In Dionysii periegetae orbis descriptionem
- Authority group
- Paraphrases In Dionysium (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Dionysii periegetae orbis descriptionem, ed. A. Ludwich, Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, vol. 2, Leipzig: Teubner, 1885 (repr. Hildesheim: Olms, 1971): 556–574.
- CTS identifier
urn:cts:greekLit:tlg4174.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
13
πυστον τέμενος, ὅ ἐστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ
Κανώβου—ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. μετὰ
γὰρ τὴν Τροίας ἅλωσιν Μενελάου πρὸς τὰ τῆς Αἰγύπτου μέρη
πλανηθέντος καὶ τοῦ κυβερνήτου αὐτοῦ πνιγέντος, διαδέχεται
τὴν ναῦν Κάνωβος, ὅστις ναυπηγῶν σκάφη διατρίψας ἐκεῖσε
ὑπὸ ὄφεως δηχθεὶς ἐτελεύτησεν. ὃν θάψας Μενέλαος πόλιν εἰς
ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸν ἀχρειότατον τοῦ στρατοῦ μετ'
αὐτοῦ κατοικεῖν. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, λιφύη
τις οὖσα καὶ λιβύη—.
14
τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ
Τάναϊς μέσον διαχωρίζει—Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως
ῥεῖν—,
15
ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν τῶν Σαυροματῶν
γῆν
16
σύρεται καὶ ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα
λίμνην,
17
πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια
αὐτοῦ ὁρίζοντος—μεσούριον δὲ εἶπεν οἷον τὸ μέσον διαχώ-
ρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερος. τὸ δὲ νότιον μέρος
Ἑλλήσποντός ἐστι—.
18
σῆμα δέ, ὅ ἐστι διαχώρισμα, ὑπερ-
τετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρακλεωτικὸν στόμιον.
19
ἄλλοι
δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν—Εὐρώπη
δὲ ἐκλήθη διὰ τὸ εὖρος ἤγουν πλάτος, Ἀσία δὲ διὰ τὴν ὑγρα-
σίαν· ἄσις γὰρ ἡ ὑγρασία. Ἡράκλειον δὲ στόμα ἐκλήθη· ὅτε
ἐπανῆκε φέρων τὰ χρύσεια μῆλα Ἡρακλῆς, πεζὸς διέβη τὴν Λι-
βύην, ὅπως τε αὐτὴν πᾶσαν καὶ τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμ-
μωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι.
κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφοῦ τὸ στόμα Ἡρακλεωτικὸν
ἐκλήθη—.
20
ἰσθμός τις ἄνω τέταται, ἀντὶ τοῦ ἐκτετάνυσται,
ὑπέρτατος τῆς Ἀσίδος γῆς,
21
ἀναμεταξὺ τῆς Κασπίας θα-
λάττης καὶ τοῦ Εὐξείνου πελάγους—ἰσθμὸς δὲ λέγεται στενὴ
γῆ μεταξὺ δύο θαλασσῶν—,
22
ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς
Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον·
23
ἄλλος δὲ πάλιν ἰσθμὸς
μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται,
24
ἐπὶ τοῦ Ἀραβι-
κοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου,
25
ὅστις δὴ ἀπὸ τῆς
Ἀσιάτιδος γῆς τὴν Λιβύην χωρίζει.
26
τοιαῦτα μὲν περὶ τῶν
ὅρων τῆς γῆς οἱ ἄνθρωποι διετάξαντο.
27
πανταχοῦ δὲ τοῦ
πολλοῦ ὠκεανοῦ ὁ ῥοῦς φέρεται,
28
εἷς μὲν ὑπάρχων, πολλαῖς
δὲ ἐπωνυμίαις ἡρμοσμένος—ὁ οὖν Εὔξεινος ἐκαλεῖτο πρότερον
Ἄξεινος διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδενὸς αὐτῷ παρα-
βάλλειν τῶν ξένων· κατὰ ἀντίφρασιν δὲ Εὔξεινος ἐκλήθη ἤ, ὥς
τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς φιλοξένους
τινὰς κατῴκισεν—.
29
καὶ οὗτος μὲν ὁ ὠκεανὸς παρὰ τὴν
ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ—ἢ μᾶλλον
τοῦ Ἰταλικοῦ· καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί—,
30
Ἄτλας καλεῖται ἑσπέριος· ὕπερθεν δὲ
31
πρὸς βορρᾶν,
ὅπου οἱ παῖδες τῶν πολεμικῶν Ἀριμασπῶν—ἅπερ εἰσὶν ἔθνη—,
32
Κρόνιον καὶ πεπηγότα πόντον, ὅ ἐστι κόλπον, καλοῦσιν·
33
ἄλλοι δὲ τὸν πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον διὰ
τὸ ψυχρὸν τοῦ τόπου—ὡς πηγνυμένου αὐτοῦ—καὶ νεκρὸν
εἶπον διὰ τὸ ἀσθενὲς
34
τοῦ ἡλίου· βραδὺ γὰρ ἢ ὀλίγον
ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαίνει,
35
πανταχοῦ δὲ ὑπὸ
ταῖς σκιεραῖς νεφέλαις παχύνεται καὶ πυκνοῦται.
36
ὅπου δὲ
τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς
ἕω μέρος,
37
ἠῷον καὶ Ἰνδικὸν καλοῦσι τὸ κῦμα τῆς θαλάτ-
της ἐκείνης—τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ—.
38
χωρὶς δὲ τὸ πρὸς νότον κλίμα Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον
καλοῦσιν,
39
ὅπου ὁ πολὺς τῆς ἀοικήτου ἐπιμήκης τόπος
40
ἐκτετάνυσται, ὑπὸ τοῦ θερμαντικοῦ κεκαυμένος ἡλίου—
καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ
ἔθνος ἐκεῖνο Αἰθιοπικόν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς
ἀοικήτου—.
41
οὕτως, καθὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς
πᾶσαν τὴν γῆν,
42
τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς
ἀνδράσιν ὀνόματα ἔχων.
43
κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει
ἔσωθεν βάλλων
44
εἰς τὴν θάλασσαν, μικροὺς μὲν πολλούς,
τέσσαρας δὲ μεγίστους.
45
καὶ πρῶτον μὲν ὅστις τὴν ἑσπερίαν
θάλασσαν ποιεῖ,
46
συρόμενος ἐκ τῆς Λιβύης ἕως τῆς Παμ-
φυλίδος γῆς·
47
δεύτερον δέ, κατ' ὀλίγον μὲν μικρότερον,
δηλονότι κόλπον, προφερέστατον δὲ τῶν ἄλλων, ὅ ἐστι μείζονα,
48
ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἐκ τοῦ βορρᾶ διασκορπι-
ζόμενος
49
ἐν τῇ Κασπίᾳ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον ἐπιπέμπει
τῇ θαλάσσῃ,
50
ἥντινα πρόχυσιν τοῦ ὠκεανοῦ ἄλλοι καὶ
Ὑρκανίαν εἶπον.
51
τῶν δὲ ἄλλων, οἵτινές εἰσιν ἀπὸ τῆς νο-
τίας ἀμφότεροι θαλάσσης,
52
εἷς μὲν ἀνώτερος ὑπάρχει τὸ
Περσικὸν κῦμα προχέων,
53
ἐξ ἐναντίας τῆς Κασπίας θαλάσσης
τετραμμένος,
54
ἄλλος δὲ πάλιν Ἀράβιος ἐξογκοῦται καὶ
αὔξεται πλησίον
55
τοῦ Εὐξείνου πόντου νοτιώτερον τὸ ῥεῦμα
συστρέφων.
56
τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μεί-
ζονές εἰσι κόλποι,
57
ἄλλοι δὲ πάλιν ἄπειροι καὶ πολλοὶ γε-
γένηνται.
58
ἀρτίως δὲ τῆς ἑσπερίας θαλάσσης, ἤγουν τῆς
δυτικῆς, τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας
59
τὰς γαίας τοῖς
λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται,
60
ἄλλοτε
μὲν ταῖς νήσοις οὖσα ἡ ἑσπερία θάλασσα περίδρομος, τουτέστι
κυκλοτερής, ἄλλοτε δὲ
61
ἢ ὀρέων ἢ πόλεων τὰ κάτω μέρη
ὑποξύουσα διέρχεται.
62
ὑμεῖς δέ, ὦ Μοῦσαι, τὰς σκολιὰς
ὁδούς, οἱονεὶ τὰς δυσχερεῖς καὶ οὐ κατ' εὐθεῖαν ἰούσας, προσεί-
πατε,
63
ἀρξάμεναι κατὰ τάξιν τοῦ δυτικοῦ ὠκεανοῦ,
64
ὅπου
καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους—ἥ τε Ἀλύβη καὶ ἡ Ἄβεννα—
παρὰ τοῖς τέρμασι τῆς καθ' ἡμᾶς θαλάσσης καὶ τῆς ἀρχῆς τοῦ
ὠκεανοῦ
65
μέγα ἵστανται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν
Γαδείρων,
66
ἐπὶ τὸν δυτικὸν καὶ μακρὸν πρηῶνα, ὅ ἐστιν
ἐπὶ τὴν μεγάλην ἔξοδον, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς
πολλὰ διεσπαρμένων, Ἀτλάντων—ἢ Ἀτλάντων τῶν Ἀτλαντικῶν
πόρων ἢ τῶν ἐνοικούντων. ὁ δὲ Ἄτλας μέγιστον ὄρος ὢν περὶ
Λιβύην κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ διὰ τὸ ὑπερβάλλον τοῦ
μεγέθους, καὶ Ἀτλαντικὸν πέλαγος ἐξ αὐτοῦ—,
67
ὅπου καὶ
ὁ στερεὸς ἀνέδραμε—ποιητικῶς—κίων—ὡς τὸ „ἔχει δέ τε
κίονας αὐτὸς μακράς“ |Od. α 53|—
68
πυκνοῖς καὶ ἰσυχροῖς
νέφεσι καλυπτόμενος ....
1053
ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ πρὸς
τὸ τοὺς Πέρσας ἰδεῖν,
1054
εὐφραδέως ἄν σοι καὶ τούτων
τὸ γένος προσείποιμι,
1055
καὶ τῶν ἀεὶ καὶ διὰ παντὸς κατ-
ερχομένων ποταμῶν τὸν πόρον καὶ τῶν ὀρῶν τὰς ὁδούς.
1056
μόνοι καὶ γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώτατον ἔχουσι,
1057
μόνοι καὶ ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο,
1058
ὁπότε τὴν Μῃονίαν—ἥπερ ἐστὶν ἡ Λυδία—ἐπὶ Δα-
ρείου καθελόντες—καὶ τὰς Σάρδεις ἐπόρθησαν.
1059
ἐκείνων
μὲν τῶν ἀνδρῶν ἐπὶ τῷ σώματι τὰ ὅπλα χρυσᾶ,
1060
τὰ δὲ
χαλινὰ ἐπὶ τοῖς στόμασι τῶν ἵππων χρυσᾶ,
1061
χρυσῷ δὲ
καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκοσμήσαντο·
1062
το-
σοῦτος καὶ γάρ ἐστιν αὐτοῖς ἄπειρος πλοῦτος. ἀλλ' ὑπαρχέτω
σοι
1063
ἡ Περσὶς ὅλη γῆ τοῖς μεγάλοις ὄρεσι περίδρομος,
1064
ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν
ἔχουσα,
1065
ἑλκομένη ἕως τῆς ὁμωνύμου ἀμφιτρίτης.
1066
τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως· οἱ μὲν τοξοφόροι ὑπὸ
τοὺς ἄρκτους
1067
τοῖς σκιεροῖς, ὅ ἐστι τοῖς δασέσιν, ὄρεσι
τῶν Μήδων καθήμενοι,
1068
οἱ δὲ μεσήπειροι, οἱ δὲ ἐπὶ
τὸν νότον μέχρι τῆς θαλάσσης.
1069
πρῶτα δὲ ἔθνη εἰσὶν
οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι, πλησίον δὲ οἱ Τασκοί,
1070
καὶ ἄλλοι, οἵτινες ἐπὶ τὴν Περσίδα γῆν κατοικοῦσι διχῶς.
1071f
καὶ ταύτην μὲν τὴν Περσίδα γῆν ἔνθα κἀκεῖσε ταῖς σκο-
λιαῖς προχύσεσιν ἐλαυνόμενοι οἱ ποταμοὶ περισσῶς πιαίνουσι.
1073
χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις—
ὅς ἐστιν ἀπόρροια ἀπὸ τοῦ Ἰνδοῦ ποταμοῦ—
1074
Ἰνδικὸν
ἕλκων ὕδωρ παραρρέων τε τὴν γῆν τῶν Σούσων—οὐδεὶς δὲ
ἐξ αὐτοῦ, ὡς μυθεύεται, τοῦ Χοάσπιδος πίνει, εἰ μὴ μόνος ὁ
βασιλεύς—.
1075f
ἐπὶ τούτου δὲ ταῖς πλευραῖς καθάπερ κύ-
λινδρον ἐπὶ τῆς γῆς κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην,
ὃν ἀπὸ τῆς πέτρας
1077
τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι,
οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς σχίσματα, κάτω σύρουσιν.
1078
ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ
1079
οἱ καρποὶ
χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν.
1080
διανοούμενος δὲ σκέπτου καὶ ἐπὶ τὴν ἀνατολὴν τὸν ὑπόλοιπον
πόρον τῆς Ἀσίδος γῆς·
1081
καὶ γὰρ ἐγγὺς ἡ βάσις τῆς
ἠπείρου, ὅ ἐστι τῆς Ἀσίας, πληροῦται—ἤπειρον δὲ κυρίως
τὴν Ἀσίαν λέγει διὰ τὸ μέγεθος. τριχῶς δὲ ἡ ἤπειρος λέγεται·
ἥ τε σύμπασα γῆ καὶ ἡ Ἀσία ἐξαιρέτως καὶ κατ' ἐξοχὴν τὸ Ἰλ-
λυρικόν—.
1082
καὶ παρὰ μὲν τῷ ῥεύματι τοῦ Περσικοῦ
ὠκεανοῦ
1083
ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοι-
κοῦσιν,
1084
οὐκ ἄποθεν καὶ χωρὶς διαμεμερισμένην γῆν
ἔχοντες—ὡς ἑτερόφυλοι τῆς Περσίδος—,
1085
ἀλλ' οἱ μὲν
ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδον ἠπειρῶται—ἔστι καὶ
γὰρ ἡ μὲν βορεία Καρμανία ἔρημος, ἡ δὲ νοτία λιπαρά—.
1086
πρὸς δὲ τὴν ἀνατολὴν τούτων τῶν Γεδρωσῶν—ἅπερ
εἰσὶν ἔθνη—ἡ γῆ ἕλκεται
1087
τοῦ μεγακήτεος ὠκεανοῦ
γείτων, ἐφ' οἷστισιν ἔθνεσι πρὸς τὰς αὐγὰς
1088
παρὰ τῷ
Ἰνδῷ ποταμῷ οἱ νότιοι Σκύθαι—οἱ καὶ Ἰνδοσκύθαι καλού-
μενοι—κατοικοῦσιν,
1089
ὅστις Ἰνδικὸς κατέναντι τῆς ἐρυ-
θρᾶς θαλάσσης κατέρχεται
1090
ταχὺν ῥοῦν ἐπὶ τὸν νότον
ὀρθὸν ἐλαύνων,
1091
ἀπὸ τοῦ ἠνεμόεντος, ὅ ἐστιν ὑψηλοῦ,
ὄρους Καυκάσου τὸ πρῶτον ἀρξάμενος—ὅθεν καὶ ὁ Εὐφράτης
κατέρχεται. τὸ αὐτὸ δὲ λέγει καὶ Ἠμωδὸν ὄρος· συνεχῆ καὶ γάρ
εἰσι ταῦτα—.
1092
δύο δὲ στόματα αὐτοῦ ὑπάρχει· μέσῃ δὲ
τῇ ἐρυθρᾷ θαλάσσῃ—ὡς ἀπὸ τῶν στομάτων καὶ τοῦ ὠκεανοῦ
—ποιῶν νῆσον κατέδραμεν,
1093
ἣν καὶ Παταλήνην καλοῦσιν
οἱ ἄνθρωποι—οὕτως καὶ γὰρ οἱ Ἰνδοὶ Πάταλα ὀνομάζουσιν—.
1094
ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη ἀποτέμνεται·
1095
δύνοντος μὲν ἐπὶ τὴν κλίσιν, ἤτοι τὴν δύσιν, τοῦ ἡλίου
1096
τούς τε Ὠρείτας καὶ Ἄριβας—Ἄριβες δὲ καὶ Ὠρεῖται
οἱ αὐτοί, οἱ καὶ δυτικώτεροι ὄντες τοῦ Ἰνδοῦ—καὶ τοὺς λινᾶς
χλαίνας ἔχοντας Ἀραχώτας—οὗτοι δὲ μᾶλλον βορειότεροι τῶν
Ὠρειτῶν εἰσι—
1097
καὶ τοὺς Σατραΐδας καὶ ὅσους παρὰ
τῇ ἐξοχῇ τοῦ Παρνασσοῦ,
1098
κοινῶς δ' ὁμοῦ μάλα πάντας
ἐπωνύμως Ἀριηνοὺς λέγουσιν—εἶπε καὶ γὰρ ἄνωθεν ἐρυθραίων
Ἀριηνῶν—,
1099
οὐκ ἐπέραστον δὲ καὶ καλὴν γῆν κατοι-
κοῦντες, ἀλλ' ὑπὸ τὴν πλήθουσαν λεπτῇ
1100
ψάμμῳ καὶ
τοῖς δασέσι θάμνοις.
1101
ἀλλ' ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ
βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι πολλαί·
1102
ἄλλον
δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ—ὡς ἀφορμαὶ καὶ
ὁδοὶ τοῦ βίου εἰσὶ πολλαί—.
1103
πανταχοῦ γὰρ τοῦ ἐρυ-
θροῦ κοραλίου ὁ λίθος ἐστί,
1104
πανταχοῦ δὲ ὑπὸ ταῖς
πέτραις αἱ φλέβες ὠδίνουσι
1105
τῆς τε χρυσιζούσης καὶ τῆς
κυανῆς—δύο καὶ γάρ εἰσι γένη—τὴν καλὴν πλάκα τοῦ
σαπφείρου·
1106
τούτους ἀποτέμνοντες βιοτήσιον ὦνον, τουτ-
έστιν ὠφέλειαν, εὐπορίαν, τῆς ἑαυτῶν ζωῆς προσπορίζονται.
1107
πρὸς δ' ἀνατολὰς ἡ ἐπέραστος τῶν Ἰνδῶν ἐπίκειται γῆ,
1108
πασῶν ἐσχάτη, παρὰ τοῖς χείλεσι τοῦ ὠκεανοῦ,
1109
καθ'
ἣν ἐπὶ τῶν μακαρίων ἀνδρῶν τὰ ἔργα ὁ ἥλιος ἀνερχόμενος
1110
ταῖς πρώταις ἀκτῖσιν αὐτοῦ ἐπιφλέγει.
1111
διὰ τοῦτο
τὸ ἔκπληκτον αὐτῶν σῶμα περὶ τὴν γῆν ἐκείνην πιαινόμενον
μελαίνεται,
1112f
εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ
ταῖς κεφαλαῖς αὐτῶν φέρουσιν.
1114
τούτων οἱ μὲν τοῦ χρυσοῦ
τὴν γενεὰν μεταλλεύουσι,
1115
ταῖς εὐκαμπέσι μακέλλαις τὴν
γῆν σκάπτοντες—μάκελλα δὲ καὶ δίκελλα καὶ ἀμάρα καὶ σκα-
πάνη ὀρυκτικά εἰσιν ἐργαλεῖα—,
1116
οἱ δὲ τοὺς ἐκ τοῦ
λίνου κατασκευασθέντας ἱστοὺς ὑφόωσιν, οἱ δὲ
1117
τοὺς
λαμπροτάτους ἢ λευκοὺς πρισθέντας ὀδόντας τῶν ἐλεφάντων
ἀποξύουσιν,
1118
ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις τῶν ἀναύρων,
ὅ ἐστι τῶν μὴ ἐχόντων ποταμῶν, αὔρας δηλονότι, τῶν ξηροπο-
τάμων
1119
ἢ τὴν γλαυκὴν λίθον τοῦ βηρύλλου ἢ τὸν τι-
μιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν
1120
ἢ τὴν χλωρῶς
διαυγάζουσαν ἴασπιν
1121
ἢ τὸν γλαυκιόωντα λίθον τοῦ κα-
θαροῦ, ὅ ἐστι θαλασσοειδοῦς, τοπάζου—τέσσαρες δὲ τάξεις
εἰσὶ τοῦ λευκοῦ· λευκόν, γαλακτῶδες, γλαυκὸν καὶ χαροπόν—
1122
καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως
καὶ ἠρέμα πορφυρίζουσαν·
1123
καὶ γὰρ παντοῖον πλοῦτον
τοῖς ἀνδράσι
1124
τοῖς ἀεννάοις ποταμοῖς ἔνθα κἀκεῖσε κα-
τάρρυτος ἡ γῆ αὔξει—ἀεννάοις δὲ τοῖς ἀεὶ ῥέουσιν—.
1125
ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἀντὶ τοῦ οἱ σπειρόμενοι
τόποι—λειμῶνας καὶ γὰρ ἐνταῦθα τοὺς σπειρομένους λέγει
τόπους—, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐθαλεῖς εἰσι καὶ
θάλλουσι·
1126
καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλ-
λαχοῦ δὲ
1127
τοῦ Ἐρυθραίου καλάμου—ὅπερ ἐστὶν εἶδος
ἀρώματος καὶ θυμίαμα παρ' αὐτοῖς—αἱ ὗλαι πάνυ θάλλουσι
—τὸ δὲ Ἐρυθραῖον ἢ ὅτι ἐρυθρὰν ἔχει τὴν χροιάν, ἢ ὅτι πρὸς
τῇ Ἐρυθρᾷ φέρεται—.
1128
διανοούμενος δὲ σκόπει, ὅπως
ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι
1129
τά τε
ἠνεμόεντα, ἤγουν ὑψηλά, ὄρη καὶ αὐτῆς τὰ ἔθνη τῆς γῆς.
1130
καὶ αὐτὴν μὲν ἐπὶ ταῖς τρισσαῖς πλευραῖς
1131
ἁπάσαις
οὔσαις λοξαῖς ἥρμοσεν ὁμοίως εἴδει ῥόμβου—ὅπερ ἐστὶ σχῆμα
τέσσαρα πλευρὰ διάλοξα ἔχον—.
1132
ἀλλὰ τοῖς ἑσπερίοις
μὲν ὕδασι τὴν γῆν ἀποτμήγει, ὅ ἐστι διαχωρίζει, ὁμούριος, ἀντὶ
τοῦ γείτων, ὁ Ἰνδὸς ὑπάρχων,
1133
καὶ τὸ κῦμα τῆς ἐρυθρᾶς
θαλάσσης τὸ νότιον,
1134
ὁ δὲ Γάγγης εἰς τὰς αὐγάς, καὶ
ὁ Καύκασος ἐπὶ τοῖς ἀρκτώοις μέρεσι.
1135
καὶ ταύτην μὲν
πολλοὶ καὶ πλούσιοι ἄνδρες κατοικοῦσιν,
1136
οὐχ ὁμώνυμοι
καὶ ὁμοῦ ὄντες, ἀλλ' ἀμφοτέρωθεν
1137
κεχωρισμένοι, οἱ μὲν
Δαρδανέες ἔγγιστα τοῦ ἀπείρου Ἰνδοῦ ποταμοῦ,
1138f
ὅθεν
ἀπὸ τῶν σκοπέλων—δηλονότι τῶν ὑψηλῶν τόπων, ἀφ' ὧν
ἔστι κατασκοπήσασθαι—ὁ ναυσίπορος Ὑδάσπης λοξὸν συρό-
μενον τὸν Ἀκεσίνην εἰσδέχεται.
1140
ἐπὶ τούτοις δὲ καὶ ὁ
λαμπρὰ κύματα ἔχων Κώφης ἐπακολουθεῖ·
1141
μέσον δὲ τού-
των τῶν ποταμῶν οἱ Σάβαι κατοικοῦσι καὶ οἱ Τοξίλοι—οἱονεὶ
τοξικοὶ ἄνδρες ἢ οὕτω καλούμενοι Τοξίλοι—,
1142
ἐφεξῆς
δὲ καὶ οἱ Σκόδροι· ἐπακολουθοῦσι δὲ καὶ τὰ ἄγρια φῦλα
1143
τῶν Πευκανέων· μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θε-
ράποντες
1144
—ὑπερβαλλόντως, καὶ γὰρ περὶ τὰ μέρη
ἐκεῖνα τιμᾶται παρὰ τῶν Γαργαρίδων ὁ Διόνυσος—, ὅπου
ποικίλην τὴν γενεὰν τοῦ χρυσοῦ
1145
ὅ τε Ὕπανις—ὅς
ἐστι ποταμὸς Σκυθίας—καὶ ὁ θαυμαστὸς Μέγαρσος φέρει·
1146
οἱ σφοδρότατοι ἐκεῖνοι τῶν ποταμῶν ἀπὸ τοῦ Ἠμωδοῦ
ὄρους
1147
διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα χώραν προρρέουσι
1148
συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς
—ἥ ἐστι νῆσος, ὅπου ἡ Ἀφροδίτη τιμᾶται—.
1149
καὶ
αὕτη μὲν ἐπὶ τὸν βαθέα συστρέμματα ἔχοντα ποταμὸν ὠκεανὸν
1150
ὑψηλὴ προνένευκε, τοῖς ταχινοῖς οἰωνοῖς, δηλονότι τοῖς
ταχέσιν ὀρνέοις, δύσβατος οὖσα·
1151
διὰ τοῦτο καὶ οἱ
ἄνδρες ἐπιδοξάζουσιν αὐτὴν Ἄορνιν—διὰ τὸ μὴ δέχεσθαι ὄρνιν
ἐκ τοῦ πολλοῦ ὕψους ἢ διὰ τὴν θέρμην τοῦ ἡλίου· ἐπειδὴ γὰρ
ἐκεῖσε πρῶτον ἀνατέλλει ὁ ἥλιος, καὶ οὐ φέρουσι τὴν θέρμην
αὐτοῦ—.
1152
ὑπάρχει δέ τις τίμιος καὶ θαυμαστὸς καὶ μέγας
τόπος περὶ τὸν καλὰ ῥεύματα ἔχοντα Γάγγην—μεταλλάσσει
δὲ ἀρτίως ἐπὶ τὰ πολεμικά—,
1153
ὅν ποτε ὀργιζόμενος ὁ
Βάκχος ἐπὶ τὸν τιμήεντα τόπον
1154
ἐπάτησεν, ὅτε αἱ ἁπαλαὶ
καὶ τρυφεραὶ
1155
τῶν Βακχῶν νεβρίδες εἰς ἀσπίδας καὶ σί-
δηρον καὶ ὅπλα ἐγίνοντο,
1156
οἱ δὲ θύρσοι καὶ ἕλικες τῆς
πολυγνάμπτου ἑλίνου, ὅ ἐστι τῆς πολυκαμποῦς ἀμπέλου, εἰς
σπείρημα δρακόντων, ἀντὶ τοῦ εἰς ἕλιγμα δρακόντων,
1157
αἱ
ζωστῆρες μαιμώοντο, ὅπερ ἐστὶ προεθυμοῦντο, ἤγουν εἰς διάζωσιν
δρακόντων ἠλλάσσοντο
1158
τότε, ὅτε ταῖς ἀφροσύναις αὐτῶν
τοῦ θεοῦ τὴν ἑορτὴν ἠτίμησαν.
1159
τούτου χάριν τὴν μὲν
ὁδὸν Νυσσαίαν ἐκάλεσαν,
1160
κοσμίως δὲ καὶ ἐπιστημόνως
σὺν τοῖς υἱοῖς αὐτῶν πάντα ἐτέλεσαν τὰ μυστήρια,
1161
ὁπότε
αὐτὸς τὰ ἔθνη τῶν μελάνων Ἰνδῶν ὤλεσε
1162
καὶ τῶν
Ἠμωδῶν ὀρέων ἐπέβη, ὑφ' ὧντινων ὀρῶν βάσιν
1163
τοῦ
ἀνατολικοῦ ὠκεανοῦ ὁ μέγας ῥοῦς φέρεται.
1164
ἐκεῖσε δύο
στήλας περὶ τὰ πληρώματα στήσας τῆς γῆς
1165
χαίρων ἐπὶ
τὸ χεῦμα κατῆλθε τοῦ Ἰσμηνοῦ—ἀντὶ τοῦ ἐπὶ τὸν Ἰσμηνὸν
χαίρων κατῆλθεν, ὅς ἐστι ποταμὸς Θηβῶν—.
1166
τοσοῦτοι
μὲν κατὰ τὴν γῆν ὑπέρτατοι ἄνδρες ὑπάρχουσιν—ὑπέρτατοι
δὲ εἰπὼν ἐδήλωσεν, ὅτι τῶν ἐπιφανῶν μόνων ἐμνήσθη—·
1167
ἄλλοι δὲ ἔνθα κἀκεῖσε πολλοὶ ἐπὶ τὰς ἠπείρους πλανῶνται,
1168
οὓς οὐκ ἄν τις διαδήλους καὶ φανεροὺς εἴποι καὶ λέξοι
1169
θνητὸς ὑπάρχων· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως
δύνανται πάντα.
1170
αὐτοὶ καὶ γὰρ πρῶτα τὰ θεμέλια ἐτορ-
νεύσαντο—οἱονεὶ ἐν τόρνῳ ἔθηκαν, περιεγράψαντο· τὸ σφαι-
ρικὸν δὲ τοῦ κόσμου ἡ λέξις ἐδήλωσε—
1171
καὶ τὴν βαθεῖαν
ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἔδειξαν·
1172
αὐτοὶ δὲ ἑδραῖα
καὶ ἀσφαλῆ τὰ ἄστρα διακρίναντες ἐν τῷ βίῳ διεσάφησαν,
1173f
τοῦ δὲ πόντου καὶ τῆς βαθείας ἠπείρου ἑκάστῳ ἀνδρὶ
μοῖραν ἐκληρώσαντο ἔχειν.
1175
διὰ τοῦτο καὶ ἄλλως κατὰ
φύσιν καὶ παρηλλαγμένως ἑκάστη γῆ καὶ τὰ κλίματα ἔλαχε·
1176
καὶ γὰρ ἡ μέν ἐστι λαμπρὰ καὶ λευκή,
1177
ἡ δὲ με-
λανωτέρα, ἡ δὲ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν·
1178
ἡ δὲ
ἄλλη τῆς Ἀσσυρίας ὁμοία καὶ παραπλησία τοῖς ἄνθεσι τῆς μίλτου
—ὅ ἐστι τοῖς ἀρώμασιν· ὁ πηλὸς γὰρ αὐτῆς ῥουσιώδης ἐστίν—,
1179
ἄλλαι δὲ ἀλλοῖαι ἤτοι ἑτεροειδεῖς· οὕτως καὶ γὰρ ὁ μέγας
διανοησάμενος ἐσκέψατο Ζεύς.
1180
οὕτω τοῖς ἀνθρώποις
ἑτεροῖα, οἱονεὶ ἀλληνάλλως ἔχοντα καὶ ἑτεροειδῆ, κατεσκεύασε
πάντα.
1181
ὑμεῖς δέ, ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ νῆσοι
1182
καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου
χεύματα
1183
καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βησσήεντα
ὄρη—ἀντὶ τοῦ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα—, χαίρετε.
1184
ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον,
1185
ἄρτι δὲ καὶ τὸν πολλὰς ἔχοντα συστροφὰς πόρον τῆς
ἠπείρου, ὧντινων ἕνεκα
1186
ἐκ τῶν μακαρίων καὶ ἀθανάτων
θεῶν ἡ ἀμοιβή, ἡ ἀνταπόδοσις ἀνταξία μοι γένοιτο.