The Greek Library Author

Anonymous

In Dionysii periegetae orbis descriptionem

Authority group
Paraphrases In Dionysium (catalogue association; authorship remains anonymous)
Scientific editors
Karl Müller
Edition reference
Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1861
CTS identifier
urn:cts:greekLit:tlg4174.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΠΑΡΑΦΡΑΣΙΣ.

1—18. Τὰ περὶ τὴν γῆν καὶ τὸν μέγαν πόντον ᾄδειν ἀρχόμενος καὶ τοὺς ποταμοὺς καὶ τὰς πόλεις καὶ τῶν ἀνδρῶν τὰ διὰ πλῆθος κρίνεσθαι, εἴτουν διαχωρίζετθαι, μὴ δυνάμενα ἔθνη, πρῶτον τοῦ βαθυρρόου ὠκεανοῦ μνείαν ποιήσομαι. Καὶ γὰρ ἐν ἐκείνῳ, τῷ ἐκεανῷ δηλονότι, ἅπασα ἡ ἄπειρος γῆ ὡς νῆσος περιέχεται. Οὐ πᾶσα δὲ διόλου ὑπάρχει κυκλοτερὴς, ἀλλ᾿ ἀμφοτέρωθεν, ὃ ἔστι δι᾿ ἑκατέρου μέρους, πρὸς τὰς τοῦ ἡλίου ὁδοὺς πλατυτέρα προβαίνουσα καὶ προερχομένη, ἤτοι πρὸς ἀνατολὴν καὶ δύσιν, ὁμοία καὶ παραπλησία σφενδόνῃ. Μίαν δὲ αὐτὴν καίπερ ἐοῦσαν ἐν τρισσαῖς ἠπείροις οἱ ἄνθρωποι, ἀντὶ τοῦ εἰς τρία μέρη, διεῖλον. Πρώτην μὲν τὴν Λιβύην εἶπε, προέταξε δὲ ταύτην, διότι καὶ Λίβυς ἦν· μετὰ ταύτην δὲ τὴν Εὐρώπην καὶ Ἀσίαν. Ἀλλʼ ἢ μὲν Λιβύη ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τουτέστι τὸν χωρισμὸν, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, λοξὸν ἐν ταῖς γραμμαῖς, ὃ ἔστι ταῖς διατυπώσεσιν, ὡς κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι, ὅπου βορειότατον ὑπάρχει τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου, καὶ τὸ περίπυστον τέμενος, ὃ ἔστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ Κανώβου. Τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ Τάναϊς μέσον διαχωρίζει· Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως ῥεῖν· ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν Σαυροματῶν γῆν σύρεται καὶ ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα λίμνην πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια αὐτοῦ ὁρίζοντος. Μεσούριον δὲ εἶπε τὸ μέσον ὅριον, οἱονεὶ διαχώρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερον. Τὸ δὲ νότιον μέρος Ἑλλήσποντός ἐστι. Σῆμα δέ, ὃ ἔστι διαχώρισμα, ὑπερτετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρακλεωτικὸν στόμα.

19—26. Ἄλλοι δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν. Ἰσθμὸς ἄνω τετάνυσται ὑπέρτατος τῆς Ἀσιάδος γαίης, ἀναμεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους ἰσθμὸς δὲ λέγεται στενὴ γῆ μεταξὺ δύο θαλασσῶν· ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον. Ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται ἐπὶ τοῦ Ἀραβικοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, ὅστις δὴ ἀπὸ τῆς Ἀσιάτιδος γῆς τὴν Λιβύηνχωρίζει. Τοιαῦτα μὲν οἱ ἄνθρωποι περὶ τῶν ὅρων τῆς γῆς διετάξαντο.

27—35. Πανταχοῦ δὲ τοῦ ἀκαμάτου, ὃ ἔστι τοῦ ἀεικινήτου, ὠκεανοῦ ὁ ῥοῦς φέρεται, εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἀρηρὼς, ἤγουν ἡρμοσμένος. Καὶ οὗτος μὲν ὁ ὠκεανὸς περὶ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ, ἢ μᾶλλον τοῦ Ἰταλικοῦ (καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί) Ἄτλας καλεῖται ἑσπέριος. Ὕπερθεν δὲ πρὸς βορρᾶν, ὅπου οἱ παῖδες, ἤτοι τὸ ἔθνος, τῶν πολεμιστῶν Ἀριμασπῶν, Κρόνιόν τε καὶ πεπηγότα κόλπον καλοῦσιν ἄλλοι δὲ πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον καλοῦσι διὰ τὸ ψυχρὸν τῶν τόπων, ὡς πηγνυμένου αὐτοῦ, καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς τοῦ ἡλίου· βραδέως γὰρ ἢ ὀλίγον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαείνει, πανταχοῦ δὲ ὑπὸ τῶν σκιερῶν νεφελῶν παχύνεται καὶ πυκνοῦται.

36—42. Ὅπου δὲ τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς ἕω μέρος, ἠῷον καὶ Ἰνδικὸν καλεῖται τὸ κῦμα ἐκεῖνο τῆς θαλάσσης, τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ. Τὸ δὲ πρὸς νότον κλίμα Ἐρυθραῖον καὶ Αἰθιοπικὸν καλοῦσιν· ὅπου ὁ πολὺς καὶ ἐπιμήκης τῆς ἀοικήτου γῆς τόπος ἐκτετάνυσται, ὑπὸ τοῦ μαλεροῦ, ἤτοι θερμαντικοῦ καὶ καυστικοῦ, ἡλίου κεκαυμένος. Καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ ἔθνος ἐκεῖνο Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Οὕτω, καθὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς πᾶσαν τὴν γῆν, τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς ἀνθρώποις ὀνόματα ἔχων.

43—57. Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους. Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ᾿ ἡμᾶς θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς Παμφυλίας. Δεύτερος δέ, κατ᾿ ὀλίγον μὲν μικρότερος τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπιπέμπει. Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον. Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νοτίας θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσικὸν κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κασπίας θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώρερον τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου. Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.

58—68. Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς τῆς καθ᾿ ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα, ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ οὐ κατ᾿ εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ τέρματα τῆς καθ᾿ ἡμᾶς θαλάσσης καὶ τῆς τοῦ ὠκεανοῦ ἀρχῆς μέγα ἵσταται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν Γαδείρων, ἐπὶ τὸν μακρὸν πρηῶνα, ἤτοι τὴν μεγάλην ἐξοχὴν, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ διεσπαρμένων, Ἀτλάντων ἢ τῶν Ἀτλαντικῶν πόρων· ὅπου ὁ Ἄτλας μέγιστον τῆς Λιβύης ὄρος ὡς χάλκειος καὶ ὑψηλὸς κίων εἰς οὐρανὸν ἀνέδραμε, πυκνοῖς καὶ ἰσχυροῖς νέφεσι καλυπτόμενος.

60—75. Ἀρχὴν δὲ ποιουμένοις ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὕτη. (τοῦτο γὰρ συνυπακούεται). Ἀπὸ τῶν Γαδείρων, ἤτοι Ἡρακλέους στηλῶν, πρῶτος μὲν ὁ Ἰβηρικὸς περικέχυται πόντος, ὅστις καὶ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαιῶν συστρέφεται. Αἱ δὲ Ἡρακλεωτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπίκεινται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρῶσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς ῥοῦς, τουτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἄποικοί εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ. Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἤτοι πόλις, εὐλίμενος, ὅρμον περιφερῆ ἢ ἐπίδρομον ἔχουσα.

76-83. Ἑξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λιγυστικὴ θάλασσα σύρεται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροις νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀρξάμενοι ἀπὸ τοῦ βορρᾶ, ἤτοι τῶν βορείων μερῶν, τῶν Ἄλπεων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔσχατον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ᾧ ἐπίκειται Ῥήγιον. Τὸ δὲ «Αὐσονῆες» ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ρωμαῖοι οὕτως, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης. Ἑξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλαγος τὸ ἁλμυρὸν ὕδωρ προχέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρδόνιος πόντος ἔνδοθι ἀναβράζει, ἤτοι ἦχον ἀποτελεῖ.

84—91. Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνίδος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπταται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελικὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύνου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θάλασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων. Ἐκτέταται δὲ τὸ Σικελικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν Ἰαπυγία δὲ ἐκλήθη ἀπὸ Ἰαπύγου τινός, ἥτις μέρος ἐστὶ τῆς Καλαβρίας.

92—102. Ἐκεῖθεν δὲ πλατυνθεῖσα ἐκτείνεται ἡ Ἀδριὰς ἅλμη, ἤτοι πλατύτερον σύρεται τὸ Ἀδριατικὸν πέλαγος, πρὸς βορρᾶν, παρεκκλίνει δὲ ὀλίγον πρὸς ἑσπέραν ἢ δυσμὰς κατὰ τὸν ἐνδότατον κόλπον· ἥντινα Ἀδριάδα οἱ περίοικοι καὶ Ἰονίαν θάλασσαν εἶπον. Εἰς δισσὰς δὲ ἠπείρους ἀπερεύγεται, ἤτοι εἰς δύο τόπους τῆς γῆς ἐκβάλλει. Εἰσερχομένου γάρ τινος κατὰ τὴν δεξιὰν χεῖρα, ὃ ἔστι κατὰ τὸ δεξιὸν μέρος, φαίνεται ἡ Ἰλλυρικὴ γῆ, ἡ δὲ Δαλματία τῶν πολεμικωτάτων ἀνδρῶν χώρα ὑπεράνωθεν τῆς Ἰλλυρίδος γῆς. Ἐν δὲ τῇ σκαιᾷ χερὶ ὁ τῶν Ῥωμαίων ἄπλετος καὶ ἐπιπολὺ ἐκτεταμένος ἰσθμὸς διασύρεται, ἤτοι ἡ Ἰταλία μακρὰ καὶ στενὴ παρατέταται, ὑπὸ τριῶν θαλασσῶν περίδρομος οὖσα, ἤτοι πανταχόθεν περιεχομένη, τῇ τε Τυρσηνῇ καὶ Σικελῇ καὶ τῇ πληθούσῃ, ὃ ἔστι πολλῇ, Ἀδριάδι. Ἑκάστη δὲ αὐτῶν εἰς ἄνεμόν τινα τὸ ῥεῦμα τεκμαίρεται, οἱονεὶ τελειοῖ, καὶ τὴν κυματώδη κίνησιν ἔχει, καὶ ἡ μὲν Τυρσηνικὴ νεύει ἐπὶ ζέφυρον, ἡ δὲ Σικελὴ τὸν ὅρμον καὶ τὴν ὁλκὴν ἔχει ἐπὶ νότον, ἡ Ἀδριὰς δὲ ἐπὶ τὸν εὖρον.

103—111. Ὑπεράνω δὲ τῆς Σικελικῆς γῆς ὁ Λιβυκὸς πόντος τὸ κῦμα κορύσσων καὶ αὔξων ἕλκεται ἔσω Λιβύης εἰς κόλπον μέγιστον, ἤτοι τὴν ἑτέραν Σύρτιν, τουτέστι τὴν νοτίαν, συστρέφων, ἥντινα καὶ μείζονα λέγουσιν. Ἡ δὲ ἄλλη μικρὸν ἔχει τὸν πόρον, οὐ τοσοῦτον εἰσέχουσα, καὶ δυτικωτέρα τυγχάνουσα, τὴν πλημμυρίδα τοῦ πόντου τοῦ Σαρδώου καὶ Τυρσηνικοῦ πόρρωθεν ἐρχομένην δέχεται. Οὕτως μὲν οὗτοι, ὅ τε τῆς μεγάλης Σύρτιδος καὶ τῆς μικρᾶς δηλονότι, οἱ κόλποι συστρέφονται καὶ βοῶσιν. Ἀπὸ δὲ τῶν Σικελικῶν ὀρῶν, οἱονεὶ πλέουσιν ἐκ Σικελίας, διὰ τὸ μηκέτι φαίνεσθαι τὰ τῆς Σικελίας ὄρη, τὸ μακρὸν τῆς Κρήτης ἐπὶ τὴν ἀνατολὴν διαδέχεται πέλαγος, μέχρι τῆς Σαλμωνίδος ἄκρης, ἥντινα τὸ ἀνατολικώτερον τῆς Κρήτης ἀκρωτήριον λέγουσιν εἶναι, τὸ δὲ Κριοῦ μέτωπον τὸ δυτικώτερον.

112—129. Δύο δὲ ἐφεξῆς προσωτέρω πυκνοῦνται, ὃ ἔστιν αὔξονται καὶ εἰς ὕψος αἴρονται, πελάγη, ὑπὸ τῆς τοῦ Θρᾳκικοῦ βορρᾶ ἐλαυνόμενα πνοῆς, ὀρθοῦ φυσῶντος αὐτοῦ, ἐπειδὴ ἐξεναντίας κεῖται αὐτῶν. Τὴν δὲ πρώτην τῶν δύο θαλασσῶν Φαρίαν, ἤτοι Αἰγυπτίαν, καλοῦσιν, ἐπὶ τὴν ἐσχάτην ἐξοχὴν ἐκτεινομένην τοῦ Κασίου ὄρους, ὃ ἔστιν ὑπὲρ τὸ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. Τὴν δὲ ἑτέραν Σιδωνίαν, ἤτοι Φοινικίαν, λέγουσιν, ὅπου ὁ Ἰσσικὸς ἄπειρος ἢ μέγιστος κόλπος συρόμενος ἐπὶ τὸν βορρᾶν ἐς μυχὸν γαίης, ἤτοι ἐπὶ τὴν ἐξοχὴν τῆς γῆς ἢ ἐπὶ τὴν παραλίαν, μέχρι τῆς Ἰσσοῦ πόλεως τὴν τῶν Κιλίκων χώραν παραμείβων διέρχεται, οὐ πόρρωθεν μὲν κατὰ τὰ ἄνω μέρη ὢν ἰσόδρομος, οὐδὲ διόλου ἐπὶ τὸν βορρᾶν ἐπ᾿ εὐθείας φερόμενος· πλησίον γὰρ τῆς τῶν Κιλίκων γῆς καμπῇ μελαγγείῳ, ἤτοι τῇ μελαίνῃ αὐτοῦ συστροφῇ, ἀποπαύεται. Ὅταν γὰρ τῆ Κιλικίᾳ ἐπιβάλῃ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ, καὶ τὴν στροφὴν ἐκεῖ ποιησάμενος ἐπὶ τὸν ζέφυρον ἐκπτύει τὴν θάλασσαν. Ἐπεὶ μὴ κατ᾿ εὐθὺ φέρεται, διὸ καὶ κατὰ τὴν ἕρπυσιν δράκοντι ἀπεικάζεται. Καθάπερ γὰρ δράκων καταπληκτικοὺς ὀφθαλμοὺς ἔχων σκολιὸς καὶ βραδὺς συρόμενος συστρέφεται, ὑπὸ δὲ τούτου ἐρχομένου ἡ τοῦ ὄρους ἄκρα πᾶσα βαρύνεται, οὕτω καὶ ἐκεῖνος ὁ Ἰσσικὸς κόλπος ὑπὸ ταῖς προχύσεσι βαρυνόμενος πολύχυτος ἐν τῇ θαλάσσῃ ἔνθα κἀκεῖσε συστρέφεται. Ἐπὶ τούτου μὲν τοῦ Ἰσσικοῦ κόλπου προχύσεσιν οἱ Παμφύλιοι κατοικοῦσιν, ἕως ἐπὶ τῶν Χελιδονίων νήσων Παμφυλίας, αἵτινές εἶσι Μελανίππαι, Γάγαι καὶ Κορύθαλαι. Σημεῖον δὲ καὶ πέρας ὁ Ἰσσικὸς κόλπος πρὸς τὸν ζέφυρον ἢ κατὰ τὴν δύσιν πόρρωθεν τὰ Πάταρα ἔχει, καὶ τοῦτο τὸ τέλος τοῦ Σιδονίου πελάγους.

130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται.

140—145. Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπόρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παῤ αὐτῆς ζηλοτυπηθεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλθε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορθμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας ὅπου ὁ μῦθος ἐν τῇ θαλάσσῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ᾿ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι.

146—155. Ἐκ τούτου δὲ τοῦ Βοσπόρου ἀνοιγόμενος ὁ Εὔξεινος πόντος παραπέπταται, μέγιστος ὢν καὶ σύρων ἐπὶ τὸ ἐσώτερον μέρος πρὸς τὰς ἀνατολάς. Τούτου δὲ τοῦ πόντου ἀεὶ μὲν καὶ διαπαντὸς λοξαὶ ὁδοὶ ἐπιτρέχουσι, πρὸς βορρᾶν καὶ ἀνατολὰς τὴν φορὰν καὶ ἀνάνευσιν ποιούμεναι, τουτέστι πρὸς Κιμμέριον Βόσπορον καὶ τὴν τῶν Κόλχων χώραν καὶ Φᾶσιν ποταμόν. Μέσαι δ᾿ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν πόντον ἔκκεινται, ὧν ἡ μὲν πρὸς νότον τῆς Ἀσίας, ἥντινα Κάραμβιν καλοῦσιν· ἡ δὲ ὡς πρὸς βορρᾶν ἔγκειται ὑπὲράνω τῆς Εὐρωπείας γῆς, ἥντινα οἱ περίοικοι καὶ Κριοῦ καλοῦσο μέτωπον, ἔστι δὲ τῆς Ταυρικῆς χερρονήσου. Αἵτινες ἄκραι ἐναντίαι ἀλλήλαις συνέρχονται, οὐδαμῶς οὖσαι πλησίον ἀλλήλων, ἀλλ᾿ ὁπόσον ἐστὶν ὁλκάδα ἢ ναῦν ἐπὶ τρεῖς ἡμέρας διαπερᾶσαι.

156—169. Ἐξ ἐκείνου δὲ ἴδοις ἂν καὶ διθάλασσον ὑπάρχοντα τὸν Πόντον, τῇ περιφερεία κυκλοτεροῦς τόξου νευρᾷ ὁμοιούμενον. Ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου κατ᾿ εὐθεῖαν διαγραφέντα· μόνη δὲ τῆς διατυπώσεως ταύτης ἔξωθεν οὖσα καὶ ἐπὶ τὸν βορρᾶν ὁρῶσα ὑπάρχει ἡ Κάραμβις, ὁ δὲ ἀριστερὸς πόρος κεράτων ἔχει σημεῖον. Εἰς δισσὴν γὰρ συστροφὴν κέρασι τόξου ὁμοιούμενος συστρέφεται, τουτέστιν εἰς δύο μεγίστους κόλπους κυρτοῦται. Ὑπὲρ τοῦ Εὐξείνου πόντου πρὸς βορρᾶν τῆς Μαιώτιδος λίμνης ὕδατα ἐκκέχυται. Περὶ ταύτην οἱ Σκύθαι, πολλοὶ καὶ ἄπειροι ἄνδρες, κατοικοῦσι καλοῦσι δὲ ταύτην τὴν Μαιώτιδα λίμνην καὶ μητέρα τοῦ Πόντου· ἐκ ταύτης γὰρ διὰ Κιμμερίου βοσπόρου τὸ πολὺ καὶ ἄπειρον ὕδωρ ὀρθὸν διασύρεται καὶ εἰς τὸν Πόντον ἐκβάλλει. Παῤ ᾧτινι Κιμμερίῳ Βοσπόρῳ πολλοὶ Κιμμέριοι κατοικοῦσι πρὸς τὰ ἔσχατα καὶ κατώτατα μέρη τοῦ ὑψηλοῦ ὄρους Ταύρου. Τοιαύτη μὲν ἡ μορφὴ καὶ τὸ σχῆμα τῆς μελανιζούσης θαλάσσης τῆς καθ᾿ ἡμᾶς.

170—173. Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύνοπτον γνῶσιν καίπερ μὴ ἰδὼν ἔχῃς. Ἐκ τούτου γὰρ τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παῤ ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέγων ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος.

174—183. Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νότον πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρξαμένη, ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὅπου ἡ ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεανοῦ. Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλησίον τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσι μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. Καὶ γάρ ἐστι μελάγγεως καὶ ψαμμώδης καὶ ἀργιλλώδης.

184—194. Ἀλλ᾿ ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ τετραπλεύρου ἐκείνου σχήματος τῆς Λιβύης ἐγγὺς τῶν Ἡρακλεωτικῶν στηλῶν οἱ Μαυρούσιοι κατοικοῦσιν. Ἐπὶ τούτοις δὲ τῶν Νομάδων τὰ πολλὰ ἔθνη παράκεινται, ὅπου οἱ Μασαισύλιοι καὶ οἱ ἄγριοι καὶ ἀνέστιοι Μασυλῆες σὺν τοῖς παισὶν αὐτῶν τὴν γῆν καὶ τὰς ὕλας βόσκονται, ζητοῦντες βίον ἀπρεπῆ καὶ κακὸν καὶ θηριώδη. Οὐ γὰρ ἐν πείρᾳ τοῦ ἀροτριᾶν ἐκεῖνοι γεγένηνται· ἐκείνοις οὐδαμῶς ποτε τῆς ἁμάξης ὁ τερπνὸς συρμὸς καὶ ἦχος ἀκούεται, οὐδὲ ὁ μυκηθμὸς τῶν βοῶν εἰς τὴν ἔπαυλιν ἐρχομένων, ἀλλ᾿ οὕτως ματαίως καθάπερ θῆρες ἐπὶ τὰ δρυοφόρα χωρία πορεύονται, ἄπειροι καὶ ἀμαθεῖς καὶ ἄμοιροι τῶν ἀμπέλων ἢ ἀμπελουργίας, καὶ τοῦ ἀμήτου, ἤτοι τοῦ θέρους, ἀνήκουστοι.

193—200. Ἐπὶ τούτοις ἡ Καρχηδὼν πολύευκτον ἢ εὐχαρῆ ὅρμον περιέχει, ἡ πρότερον μὲν οὖσα τῶν Φοινίκων, νῦν δὲ τῶν Λιβύων, ἣν δὴ μυθεύονται ῥινῷ βοὸς μετρηθῆναι. Ἐφεξῆς δὲ ἡ μικροτέρα Σύρτις τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα ὁλκὸν συστρέφει. Μετὰ ταύτην δὲ ἄλλη ἀπλήρωτος ἢ μεγίστη, εὐρυτέραις προχοαῖς καὶ μείζοσιν ἐκβολαῖς ὡς ὑπὸ βάρους τῶν κυ μάτων βαρυνομένη, πρὸς ἀνατολὰς σύρεται.

201—204. Ἐκεῖ δὲ αὐξανομένου ἢ ἐγειρομένου τοῦ Τυρσηνικοῦ πελάγους καὶ τῆς θαλάσσης ἀναδιδομένης, ἄλλοτε μὲν πλημμυρὶς ἀνίσταται, ἄλλοτε δὲ ταῖς ξηραῖς ψάμμοις ἡ ἀναρρόφησις καὶ ἀναχώρησις ἐπιτρέχει, ὡς φαίνεσθαι αὐτὴν ὑποχωροῦσαν. Μέση δὲ ἢ ἀναμέσον ἀμφοτέρων Σύρτεων πόλις ἵσταται ἢ κεῖται Νεάπολις καθ᾿ Ἕλληνας καλουμένη, ἐφ᾿ ἧς ὑπεράνω οἱ Λωτοφάγοι κατοικοῦσιν, ἄνδρες φιλόξενοι γεγονότες. Ἐκεῖσε δήποτε πλανώμενος ὁ δόλια ἢ ὁ ποικίλα καὶ συνετὰ βουλευόμενος ἦλθεν Ὀδυσσεύς.

205—215. Περὶ δὲ τὴν χώραν ἐκείνην καὶ τῶν Νασαμώνων ἀνδρῶν τὰ οἰκήματα ἀφανισθέντα θεάσῃ, οὕστινας ἀσεβοῦντας καὶ μὴ φροντίζοντας τοῦ Διὸς ἡ τῶν Ῥωμαίων αἰχμὴ ἢ ὁ Ῥωμαϊκὸς πόλεμος ἀπώλεσεν. Ἐπὶ τούτοις δὲ οἱ Ἀσβύσται μεσόγειοι ἢ μέσην γῆν ἔχοντες ὑπάρχουσι, καὶ τοῦ Λιβυκοῦ θεοῦ τοῦ Ἄμμωνος ἱερὸν ἐν ἀμμώδει χώρᾳ, καὶ Κυρήνη πόλις ἵππους καλλίστους ἔχουσα, Λακεδαιμονίων ἀνδρῶν ἀποικία. Πλησίον δὲ τῆς Κυρήνης πρὸς τὴν Αἴγυπτον οἱ Μαρμαρίδαι εἰσίν. Ὑπεράνωθεν δὲ οἱ Γαιτοῦλοί εἰσι, καὶ πλησίον τῆς Γαιτούλων χώρας οἱ Νίγρητες κατοικοῦσιν.

216—227. Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι, ὑπέρ ὧντινων γῆν οἱ Γαράμαντες πολλοὶ καὶ ἄπειροι κατοικοῦσιν. Ἐν δὲ τοῖς ἐνδοτάτοις μέρεσι τῆς ἠπείρου ἔσχατοι πάντων οἱ Αἰθίοπες οἰκοῦσιν ἐπ᾿ αὐτοῦ τοῦ ὠκεανοῦ, παρὰ τὰ κοιλώματα ἢ τὰ δάση καὶ ἕλη τῆς ἐσχάτης Κέρνης. Πρὸ τούτων τῶν προειρημένων Αἰθιόπων ἐξέχουσι τὰ ὑψηλὰ ὄρη τῶν αἰθαλέων Βλεμμύων, τουτέστι Μαύρων ἐθνῶν, ἤγουν Αἰθιόπων. Ἀπεκεῖθεν τοῦ εὐτραφεστάτου καὶ λιπαρωτάτου Νείλου τὰ ὕδατα κατέρχεται ὅστις δὴ ἀπὸ τῆς Λιβύης πολὺς, τουτέστι μέγας, ἤδη πρὸς ἀνατολὰς ῥέων Σῖρις ὑπὸ τῶν Αἰθιόπων καλεῖται, διὰ τὸ ἀνέρχεσθαι αὐτὸν τότε καὶ πλημμυρεῖν, ὅταν ἡ ἐπιτολὴ τοῦ ἄστρου, ἤτοι Σειρίου, γένηται. Οἱ δὲ τὴν Συήνην κατοικοῦντες μεταστρέψαντες τὸ ὄνομα αὐτοῦ Νεῖλον ἔθεντο. Ἀπὸ τούτων δὲ τῶν Βλεμμύων ἐπὶ τὰ ὄρεια μέρη ἄλλοθεν ἀλλαχόσε ἐκτεινόμενος διὰ ἑπτὰ ἐπισήμων καὶ περιψενῶν στομάτων (ἅτινά εἰσι ταῦτα· Ἡρακλεωτικόν, Βολβιτικόν, Σεβεννιτικόν, Μενδήσιον, Πηλουσιακόν, Κανωβικόν, Θερμουτιακόν Πηλούσιον, Κανωβικὸν ὃ καὶ Ἡρακλεωτικόν, Σεβεννιτικόν, Σαϊτικόν, Μενδήσιον, Βολβίτινον καὶ Βουβαστικόν) ἐκπίπτει εἰς τὴν θάλασσαν, τὴν λιπαρὰν γῆν τῆς Αἰγύπτου τοῖς ὕδασι πιαίνων.

228—241. Οὐδεὶς γὰρ τῶν ἄλλων ποταμῶν τῷ Νείλῳ παραπλήσιος καὶ ὅμοιος τυγχάνει, οὐ μὲν κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν αὔξησιν καὶ τὴν ἄρδευσιν, οὔτε συρφετώδη χόρτον ἐπὶ γῆν βάλλειν, οὔτε πάλιν τον πλοῦτον τῆς γῆς ἐκείνης αὐξῆσαι. Ὅστις καὶ τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας διαμερίζει ἢ ἀφορίζει, τὴν μὲν Λιβύην πρὸς Λίβα ἄνεμον, τὴν δὲ Ἀσίαν πρὸς ἀνατολὰς ἔχων. Παροικοῦσι δὲ τῷ Νείλῳ τῶν πλουσιών ἢ εὐκλεῶν Αἰγυπτίων γένος, οἵτινες καὶ πρῶτον τὰς τέχνας τοῦ βίου εὗρον, καὶ πρῶτοι τοῦ ἐπιθυμητοῦ ἀρότρου ἀπόπειραν ἐποιήσαντο, καὶ ὑπὲρ εὐθείας αὔλακος ἔσπειραν, πρῶτοι δὲ καὶ ταῖς γραμμαῖς καὶ τοῖς κύκλοις τὸν οὐρανὸν διεμέτρησαν, τὸν λοξὸν δρόμον τοῦ ἡλίου ἐν τῷ ζωδιακῷ τῷ νετ σκεψάμενοι καὶ βουλευσάμενοι. Καὶ τούτων δὲ τῶν Αἰγυπτίων τῆς χώρας τὰ πέρατα καὶ τὴν μορφὴν, ἤτοι εἶδος καὶ σχῆμα, λέξομαι. Οὐ γὰρ μικρᾶς καὶ αὐτὴ τιμῆς ἔτυχεν, ἀλλ᾿ οὐδὲ κατὰ τὸ μέγεθος ὀλίγη ὑπάρχει, μάλιστα δὲ τῶν ἄλλων εὐτραφεῖς καὶ καλοὺς λειμῶνας ἔχει καὶ κάλλιστα πάντα φύει.

242—253. Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατύ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συήνης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ᾿ ὧντινων δρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποταμοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολλοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν μεγαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀσπάζεται καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν.

254—269. Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυτελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐδαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅτου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ᾿ Ἀλεξάνδρειαν. Μετὰ ταύτην, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως οὕτω λεγομένη, ἣν ἄνδρες κατοικοῦσιν ἐξόχως τὴν ναυτικὴν μεμαθηκότες. Οὗτοι δὲ οἱ Πηλουσιῶται οὐδαμῶς τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας ἔθνεσιν ἐναριθμοῦνται, ὡς ἔξω τῆς Αἰγύπτου καὶ τοῦ ἑπταστόμου Νείλου τὴν πόλιν οἰκοῦντες. Ἄλλοι δὲ πλεῖστοι τήνδε τὴν γῆν κατοικοῦσιν, οἱ μὲν ἐπὶ τῷ ὠκεανῷ, οἱ δὲ ἐν τοῖς μεσογείοις, οἱ δὲ περὶ τῆς μεγάλης καὶ πλατείας Τριτωνίδος λίμνης τὰ κύματα, ἥτις μέσον τῆς Λιβύης τὸν πλατὺν αὐτῆς κόλπον ἀμφέλκεται ἢ περισύρεται. Τοιαύτη μὲν τῆς Λιβύης ἡ μορφὴ καὶ τὸ σχῆμά ἐστιν.

270—280. Εἰ δὲ καὶ τῆς Εὐρώπης τὸν τύπον ἐθέλεις ἰδεῖν, οὐδαμῶς σε κρύψω κἀκεῖνον. Ὁ αὐτὸς δὲ ὁρισμός ἐστι τῆς Λιβύης, οἷον καὶ τῆς Εὐρώπης, ἄλλ᾿ οὗτος μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη ἔστραπται, ὡς βορειοτέραν εἶναι τὴν Εὐρώπην, καὶ ἀντιπροσώπως τῷ αὐτῷ σχήματι τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν πάλιν ἐπισύρεται, ὅσον καὶ ἡ πρὸς νότον ἀντικειμένη Λιβύη πρὸς ὅρον ἢ πέρας ἀνατολικὸν προχωρεῖ. Ἀμφότεραι δὲ, δηλονότι αἱ ἐκτάσεις τῆς Εὐρώπης καὶ τῆς Λιβύης, ἴσην ἔχουσι τὴν ἐσχάτην βάσιν ἐπὶ τὴν Ἀσίαν, ἡ μὲν πρὸς τὸν βορρᾶν, ἡ δὲ πρὸς τὸν νότον. Ἐὰν δὲ τὰς ἀμφοτέρας ταύτας, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, μίαν θείης γῆν, ὄντως κώνου σχῆμα ὑπάρχει, ὡς ἀμφοτέρων τῶν πλευρῶν ἴσων ὄντων· καὶ τὸ μὲν ὀξὺ τοῦ κώνου ἐστι πρὸς δύσιν, ὅθιν ἀποξύνεται ἥ τε Λιβύη καὶ ἡ Εὐρώπη, τὸ δὲ πλατὺ, ἤγουν ἡ βάσις, πρὸς ἀνατολὴν, τὸ μέσον ἢ κοινὸν μεθόριον πρὸς τῇ Ἀσίᾳ· τούτου χάριν τῶν ἀμφοτέρων ἠπείρων τὸν πόρον καὶ ἔκτασιν ἰδὼν ῥᾳδίως καὶ εὐκόλως καὶ τῆς Εὐρώπης πέρατα καὶ ὅρους καταλάβοις.

281—287. Ἧστινος Εὐρώπης τὴν ἐσχάτην γωνίαν πλησίον τῶν Ἡρακλεωτικῶν στηλῶν τῶν μεγαλοψύχων Ἰβήρων, ἤγουν Ἱσπανῶν, ἔθνη οἰκοῦσιν, ἐπὶ τὸ μῆκος τῆς ἠπείρου, ἤγουν χώρας, τετραμμένα· ὅπου τοῦ βορείου ὠκεανοῦ ψυχρὸς ῥοῦς κέχυται, ὅπου καὶ οἱ Βρετανοὶ καὶ τὰ λευκὰ ἢ καλὰ ἔθνη τῶν πολεμικῶν Γερμανῶν κατοικοῦσι παρεκτεινόμενα καὶ ἐφαπλούμενα ἐπὶ τὰς ἄκρας καὶ τὰς ἐξοχὰς τοῦ Ἑρκυνίο δρυμοῦ. Τὴν δὲ γῆν ἐκείνην, δηλονότι τὴν Ἰβηρίαν, τῷ σχήματι βοείῃ βύρσῃ ὁμοίαν εἶναι λέγουσιν.

283—301. Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ᾿ οὗτινός ποτε ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰγείροις καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς ταύτης δὲ τῆ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶ τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέγας Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆσον, ἣν ὁ Ἴστρος ἀποτελεῖ.

302—319. Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμάται, Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Λακῶν πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτατοι Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μακρὸν, καὶ ἐπ᾿ αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπερράνω δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος, ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπροσθεν τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται, ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.

320—329. Τοσοῦτοι μὲν γεγόνασιν οἱ κατοικοῦντες πρὸς τὸν βορρᾶν τοῦ Ἴστρου ποταμοῦ. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέρραι καὶ τὰ ἰσχυρὰ καὶ ἀσφαλῆ πολίσματα τῶν Νωρικίων, καὶ οἱ Παννόνιοι καὶ οἱ Βούλγαροι βορειότεροι τῶν Θρακῶν, καὶ αὐτοὶ οἱ Θρᾷκες πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, οἱ μὲν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα, οἱ δὲ ὑπὲρ αὐτῆς τῆς πολυταράχου ἢ πολυκινήτου καὶ πολυηχέος καὶ μεγάλα κύματα ἐχούσης Αἰγαίης θαλάσσης. Ὅπου κατὰ τὴν ὑψηλὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳκικοῦ ὄρους, ὁ καλὸς λίθος ἀστέριος φύεται καθάπερ τις ἀστὴρ λάμπων, καὶ ὁ λυχνίτης τῇ φλογὶ τοῦ πυρὸς παραπλήσιος καὶ ὅμοιος.

330—344. Καὶ τοσαῦτα μὲν ἔθνη περὶ τὸν Ἴστρον ποταμὸν κατοικοῦσι. Τὸν δὲ λοιπὸν πόρον τῆς Εὐρώπης καλῶς διανοούμενος βλέπε, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται, τὴν μὲν τῶν Ἰβήρων, τὴν δὲ τῶν Ἐλλήνων, τὴν δὲ τῶν ἀγαθῶν Ῥωμαίων. Ἀλλ᾿ ἡ ἐσχάτη μὲν τῶν λαμπροτάτων ἐστὶν Ἰβήρων, ἡ γειτνιῶσα καὶ πλησιάζουσα τῷ ἑσπερίῳ ὠκεανῷ. Καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα, μία τῶν Ἡρακλεωτικῶν στηλῶν, ἡ Ἀλύβη καλουμένη. Ὑπεράνω δὲ ταύτης τῆς Ἀλύβης ἡ εὐδαίμων Ταρτησὸς τῶν πλουσίων καὶ ῥύδην τὸν πλοῦτον ἐχόντων ἀνδρῶν χώρα, καὶ οἱ Κεμψοὶ, οἵτινες ὑπὸ τὸν πόδα τοῦ Πυρηναίου ὄρους κατοικοῦσι, τοῦ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας. Εἰς τὸ μέσον δὲ τῶν ἀμφοτέρων γαιῶν τῶν Ἰβήρων καὶ τῶν Ἑλλήνων ἐξήπλωται ἢ παράκειται ἡ ἐπὶ πολὺ ἐκτεταμένη γῆ τῶν Ῥωμαίων, τουτέστιν ἡ Ἰταλία. Καὶ ταύτην μὲν μέσην διαχωρίζει τὸ Ἀπέννιον καλούμενον ὄρος, ὀρθὸν καθάπερ ὑπὸ στάθμης ἰθυθέν· οὐδαμῶς ἂν ἐκεῖνο ἐπιστήμων ἀνὴρ τῆς σοφῆς Ἀθηνᾶς ὑπηρέτης, ὃ ἐστι σοφὸς τεχνίτης, μέμψοιτο· ἄρχεται δὲ πρὸς βορρᾶν ἀπὸ τῆς Ἄλπιος ὄρους, καὶ λήγει ἐπὶ τὸν Σικελικὸν πορθμόν.

345—356. Πολλὰ δὲ περὶ τὸ Ἀπέννιον ὄρος ἑκατέρωθεν ἔθνη οἰκοῦσιν, οἵτινά σοι ῥᾳδίως καὶ εὐκόλως πάντα καταλέξω· ἄρξομαι δὲ ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορέου. Πρῶτοι μὲν ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ᾿ αὐτοὺς δὲ τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινές ποτε ἀπὸ τῆς Κυλλήνης, τοῦ Ἀρκαδικοῦ ὄρους, ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀποβάντες ἐνταῦθα σὺν τοῖς Τυρρηνοῖς ἀνδράσι δράσι κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων, τὸ μερίμνας πολλὰς παρέχον τοῖς ἐναντίοις, ἤγουν τὸ δεινὸν καὶ πολεμικὸν, ἐπέραστον καὶ καλὴν γῆν κατοικοῦντες. Διὰ μέσης δὲ χώρας τῶν Λατίνων ῥεῖ ὁ Θύμβρις ποταμὸς καὶ τὸν καθαρὸν αὐτοῦ ῥοῦν εἰς τὴν θάλασσαν βάλλει, Θύμβρις ὁ κάλλιστος καὶ βασιλικώτατος πάντων τῶν ἄλλων ποταμῶν, ὅστις εἰς δύο διαχωρίζει τὴν ἐπιθυμητὴν καὶ ἔνδοξεν Ῥώμην, τὸν μέγαν οἶκον, ἤγουν τὸ βασίλειον, τῶν ἐμῶν βασιλέων, τὴν μητέρα πασῶν τῶν πόλεων, τὴν πλουσίαν καὶ εὐδαίμονα χώραν.

357—363. Ἐπὶ ταύτῃ δὲ τῇ Λατίνων χώρᾳ ἡ τῶν Καμπανῶν ἐστι λιπαρὰ γῆ, ὅπου ὁ οἶκος, ἤγουν ἡ πόλις, τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων, ἡ πολλὰ τῶν σταχύων δράγματα ἔχουσαν, τουτέστιν ἡ σιτοφόρος, ἥντινα Παρθενόπην ὁ πόντος τοῖς ἰδίοις κόλποεις ἐδέξατο· κατέρριψε γὰρ ἑαυτὴν εἰς τὸν πόντον. Πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν λίαν καὶ πάνυ κατὰ πολὺ τοῦ Σιλάρου, ποταμοῦ Πευκεντίνου, ἐκβολαὶ φαίνονται. Πλησίον δέ εἰσιν οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες τὸ λοιπὸν μέρος τῆς Ἰταλίας μέχρι τῆς Λευκῆς πέτρας κρατοῦντες καὶ κατοικοῦντες.

364—374. Ἐκεῖθεν δὲ, ὃ ἔστιν ἀπὸ τῆς Λευκῆς πέτρας, ἐπὶ τὸν βορρᾶν ἡ ἄκρα τοῦ ζεφύρου, ἤγουν τὸ Ζεφύριον ἀκρωτήριον, φαίνεται, καὶ ἐπ᾿ αὐτοῦ οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι κατοικοῦσιν, οἵτινες τοῖς προτέροις χρόνοις ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος τῆς πατρίδος αὐτῶν φεύγοντες ἐπὶ τὴν Ἰταλίαν παρεγένοντο ταῖς οἰκείαις δεσποίναις μιγέντες, δοῦλοι ὄντες· ὧντινων τὸ γένος ἀρτίως ἐστὶν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Ἅληκος ποταμοῦ. Μετὰ δὲ τούτους ἐφεξῆς εἰσιν οἱ Μεταπόντιοι· ἐγγὺς δὲ αὐτῶν ἡ ἐπιθυμητὴ καὶ καλῶς κατοικουμένη πόλις τοῦ πολυστεφάνου Κρότωνος ἐπὶ ταῖς ἐκβολαῖς ταῖ ?? ?? Αἰσάρου. Ἐκεῖσε δὲ τὸν μέγαν ἢ τὸν ὑψηλὸν τῆς Δακ??άδος Ἥρας ναὸν θεάσῃ. Ἔστι δὲ κἀκεῖσε ἡ ἀπὸ τοῦ Διὸς μεγάλην ὀργὴν δεξαμένη ἀθλία καὶ ταλαίπωρος Σύβαρις, τοὺς ἐνοικοῦντας ἢ πολίτας ἑαυτῆς ἀπολωλότας κλαίουσα, ἤγουν ἔρ?? οὖσα, διὰ τὸ ἐπὶ τοῖς ἀναθήμασι τοῦ Ἀλφειοῦ ὑπὲρ τὰ δίκαιον μανέντας αἰσχρῶς ἀσεβῆσαι.

375—383. Μετὰ τούτους δὲ τοὺς Συβαρίτας οἱ Σαυνῖται τὴν μέσην γῆν, ἤγουν τὴν μεσόγειον χώραν, οἰκοῦσι, καὶ τὰ ταχέα ἔθνη τῶν Μαρσῶν, ὑπεράνωθεν τοῦ Σιλάρου ποταμοῦ. Τάρας δὲ παραλία πόλις πλησίον τῆς θαλάσσης κεῖται, ἥν ποτε ὁ τῶν Λκκεδαιμονίων ἰσχυρὸς πόλεμος ἔκτισεν· ἢ ἣν οἱ Ἀμυκλαῖοι ἐπόρθησαν. Ἐφεξῆς δὲ ἐπὶ τούτοις ἡ Καλαβρία ἡ χώρα ἐστὶ τά τε τῶν Ἰαπύγων ἔθνη μέχρι τῆς παραθαλασσίας πόλεως Ὑρίου, ὅπου τὸ Ἀδριατικὸν πέλαγος σύρεται ἐπὶ τὸν ἐφεξῆς ὄντα Ἀκυλήϊον κόλπον, τὸ ἐνδότερον μέρος ὄντα τοῦ Ἀδρίου, ὅπου Ἀκύλη πόλις ἐστίν. Ἐκεῖ καὶ ἡ Τεγεστραίων πόλις οἰκεῖται ἐπὶ τοῖς ἐνδοτάτοις μέρεσιν, ἤγουν ἐν τῷ μυχῷ τοῦ Ἀδριατικοῦ πελάγους. Τοσαῦτα μὲν ἔθη τὴν Ἰταλίαν κατοικεῖ.

384—397. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ἢ τὴν θάλασσαν ἐπερεύγεται ὁ Ἀδρίας κόλπος, τοὺς αἰγιαλοὺς τῶν Λιβυρνίδων νήσων ὑποξύων, καὶ περὶ ἅπασαν τὴν ὑψηλὴν ἢ ἰσχυρὰν τῶν Ὑλλείων χώραν, ἤτο χερρόνησον, ὁπόση τῷ ἰσθμῷ πλησίον ἐπίκειται, καὶ ταῖς ἀκταῖς τῶν Βουλιμέων. Ἐπάγουσα δὲ καὶ ἀπλήρωτον ῥεῦμα τὴν Ἰλλυρικὴν γῆν περιστρέφεται ἕως τῆς ἄκρας τῶν ὑψηλῶν ὀρῶν, τῶν καλουμένων Κεραυνίων διὰ τὸ πλῆθος τῶν ἐκεῖσε πιπτόντων κεραυνῶν. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν μεγαλόδοξον τύμβον, περὶ ὃν ἡ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας τῆς γυναικὸς αὐτοῦ φήμη λέγεται. Ἐκεῖσε γὰρ εἰς σκολιῶν ὄφεων γένος ἠλλάχθησαν, ἤγουν εἰς ὄφεις μετεβλήθησαν, ὁπόταν ἀπὸ τοῦ Ἰσμηνοῦ ποταμοῦ τῆς Βοιωτίας ἢ τῶν Θηβῶν ἐπὶ τὸ γῆρας παρεγένοντο, τουτέστιν ὅτε ἐγήρασαν καὶ ἔμελλον λιπαροῦ βίου καὶ ἐπιμελείας ἀξιοῦσθαι, μετὰ τὰ ἐν Θήβαις ἀτυχήματα. Ἐκεῖσε αὐτοῖς οἱ θεοὶ σημεῖον ἄλλο ἔθεσαν· περὶ μέν γὰρ τὴν χώραν ἐκείνην δύο πέτραι ἀμφοτέρωθεν ἐστηριγμέναι εἰσὶν, αἵτινες ἀμφότεραι κινούμεναι ἀλλήλαις συνέρχονται, ὁπόταν τις ἀρχὴ ἐπικυλιομένου κακοῦ τοῖς πολίταις γίνεται, ἤγουν σημαίνουσι τῶν μελλόντων κακῶν τὴν ἀρχήν.

398—402. Πρὸς δὲ τὸν νότον ἢ τὰ νότια μέρη πορρωτάτω ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν χώραν ἡ τῆς Ἑλλάδος ἀρχὴ κατὰ πολὺ ἀνερχομένη προσεγγίζει, διπλῇ θαλάσσῃ διεζωσμένη ἢ περιεχομένη, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ. ἄνεμον δὲ ἑκάστη ἔλαβεν, ἡ μὲν Σικελικὴ τὸν ἐσπέριον ἢ δυτικὸν, ὃν καὶ ζέφυρον καλοῦσιν, ἡ δὲ Αἰγαία τὸν εὖρον.

403—422. Πελοπόννησος δὲ ἕπεται ἢ ἐπακολουθεῖ, ὁμοία πλατάνου φύλλῳ μυουρίζοντι, ἤγουν λεπτοτάτῳ κατὰ τὸ ἄκρον δίκην μυὸς οὐρᾶς. Πρὸς γὰρ τὸν βορρᾶν ὁ ἰσθμὸς στενούμενος τῷ κλάδῳ τῷ προσπεφυκότι τῷ φύλλῳ ἔοικε, καὶ ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος τὴν Πελοπόννησον ἐπιστηρίζει· ἡ δὲ χώρα τῆς Πελοποννήσου φύλλῳ πολυστρόφῳ ὁμοία θαλασσίοις κόλποις ἔνθα κἀκεῖσε περιέχεται καὶ πρὸς μὲν τὴν δύσιν ταύτης τῆς γῆς, ἤγουν ἐν τῷ δυτικῷ μέρει τῆς Πελοποννήσου, ἡ Τριφυλὶς χώρα οὕτως καλουμένη ἐστὶν, ὅπου ὁ κάλλιστος καὶ ἐπιθυμητότατος τῶν ποταμῶν ὁδεύει Ἀλφειὸς, ταῖς προχοαῖς, ἤγουν ταῖς πηγαῖς καὶ τῷ ῥεύματι, σχιζόμενος τοῦ Μεσσηνίου Εὐρώτου· οἵτινες ἀμφότεροι ποταμοὶ ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα αὐτῶν ἀναδιδόασι, τουτέστιν ἀπὸ τῆς Ἀσέας ῥέουσιν, ἀλλ᾿ ὁ μὲν Ἀλφειὸς τὴν τῶν Ἠλείων, ὁ δὲ Εὐρώτας τὴν Λακώνων χώραν τέμνει καὶ διαρρεῖ. Κατὰ δὲ τὴν μέσην Πελοποννησον οἱ Ἀρκάδες Ἀπιδανεῖς κοιλην, ἤγουν κυρτὴν, γῆν κατοικοῦσιν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους τοῦ Ἐρυμάνθου· ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ ὑγρὸς Ἰάων ποταμοὶ ῥέουσιν, ὅπου καὶ ὁ ἀρχαῖος Λάδων τοῖς ὕδασι πλατύνεται· μέγας γὰρ ποταμός ἐστιν. Πλησίον δὲ τῶν Ἀρκάδων ἡ τῶν Ἀργείων ἐστὶν ἄροσις, ἤγουν ἡ χώρα ἣν γεωργοῦσι, καὶ ἡ γῆ τῶν Λακώνων, ἡ μὲν τῶν Ἀργείων ἐπὶ τὴν ἀνατολὴν, ἡ δὲ Λακωνικὴ ἐπὶ τὸν νότον ὁρῶσα. Περὶ δὲ τὰ στενὰ τοῦ Ἰσθμοῦ δύο θάλασσαι κτυποῦσιν ἥ τε Κορινθία καὶ ἡ Σαρωνικὴ, καὶ ἡ μὲν Κορινθία ἐξ ἐναντίας τῆς Ἐφύρης, ὃ ἔστι τῆς Κορίνθου πόλεως πρὸς δύσιν ἐστὶν, ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ δὲ Σαρωνικὴ πρὸς ἀνατολάς ἐστι συρομένη.

423—428. Ἔμπροσθεν δὲ ταῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατολὰς ἡ Ἀττικὴ γῆ ἐστιν, ὃ ἔστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσὸς, ὅτου καὶ ὁ Βορρᾶς ποτε ὁ τῆς Θρᾴκης βασιλεὺς ἥρπασε τὴν Ὠρείθυιαν. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιωτῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν ἠροτριασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ κορυφαὶ τοῦ χιονώδους Αἵμου τοῦ Θρᾳκικοῦ ὄρους.

429—436. Ἐξεναντίας δὲ τούτου πρὸς ζεφύρου πνοὴν ἡ ἀπλήρωτος γῆ τῆς Δωδώνης ἐκτέταται. Ὑπεράνω δὲ ταύτης τῆς Δωδώνης πρὸς νότον ἡ μεγάλη τῶν Αἰτωλῶν ἀνδρῶν χώρα ἐστὶν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους Ἀρακύνθου. Διὰ μέσης δὲ τῆς Αἰτωλίας σύρεται ὁ Ἀχελώῖος ποταμὸς, ὁ λαμπρὰ συστρέμματα ἔχων, ἐκβάλλει δὲ εἰς τὸ Σικελικὸν πέλαγος διὰ μέσων τιῶν νήσων ἃς Ἐχινάδας καλοῦσιν· ἐφ᾿ ὧν αἱ τῶν γειτνιαζόντων Κεφαλλήνων πόλεις ἐπακολουθοῦσιν.

437—446. Ἐπὶ τούτῳ δὲ τῷ πεδίῳ, τῆς Αἰτωλίας δηλονότι, πρός τε τὴν ἀνατολὴν καὶ τὴν ἠῶ, ἤγουν τὸν ἀνίσχοντα ἥλιον, ἡ Φωκὶς χώρα ἐστὶ, συρομένη ἢ ἀποκλίνουσα ἐπὶ βορρᾶν κατὰ τὸ στόμα καὶ τὰ στενὰ τῶν Θερμοπυλῶν, ὑπὸ τῇ ἐξοχῇ τοῦ χιονώδους ὄρους τοῦ Κηφισσοῦ ποταμοῦ κατερχόμενον ἦχον ἀποτελεῖ. Παρὰ τῷ Κηφισσῷ ποταμῷ ἡ τεθυμιαμένη καὶ καλῆ γῆ τῆς Πυθῶνος πόλεώς ἐστιν, ὅπου ἡ περιπλοκὴ τῆς Δελφίνης δράκοντος περὶ τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τρίποδι κέκλιται, ὃ ἔστι περὶ τοῦ μαντικοῦ θεοῦ ἐν τῷ ἐπιθυμητῷ ναῷ περιέχεται, ὁλκὸς πολλοῖς καταστίγμασι πεπυκνωμένος. Ὅπου πολλάκις αὐτὸς ὁ Ἀπόλλων ἢ ἀπὸ τῆς Μιλήτου ἢ ἀπὸ τῆς Κλάρου ἄρτι ἀναβὰς, ἤτοι ἐλθὼν, τὸ ἅμμα, τουτέστι τὸν δεσμὸν ἢ τὴν νευρὰν, τῆς χρυσῆς φαρέτρης ἀναλύει.

447—449. Ἀλλ᾿ οὗτος μὲν ὁ Ἀπόλλων ἵλεως ἔστω· σὺ δὲ, ὦ Μοῦσα, Διὸς καὶ Μνημοσύνης θύγατερ, πασῶν τῶν νήσων, αἵτινες ἐν τῷ πόντῳ ἄλλη ἀλλαχόσε ἐστραμμέναι ὑπάρχουσι, τὰ ὀνόματα ἐμοὶ καὶ τὴν θέσιν εἰπέ.

450—456. Κατὰ μὲν τὸ μέσον τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν τὰ Γάδειρα, ἡ ἐσχάτη τῆς οἰκουμένης νῆσος, τοῖς ἀνθρώποις φαίνεται, καὶ πόλις ἐπὶ τῆς περιρρεομένης ἐκείνης νήσου ἐπὶ τοῖς τέρμασι τοῦ ὠκεανοῦ. Ἐκεῖ ἐν τοῖς Γαδείροις τῶν Φοινίκων ἀνδρῶν γένος κατοικεῖ, τοῦ μεγάλου Διὸς υἱὸν…

457—46…

The complete text is available when the reading interface loads.