲ διέφερεν τοῦ ὀνόματος, τούτου
ἐμνημόνευσεν, λέγω δὲ τοῦ προσσημαίνειν χρόνον. εἴρηται δὲ τί
ἐστι προσσημαίνειν· σημαίνειν μὲν γὰρ δύναται καὶ τὰ ὀνόματα,
προσσημαίνειν δὲ μόνα πεφύκασιν τὰ ῥήματα, τοῦτ' ἔστι πρὸς τῇ
ἐνεργείᾳ ἢ τῷ πάθει καὶ χρόνον σημαίνειν.
Ο̲ὗ̲ ̲μ̲έ̲ρ̲ο̲ς̲ ̲ο̲ὐ̲θ̲ὲ̲ν̲ ̲σ̲η̲μ̲α̲ί̲ν̲ε̲ι̲ ̲χ̲ω̲ρ̲ί̲ς̲. διὰ τί τὰ ἄλλα κοινὰ τοῦ ὁρισμοῦ
παρεὶς τούτου ἐμνημόνευσεν, καίτοι καὶ τούτου ἐμνημόνευσεν ἐν τῷ
τοῦ ὀνόματος ὁρισμῷ; ἔστιν εἰπεῖν πρὸς τοῦτο ὅτι διὰ τοὺς λόγους
τοὺς ἐκ ῥημάτων συγκειμένους, οἷον ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·’
εὑρίσκετο γὰρ ὁ ὁρισμὸς καὶ τούτῳ παντὶ τῷ λόγῳ ἁρμόζων.
Κ̲α̲ὶ̲ ̲ἔ̲σ̲τ̲ι̲ν̲ ̲ἀ̲ε̲ὶ̲ ̲τ̲ῶ̲ν̲ ̲κ̲α̲θ̲'̲ ̲ἑ̲τ̲έ̲ρ̲ο̲υ̲ ̲λ̲ε̲γ̲ο̲μ̲έ̲ν̲ω̲ν̲ ̲σ̲η̲μ̲ε̲ῖ̲ο̲ν̲. ἐπειδὴ ὁ ἀπο-
φαντικὸς λόγος ἐξ ὀνόματός ἐστι καὶ ῥήματος ἑνὸς μὲν ὑποκειμένου
6
τοῦ δὲ ἑτέρου κατηγορουμένου, φησὶν ὅτι τὸ ῥῆμα ἀεὶ κατηγορεῖται,
τοῦτ' ἔστι λέγεται κατὰ τοῦ ὀνόματος. φήσει δέ τις καὶ τῷ ὀνόματι
ὑπάρχειν τὸ κατηγορεῖσθαι, οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν·’ ἰδοὺ τὸ
ζῷον καίτοι ὄνομα ὂν κατηγορεῖται τοῦ ἀνθρώπου. φαμὲν πρὸς τοῦ-
το ὅτι πρῶτον μὲν οὐκ ἠδυνήθη τέλειον ποιῆσαι λόγον κατηγορηθὲν
τὸ ζῷον ἀλλ' ἐδεήθη τοῦ ἔστιν, ἔπειτα τὸ ζῷον καὶ τὰ τοιαῦτα εἰ
καὶ νῦν κατηγοροῦνται, ἀλλὰ γίνονται καὶ ὑποκείμενα, οἷον ‘τὸ ζῷ-
ον οὐσία ἐστίν.’
Εἰ δέ τις εἴποι ὅτι καὶ τὸ ῥῆμα γίνεται ὑποκείμενον (ὡς ἐν
τῷ ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν·’ ἰδοὺ τὸ περιπατεῖν ῥῆμα ὂν ὑ-
πόκειται), φαμὲν πρὸς τοῦτο ὅτι ἀντ' ὀνόματος παρελήφθη, δηλοῖ δὲ
καὶ τὸ ‘τὸ’ ἄρθρον συνταττόμενον, ὅπερ ἴδιον ἦν τῶν ὀνομάτων τὸ συν-
τάττεσθαι ἄρθρῳ. εἰδέναι γὰρ δεῖ ὅτι, ἐπειδὴ καὶ αἱ ἐνέργειαι καὶ
τὰ πάθη τῶν ὄντων εἰσίν, ἔχουσι καὶ φύσεις, ἔχουσι καὶ ὀνόματα
(οἷον τοιάδε ἐνέργεια λέγεται τὸ περιπατεῖν). ὡς μὲν οὖν ἔχοντα
φύσεις δηλοῦνται ἐν ταῖς Κατηγορίαις· λέγομεν γὰρ ‘Σωκράτης περι-
πατεῖ’ δηλοῦντες αὐτὴν τὴν φύσιν ὑπάρχειν Σωκράτει. ὡς δὲ ἔχοντα
ὀνόματα γίνεταί ποτε ὑποκείμενα. καὶ ἁπλῶς εἰπεῖν τὸ μὲν ὄνομα
πέφυκεν ὑποκεῖσθαι τὸ δὲ ῥῆμα κατηγορεῖσθαι· ὅταν δὲ ὄνομα κατη-
γορῆται ἀντὶ ῥήματος κατηγορηθήσεται, καὶ ὅταν ῥῆμα ὑπόκειται
ἀντ' ὀνόματος ὑποκείσεται.
7
Λ̲έ̲γ̲ω̲ ̲δ̲ὲ̲ ̲ὅ̲τ̲ι̲ ̲π̲ρ̲ο̲σ̲σ̲η̲μ̲α̲ί̲ν̲ε̲ι̲ ̲χ̲ρ̲ό̲ν̲ο̲ν̲,̲ ̲ο̲ἷ̲ο̲ν̲ ̲ὑ̲γ̲ε̲ί̲α̲ ̲μ̲ὲ̲ν̲ ̲ὄ̲ν̲ο̲μ̲α̲ ̲τ̲ὸ̲ ̲δ̲ὲ̲ ̲ὑ̲γ̲ι̲-̲
̲
̲
̲
̲7̲
̲α̲ί̲ν̲ε̲ι̲ ̲ῥ̲ῆ̲μ̲α̲. ὡς ἐπὶ τοῦ ὀνόματος ἐξηγήσατο τὸν ὁρισμὸν οὕτως
7
κἀνταῦθα ποιεῖ, καὶ λέγει διὰ τί εἶπεν αὐτὸ προσσημαίνειν χρόνον,
καὶ λαβὼν δύο τινὰ περὶ τὰ αὐτὰ εἱλούμενα δείκνυσιν οὖσαν διαφο-
ράν, διότι τὸ μὲν ὄνομά ἐστι τὸ δὲ ῥῆμα δηλοῦν τὸν ἐνεστῶτα
χρόνον.
Κ̲α̲ὶ̲ ̲ἀ̲ε̲ὶ̲ ̲τ̲ῶ̲ν̲ ̲κ̲α̲θ̲'̲ ̲ἑ̲τ̲έ̲ρ̲ο̲υ̲ ̲λ̲ε̲γ̲ο̲μ̲έ̲ν̲ω̲ν̲ ̲σ̲η̲μ̲ε̲ῖ̲ό̲ν̲ ̲ἐ̲σ̲τ̲ι̲ν̲. ἐξηγούμενος
τὰ ἐν τῷ ὁρισμῷ παραληφθέντα καὶ εἰρηκὼς διὰ τί εἶπεν αὐτὸ προσ-
σημαίνειν χρόνον, ὀφείλων ἐξηγήσασθαι τὸ ‘οὗ μέρος οὐθὲν σημαί-
νει χωρίς’ ὡς σαφὲς αὐτὸ παρῆκεν ἀπὸ τῶν ἐν τῷ ὀνόματι λεχθέν-
των. ἐξηγεῖται δὲ νῦν τὸ προκείμενον, καί φησιν αὐτὸ τῶν κατη-
γορουμένων σημεῖον εἶναι, εἶτα εἰδὼς ὅτι τὰ κατηγορούμενα ἢ οὐ-
σιωδῶς κατηγορεῖται καὶ συμπληρωτικῶς τῆς οὐσίας τῶν ὑποκειμένων
ἢ κατὰ συμβεβηκός, φησὶν ὅτι ἀμφοτέρων σημεῖόν ἐστι τὸ ῥῆμα.
κατηγορεῖται οὐσιωδῶς μὲν τὸ ζῷον τοῦ ἀνθρώπου καὶ τὸ κινεῖσθαι
τοῦ περιπατεῖν (ἓξ γὰρ ὄντων τῶν τῆς κινήσεως εἰδῶν ἓν ἔφαμεν
εἶναι τὴν κατὰ τόπον μεταβολήν· τὸ οὖν κινεῖσθαι γένος ὂν τοῦ
8
περιπατεῖν καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ, καὶ τὸ ζῷον τοῦ
ἀνθρώπου καὶ ὅσα τοιαῦτα καθ' ὑποκειμένου κατηγορεῖται). τὸ δὲ
περιπατεῖν Σωκράτους κατὰ συμβεβηκὸς κατηγορεῖται, καὶ τὸ λευκὸν
καὶ ὅσα τοιαῦτα. καὶ τὰ μὲν οὐσιωδῶς κατηγορούμενα λέγεται καθ'
ὑποκειμένου τὰ δὲ κατὰ συμβεβηκὸς ἐν ὑποκειμένῳ· ἰστέον ὅτι εἰσί
τινες κατηγορίαι οὐ κατὰ φύσιν, ὅταν οὐσία συμβεβηκότος κατηγορῆ-
ται, οἷον εἴ τις ὁρῶν μηκόθεν τι λευκὸν εἴπῃ ‘τὸ λευκὸν ἄνθρωπός
ἐστιν,’ ἡ τοιαύτη κατηγορία λέγεται παρὰ φύσιν· οὐ γὰρ αἱ οὐσίαι
πεφύκασιν ἐνυπάρχειν τοῖς συμβεβηκόσιν ἀλλὰ τὰ συμβεβηκότα ταῖς
οὐσίαις.
Ἐ̲φ̲'̲ ̲ὁ̲τ̲ο̲υ̲ο̲ῦ̲ν̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ε̲ι̲ ̲κ̲α̲ὶ̲ ̲ὄ̲ν̲τ̲ο̲ς̲ ̲κ̲α̲ὶ̲ ̲μ̲ὴ̲ ̲ὄ̲ν̲τ̲ο̲ς̲. ἰστέον ὅτι τὰ ἐξ
ἀμέσων ἐναντίων συγκείμενα ἀόριστα ῥήματα κατηγορούμενα τῶν
δεκτικῶν τὰ ἐναντία εἰσάγει, οἷον ἐὰν εἴπω ‘οὐχ ὑγιαίνει Ἄνυτος,’
δῆλον ὅτι νοσεῖ. ἐπὶ δὲ τῶν μὴ οὕτως ὄντων ῥημάτων πάντα εἰσ-
άγεται πλὴν τοῦ ἀναιρουμένου, 〈οἷον〉 ‘ὁ Σωκράτης οὐ περιπατεῖ’
ἕτερα μυρία εἰσάγεται.
Ὁ̲μ̲ο̲ί̲ω̲ς̲ ̲δ̲ὲ̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ὸ̲ ̲ὑ̲γ̲ί̲α̲ν̲ε̲ν̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ὸ̲ ̲ὑ̲γ̲ι̲α̲ν̲ε̲ῖ̲ ̲ο̲ὐ̲ ̲ῥ̲ῆ̲μ̲α̲. ὅσα ἐπὶ τοῦ
ὀνόματος ἐξήτασεν ταῦτα καὶ ἐπὶ τοῦ ῥήματος, καὶ γὰρ περὶ τῶν
9
ἀορίστων καὶ περὶ τῶν πτώσεων. καί φησιν ὅτι τὸ ὑγίανεν καὶ ὑ-
γιανεῖ οὐκ εἰσὶ ῥήματα ἀλλὰ πτώσεις ῥήματος. ταῦτα μόνα κἂν ἐ-
νεργητικὰ κἂν παθητικὰ ἀξιῶν εἶναι ῥήματα τὰ κατὰ τὸν ἐνεστῶτα
χρόνον λεγόμενα, τὰ δὲ κατὰ τὸν παρεληλυθότα ἢ μέλλοντα πτώσεις
τούτων· κυριώτερος γάρ ἐστιν ὁ ἐνεστώς. δῆλον δὲ ὅτι δεῖ λαβεῖν
ἐνεστῶτα τὸν κατὰ πλάτος θεωρούμενον· ὁ γὰρ ἀκαριαῖος ἀπεδείχθη
ἐν τῇ Φυσικῇ ἀκροάσει μήτε ὑφιστάμενος ἀλλ' ἅμα τῷ ἐπινοηθῆναι
παριών, ὥστε οὐδὲ ἐνέργειαν ἐν αὐτῷ γινομένην ἐπινοῆσαι ἐγχωρεῖ.
Τ̲ὰ̲ ̲δ̲ὲ̲ ̲τ̲ὸ̲ν̲ ̲π̲έ̲ρ̲ι̲ξ̲. πέριξ καλεῖ τόν τε παρεληλυθότα καὶ τὸν μέλ-
λοντα· περιέχειν γὰρ δοκοῦσιν τὸν ἐνεστῶτα.
Α̲ὐ̲τ̲ὰ̲ ̲μ̲ὲ̲ν̲ ̲ο̲ὖ̲ν̲ ̲κ̲α̲θ̲'̲ ̲α̲ὑ̲τ̲ὰ̲ ̲λ̲ε̲γ̲ό̲μ̲ε̲ν̲α̲ ̲τ̲ὰ̲ ̲ῥ̲ή̲μ̲α̲τ̲α̲. ὁρισάμενος τὸ ῥῆμα
καὶ ἐπεξελθὼν τὸν ὁρισμὸν νῦν βούλεται περὶ τῆς δυνάμεως αὐτοῦ
εἰπεῖν, καί φησιν ὅτι καθ' αὑτὰ σημαίνει τι. κατασκευάζει δὲ
10
ἀπὸ τοῦ τὸν ἀκούσαντά τι ῥῆμα ἠρεμεῖν. εἰ γάρ τις πλανωμένην
ἔχων τὴν διάνοιαν καὶ ἀποροίη “τί πράττει Σωκράτης;” εἶτά τις
οἴκοθεν ἐξελθὼν εἴποι ὅτι “περιπατεῖ” ἢ “γράφει,” εὐθέως ἀκού-
σας τῆς πλάνης τε καὶ ἀγνοίας ἐπαύσατο· δῆλον ὅτι σημαίνοντός
τι τοῦ ὑποκειμένου λεχθέντος ῥήματος, κἀντεῦθεν δὲ δῆλον ὡς ση-
μαντικά ἐστι τὰ ῥήματα· εἰ γὰρ ἀσήμαντον εἶπεν ἐκεῖνος φωνήν,
οὐκ ἂν ἔπαυσεν τῆς ἀγνοίας, εἰρηκὼς κνὰξ ἢ βλίτυρι.
Ἀ̲λ̲λ̲'̲ ̲ε̲ἰ̲ ̲ἔ̲σ̲τ̲ι̲ν̲ ̲ἢ̲ ̲μ̲ὴ̲ ̲ο̲ὔ̲π̲ω̲ ̲σ̲η̲μ̲α̲ί̲ν̲ε̲ι̲. φησὶν ὅτι τὰ ῥήματα σημαίνει
μέν πώς τι δῆλον ἐκ τῶν εἰρημένων, οὐ μέντοι ἀλήθειαν ἢ ψεῦδος
δηλοῖ. τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦτο, ‘ἔστιν ἢ οὐκ ἔστιν.’
Ο̲ὐ̲ ̲γ̲ὰ̲ρ̲ ̲τ̲ὸ̲ ̲ε̲ἶ̲ν̲α̲ι̲ ̲ἢ̲ ̲μ̲ὴ̲ ̲ε̲ἶ̲ν̲α̲ι̲ ̲σ̲η̲μ̲ε̲ῖ̲ό̲ν̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲τ̲ο̲ῦ̲ ̲π̲ρ̲ά̲γ̲μ̲α̲τ̲ο̲ς̲. φησὶν
ὅτι οὐχ ὑπάρχει τὸ ἔστιν ἢ οὐκ ἔστι δηλωτικὸν τῆς ἀληθείας (τὸ
εἶναι γὰρ ἐνταῦθα παρέλαβεν ἀντὶ τοῦ ἔστιν· περὶ γὰρ τὸ αὐτὸ
εἱλοῦνται ἄμφω). κατασκευάζει δὲ ὅτι οὐκ ἔστι τὸ ῥῆμα δηλωτικὸν
ἀληθοῦς καὶ ψευδοῦς πράγματος ἀπὸ τοῦ μᾶλλον. φησὶν γὰρ ὅτι οὐδ'
αὐτὸ τὸ ἔστι τὸ καθολικώτερον πάντων τῶν ῥημάτων μυριάκις λεγό-
11
μενον αὐτὸ καθ' αὑτὸ δηλοῖ τι ἀληθὲς ἢ ψεῦδος. πῶς καθολικώ-
τερον ὑπάρχει πάντων τῶν ῥημάτων τὸ ἔστιν, δῆλον ἐκ τοῦ πᾶν
ῥῆμα εἰς μετοχὴν ἀναλύεσθαι καὶ τὸ ἔστιν, οἷον τὸ ‘γράφω’ ‘γρά-
φων εἰμί,’ καὶ τὸ ‘γράφεις’ ‘γράφων εἶ,’ καὶ τὸ ‘γράφει’ ‘γρά-
φων ἐστίν.’ εἰ οὖν τὸ ἔστιν αὐτὸ καθ' αὑτὸ λεγόμενον μυριάκις,
εἰς ὃ πάντα ἀναλύεται τὰ ῥήματα, οὐδὲν οὔτε ἀληθὲς ἢ ψεῦδος ση-
μαίνει ὑφεξῃρημένων τῶν ῥημάτων τῶν ἐχόντων προσυπακουομένην
ἀντωνυμίαν· διότι γὰρ ἔχουσιν ἀντωνυμίαν προσυπακουομένην, διὰ
τοῦτο δηλοῦσίν τι ἀληθὲς ἢ ψεῦδος, οἷον ‘τρέχω’ (προσυπακούεται
γὰρ τὸ ἐγώ), ἢ ‘τρέχεις’ (προσυπακούεται τὸ σύ). διὸ ἐπὶ τῶν
τρίτων προσώπων οὐκ ἔστι τὸ τοιοῦτον εὑρεῖν, διότι μηδὲν ὑπ-
ακούεταί τι, εἰ μήτοι γε ἐφ' ὧν ἐστὶν ὡρισμένον τὸ πρόσωπον, ὡς
ἐπὶ τοῦ ‘βροντᾷ’ καὶ ‘ὕει·’ προσυπακούεται γὰρ ὁ Ζεύς.
Ο̲ὐ̲δ̲'̲ ̲ἂ̲ν̲ ̲τ̲ὸ̲ ̲ὂ̲ν̲ ̲ε̲ἴ̲π̲ῃ̲ς̲ ̲α̲ὐ̲τ̲ὸ̲ ̲ψ̲ι̲λ̲ό̲ν̲. κατασκευάζων ὅτι τὰ ῥήματα καθ'
αὑτὰ λεγόμενα οὐ δηλοῦσί τι ἀληθὲς ἢ ψεῦδος ἀπὸ τοῦ μᾶλλον κατ-
εσκεύαζεν λέγων ὅτι οὐδὲ τὸ ἔστι σημαίνει τι καθ' αὑτό. νῦν δὲ
ὥσπερ ἑαυτὸν ἐπιλαβόμενος ἀπὸ τοῦ ἔτι μᾶλλον αὐτὸ κατασκευάζει
ὡς εἰ ἔλεγεν· οὐδὲ αὐτὸ τὸ ὄν, εἰς ὃ τὸ ἔστιν ἀναλύεται, μυριάκις
λεγόμενον αὐτὸ καθ' αὑτὸ οὐδὲν ἀληθὲς ἢ ψεῦδος δηλοῖ.
12
Α̲ὐ̲τ̲ὸ̲ ̲μ̲ὲ̲ν̲ ̲γ̲ὰ̲ρ̲ ̲ο̲ὐ̲δ̲έ̲ν̲ ̲ἐ̲σ̲τ̲ι̲ν̲. φησὶν ὅτι τὸ ὂν οὐδέν ἐστιν, καὶ δῆλον
ὅτι προσυπακουστέον τὸ ἀληθὲς ἢ ψεῦδος, ἐπεὶ ἄπορον ἔσται· εἰ γὰρ
τὸ ὂν οὐδέν, σχολῇ ἂν τὰ ἄλλα πράγματα εἴη τι. λέγει δὲ ὅτι τὰ
ῥήματα προσσημαίνουσίν τινα σύνθεσιν, ἣν σύνθεσιν οὐκ ἐγχωρεῖ
σαφῶς γνῶναι, εἰ μή τις ἐκεῖνα προειδῇ [ἠ] ἐξ ὧν ἡ σύνθεσις σύγ-
κειται.
{Περὶ λόγου.}
Λ̲ό̲γ̲ο̲ς̲ ̲δ̲έ̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲φ̲ω̲ν̲ὴ̲ ̲σ̲η̲μ̲α̲ν̲τ̲ι̲κ̲ή̲. πληρώσας τὴν περὶ τῶν μερῶν τοῦ
λόγου διδασκαλίαν, ὀνόματός τε καὶ ῥήματος, νῦν περὶ αὐτοῦ τοῦ
λόγου διδάσκει ὥσπερ κατ' ἀρχὰς ὑπέστη. εἰρήκαμεν δὲ ὅτι ἐν
τῇ ἀρχῇ ἀπαριθμούμενος ἃ μέλλει ὁρίζεσθαι τελευταῖον τέθεικεν
τὸν λόγον, ἵνα τὸ τέλος αὐτῷ τῆς ἀπαριθμήσεως ἀρχὴ γένηται τῆς
διδασκαλίας· οὐ μόνον δὲ διὰ τοῦτο, ὡς ἄν τις οἰηθείη, ἀλλ' ὅτι
καὶ τὴν ἀπόφανσιν μέλλων ὁρίζεσθαι καὶ γένος ἐν τῷ ὁρισμῷ παρα-
λαμβάνειν τὸν λόγον ᾠήθη δεῖν τὴν τοῦ γένους διδασκαλίαν προτά-
ξαι· δεῖ γὰρ προεγνώσθαι τὰ γένη τῶν οἰκείων εἰδῶν· μάταιον γὰρ
ἀσαφῆ ἐξ ἀσαφῶν καὶ ἄδηλα ἐξ ἀδήλων διδάσκειν. προλαμβάνει οὖν,
ὡς ἔφην, τὴν περὶ τοῦ λόγου διδασκαλίαν, ἐπειδὴ ἔχρῃζεν αὐτοῦ
13
εἰς τὸν περὶ ἀποφάνσεως λόγον. ὁρίζεται δὲ τὸν λόγον γένος
λαμβάνων τὴν φωνήν· εἰ γὰρ τὰ μέρη τοῦ λόγου φωναί, δῆλον ὅτι
καὶ ὁ λόγος. εἴρηται δὲ πῶς ἡ φωνὴ γένος ἐστὶ τοῦ λόγου, ὅτι
ὡς ὕλη (τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν). “λόγος δέ ἐστι φωνὴ ση-
μαντική·” παρῆκεν ἐν τῷ ὁρισμῷ τὸ κατὰ συνθήκην, δῆλον ὅτι καὶ
ὁ λόγος. ἢ ὅτι ἤμελλεν οἰκειότερον περὶ τούτου διαλέγεσθαι ὀ-
λίγον ὕστερον, ὅτε καὶ ἀπομάχεται πρός τινα συλλογισμὸν πειρώ-
μενον δεικνύναι τὸν λόγον φύσει εἶναι.
Ἧ̲ς̲ ̲τ̲ῶ̲ν̲ ̲μ̲ε̲ρ̲ῶ̲ν̲ ̲τ̲ι̲ ̲σ̲η̲μ̲α̲ν̲τ̲ι̲κ̲ό̲ν̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲κ̲ε̲χ̲ω̲ρ̲ι̲σ̲μ̲έ̲ν̲ο̲ν̲. φησὶν ὅτι ὁ
λόγος ἔχει τὰ μέρη σημαντικά, ἐπειδὴ δὲ ᾔδει μέρη ὄντα τοῦ λό-
γου τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ τὰς συλλαβὰς δέ, ἠπίστατο δὲ ὅτι
τούτων τὰ μέν ἐστι σημαντικά, τό τε ὄνομα καὶ ῥῆμα, τὰ δὲ οὐκ
ἔστι σημαντικά, αἱ συλλαβαί, διὰ τοῦτο οὐκ ἀποφαίνεται ἁπλῶς
ὅτι ἧς τὰ μέρη σημαντικά ἐστιν ἀλλὰ προσέθηκέν τι, σημαίνων ὅτι
οὐ πάντα σημαντικά ἐστιν ἀλλά τινα, τό τε ὄνομα καὶ τὸ ῥῆμα, αἱ
δὲ συλλαβαὶ οὐδαμῶς εἰσι σημαντικαί.
Ὡ̲ς̲ ̲φ̲ά̲σ̲ι̲ς̲ ̲ἀ̲λ̲λ̲'̲ ̲ο̲ὐ̲χ̲ ̲ὡ̲ς̲ ̲κ̲α̲τ̲ά̲φ̲α̲σ̲ι̲ς̲. εἰδὼς ὅτι ὁ λόγος λέγεται ὁ
14
τοιοῦτος, οἷον ‘Σωκράτης περιπατεῖ,’ λέγεται δὲ καὶ ὁ τοιοῦτος,
οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κάθηται.’ ἠπίστατο δὲ ὅτι
τοῖν λόγοιν τούτοιν ὁ μὲν δύναται ἔχειν τὰ μέρη σημαίνοντα ὡς
καταφάσεις, ὁ δὲ πρότερος ὡς φάσεις μόνον. ‘ὡς δὲ φάσεις’ διὰ
〈τὸ〉 τοῦτο ἀεὶ ὑπάρχειν εἶπεν· πᾶς μὲν γὰρ λόγος τὰ μέρη ἔχει
ὡς φάσεις, οὐ πᾶς δὲ ὡς καταφάσεις ἀλλὰ μόνος ὁ ἐκ πλειόνων λό-
γων συγκείμενος. φάσεις δὲ καλεῖ τὰ ὀνόματα καὶ τὰ ῥήματα διὰ
τὸ φαίνειν τι καὶ δηλοῦν. εἴρηται δὲ καὶ ἔμπροσθεν ὅτι ἁπλῆ
φωνὴ καὶ ὄνομα ἢ ῥῆμα καὶ φάσις καὶ ὅρος τῷ μὲν ὑποκειμένῳ τὰ
αὐτά ἐστι τῇ δὲ σχέσει διαφέρουσιν· ὡς μὲν γὰρ σημαῖνόν τι ἁπλῶς
λέγεται ἁπλῆ φωνή, ὡς δὲ προσλαμβάνουσα ἄρθρον καὶ μὴ προσση-
μαίνουσα χρόνον λέγεται ὄνομα, ὡς δὲ μέρος λόγου λέγεται φάσις,
ὅταν δὲ ὡς μέρος συλλογισμοῦ λαμβάνεται καλεῖται ὅρος. ἐνταῦθα
οὖν φάσιν λέγει σημαίνειν τὰ μέρη. εἴρηται δὲ ὅτι πᾶς λόγος
ἔχει τὰ μέρη ὡς φάσεις, οὐ πᾶς δὲ ὡς καταφάσεις· τὸ οὖν ἀεὶ
ὑπάρχον τοῦτο εἶπεν, καὶ οὐκ εἶπεν τὸ ἐπί τινων συμβαῖνον ἀλλὰ τὸ
ἐπὶ πάντων.
Ἀ̲λ̲λ̲'̲ ̲ο̲ὐ̲χ̲ ̲ὅ̲τ̲ι̲ ̲ἔ̲σ̲τ̲ι̲ν̲ ̲ἢ̲ ̲ο̲ὐ̲κ̲ ̲ἔ̲σ̲τ̲ι̲ν̲. ὁ ἄνθρωπος, φησίν, σημαίνει τι
ἀλλ' οὐχὶ ἀλήθειαν ἢ ψεῦδος· οὕτω γὰρ ἂν κατάφασις ὑπῆρχεν ἢ ἀπό-
15
φασις, ἀλλ' ἐὰν προστεθῇ τι, δῆλον ὅτι τῷ ὀνόματι ῥῆμα ἢ τῷ
ῥήματι ὄνομα.
Ἐ̲ν̲ ̲δ̲ὲ̲ ̲τ̲ο̲ῖ̲ς̲ ̲δ̲ι̲π̲λ̲ο̲ῖ̲ς̲ ̲σ̲η̲μ̲α̲ί̲ν̲ε̲ι̲ ̲μ̲έ̲ν̲,̲ ̲ἀ̲λ̲λ̲'̲ ̲ο̲ὐ̲ ̲κ̲α̲θ̲'̲ ̲α̲ὑ̲τ̲ό̲. ἐν μὲν
τοῖς ἁπλοῖς ὀνόμασιν τὰ μέρη οὐθὲν οὔτε καθ' αὑτὰ λαμβανόμενα
οὔτε ἐν τῷ ὀνόματι λαμβανόμενα σημαίνουσί τι, ἐν δὲ τοῖς συνθέ-
τοις ὀνόμασιν, 〈οἷον ἐν〉 τῷ Κάλλιππος, ἕως μὲν οὖν σύγκει-
ται τὰ μέρη, σημαίνουσίν τι τὸ καλὸς καὶ τὸ ἵππος, καὶ δηλοῦ-
σιν ἐξ αὐτῶν συγκεῖσθαι τὸ ὄνομα. καθ' αὑτὰ δὲ λαμβανόμενα ταῦ-
τα ἀσήμαντά ἐστιν. τὰ δὲ τοῦ λόγου μέρη σημαντικά ἐστιν. εἴ-
ρηται οὖν ὅτι ἐν μὲν τοῖς ἁπλοῖς ὀνόμασιν οὔτε συγκείμενα οὔ-
τε διαιρούμενα τὰ μέρη σημαίνει τι, οἷον ἐν τῷ ἄνθρωπος, ἐν δὲ
τοῖς συνθέτοις ἕως μὲν ἥνωνται τὰ μέρη σημαίνουσιν διπλόην τι-
νὰ ἐν τῷ ὀνόματι, ὅτι ἐκ δύο τινῶν σύγκειται τὸ ὄνομα, ἐπὰν δὲ
διαιρεθῶσιν οὐθὲν καθ' αὑτὰ σημαίνει. τὰ δὲ τοῦ λόγου μέρη
καὶ συγκείμενα καὶ διαιρούμενα σημαίνει τι. ἐπιστῆσαι δὲ χρὴ
πῶς λαμβάνει ἐν τοῖς παραδείγμασιν ὀνόματα δοκοῦντα ἔχειν μέρη
σημαντικά, ἵνα ταῦτα γνόντες μηδὲν σημαίνειν πολλῷ πλέον ἐν
τοῖς ἄλλοις μὴ οἰηθῶμεν εἶναί τι μέρος σημαντικόν, ὥσπερ ἐν-
ταῦθα παρέλαβεν τὸ μῦς, ὃ μέρος ἔχει τὸ ‘υς’ δοκοῦν σημαίνειν
τὸν χοῖρον.
16
Ἔ̲σ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲λ̲ό̲γ̲ο̲ς̲ ̲ἅ̲π̲α̲ς̲ ̲μ̲ὲ̲ν̲ ̲σ̲η̲μ̲α̲ν̲τ̲ι̲κ̲ό̲ς̲,̲ ̲ο̲ὐ̲χ̲ ̲ὡ̲ς̲ ̲ὄ̲ρ̲γ̲α̲ν̲ο̲ν̲ ̲δ̲έ̲. ὃ ἐν
τῇ ἀρχῇ τοῦ λόγου ὑπέσχετο ποιῆσαι, νῦν ἥκει πρᾶξαι ὀφείλων τὸ
εἰπεῖν ὅτι ὁ λόγος οὐκ ἔστι φύσει ἀλλὰ θέσει. φησὶν γὰρ ὅτι πᾶς
λόγος σημαντικός, οὐχ ὡς ὄργανον δ', ἐπειδή τινες πειρώμενοι
δεικνύναι τὸν λόγον φύσει ἔλεγον τὸν συλλογισμόν· “πᾶν ὄργανον
φυσικῆς δυνάμεως φύσει ἐστίν, οἷον τὸ ὀπτικῆς δυνάμεως ὄργανον
ὀφθαλμὸς ὑπάρχον καὶ φύσεως ἔργον ἐστίν, ὁ λόγος ὄργανόν ἐστι
φωνῆς φυσικῆς δυνάμεως, ὁ λόγος ἅρα φύσει.” ἡμᾶς δὲ ἀνάγκη ἢ
τῶν προτάσεων λαβέσθαι ἢ συγχωρῆσαι τῷ συμπεράσματι. λαμβανό-
μεθα οὖν τῆς δευτέρας προτάσεως. οὐ γάρ ἐστιν ὁ λόγος ὄργανον
φωνῆς ἀλλ' ἀποτέλεσμα· εἰ γὰρ ὁ λόγος ὄργανόν ἐστι φωνῆς, ἔδει
πάντα φωνὴν ἔχοντα διαλέγεσθαι. ἀλλ' ἔστιν εἰπεῖν ὅτι ὥσπερ
ἡ ὀρχηστικὴ φυσικοῖς χρωμένη ὀργάνοις χερσίν τε καὶ ποσὶν ἀπο-
τελεῖ Ἀχιλλέα κατὰ συνθήκην (δῆλον γὰρ ὅτι συνέθεντο ἀλλήλοις
οἱ ἄνθρωποι διὰ τῶν τοιῶνδε σχημάτων σημαίνειν τὸν Ἀχιλλέα),
οὕτως ἡ φωνὴ ὀργάνοις χρωμένη φωνητικοῖς τε καὶ διαλεκτικοῖς
ὀργάνοις ἀποτελεῖ τοιόνδε λόγον κατὰ συνθήκην. εἰ δέ τις βού-
λοιτο καλεῖν τὸν λόγον ὄργανον, ψυχῆς ἂν εἴη ὄργανον ὑπὲρ φύ-
σιν οὔσης· τούτῳ γὰρ χρωμένη ἡ ψυχὴ τὰ νοήματα ἐκφαίνει.
Ἀ̲π̲ο̲φ̲α̲ν̲τ̲ι̲κ̲ὸ̲ς̲ ̲δ̲ὲ̲ ̲ο̲ὐ̲ ̲π̲ᾶ̲ς̲,̲ ̲ἀ̲λ̲λ̲'̲ ̲ἐ̲ν̲ ̲ᾧ̲ ̲τ̲ὸ̲ ̲ἀ̲λ̲η̲θ̲ε̲ύ̲ε̲ι̲ν̲ ̲ἢ̲ ̲ψ̲ε̲ύ̲δ̲ε̲σ̲θ̲α̲ι̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ε̲ι̲.
17
πληρώσας τὴν περὶ τοῦ ἁπλοῦ λόγου διδασκαλίαν, νῦν περὶ τοῦ
εἴδους αὐτοῦ διαλαμβάνει τοῦ ἀποφαντικοῦ· ἓν γὰρ τῶν εἰδῶν αὐ-
τοῦ ἐστὶν ὁ ἀποφαντικός. καὶ ἐντεῦθέν ἐστι λαβεῖν τὸν ὅρον τοῦ
ἀποφαντικοῦ· τοῦτον γάρ φησιν εἶναι ἀποφαντικὸν ἐν ᾧ θεωρεῖται
ἀλήθεια ἢ ψεῦδος.
Ῥ̲η̲τ̲ο̲ρ̲ι̲κ̲ῆ̲ς̲ ̲γ̲ὰ̲ρ̲ ̲ἢ̲ ̲π̲ο̲ι̲η̲τ̲ι̲κ̲ῆ̲ς̲ ̲ο̲ἰ̲κ̲ε̲ι̲ο̲τ̲έ̲ρ̲α̲ ̲ἡ̲ ̲σ̲κ̲έ̲ψ̲ι̲ς̲. οὐ γὰρ περὶ
λόγους ἡ φιλοσοφία οὐδὲ περὶ τὴν τούτων θεωρίαν καταγίνεται,
ἀλλὰ περὶ τὴν τῶν πραγμάτων σκέψιν, καὶ ἠγάπα 〈ἄν〉, εἰ δυνα-
τὸν ἦν αὐτῇ δακτύλῳ ἑρμηνεύειν. ἐπειδὴ δὲ ἐδεήθη λόγων, τοὺς
μὲν χρησίμους αὑτῇ αἱρεῖται τοὺς λοιποὺς παρίησιν γραμματικοῖς
ἢ ῥήτορσιν. ἐκεῖνοι γὰρ περὶ τούτους καταγίνονται καὶ ῥυθμοὺς
αὐτῶν καὶ σχήματα καὶ περιόδους καὶ ἀποδόσεις καὶ ὅσα τοιαῦτα
ζητεῖν εἰώθασιν.
Ὁ̲ ̲δ̲ὲ̲ ̲ἀ̲π̲ο̲φ̲α̲ν̲τ̲ι̲κ̲ὸ̲ς̲ ̲τ̲ῆ̲ς̲ ̲ν̲ῦ̲ν̲ ̲θ̲ε̲ω̲ρ̲ί̲α̲ς̲. ἐντεῦθεν σαφές ἐστι κατα-
λαβεῖν τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου· αὐτὸς γὰρ ἀποφαίνε-
ται περὶ ἀποφαντικοῦ λόγου εἶναι τὴν θεωρίαν, τοῦτ' ἔστι τὴν
ζήτησιν.
18
Ἔ̲σ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲ε̲ἷ̲ς̲ ̲π̲ρ̲ῶ̲τ̲ο̲ς̲ ̲λ̲ό̲γ̲ο̲ς̲ ̲ἀ̲π̲ο̲φ̲α̲ν̲τ̲ι̲κ̲ό̲ς̲. ὁρισάμενος τὸν ἀποφαν-
τικὸν λόγον καὶ εἰρηκὼς περὶ τούτου εἶναι τὸν σκοπὸν ἐν τῷ προ-
κειμένῳ λόγῳ, νῦν βούλεται εἰς τὰ οἰκεῖα εἴδη διελεῖν αὐτόν, καὶ
λέγει τὴν κατάφασιν πρῶτον εἶναι λόγον ἀποφαντικόν, εἶτα τὴν ἀ-
πόφασιν. δύο δέ τινα λέγει περὶ τῆς καταφάσεως καὶ ὅτι εἷς ἐσ-
τὶ λόγος ἀποφαντικὸς καὶ ὅτι πρῶτος. κατάφασιν δὲ λέγει τὴν
ἐξ ἑνὸς ὀνόματος καὶ ῥήματος, οἷον ‘Σωκράτης περιπατεῖ.’ ἕνα
δὲ καλεῖ τὸν τοιοῦτον λόγον πρὸς ἀντιδιαστολὴν τῶν τοιούτων λό-
γων τῶν ἐκ πλειόνων λόγων συγκειμένων, ὡς ὁ τοῦ ἀνθρώπου λόγος,
ἢ τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλά-
των κάθηται.’ καὶ οὗτος μὲν γὰρ εἷς ἐστὶν ἀλλ' οὐ φύσει ἀλλ'
ἐξ ἐπιτεχνήσεως ἡμετέρας, ὥσπερ λέγομεν τὸ ξύλον ἓν καὶ τὴν θύ-
ραν μίαν (καὶ τὸ μὲν ξύλον φύσει ἕν ἐστιν ἡ δὲ θύρα ἐκ κατασκευ-
ῆς μία ἐστίν), οὕτως καὶ κατάφασις λέγεται μία ἡ φύσει ἓν ἔχου-
σα [ἔχουσα], οἷον ‘Σωκράτης περιπατεῖ,’ λέγεται δὲ μία καὶ ἡ
συνδέσμῳ τὸ ἓν ἔχουσα, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κά-
θηται.’ εἰπὼν ὅτι ἔστιν “εἷς πρῶτος” ἐδήλωσε τῇ φύσει τὸ ἓν ἔ-
χουσαν καὶ διέκρινε τῶν τ' ἐκ πλειόνων συγκειμένων καὶ τῶν συν-
δέσμῳ τὸ ἓν ἐχόντων. τὸ δὲ ‘πρῶτος’ εἰπών, ἀπορίαν ἐκίνησεν·
“μήποτε οὐχ ὡς γένος εἰς εἴδη διαιρεῖται ὁ ἀποφαντικὸς λόγος
19
εἴς τε τὴν κατάφασιν καὶ ἀπόφασιν ἀλλ' ὡς φωνὴ ὁμώνυμος· ἐν
γὰρ τοῖς διαιρουμένοις ὡς γένος εἰς εἴδη οὐκ ἔστι τὸ πρῶτον
καὶ τὸ δεύτερον, ἐν δὲ τούτοις λέγει πρώτην εἶναι τὴν κατάφα-
σιν· οὐκ ἄρα ὡς εἶδος διαιρεῖται.” ἔστι δὲ εἰπεῖν πρὸς τοῦτο
ὅτι πρώτην λέγει ὡς ἁπλουστέραν τὴν κατάφασιν· ἡ γὰρ κατάφασις
προσλαβοῦσα τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις. καὶ δεῖ
προνενοῆσθαι τὴν κατάφασιν τῆς ἀποφάσεως, ἣν λέγει πρώτην εἶ-
ναι ὡς στέρησιν καὶ εἶδος· ἡ μὲν γὰρ κατάφασις δοκεῖ εἶδος δη-
λοῦν ὑπάρχειν λέγουσα, ἡ δὲ ἀπόφασις στέρησιν μὴ ὑπάρχειν λέ-
γουσα.
Ἀ̲ν̲ά̲γ̲κ̲η̲ ̲δ̲ὲ̲ ̲π̲ά̲ν̲τ̲α̲ ̲λ̲ό̲γ̲ο̲ν̲ ̲ἀ̲π̲ο̲φ̲α̲ν̲τ̲ι̲κ̲ὸ̲ν̲ ̲ἐ̲κ̲ ̲ῥ̲ή̲μ̲α̲τ̲ο̲ς̲ ̲ε̲ἶ̲ν̲α̲ι̲ ̲ἢ̲ ̲π̲τ̲ώ̲σ̲ε̲ω̲ς̲ ̲
̲
̲
̲
̲1̲9̲
̲ῥ̲ή̲μ̲α̲τ̲ο̲ς̲. τὸ γὰρ κῦρος τὸ κατηγορούμενον ἔχει ὅθεν καὶ ὅλον τὸ
19
εἶδος ἐξ αὐτοῦ ἔσχεν τὴν ὀνομασίαν· λέγεται γὰρ κατηγορικόν.
πτώσεως δὲ εἶπεν διὰ τὰ ῥήματα τὰ ἐκ τῶν ἄλλων χρόνων, παρελη-
λυθότος τε καὶ μέλλοντος, οἷον ‘Σωκράτης ὑγίανεν’ ‘Σωκράτης ὑ-
γιανεῖ.’
Κ̲α̲ὶ̲ ̲γ̲ὰ̲ρ̲ ̲ὁ̲ ̲τ̲ο̲ῦ̲ ̲ἀ̲ν̲θ̲ρ̲ώ̲π̲ο̲υ̲ ̲λ̲ό̲γ̲ο̲ς̲. λόγον καλεῖ τὸν ὁρισμὸν τὸ ζῷον
λογικὸν θνητόν. φησὶν οὖν ὅτι καὶ οὗτος ὁ λόγος μέν ἐστιν, ἂν
20
μὴ προσλάβῃ δὲ ῥῆμα, οὐκ ἔστιν ἀποφαντικὸς λόγος, ἀλλὰ ῥήματος
καὶ ὑποκειμένου τάξιν σχήσει, εἰ μέλλοι ἀποφαντικὸν ποιήσειν.
Δ̲ι̲ό̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲ἕ̲ν̲ ̲τ̲ί̲ ̲ἐ̲σ̲τ̲ι̲ν̲ ̲ἀ̲λ̲λ̲'̲ ̲ο̲ὐ̲ ̲π̲ο̲λ̲λ̲ά̲. ὃ βούλεται εἰπεῖν τοῦτό
ἐστιν, ὅτι τὸ διδάξαι διὰ τί ταῦτα τὰ ὀνόματα πάντα συντεθημένα
ἕν τι σημαίνουσιν ἀλλ' οὐ πολλά, οὐκ ἔστι τῆς νῦν προκειμένης
πραγματείας.
Τ̲ὸ̲ ̲ζ̲ῷ̲ο̲ν̲ ̲π̲ε̲ζ̲ὸ̲ν̲ ̲δ̲ί̲π̲ο̲υ̲ν̲. τὸν τοῦ ἀνθρώπου ὁρισμὸν παραδείγματος ἕ-
νεκεν παραλαβὼν οὐκ ἠκριβολογήσατο οὐδὲ οἰκεῖον ἀποδέδωκεν τὸν
ὁρισμόν, διότι μὴ τοῦτο προύθετο.
Ο̲ὐ̲ ̲γ̲ὰ̲ρ̲ ̲δ̲ὴ̲ ̲τ̲ῷ̲ ̲σ̲ύ̲ν̲ε̲γ̲γ̲υ̲ς̲ ̲ε̲ἰ̲ρ̲ῆ̲σ̲θ̲α̲ι̲ ̲ε̲ἷ̲ς̲ ̲ἔ̲σ̲τ̲α̲ι̲. τινὲς ἔλεγον ὅτι διὰ
τοῦτο ἕν τι δηλοῦσιν καὶ οὐ πολλά, διότι ἐφεξῆς καὶ ἐπιτροχάδην
λέγονται· ἐπεί, φασίν, εἴ τις εἴποι ‘τὸ ζῷον,’ εἶτα διαλιπὼν εἴ-
ποι πάλιν ἰδίᾳ ‘λογικόν,’ καὶ πάλιν διαλιπὼν ὥραν εἴποι ‘θνητόν,’
οὐ ποιήσεται ὁρισμόν. οἱ δὲ ταύτην φάσκοντες λύσιν τῆς ἀπορίας
λέγουσιν μέν τι, οὐ μὴν τοῦτο μόνον ἐστὶν αἴτιον. εἰ γὰρ τοῦτο
21
ἀληθές, ὤφειλον παντοῖα ὀνόματα συντιθέμενα ποιεῖν ὁρισμόν, οἷ-
ον ‘Σωκράτης’ ‘Πλάτων’ ‘Ἀλκιβιάδης·’ οὐκ ἄρα αὕτη ἐστὶν αἰτία.
Ἔ̲σ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲ἄ̲λ̲λ̲η̲ς̲ ̲π̲ρ̲α̲γ̲μ̲α̲τ̲ε̲ί̲α̲ς̲ ̲τ̲ο̲ῦ̲τ̲ο̲ ̲ε̲ἰ̲π̲ε̲ῖ̲ν̲. ἐν γὰρ τῇ Μετὰ τὰ φυ-
σικὰ τὰ ὄντα ᾗ ὄντα ἐστὶν ἐπισκεπτόμενος προτίθεται καὶ τὴν πε-
ρὶ τῶν ὁρισμῶν θεωρίαν.
Ἔ̲σ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲ε̲ἷ̲ς̲ ̲λ̲ό̲γ̲ο̲ς̲ ̲ἀ̲π̲ο̲φ̲α̲ν̲τ̲ι̲κ̲ό̲ς̲. δοκεῖ τὰ αὐτὰ λέγειν ἃ καὶ πρό-
τερον εἴρηκεν, κατὰ ἀλήθειαν δὲ ἄλλα καὶ ἄλλα λέγει· ἀνωτέρω μὲν
γὰρ ἐπεσκέπτετο τὸ κατὰ τὴν λέξιν ἓν ἢ πολλά, ἐνταῦθα δὲ κατὰ τὸ
σημαινόμενον. φησὶν οὖν ὅτι εἷς ἐστὶν ἀποφαντικὸς λόγος ὁ ἓν δη-
λῶν. ἔστι δὲ τῇ μὲν λέξει ἕνα εἶναι, σημαινόμενα δὲ πλείονα ἔ-
χειν, οἷον ‘Αἴας ἐμονομάχησεν Ἕκτορι·’ δύναται γὰρ καὶ ἀληθεύ-
ειν καὶ ψεύδεσθαι, ὡς μὲν πρὸς τὸν Τελαμῶνος ἡμῶν λαμβανόντων
ἀληθεύειν ὡς δὲ πρὸς τὸν Ὀϊλέως ψεύδεσθαι, δῆλον ὅτι ὡς πολλὰ
σημαίνοντος τοῦ ῥηθέντος λόγου, εἰ καὶ τῇ λέξει ἁπλοῦς ἐφαίνετο.
οὗτος οὖν οὐκ ἂν ῥηθείη εἷς ὡς πρὸς τὸ σημαινόμενον. ὁ οὖν ἓν
σημαινόμενον ἔχων οὗτος λέγεται εἷς, καὶ ὁ ἐν δεσμῷ τὴν ἑνότητα
καὶ ἀκολουθίαν ἔχων, ὡς οἱ ὑποθετικοί· ‘εἰ ἡμέρα ἐστὶν ἥλιος
22
ὑπὲρ γῆν ἐστίν·’ ἀκολουθεῖ γὰρ τῷ εἶναι ἡμέραν τὸ εἶναι ἥλιον
ὑπὲρ γῆν· λεχθείη ἂν καὶ οὗτος εἷς. πολλοὶ δὲ οἱ πολλὰ σημαί-
νοντες. οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων κάθηται’ (ἢ ‘Σωκρά-
της φιλεῖ’), ὥσπερ ἀρτίως περὶ τῶν ὁμωνύμων ἐλέγομεν· οὗτοι γὰρ
πολλὰ σημαίνουσιν· γίνονται δὲ οἱ τοιοῦτοι ἢ ὀνόματος ὄντος ὁ-
μωνύμου ἢ ῥήματος ἢ ἀμφοτέρων. πολλοὶ δὲ πάλιν λέγονται λόγοι
οἱ ἀσύνδετοι, οἷον ‘Σωκράτης περιπατεῖ Πλάτων κάθηται,’ καὶ ἄλλα
τοιαῦτα.
Τ̲ὸ̲ ̲μ̲ὲ̲ν̲ ̲ο̲ὖ̲ν̲ ̲ὄ̲ν̲ο̲μ̲α̲ ̲κ̲α̲ὶ̲ ̲ῥ̲ῆ̲μ̲α̲ ̲φ̲ά̲σ̲ι̲ς̲ ̲ἔ̲σ̲τ̲ω̲ ̲μ̲ό̲ν̲ο̲ν̲. μέλλων ὁ φιλόσο-
φος περὶ ἀποφάνσεως καὶ καταφάσεως καὶ ἀποφάσεως καὶ ἀντιφά-
σεως διδάσκειν, ἐπειδὴ ἐν τούτοις πᾶσιν τὸ τῆς φάσεως ὄνομα
κεῖται, ἀναγκαῖον ᾠήθη πρότερον περὶ φάσεως διαλαβεῖν, εἶτα καὶ
πῶς συντεθεῖσα ἡ φάσις γίνεται κατάφασις ἢ τῶν ἄλλων τι. καί
φησιν ὅτι φάσις ἔστω τὸ ὄνομα καὶ τὸ ῥῆμα διὰ τὸ φαίνειν τι,
εἶτα δείκνυσιν ὅτι οὐ δύναται ἀπόφανσις εἶναι· φησὶν γὰρ ὅτι οὐ
δυνάμεθα τοιοῦτο ὄνομα ἢ ῥῆμα προενέγκασθαι ὡς ἀποφαίνεσθαι, ἢ
ἐρωτῶντός τινος ἢ αὐτὸν βουληθέντα εἰπεῖν, οἷον οὐ δύναται ἐρω-
τηθείς τις “ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν,” ὄνομα ἢ ῥῆμα εἰπεῖν
23
ἀλλ' ἀναγκάζεται λόγον εἰπεῖν ἀποφαντικόν. κἂν μὴ ἐρωτηθῇ
ἀλλ' αὐτὸς προαιρεθῇ διδάξαι ἕτερον, οὐ δύναται ὄνομα μόνον ἢ
ῥῆμα εἰπὼν αὐταρκῆ λόγον ἀποδοῦναι πρὸς διδασκαλίαν οὐδὲ ἀπο-
φαίνεσθαί τι, εἴπερ ἡ ἀπόφανσις δεκτική ἐστιν ἀληθείας καὶ ψεύ-
δους. ὁ δὲ ὄνομα εἰπὼν 〈ἢ〉 ῥῆμα οὔτε ἀληθεύει οὔτε ψεύδεται·
οὐκ ἄρα δύναται ἀπόφανσις εἶναι. δῆλον δὲ ὅτι οὐδὲ τῶν εἰδῶν
αὐτῆς τι, πολλῷ δὲ πλεῖον ἀντίφασις, ἐπειδὴ αὕτη τῶν δύο χρῄζει
ἅμα καταφάσεως τε καὶ ἀποφάσεως. ἐπειδὴ οὖν τούτων οὐδὲν δύναν-
ται εἶναι, καλείσθωσαν, φησίν, ἑκάτερον αὐτῶν φάσις, καὶ δῆλον
ὅτι αὐτοῦ ἐστιν ἡ ὀνοματοθεσία ὡς δηλοῖ τὸ ἔστω.
Ἄξιον δὲ ἀπορίας τί δήποτε ἐν τῷ περὶ ὀνόματος καὶ ῥή-
ματος λόγῳ ἰδίᾳ περὶ ἑκάστου διαλαβὼν καὶ φήσας αὐτὰ μηδὲν ἀλη-
θὲς ἢ ψεῦδος σημαίνειν, ὅτε καὶ ἐπὶ τοῦ ὀνόματος τὸν τραγέλαφον
ἔφη δηλοῦν μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἂν μὴ τὸ ἔστιν ἢ ἦν
ἢ ἔσται προστεθῇ, καὶ πάλιν ἐν τῷ περὶ ῥήματος λόγῳ εἰπὼν “αὐτὰ
μὲν οὖν καθ' ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει
τι,” νῦν ὡς μηδὲν εἰρηκώς πω περὶ αὐτῶν φησὶν ὅτι οὐκ εἰσὶν
ἀποφάνσεις διὰ τὸ μὴ σημαίνειν ἀληθὲς ἢ ψεῦδος; φαμὲν πρὸς τοῦ-
το ὅτι ἐκεῖσε μὲν ὡς τὰς φύσεις αὐτῶν ἐξετάζων εἶπεν, ἐνταῦθα
δὲ τήν τε ὀνομασίαν ἐδίδαξεν καὶ τὴν χρῆσιν πῶς δεῖ αὐταῖς κε-
24
χρῆσθαι, ὅτι ὡς φάσεσιν μόνον καὶ οὐχ ὡς ἀποφάνσεσιν.
Τ̲ο̲ύ̲τ̲ω̲ν̲ ̲δ̲ὲ̲ ̲ἡ̲ ̲μ̲ὲ̲ν̲ ̲ἁ̲π̲λ̲ῆ̲ ̲ἐ̲σ̲τ̲ὶ̲ν̲ ̲ἀ̲π̲ό̲φ̲α̲ν̲σ̲ι̲ς̲. τούτων, φησίν, τῶν ἀπο-
φαντικῶν λόγων ἐστὶν ἡ μέν τις ἁπλῆ ἀπόφανσις ἥ τε κατάφασις καὶ
ἡ ἀπόφασις, οἷον ‘Σωκράτης περιπατεῖ’ ‘Σωκράτης οὐ περιπατεῖ·’
ταῦτά φησιν ἀποφάνσεις εἶναι ἁπλᾶς, τὰς δὲ ἐκ πλειόνων συγκει-
μένας λόγους συνθέτους ὀνομάζει. πάλιν δὲ δοκεῖ τὰ αὐτὰ λέγειν
τοῖς πολλάκις εἰρημένοις· φαμὲν πρὸς τοῦτο ὅτι ἔστι διαιρεῖν
τοὺς λόγους κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ κατὰ τὸ ἓν ση-
μαίνειν ἢ πολλά, καὶ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον. ἐξ ἀρχῆς οὖν
διεῖλεν κατὰ τὸ πρῶτον καὶ δεύτερον, εἶτα κατὰ τὸ ἓν σημαίνειν
ἢ πολλά, νῦν δὲ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διεῖλεν.
Ἔ̲σ̲τ̲ι̲ ̲δ̲ὲ̲ ̲ἡ̲ ̲μ̲ὲ̲ν̲ ̲ἁ̲π̲λ̲ῆ̲ ̲ἀ̲π̲ό̲φ̲α̲ν̲σ̲ι̲ς̲ ̲φ̲ω̲ν̲ὴ̲ ̲σ̲η̲μ̲α̲ν̲τ̲ι̲κ̲ή̲. οἱ βουλόμενοι ὡς
φωνὴν ὁμώνυμον διαιρεῖσθαι τὴν ἀπόφανσιν ἐκ ταύτης πάλιν τεκμαί-
ρονται τῆς ῥήσεως· ἰδοὺ γάρ, φασίν, ἀπὸ τῶν κατὰ μέρος διδάσκει
τὸ καθόλου ὅπερ ἐπὶ τῶν φωνῶν εἴωθεν συμβαίνειν· λέγομεν γὰρ
‘κύων ἐστίν,’ οἷον ὁ θαλάττιος καὶ ὁ χερσαῖος καὶ ὁ ἀστρῷος, οὐ
μέντοι λέγομεν ‘ζῷόν ἐστιν,’ οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς,
ἀλλὰ οἰκεῖόν τινα καὶ τῆς φύσεως δηλωτικὸν ἀποδίδομεν τῶν γενῶν
λόγον, τὰς μέντοι ὁμωνύμους φωνὰς ὡς μηδὲ ἐχούσας φύσεις μηδὲ
25
δυναμένας ὁρισμῷ δηλωθῆναι διὰ τῶν κατὰ μέρος διδάσκομεν. εἰ
οὖν τοῦτο φαίνεται ποιῶν ἐνταῦθα ὁ Ἀριστοτέλης καὶ διὰ καταφά-
σεως διδάσκων τὴν ἀπόφανσιν, δῆλον ὅτι φωνή ἐστιν ὁμώνυμος. λέ-
γομεν πρὸς τοῦτο ὅτι οὐδὲν κωλύει ἀνωτέρω ἀποδεδωκότα αὐτῆς ὁρι-
σμὸν ἐνταῦθα ὑπογραφήν τινα ἀποδοῦναι.
Π̲ε̲ρ̲ὶ̲ ̲τ̲ο̲ῦ̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ε̲ι̲ν̲ ̲τ̲ι̲ ̲ἢ̲ ̲μ̲ὴ̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ε̲ι̲ν̲. τοῦτο βούλεται εἰπεῖν ὅτι
αὕτη ἐστὶν ἀπόφανσις σημαίνουσά τι ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὅπερ
ἴδιον ἦν καταφάσεως 〈καὶ ἀποφάσεως〉 (ὑπάρχειν μὲν γὰρ λέγει ἡ
κατάφασις, μὴ ὑπάρχειν δὲ ἡ ἀπόφασις), ὡς εἰ ἔλεγεν “αὕτη ἐστὶν
ἀπόφανσις ἡ περιεκτικὴ καταφάσεως καὶ ἀποφάσεως,” ὡς ἐκ τούτων τῶν
γνωρίμων οὐσῶν βουληθεὶς ἄγνωστον αὐτὴν διδάξαι, διὸ καὶ ἀπορίας
αἴτιος γέγονεν. τὸ δὲ “ὡς οἱ χρόνοι διῄρηνται” προσέθηκεν, ἐ-
πειδὴ εἶπεν ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ταῦτα δὲ ἐνεστώτων ἐστὶ χρό-
νων· προσέθηκεν τοῦτο, ἵνα καὶ κατὰ τοὺς ἄλλους δηλώσει χρόνους,
οἷον ὡς εἰ ἔλεγεν περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν ἢ περὶ τοῦ
ὑπαρχηκέναι τι ἢ μὴ ὑπαρχηκέναι ἢ περὶ τοῦ ὑπάρξειν τι ἢ μὴ
ὑπάρξειν.
26
{〈Περὶ καταφάσεως καὶ ἀποφάσεως〉.}
Κ̲α̲τ̲ά̲φ̲α̲σ̲ι̲ς̲ ̲δ̲έ̲ ̲ἐ̲σ̲τ̲ι̲ν̲ ̲ἀ̲π̲ό̲φ̲α̲ν̲σ̲ι̲ς̲ ̲τ̲ι̲ν̲ὸ̲ς̲ ̲κ̲α̲τ̲ὰ̲ ̲τ̲ι̲ν̲ό̲ς̲. διδάξας περὶ
τοῦ ἀποφαντικοῦ λόγου, νῦν βούλεται ὁρίσασθαι κατάφασίν τε καὶ
ἀπόφασιν. ὁριζόμενος δὲ γένος παραλαμβάνει ἐν τοῖς ὁρισμοῖς
τὴν ἀπόφανσιν, ὥστε κἀκ τούτου δῆλον ὅτι γένος ἐστὶν ἡ ἀπόφαν-
σις καὶ οὐχ ἡ φωνὴ ὁμώνυμος· αἱ γὰρ ὁμώνυμοι φωναὶ οὐ παραλαμ-
βάνονται εἰς τοὺς ὁρισμούς (οὐ γὰρ λέγει τις ὁ κύων κύων ἐστίν),
καὶ ἐκ τοῦ ἀποδοθῆναι ὁρισμὸν τῆς ἀποφάνσεως ἀνωτέρω δῆλον ὅτι
οὐκ ἔστι φωνή· τῶν γὰρ ὁμωνύμων φωνῶν ὁρισμοὶ οὐκ εἰσίν, καὶ ἐξ
ἄλλων δὲ πολλῶν τοῦτο σαφές ἐστιν.
Ἐ̲π̲ε̲ὶ̲ ̲δ̲ὲ̲ ̲ἔ̲σ̲τ̲ι̲ ̲κ̲α̲ὶ̲ ̲τ̲ὸ̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ο̲ν̲ ̲ἀ̲π̲ο̲φ̲α̲ί̲ν̲ε̲σ̲θ̲α̲ι̲ ̲ὡ̲ς̲ ̲μ̲ὴ̲ ̲ὑ̲π̲ά̲ρ̲χ̲ο̲ν̲. διδά-
ξας περὶ καταφάσεως καὶ ἀποφάσεως καὶ μέλλων περὶ ἀντιφάσεως
διαλέγεσθαι προλαμβάνει τινὰ καὶ διδάσκει πρὸς σαφήνειαν τοῦ λό-
γου. λάβωμεν δὲ ἡμεῖς ἐκ διαιρέσεως οὕτως· τὸ πρᾶγμα ἢ ὑπάρχει
ἢ οὐχ ὑπάρχει καὶ ἢ λέγομεν αὐτὸ ὑπάρχειν ἢ λέγομεν αὐτὸ μὴ ὑπ-
άρχειν. τεττάρων οὖν τούτων ὄντων γίνονται συζυγίαι ἕξ, ὧν δύο
εὑρίσκονται ἀνυπόστατοι ὡς πολλάκις ἐμάθομεν· τὰ γὰρ ἐναντία
εἰσάγουσιν. αἱ λοιπαὶ οὖν τέσσαρες γίνονται τοῦτον τὸν τρόπον·
27
ἢ γὰρ τὸ ὑπάρχον λέγομεν ἡμεῖς ὑπάρχειν καὶ ποιοῦμεν ἀληθῆ κα-
τάφασιν (διότι μὲν γὰρ ὑπάρχειν λέγομεν κατάφασιν ποιοῦμεν
διότι δὲ τὸ ὂν λέγομεν ὑπάρχειν ἀληθῆ) ἢ τὸ κατὰ ἀλήθειαν ὑπ-
άρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν καὶ ποιοῦμεν ψευδῆ ἀπόφασιν
(διότι μὲν γὰρ μὴ ὑπάρχειν λέγομεν ἀπόφασιν ποιοῦμεν διότι δὲ
τὸ κατὰ ἀλήθειαν ὑπάρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν ψευδῆ ποιοῦ-
μεν). πάλιν τὸ μὴ ὑπάρχον φαμὲν ἡμεῖς ὑπάρχειν καὶ ποιοῦμεν
ψευδῆ κατάφασιν ἢ τὸ μὴ ὑπάρχον λέγομεν μὴ ὑπάρχειν καὶ ποιοῦ-
μεν ἀληθῆ ἀπόφασιν· δῆλον δὲ διὰ τί καὶ ἀπόφασιν, διὰ τί καὶ
ἀληθῆ.
Γίνονται οὖν τέσσαρες αὗται ἀποφάνσεις καὶ εἰ βουληθεί-
ημεν ζεῦξαι αὐτὰς ἀλλήλαις ἀντιφάσεις ποιοῦμεν. ἔστι γὰρ ἡ
ἀντίφασις μάχη καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν τὸ ἀληθὲς
καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ τῆς ἑτέρας ἀληθευούσης τὴν ἑτέραν
ψεύδεσθαι. ὅτι δὲ οὐχ ἡ τυχοῦσα κατάφασις οὐδὲ ἡ τυχοῦσα ἀπό-
φασις ζευγνύμεναι ποιοῦσιν ἀντίφασιν μαθησόμεθα ἐφεξῆς διὰ πλει-
όνων αὐτοῦ διδάσκοντος. ἢ οὖν ἀληθεῖ καταφάσει ζεύγνυμεν ψευδῆ
ἀπόφασιν ἢ ψευδεῖ καταφάσει ἀληθῆ ἀπόφασιν. σκοπήσωμεν οὖν πῶς
αὐτὰ λέγει αὐτός· ἀπαριθμούμενος αὐτὰς προτάττει τὰς ψευδεῖς,
εἶτα ἐπάγει τὰς ἀληθεῖς, ἵνα ἀπὸ τῶν ἀτελεστέρων προέλθῃ ἐπὶ
28
τὰ τελεώτερα. διὰ τίνα δὲ αἰτίαν προέταξεν τὴν ἀπόφασιν ἐν δὲ
ταῖς ἀληθέσι τὴν κατάφασιν; φαμὲν ὅτι ἵνα τῇ πρώτῃ ἡ πρώτη ἀν-
τικέηται καὶ τῇ δευτέρᾳ ἡ δευτέρα, ἵνα [μὴ] εὑρεθῇ ψευδεῖ ἀποφά-
σει ἀληθὴς κατάφασις μαχομένη ἢ καὶ ψευδεῖ καταφάσει ἀληθὴς ἀ-
πόφασις, ὥστε “πᾶν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι.”
εἰκότως τοῦτο γίνεται· εἰ γὰρ δύναταί τις τὸ αὐτὸ λέγειν καὶ ὅτι
ὑπάρχει καὶ ὅτι οὐχ ὑπάρχει, δῆλον ὅτι ὃ νῦν λέγει ὑπάρχειν δύ-
ναται πάλιν εἰπεῖν μὴ ὑπάρχειν, εἴπερ ἔστι καὶ τὸ ὑπάρχον ἀπο-
φαίνεσθαι ὡς μὴ ὑπάρχον, καὶ τὰ λοιπὰ τὰ πρότερον εἰρημένα.
φησὶν δὲ ὅτι “ἔστω τοῦτο ἀντίφασις” μάχη καταφάσεως καὶ ἀποφά-
σεως, ὥστε τῆς ἑτέρας ἀληθευούσης τὴν ἑτέραν ψεύδεσθαι. εἰρη-
κὼς δὲ τὸ ἔστω ἐδήλωσεν αὐτοῦ εἶναι τὸ ὄνομα.
Λ̲έ̲γ̲ω̲ ̲δ̲ὲ̲ ̲ἀ̲ν̲τ̲ι̲κ̲ε̲ῖ̲σ̲θ̲α̲ι̲ ̲τ̲ὴ̲ν̲ ̲τ̲ο̲ῦ̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲ ̲κ̲α̲τ̲ὰ̲ ̲τ̲ο̲ῦ̲ ̲α̲ὐ̲τ̲ο̲ῦ̲. νουνεχῶς πά-
νυ προσέθηκεν ταῦτα. δύναται γάρ τις εἰπεῖν ‘Σωκράτης περιπατεῖ’
‘Σωκράτης οὐκ ἀναγινώσκει·’ ἰδοὺ κατάφασις καὶ ἀπόφασις καὶ οὐ
ποιοῦσιν ἀντίφασιν. διὰ τίνα αἰτίαν; ἐπειδὴ οὐ τὸ αὐτὸ κατη-
γορούμενον ἐπὶ ἑκατέρας ἐλάβομεν· διὸ φησὶν τὴν τοῦ αὐτοῦ, τοῦτ'
ἔστι τὴν τοῦ αὐτοῦ κατηγορουμένου ἀντίθεσιν. “κατὰ τοῦ αὐτοῦ·”
εἰρηκὼς δὲ ὅτι δεῖ τὸ αὐτὸ κατηγορούμενον εἶναι, νῦν λέγει καὶ
29
τὸ αὐτὸ ὑποκείμενον εἶναι δεῖ· εἰ γὰρ ἄλλο μὲν εἴη ἐπὶ καταφά-
σεως ἄλλο δὲ ἐπὶ ἀποφάσεως, οὐκ ἔσται ἀντίφασις, οἷον ‘Σωκρά-
της περιπατεῖ’ ‘Πλάτων οὐ περιπατεῖ.’
Μ̲ὴ̲ ̲ὁ̲μ̲ω̲ν̲ύ̲μ̲ω̲ς̲ ̲δ̲έ̲. νῦν κοινῶς περὶ ἀμφοτέρων λέγει ὑποκειμένου τε
καὶ κατηγορουμένου. εἰ γὰρ ἓν αὐτῶν ὑπάρχοι ὁμώνυμον, οὐ γίνε-
ται ἀντίφασις· συμβαίνει γὰρ ἀμφοτέρας ἀληθεύειν, οἷον ἔστω ὁ-
μώνυμον τὸ ὑποκείμενον ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ ‘Αἴας οὐκ ἐ-
μονομάχησεν Ἕκτορι,’ καὶ ἐγχωρεῖ τὰς δύο ἀληθεύειν, οὐκ ἔσται
δὲ ἀντίφασις ἐκ δύο ἀληθῶν προτάσεων. συνέβη δὲ ἀμφοτέρας ἀ-
ληθεύειν, διότι ὁμώνυμον ἐλήφθη τὸ ὑποκείμενον, ἐπεὶ τὰ ἄλλα
πάντα τόσῳ διέχουσιν. πάλιν ἔστω τὸ κατηγορούμενον ὁμώνυμον,
οἷον ‘ἐγὼ ἐρῶ’ ‘ἐγὼ οὐκ ἐρῶ,’ ἐπειδὴ ὁμώνυμόν ἐστι τὸ ἐρῶ, δύ-
νανται ἀμφότεραι ἀληθεύειν αἱ προτάσεις· δύνανται γὰρ λαμβά-
νεσθαι ἐπὶ μὲν καταφάσεως ἀντὶ τοῦ ‘ἐγὼ λέγω’ ἐπὶ δὲ ἀποφάσεως
ἀντὶ τοῦ ‘ἐγὼ οὐ φιλῶ·’ ἐγχωρεῖ τὸν αὐτὸν λέγειν μὲν μὴ φιλεῖν
δέ, ὥστε ἀμφοτέρας ἀληθεύειν τὰς προτάσεις, διότι ὁμώνυμον ἐ-
λήφθη τὸ κατηγορούμενον. οὐκ ἄρα οὔτε ὁμωνύμους δεῖ λαμβάνειν
φάσεις.
30
Κ̲α̲ὶ̲ ̲ὅ̲σ̲α̲ ̲ἄ̲λ̲λ̲α̲ ̲τ̲ο̲ι̲α̲ῦ̲τ̲α̲ ̲π̲ρ̲ο̲σ̲δ̲ι̲ο̲ρ̲ι̲ζ̲ό̲μ̲ε̲θ̲α̲ ̲π̲ρ̲ὸ̲ς̲ ̲τ̲ὰ̲ς̲ ̲σ̲ο̲φ̲ι̲σ̲τ̲ι̲κ̲ὰ̲ς̲ ̲ἐ̲ν̲ο̲-̲
̲
̲
̲
̲3̲0̲
̲χ̲λ̲ή̲σ̲ε̲ι̲ς̲. ἐποίησεν γὰρ βιβλίον ὅλον πρὸς τοὺς σοφιστικοὺς ἐ-
30
λέγχους, οὐχ ἵνα μάθωμεν αὐτοὺς ἀλλ' ἵνα ἔχωμεν ἀλεξιφάρμακα
καὶ εἰδείημεν πῶς ἐκκλίνειν· οἱ γὰρ σοφισταὶ ἄγουσιν τοὺς προσ-
διαλεγομένους εἰς ἀντιφάσεις ἀτόπους λαμβάνοντες ὁμωνύμους.
Τμῆμα β̅ περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου.
Ἐ̲π̲ε̲ὶ̲ ̲δ̲έ̲ ̲ἐ̲σ̲τ̲ι̲ ̲τ̲ὰ̲ ̲μ̲ὲ̲ν̲ ̲κ̲α̲θ̲ό̲λ̲ο̲υ̲ ̲τ̲ῶ̲ν̲ ̲π̲ρ̲α̲γ̲μ̲ά̲τ̲ω̲ν̲. πέρας ἔχει τὸ πρῶ-
τον τμῆμα τὸ περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου, ὀνόματος λέ-
γω καὶ ῥήματος καὶ τῶν λοιπῶν. ἐντεῦθεν οὖν ἄρχεται τὸ β̅ 〈τοῦ〉
βιβλίου τὸ περὶ προτάσεων ἐξ ὑποκειμένου καὶ κατηγορουμένου.
ζητήσομεν δὲ πρῶτον ἐν ποίῳ μέρει τῆς καταφάσεως τιθέμενον τὸ
ἀρνητικὸν μόριον ποιεῖ τὴν ἀπόφασιν. ἆρα ἐν ἀρχῇ πρὸ τοῦ ὑπο-
κειμένου; οὐδαμῶς, ἐπειδὴ γὰρ ἡ ἀπόφασις ὃ λέγει ἡ κατάφασις
ὑπάρχειν τοῦτο αὕτη λέγει μὴ ὑπάρχειν, τὴν δὲ ὕπαρξιν τὸ κατη-
γορούμενον σημαίνει. δῆλον ὅτι βουλόμενοι τὴν ὕπαρξιν ἀναιρεῖν
πρὸς τῷ κατηγορουμένῳ θήσομεν τὸ ἀρνητικὸν μόριον· εἰ γὰρ πρὸς
τῷ ὑποκειμένῳ θῶμεν αὐτό, κατάφασιν πάλιν ποιήσομεν ἐξ ἀορίστου,
οἷον ‘οὐκ ἄνθρωπος περιπατεῖ·’ τὸ γὰρ οὐκ ἄνθρωπος οὐκ ἔστιν ἀ-
πόφασις ἀλλ' ἀόριστον ὄνομα, ὡς κατ' ἀρχὰς ἐδιδάσκετο.
31
Καὶ ταῦτα μὲν περὶ τοῦ δεῖν τὸ ἀρνητικὸν μόριον πρὸς
τῷ κατηγορουμένῳ τίθεσθαι, εἰ μέλλοι ἀπόφασιν ποιεῖν. δεύτε-
ρον ἐπὶ τούτοις λάβωμεν ἐκ διαιρέσεως καὶ γνῶμεν πόσαι γίνον-
ται ἀντιφάσεις, ἵνα καὶ περὶ τῶν προτάσεων τολμήσωμεν ἀποφαί-
νεσθαι ὡς πλείονας τούτων οὐκ ἐνδέχεται ἐπινοῆσαι προτάσεις
ἐξ ὑποκειμένου μόνον, δῆλον ὅτι καὶ κατηγορουμένου. ἐπειδὴ
τοίνυν πᾶσα πρότασις τοὐλάχιστον ἐξ ὑποκειμένου ἐστὶ καὶ κα-
τηγορουμένου καὶ σχέσεως, σχέσις δέ ἐστιν ἣν ἔχουσιν πρὸς
ἄλληλα τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, ἣν σχέσιν ἔ-
χοντα δύνανται συνδυάζεσθαι ἀλλήλοις· ταύτην δὲ τὴν σχέσιν
οἱ ἀρχαῖοι…
γορούμε…
The complete text is available when the reading interface loads.