The Greek Library Catalogue

Anonymous

Commentarius

Edition reference
Commentarius (sub auctore Melampode vel Diomede), ed. Hilgard, op. cit., 10–67.
CTS identifier
urn:cts:greekLit:tlg4175.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

10

{COMMENTARIUS MELAMPODIS SEU DIOMEDIS.

<Μελάμποδος γραμματικοῦ ἑρμηνεία τῆς τέχνης Διονυσίου

τοῦ Θρᾳκός>.

§ 1.}

<Γραμματική ἐστιν ἐμπειρία>.] Πρότερον δεῖ ἡμᾶς γνῶναι, τί

ἐστι πεῖρα, εἶθ' οὕτως, τί ἐστιν ἐμπειρία. Πεῖρα τοίνυν ἐστὶ κυρίως ἡ

ἅπαξ τινὸς πράγματος δοκιμασία ἄλογος, ἐμπειρία δὲ ἡ πολλάκις τοῦ

αὐτοῦ πράγματος δοκιμασία ἄλογος· διὸ καὶ τοὺς ἰατροὺς τοὺς εἰδότας

μὲν ἐκ τῆς συνεχοῦς τριβῆς περιοδεύειν καὶ τὰς θεραπείας τοῖς πάσχουσι

11

προσάγειν, μὴ δυναμένους δὲ λόγον ἀποδοῦναι τῆς περιοδείας, ἐμπειρι-

κούς φαμεν. Τί οὖν; ἡ γραμματικὴ ἄλογός ἐστιν ἢ οὔ; Οὔ, ἀλλ' ἐν-

ταῦθα καταχρηστικῶς εἶπεν ἀντὶ τοῦ γνῶσις.

<Τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν>.] Ποιηταὶ μὲν λέ-

γονται οἱ τὰ ἔμμετρα γράψαντες, συγγραφεῖς δὲ κυρίως μὲν οἱ τὰ ἐφ'

ἑαυτῶν γενόμενα συγγραψάμενοι, τουτέστι τὰ ἐπὶ τῶν αὐτῶν χρόνων,

καταχρηστικῶς δὲ καὶ πάντες οἱ πεζῇ φράσει κεχρημένοι, τουτέστιν οἱ

τὰ ἄμετρα γράψαντες.

<Ὡς ἐπὶ τὸ πολὺ λεγομένων>·] τουτέστιν ὡς ἐπὶ τὸ πλεῖστον

εὑρισκομένων. Ἕως ἐνταῦθά ἐστιν ὁ ὅρος τῆς γραμματικῆς. Εἴπωμεν

οὖν αὐτόν· «γνῶσις τῶν παρὰ 〈τοῖς〉 τὰ ἔμμετρα καὶ ἄμετρα γράψασιν

ὡς ἐπὶ τὸ πλεῖστον εὑρισκομένων». Διὰ τί δὲ εἶπεν «ὡς ἐπὶ τὸ πλεῖ-

στον»; Ἐπειδή τινες λέξεις ἅπαξ που ἢ δὶς εἰρημέναι εἰσίν, ἃς οὐ πᾶσα

ἀνάγκη εἰδέναι τὸν γραμματικόν, οἷον οἱ γρῖφοι. Τί δέ εἰσιν οἱ γρῖφοι;

Τὰ ζητήματα τὰ δεινά· ἢ ὡς ἔν τισιν εὑρίσκομεν τὸ δέρμα τοῦ ἀρνὸς

κληθὲν σκέπαρνον 〈Artemid. 4, 24〉, ᾗ ἐκ πρώτης ἀκοῆς νομίσει〈εν〉 ἄν

τις εἰρηκέναι τὸ τεκτονικὸν ἐργαλεῖον· πάλιν ἔν τισι γρίφοις τὸ δόρυ

εὑρίσκομεν λεχθὲν βαλάντιον 〈Dionys. tyr. fr. 12 N2 p. 796〉, τῆς συν-

ηθείας ἡμᾶς εἰς ἄλλο φερούσης· ὁ δὲ διὰ τὸ βαλεῖν ἀντίον οὕτως αὐτὸ

ἐκάλεσε· καὶ τὸν Τηλέμαχον Μακροπτόλεμον ἐν τοῖς στίχοις τούτοις

〈Theocr. Syr· Anthol. XV 21, 1 sq.〉

Οὔτινος εὐνάτειρα Μακροπτολέμοιό τε μάτηρ

μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,

καὶ τὰ ἑξῆς· ἢ ὡς ἐν τῷ βωμῷ τοῦ Δοσιάδου 〈Anthol. XV 26, 1〉 ἡ

γυνὴ εἴρηται στήτη, ἐπειδή τινες τὸ παρ' Ὁμήρῳ 〈A 6〉 <διαστήτην

ἐρίσαντε> οὕτως ἐξηγήσαντο, διά τινα γυναῖκα. Σύριγξ δὲ καὶ βωμὸς

ποιήματά τινά ἐστιν ἐμμέτρῳ τῷ σχήματι καὶ τῇ διατυπώσει τὴν ἐπω-

12

νυμίαν ἔχοντα. Τὰ οὖν τοιαῦτα ζητήματα εἰ μὲν ἐπίσταται ὁ γραμμα-

τικός, ἐπαινετέος ἐστίν, εἰ δὲ μή γε, οὐκ ἔστι μέμψεως ἄξιος.

<Μέρη δὲ αὐτῆς ἐστιν ἕξ>.] Τὸ πάλαι μέρη τῆς γραμματικῆς ἦν

τέσσαρα· καὶ εἰσὶ ταῦτα· διορθωτικόν, ἀναγνωστικόν, ἐξηγητικὸν καὶ κρι-

τικόν. Καὶ τέσσαρες τὸ πάλαι παρεδίδοσαν τοῖς νέοις ἔχειν τὴν γραμ-

ματικήν· πρὸ μὲν γὰρ τοῦ ἄρξασθαι τὸν νέον ἀναγινώσκειν, ὁ διορθωτὴς

λαμβάνων τὸ βιβλίον διωρθοῦτο αὐτό, ἵνα μὴ ἐπταισμένον αὐτὸ ἀνα-

γνοὺς ὁ νέος εἰς κακὴν ἕξιν ἐμπέσῃ· μετὰ δὲ ταῦτα λαβὼν ὁ νέος τὸ

βιβλίον διορθωθέν, ἀπῄει πρὸς τὸν ἀναγνωστικὸν τὸν ὀφείλοντα αὐτὸν

διδάσκειν ἀναγινώσκειν κατὰ τὴν διόρθωσιν τοῦ διορθωτοῦ· τρίτον ἀπῄει

πρὸς τὸν ἐξηγητικὸν τὸν ὀφείλοντα παραδιδόναι αὐτῷ τὴν ἐγκειμένην

ἑρμηνείαν· τέταρτον ἀπῄει πρὸς τὸν κριτικόν, ὃς δοκεῖ μὲν μηδὲν συν-

εισάγειν τῷ νέῳ, τῶν προλαβόντων δ' ἦν ὑπέρτερος. Ἀνάγκην γὰρ

εἶχεν ὁ κριτικὸς εἰδέναι τὰ τοῦ διορθωτικοῦ καὶ τοῦ ἀναγνωστικοῦ καὶ

τοῦ ἐξηγητικοῦ, οὐκ ἐκεῖνοι δὲ τὰ τοῦ κριτικοῦ· ὥσπερ γὰρ ὁ πολιτικὸς

κριτής, ὅ πέρ ἐστι δικαστής, οὐ γίνεται, εἰ μὴ πρῶτον ἀναγνῷ νόμους,

ἔπειτα συνηγορήσῃ ἐπὶ πλείονα χρόνον, οὕτω καὶ ἐν τῇ γραμματικῇ ὁ

κριτικός, εἰ μὴ τὰ τῶν προειρημένων ἀκριβῶς ἠπίστατο, οὐκ ἠδύνατο

εἶναι κριτής. Οὗτος οὖν ὁ κριτικὸς τὴν τῶν ποιημάτων 〈ἢ〉 καλῶς ἢ

φαύλως, ἢ ἐν δέοντι ἢ ἐν μὴ δέοντι, ἢ εὐκαίρως ἢ ἀκαίρως λεχθεῖσαν

ἔννοιαν παρεδίδου τῷ νέῳ, καὶ τὴν τούτων αἰτίαν ἐδίδασκεν· ὥσπερ

παρὰ τῷ ποιητῇ τὸν στίχον τοῦτον δεῖ ὀβελίζειν, τουτέστιν ἐκβάλλειν

καὶ ἀποδοκιμάζειν, ὡς μὴ ὄντα ἄξιον τοῦ ποιητοῦ 〈Α 139〉 <ἄξω ἑλών·

ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι>· πρόκειται γοῦν 〈Α 137〉 <ἐγὼ

δέ κεν αὐτὸς ἕλωμαι>· καὶ ὅτι εὔηθες τὸ προσκείμενον «ὁ δέ κεν κε-

χολώσεται»· πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; Πάλιν ἀλλαχοῦ 〈Α 474〉

<μέλποντες ἑκάεργον>· δεῖ τὸν στίχον τοῦτον ὀβελίζειν· μένοντος γὰρ

αὐτοῦ γίνεται ἄκυρος δισσολογία· προείρηται γὰρ 〈Α 472〉 <οἱ δὲ πα-

νημέριοι μολπῇ θεὸν ἱλάσκοντο>. Καὶ πολλαχοῦ δεῖ τοὺς στίχους

ὀβελίζειν· 〈Γ 424〉 <τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομ〈μ〉ειδὴς Ἀφρο-

δίτη> καὶ τὰ ἑξῆς· οὐκ ἂν γὰρ ὁ ποιητὴς τὴν θεὸν εἰσήγαγεν ὑπηρε-

τοῦσαν τῇ γυναικί, καὶ τοιαύτην εὐτελῆ ὑπηρεσίαν, εἰ μὴ ἄρα εἴποι τις,

ὅτι τῇ μορφῇ τῆς γραὸς τὰ προσήκοντα ἐπετήδευε. Πάλιν ἀλλαχοῦ

13

〈Α 176〉 <ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων>· τὸν ἑξῆς δεῖ

ἔξωθεν ἀστερίσκῳ σημειώσασθαι, ὡς ἐνταῦθα μὲν οὐκ ὀρθῶς κειμένου

τοῦ στίχου, ἀλλαχοῦ δὲ ἐπιτηδείως· οὐκ ἂν γὰρ ὁ Ἀγαμέμνων στρατη-

γὸν διὰ τοῦτο ἐβδελύττετο ὡς φιλοῦντα τοὺς πολέμους· τί γὰρ τούτου

ἐπιτηδειότερον ἔργον τῷ στρατηγῷ ἢ πόλεμος; Τὰ γοῦν τοιαῦτα ὁ κρι-

τικός, ὡς προείρηται, παρεδίδου τῷ νέῳ.

Εἰ οὖν τὸ πάλαι τέσσαρα μέρη ἦν τῆς γραμματικῆς, πῶς νῦν ἓξ

αὐτά φησιν ὁ Διονύσιος; Τὸ ἓν ἐξ αὐτῶν ἐτμήθη εἰς τρία, καὶ τὰ ἄλλα

τρία γεγόνασιν ἕξ. Καὶ ποῖον ἐτμήθη; Τὸ διορθωτικόν. Εἰς ποῖα ἐτμήθη;

Εἰς τὸ νῦν τρίτον, τέταρτον, πέμπτον.

<Πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν>.] Ἀμελήσαν-

τες τοῦ διορθοῦσθαι τὰ βιβλία ἐξ ἀρχῆς, ἐπὶ τὴν ἀνάγνωσιν τρέπονται·

διό φησι πρῶτον εἶναι μέρος τῆς γραμματικῆς τὴν ἀνάγνωσιν. «Ἐντρι-

βής» ἤτοι συνήθης καὶ τετριμμένη, ὡς ἐπὶ ὁδοῦ δημοσίας, καὶ δεδοκι-

μασμένη. «Κατὰ προσῳδίαν», κατὰ τέχνην, τουτέστι κατὰ τόνους, κατὰ

χρόνους, κατὰ πνεύματα, κατὰ πάθη. Ἔστιν οὖν ἀνάγνωσις ἡ συντε-

τριμμένη καὶ συνήθης καὶ δεδοκιμασμένη προφορὰ τῶν ἀναγινωσκομένων

κατὰ τέχνην· ἡ γὰρ παρὰ τέχνην οὐκ ἀνάγνωσις, ἀλλ' ἀγνωσία.

<Δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς

τρόπους>.] «Ἐνυπάρχοντας» τοὺς ὄντας καὶ ἐγκειμένους. «Ποιητικούς»

τοὺς μάλιστα ποιηταῖς ἁρμόζοντας. «Τρόπους» τοὺς τρέποντας ἡμᾶς

ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον. Οἷον τί; Ὡς τὸ 〈ι 481〉

<κορυφὴ ὄρεος μεγάλοιο>· ὁ γὰρ ἀκούσας τὸ κορυφή ὑπονοεῖ περί

τινος ἐμψύχου εἰρῆσθαι· ὁ δὲ ἐπιφέρει ὄρεος καὶ ἔτρεψε τὸν ἀκούσαντα,

ὡς προείρηται, ἀπὸ τοῦ προσδοκωμένου εἰς ἀπροσδόκητον, ἀπὸ ἐμψύ-

χου εἰς ἄψυχον· ὁμοίως καὶ τὸ 〈Υ 59〉 <πάντες δ' ἐσσείοντο πόδες

πολυπίδακος Ἴδης>· λεχθὲν γὰρ τὸ πόδες ἔννοιαν παρέσχε τῷ ἀκού-

σαντι ἐμψύχου ἐπιφορᾶς, ὁ δὲ τὴν Ἴδην τὸ ὄρος ἐπιφέρει. Καὶ καλεῖ-

ται οὗτος ὁ τρόπος μεταφορά· μεταφέρει γὰρ τὰ τῶν ἐμψύχων ἐπὶ τὰ

ἄψυχα. Ἀνακεφαλαιωσώμεθα οὖν, τί ἐστι τὸ δεύτερον. μέρος τῆς γραμ-

ματικῆς· τὸ ἐξηγεῖσθαι κατὰ τοὺς ὄντας καὶ ἐγκειμένους τρόπους τοὺς

14

μάλιστα ποιηταῖς ἁρμόζοντας. Διὰ τί δὲ εἴπομεν «μάλιστα»; Ἐπειδὴ

ἑνί που ἢ δύο ἐξ αὐτῶν, φημὶ δὲ τῶν τρόπων, κέχρηνται οἱ ῥήτορες.

Ποίῳ; Ὡς τῇ εἰρωνείᾳ. Τί δέ ἐστιν εἰρωνεία; Ὅταν ἐπιγελῶν τις ἀντὶ

τοῦ δεῖξαι φανερῶς ὅτι ψέγει αὐτόν, δοκῇ τοῖς λόγοις ἐπαινεῖν, ὥσπερ

καὶ ἐν τῇ συνηθείᾳ φαμὲν πολλάκις πρὸς ἐχθρόν «καλὲ ἄνθρωπε, παῦ-

σαι»· ὥσπερ καὶ ὁ ποιητὴς 〈N 374 seqq.〉 εἰσάγει τὸν Ὀθρυονέα μετὰ

τὸ φονευθῆναι καταγελώμενον ὑπὸ τοῦ Ἰδομενέως. Ταύτῃ οὖν τῇ εἰ-

ρωνείᾳ κέχρηνται οἱ ῥήτορες· ἄλλοις δὲ τρόποις οὐκ ἐφικτὸν αὐτοῖς

κεχρῆσθαι, εἰ μὴ ἄρα προστάξωσι «κατὰ τὴν ποίησιν, κάθ' Ὅμηρον».

Εἰσὶ δὲ τρόποι πολλοί· καὶ οἱ μέν φασιν αὐτοὺς εἶναι ιηʹ, οἱ δὲ κδʹ, οἱ

δὲ κηʹ, οἱ δὲ λβʹ. Οἱ αὐτοὶ δέ εἰσιν· οἱ γὰρ δυσχερέστεροι αὐτῶν τέμ-

νονται εἰς πλείονας, ὥσπερ τὸ διορθωτικὸν ἐτμήθη εἰς τρία.

<Τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις>.]

«Γλωσσῶν» τῶν γλωσσηματικῶν λέξεων ἢ τῶν διαλέκτων. Διάλεκτοι δέ

εἰσι πέντε, Ἀτθίς, Δωρίς, Αἰολίς, Ἰὰς καὶ κοινή· καὶ Ἀτθὶς ἡ τῶν Ἀθη-

ναίων, Δωρὶς ἡ τῶν Δωριέων, Αἰολὶς ἡ τῶν Αἰολέων, Ἰὰς ἡ τῶν Ἰώ-

νων, κοινὴ ᾗ πάντες χρῶνται. Γλωσσηματικαὶ δὲ λέξεις εἰσὶν αἱ ἐπι-

χωριάζουσαι, τουτέστιν αἱ καθ' ἑκάστην χώραν ἢ καὶ πόλιν ἴδιαί τινες

λέξεις. «Ἱστοριῶν» δὲ τῶν διηγημάτων· «πρόχειρος» ἕτοιμος· «ἀπόδοσις»

ἀπόκρισις. Τὸ τρίτον οὖν μέρος τῆς γραμματικῆς ἐστι τῶν γλωσσημα-

τικῶν λέξεων καὶ τῶν διηγημάτων ἡ ἕτοιμος ἀπόκρισις. Ἰδοὺ τοῦτο τὸ

ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ.

<Τέταρτον ἐτυμολογίας εὕρεσις>.] Ἐτυμολογία ἐστὶν ἡ ἀνάπτυ-

ξις τῶν λέξεων, δι' ἧς τὸ ἀληθὲς σαφηνίζεται· ἔτυμον γὰρ λέγεται τὸ

ἀληθές, τῆς τ̅υ̅ συλλαβῆς διὰ τοῦ υ̅ μόνου γραφομένης καὶ οὐ διὰ τῆς

ο̅ι̅ διφθόγγου. Ἐτυμολογία οὖν, ὡς ἄν τις εἴποι ἀληθολογία· οὐ γὰρ

ὡς ἔτυχεν ἐξ ἀρχῆς αἱ Ἑλληνικαὶ λέξεις ἐπετέθησαν ἑκάστῳ πράγματι,

ἀλλὰ διὰ τὸ τὸν νοῦν ἀναπτύσσοντας ἐξευρίσκειν, χάριν τίνος τόδε τι

τοιῶσδε λέγεται· ὡς εἴ τις ἔροιτό με, βλέφαρον διὰ τί εἴρηται, τρέψας

τὸ φ̅ εἰς π̅ καὶ διαστείλας τὴν λέξιν εὗρον, ὅτι διὰ τοῦτο λέγεται βλέ-

15

φαρον, διότι αἰρομένου αὐτοῦ ἐπὶ τὰ ἄνω βλέπομεν, οἱονεὶ βλεπέαρον,

ἆρον καὶ βλέπε· ἢ μηδὲ τρέψας τι, διαστείλας δὲ μόνον τὴν λέξιν, εὗρον

ὅτι ὡσανεὶ φᾶρος, ὅπερ περιβόλαιόν ἐστι, τοῦ βλέμματος ἡμῶν. Πά-

λιν εἴ τις ἔροιτό με, γλῶσσα διὰ τί λέγεται, τρέψας τὸ λ̅ εἰς ν̅ καὶ τὸ

δεύτερον ς̅ εἰς τ̅ φημὶ γνῶστα, ἡ γνωστὰ τὰ ἐν τῷ νῷ τοῖς ἀκούουσι

ποιοῦσα· οὐ γὰρ δι' ἑτέρου μέρους σωματικοῦ γινώσκομεν τὴν ἑκάστου

ἔννοιαν. Πάλιν εἴ τις ἔροιτό με, ὀδόντες διὰ τί λέγονται, τρέψας τὸ

ο̅ εἰς ε̅ εὗρον ὡσανεὶ οἱ ἔδοντες, τουτέστιν οἱ ἐσθίοντες· δι' αὐτῶν γὰρ

ἐσθίομεν. Καὶ τοῦτο δὲ τοίνυν τέταρτον μέρος τῆς γραμματικῆς, ἄλλο

δ' ἓν μέρος ἐστὶ τοῦ διορθωτικοῦ.

<Πέμπτον ἀναλογίας ἐκλογισμός>.] Ἀναλογία λέγεται ἡ τῶν

ὁμοίων παράθεσις· «ἐκλογισμός» ἡ ἀκρίβεια. Τὸ οὖν πέμπτον μέρος

ἐστὶν ἡ ἀκριβὴς τῶν ὁμοίων παράθεσις, δι' ἧς συνίστανται οἱ κανόνες

τῶν γραμματικῶν, ὥσπερ ὅτε ζητοῦμεν, τίνος ἕνεκεν ὁ Ὅμηρος τοῦ

Ὁμήρου καὶ ὁ φίλος τοῦ φίλου, τὸ βέλος δὲ τοῦ βέλους· ἀκριβῶς οὖν

ζητήσας εὗρον εἶναι τὸν κανόνα τοιοῦτον, ὅτι πάντα τὰ εἰς ο̅ς̅ ἀρσενικὰ

καὶ θηλυκὰ εἰς ο̅υ̅ ποιεῖ τὴν γενικήν, οἷον Ἀλέξανδρος Ἀλεξάνδρου,

καλός καλοῦ, παρθένος παρθένου, ἄμπελος ἀμπέλου, Σάμος Σάμου, τὰ

δὲ οὐδέτερα εἰς ο̅ς̅ λήγοντα εἰς ο̅υ̅ς̅ ποιεῖ τὴν γενικήν, οἷον μέρος μέ-

ρους, ὄξος ὄξους, ὄρος ὄρους· οὕτως οὖν καὶ βέλος βέλους. Ἐπὶ πάν-

των οὖν τῶν ὀνομάτων καὶ τῶν ῥημάτων καὶ τῶν ἄλλων μερῶν τοῦ

λόγου ἀκριβῶς ζητοῦντες καὶ τὰ ὅμοια τοῖς ὁμοίοις παρατιθέμενοι τοὺς

κανόνας ἀσφαλῶς ἀποφαινόμεθα. Τοῦτό ἐστι τὸ πέμπτον μέρος τῆς

γραμματικῆς. Ἰδοὺ συμπεπλήρωται τὸ διορθωτικόν, ὡς προείρηται ἄνω

τμηθὲν εἰς τρία, ἅ εἰσι τὰ νῦν τρίτον, τέταρτον, πέμπτον.

<Ἕκτον κρίσις ποιημάτων>.] «Κρίσις ποιημάτων» τὸ κρίνειν τὰ

ἐμμέτρως γεγραμμένα, τουτέστι τὰ ποιήματα, εἴτε δεόντως εἴτε μὴ δε-

όντως, εἴτε καλῶς εἴτε φαύλως κεῖται ἐν τῷδε τῷ τόπῳ ἢ ἐν τῷδε,

καὶ τὰς τούτων αἰτίας εἰδέναι καὶ ἀποφαίνεσθαι· <ὃ δὴ κάλλιστόν ἐστι

πάντων τῶν ἐν τῇ τέχνῃ>· εἰ γὰρ μὴ προοῖδέ τις τὰ προλεχθέντα

μέρη τῆς γραμματικῆς, τὸ ἔργον τοῦ κριτικοῦ ποιεῖν οὐ δύναται. Διὸ

καὶ ὁ Διονύσιος προετίμησε τοῦτο τὸ μέρος τῶν ἄλλων· τινὲς δέ φασιν,

16

ὅτι κριτὴς ὢν ὁ Διονύσιος τούτου ἕνεκεν τῶν ἄλλων μερῶν τοῦτό

φησι κάλλιστον εἶναι.

{§ 2.

Περὶ ἀναγνώσεως.}

<Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτοςπροφορά>.] «Ποιημάτων» τῶν ἐμμέτρως γεγραμμένων· «συγγραμμάτων»

τῶν ἀμέτρως γεγραμμένων· «ἀδιάπτωτος» ἄπταιστος· «προφορά» προ-

ένεξις. Ὅρος τῆς ἀναγνώσεώς ἐστιν οὗτος· τῶν ἐμμέτρως καὶ ἀμέτρως

γεγραμμένων ἡ ἄπταιστος προένεξις καλλίστη ἐστὶν ἀνάγνωσις. Μετὰ

δὲ τὸν ὅρον τῆς ἀναγνώσεως λοιπὸν θέλει ἡμᾶς διδάξαι, τίνα παρα-

φυλαττόμενοι ἢ πόσα τὴν ἀρίστην ἀνάγνωσιν ποιησόμεθα.

«Ἀναγνωστέον» δὲ δεῖ ἀναγινώσκειν· «καθ' ὑπόκρισιν» κατὰ μίμη-

σιν· «κατὰ προσῳδίαν» κατὰ τέχνην, τουτέστι κατὰ τόνους, χρόνους,

πνεύματα, πάθη· «κατὰ διαστολήν» κατὰ στιγμήν. Ταῦτα τὰ τρία δεῖ

καλῶς παραφυλάττεσθαι τὸν ἁρμονίως ἀναγινώσκειν φιλοπονοῦντα, μί-

μησιν, τέχνην, στιγμήν. Τί δὲ ἐξ ἑκάστου τούτων ὠφελούμεθα; Αὐτὸς

ἐπιφέρει.

<Ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν>.] Ἐν τοῖς μετὰ τοῦτο

ἐπιφέρει τὸ «ὁρῶμεν» τὸ ἐνταῦθα λεῖπον· κατὰ κοινοῦ γὰρ ἐπὶ τῶν

τριῶν τούτων τὸ «ὁρῶμεν» δεῖ δέξασθαι. Τίνος δὲ τὴν ἀρετὴν ὁρῶμεν;

Τῶν ἀναγινωσκομένων· ἐκ τῆς μιμήσεως γὰρ ἐνάρετα γίνεται καὶ δεί-

κνυται τὰ ἀναγινωσκόμενα. Δεῖ γὰρ τὰ μὲν ἡρωϊκὰ συντόνῳ τῇ φωνῇ

ἀναγινώσκειν καὶ μὴ ἐκλελυμένῃ, τὰ δὲ βιωτικά, τουτέστι τὰ κωμικά, ὡς

ἐν τῷ βίῳ, τουτέστι μιμουμένους γυναῖκας νέας ἢ γραΐδας ἢ δεδοικότας

ἢ ὀργιζομένους ἄνδρας, ἢ ὅσα πρέπει τοῖς εἰσαγομένοις προσώποις παρὰ

Μενάνδρῳ ἢ Ἀριστοφάνει ἢ τοῖς ἄλλοις κωμικοῖς.

<Ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην>.] Καὶ ἐνταῦθα κατὰ κοινοῦ,

ὡς προείρηται, τὸ «ὁρῶμεν» δεῖ ἐκδέξασθαι. Τίνος δὲ τὴν τέχνην ὁρῶμεν;

Δῆλον ὅτι τοῦ ἀναγινώσκοντος· ἐκ γὰρ τοῦ παραφυλάττεσθαι τόνους,

χρόνους, πνεύματα, πάθη ἐν τῷ ἀναγινώσκειν τὴν τέχνην ὁρῶμεν τοῦ

ἀναγινώσκοντος.

<Ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν>.]

Ἀποδέδωκεν ἐνταῦθα τὸ «ὁρῶμεν», ὅπερ προείπομεν ἐπὶ τῶν δύο λεί-

17

πειν τῶν προκειμένων. Διαστολὴν δὲ λέγεται ἡ στιγμὴ ἡ διαστέλλουσα

καὶ διαχωρίζουσα ἢ λέξεις ἀπὸ τῶν ἐπιφερομένων λέξεων ἢ στοιχεῖα

ἀπὸ τῶν στοιχείων. «Τὸν περιεχόμενον νοῦν ὁρῶμεν», τὸν ὄντα καὶ

ἐγκείμενον νοῦν ἐν τοῖς ἀναγινωσκομένοις διὰ τῆς στιγμῆς, ὡς ἐπὶ

παραδείγματος εἰπὼν τὸ ΕΣΤΙΝΑΞΙΟΣ, 〈ἐὰν〉 μὴ τὸ Ν μεταξὺ τοῦ ΕΣΤΙ-

ΝΑΞΙΟΣ διαστείλας καὶ διαχωρίσας προσνείμῃ ἢ τῷ ΕΣΤΙ ἢ τῷ ΑΞΙΟΣ, οὐ

ποιεῖ τὸ λεγόμενον φανερὸν τοῖς ἀκούουσιν· δύο γάρ τινα νοεῖται, ἢ

τὸ ἄξιός ἐστι τοῦ δεῖνος ὁ δεῖνα, ἢ ἀπὸ τῆς νήσου ἐστὶ τῆς Νάξου.

Ὡς προείρηται οὖν, ἢ τὸ Ν προσνείμας τῇ δευτέρᾳ λέξει καὶ εἰς τὸ Ι

τῆς προτέρας λέξεως ὑποστίξας τι διαστελεῖ, ἢ τὸ Ν προσνείμας τῇ προ-

τέρᾳ λέξει καὶ εἰς αὐτὸ τὸ Ν ὑποστίξας τί ποτε διαστελεῖ, καὶ τὴν δευ-

τέραν λέξιν ἀπὸ τοῦ Α προφερόμενος σαφὲς ποιήσει τὸ λεγόμενον.

Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ΕΣΤΙΝΟΥΣ, ἢ ὅτι νοῦς ἐστιν, ἢ οὖς ἐστιν.

Εἰπὼν τὰ τρία τὰ διδάσκοντα ἡμᾶς καλῶς ἀναγινώσκειν, ὑπόκρισιν,

τέχνην, στιγμήν, διαλαμβάνει πρῶτον περὶ τῆς διαφορᾶς τῆς ὑποκρίσεως·

καί φησιν «<ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν.>» Τρα-

γῳδία λέγεται τὰ τῶν τραγικῶν ποιήματα, ὡς τὰ τοῦ Εὐριπίδου καὶ

Σοφοκλέους καὶ Αἰσχύλου καὶ τῶν τοιούτων· γεγόνασι δὲ οὗτοι ἐπὶ τῶν

χρόνων τῶν Ἀθηναίων. Λογικοὶ δὲ ὄντες οὗτοι καὶ θέλοντες ὠφελεῖν

κοινῇ τοὺς τῆς πόλεως, λαμβάνοντές τινας ἀρχαίας ἱστορίας τῶν ἡρώων

ἐχούσας πάθη τινά, ἔσθ' ὅτε καὶ θανάτους καὶ θρήνους, ἐν θεάτρῳ ταῦτα

ἐπεδείκνυντο τοῖς ὁρῶσι καὶ ἀκούουσιν, ἐνδεικνύμενοι παραφυλάττεσθαι

τὸ μὴ ἁμαρτάνειν· εἰ γὰρ οἱ τηλικοῦτοι ἥρωες τοιαῦτα ἔπασχον, δηλον-

ότι ἁμαρτημάτων αὐτοῖς προϋπηργμένων, πόσῳ μᾶλλον ἡμεῖς καὶ οἱ

καθ' ἡμᾶς ἄνθρωποι ἁμαρτήσαντες πεισόμεθα; δεῖ οὖν, ὡς προείρηται,

ὡς οἷόν τε βίον ἀναμάρτητον καὶ φιλοσοφώτατον μεταδιώκειν. Ἐπ'

ὠφελείᾳ οὖν τῶν πολιτῶν ἡ τῶν τραγικῶν ποίησις ἐπὶ θεάτρου εἰσή-

γετο. Ἐπιδεικνύμενοι δὲ τῶν ἡρώων ὡσανεὶ τὰ αὐτῶν πρόσωπα πρῶ-

τον μὲν ἐπελέγοντο ἄνδρας τοὺς μείζονα φωνὴν ἔχοντας καὶ τῷ ὄγκῳ

τῆς φωνῆς μιμεῖσθαι δυναμένους τοὺς ἥρωας· δεύτερον δὲ βουλόμενοι

καὶ τὰ σώματα δεικνύειν ἡρωϊκά, ἐμβάδας ἐφόρουν καὶ ἱμάτια ποδήρη.

Ταύτην οὖν τὴν τραγῳδίαν φησὶν ὁ τεχνικὸς δεῖν ἡρωϊκῶς ἀναγινώσκειν,

τουτέστι μεγάλῃ τῇ φωνῇ μετὰ πολλῆς σεμνότητος καὶ ὄγκου δεῖ γὰρ

18

ἡμᾶς τὰ τραγικὰ προφερομένους μιμεῖσθαι πάντα τρόπον τοὺς ἥρωας,

καὶ μεγέθει σώματος καὶ λόγων ὑπερβολῇ.

Ἡ δὲ ἐτυμολογία τῆς τραγῳδίας ἐστὶν αὕτη· ἢ ὅτι τράγον ἐλάμ-

βανον ἔπαθλον οἱ νικῶντες, οἱονεὶ ἡ ἐπὶ τράγῳ ᾠδή· ἢ ὅτι τοῦ α̅ τρε-

πομένου εἰς γ̅ τρεπομένου εἰς χ̅ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή·

ᾖδον· ἢ ὅτι τοῦ γ̅ τρεπομένου εἰς χ̅ νοεῖται τραχῳδία, ἡ τραχεῖα ᾠδή·

τραχύτερον γὰρ καὶ φευκταῖον καὶ δύσβατον τὸ τῶν θρήνων εἶδος τοῦ

γελωτοποιεῖν· ἢ οἱονεὶ τετραγωνῳδία· οἱ γὰρ χορευταὶ αὐτῶν ἐν τε-

τραγώνῳ σχήματι ἱστάμενοι τὰ τῶν τραγικῶν ἐπεδείκνυντο. Ἦσαν δὲ

τῶν μὲν τραγικῶν χορευταὶ ιδʹ, τῶν δὲ κωμικῶν κδʹ· ἕκαστος οὖν ποιη-

τὴς τραγικὸς καὶ κωμικὸς εἶχε τούτους προεκμανθάνοντας τὰ αὐτοῦ καὶ

τρεφομένους ἀπὸ τοῦ δημοσίου.

<Τὴν δὲ κωμῳδίαν βιωτικῶς>.] Κωμῳδία λέγεται τὰ τῶν κωμι-

κῶν ποιήματα, ὡς τὰ τοῦ Μενάνδρου καὶ Ἀριστοφάνους καὶ Κρατίνου

καὶ τῶν ὁμοίων. Ἐφευρέθη δὲ ἡ κωμῳδία, ὥς φασιν, ἔκ τινος τοιαύ-

της αἰτίας. Βλαπτόμενοί τινες γεωργοὶ παρὰ τῶν πολιτῶν τῶν ἐν

Ἀθήναις καὶ θέλοντες ἐλέγχειν αὐτούς, κατῄεσαν ἐν τῇ πόλει, καὶ περὶ

τὸν καιρὸν τοῦ καθεύδειν περιιόντες τὰς ἀγυιάς, ἔνθα ἔμενον οἱ βλά-

πτοντες αὐτούς, ἔλεγον ἀνωνύμως τὰς βλάβας, ἃς ἔπασχον ὑπ' αὐτῶν·

ἵνα δὲ σαφέστερον εἴπωμεν, τοιαῦτά τινα ἐβόων, «ἐνταῦθα μένει τις

τάδε καὶ τάδε τισὶ ποιῶν τῶν γεωργῶν, καὶ οὐ μετρίας βλάβας ἐπι-

φέρων αὐτοῖς»· ὥστε τοὺς γειτνιῶντας ἀκούοντας ἡμέρας γινομένης

πρὸς ἀλλήλους λέγειν ἅτινα νύκτωρ παρὰ τῶν γεωργῶν ἤκουσαν—

ἐπονείδιστον δὲ ἦν τῷ ἀδικοῦντι—τὸν δὲ ἐμφανιζόμενον τοῖς τῆς

πόλεως αἰδεῖσθαι καὶ παύεσθαι τῆς τοιαύτης ἀδικίας. Τούτοις πολλάκις

παρακολουθήσαντες ἄλλοι πολλοὺς τῶν ἀδικούντων ἀνέστειλαν· ὅθεν

τοῖς τῆς πόλεως ἔδοξεν ἐπ' ἀγαθῷ γεγονέναι τὸ ἐγχείρημα τῶν κωμι-

κῶν, καὶ ἀναζητήσαντες αὐτοὺς ἠνάγκασαν καὶ ἐπὶ θεάτρου τοῦτο ποιεῖν·

οἱ δὲ αἰδούμενοι, μᾶλλον δὲ φοβούμενοι, τρυγίᾳ περιχρίοντες αὑτῶν τὰς

19

ὄψεις οὕτως εἰσῄεσαν. Καὶ ἔτι μᾶλλον κατηγορουμένων καὶ ἐλεγχομέ-

νων τῶν ἀδικούντων ἐπὶ θεάτρου, ἀνοχὴ τῶν ἀδικιῶν ἐγένετο, τῆς αἰ-

δοῦς ἔτι συνοικούσης τοῖς ἀνδράσιν· ἔδοξεν οὖν τοῖς τῆς· πόλεως τὸ

ἐγχείρημα καλὸν ὑπάρχειν, καὶ λογίους ἄνδρας αὐτὸ μετιέναι. Πρῶτος

οὖν Σουσαρίων τις τῆς ἐμμέτρου κωμῳδίας ἀρχηγὸς ἐγένετο, οὗ τὰ μὲν

δράματα λήθη κατέλαβε, δύο δὲ ἢ τρεῖς ἴαμβοι τοῦ πρώτου δράματος

αὐτοῦ ἐπὶ μνήμῃ φέρονται· εἰσὶ δὲ οὗτοι 〈fragm. 1 K〉

ἀκούετε, λεώς· Σουσαρίων λέγει τάδε,

υἱὸς Φιλίνου, Μεγαρόθεν, Τριποδίσκιος·

κακὸν γυναῖκες· ἀλλ' ὅμως, ὦ δημόται,

οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.

Ἀρχὴν οὖν δεξαμένου τοῦ πράγματος πολλοὶ γεγόνασι κωμῳδοί, δια-

κωμῳδοῦντες καὶ ἐλέγχοντες τοὺς κακῶς βιοῦντας καὶ τοὺς ταῖς ἀδικίαις

χαίροντας, ἀναστέλλοντες τὰς ἀκαίρους καὶ ἀδίκους αὐτῶν πράξεις, καὶ

ὠφέλουν κοινῇ τὴν πολιτείαν τῶν Ἀθηναίων. Ἐπειδὴ δὲ τὸ μὲν πα-

ράνομον ἐπὶ τὰ χερείονα νικᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶν

ἀνθρώπων πολιτείας, οὐ μετὰ πολὺν χρόνον οἱ ἄρχοντες Ἀθήνησιν

ἤρξαντο κωλύειν τοὺς κωμικοὺς τοῦ φανερῶς οὕτω καὶ ὀνομαστὶ ἐλέγ-

χειν τοὺς ἀδικοῦντας· αὐτοὶ γὰρ θέλοντες ἀδικεῖν καὶ μὴ ἐλέγχεσθαι,

τούτου χάριν ἐπετίμων αὐτοῖς· ὅθεν ὥσπερ αἰνιγματωδῶς καὶ οὐ φανε-

ρῶς ἠλέγχοντο ὑπὸ τῶν κωμικῶν. Ἔτι δὲ ἐπὶ τὸ πλεῖον προϊούσης

καὶ ἐπικρατούσης τῆς κακίας, ἐκωλύθησαν καὶ τοῦ αἰνιγματωδῶς ἐλέγ-

χειν καὶ ὑβρίζειν τοὺς κρατοῦντας καὶ ἄρχοντας τῆς πόλεως. Διὸ καὶ

τρεῖς διαφορὰς ἔδοξεν ἔχειν ἡ κωμῳδία· καὶ ἡ μὲν καλεῖται παλαιά, ἡ

ἐξ ἀρχῆς φανερῶς ἐλέγχουσα, ἡ δὲ μέση, ἡ αἰνιγματωδῶς, ἡ δὲ νέα, ἡ

μηδ' ὅλως τοῦτο ποιοῦσα πλὴν ἐπὶ δούλων ἢ ξένων. Καὶ τῆς μὲν πα-

20

λαιᾶς πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ Κρατῖνος ὁ καὶ πραττόμενος, μετέ-

σχον δέ τινος χρόνου τῆς παλαιᾶς κωμῳδίας Εὔπολίς τε καὶ Ἀριστο-

φάνης· τῆς δὲ μέσης καὶ αὐτῆς μὲν πολλοὶ γεγόνασιν, ἐπίσημος δὲ

Πλάτων, οὐχ ὁ φιλόσοφος, ἀλλ' ἕτερός τις· ὁμοίως δὲ κἀκείνου τὰ

δράματα οὐ φαίνεται· τῆς δὲ νέας ὁμοίως πολλοὶ γεγόνασιν, ἐπίσημος

δὲ ὁ Μένανδρος, ὃς ἄστρον ἐστὶ τῆς νέας κωμῳδίας, ὡς μεμαθήκαμεν.

Εἴρηται δὲ κωμῳδία οἱονεὶ ἡ ἐπὶ τῷ κώματι ᾠδή· καὶ γὰρ περὶ

τὸν καιρὸν τοῦ ὕπνου ἐξ ἀρχῆς ἐφευρέθη· κῶμα γὰρ ὁ ὕπνος· ἢ ἡ τῶν

κωμῶν ᾠδή· κῶμαι γὰρ λέγονται οἱ μείζονες ἀγροί.

Ταύτην οὖν τὴν κωμῳδίαν δεῖ βιωτικῶς ἀναγινώσκειν, τουτέστιν

ὡς ἐν τῷ βίῳ, μιμουμένους τὸ παρεισαγόμενον πρόσωπον καὶ τὴν ἐκεί-

νου σχέσιν ἀναματτομένους.

<Τὰ δὲ ἐλεγεῖα λιγυρῶς>.] Ἐλεγεῖον ἔμμετρός ἐστι στίχος, ἐλλεί-

πων ἑνὶ ποδὶ τοῦ ἡρωϊκοῦ στίχου, εἰς δύο πενθημιμερῆ τεμνόμενος, οἷον

〈Callim. fr. 488 Sch〉 <νήϊδες, οἳ Μούσης οὐκ ἐγένοντο φίλοι>· οὗ

τὸ μὲν πρῶτον τμῆμα ἀδιαφόρως καὶ σπονδεῖον καὶ δάκτυλον ἐπιδέχε-

ται, τῆς [δὲ] μετὰ τοὺς δύο πόδας περιττευούσης συλλαβῆς καὶ τὴν πεν-

θημιμερίδα τομὴν ἀποτερματιζούσης πάντως μακρᾶς οὔσης φύσει ἢ θέσει·

τὸ 〈δὲ〉 δεύτερον τμῆμα τοὺς μὲν δύο πόδας πάντως δακτύλους θέλει

ἔχειν, τὴν δὲ τελευταίαν συλλαβὴν ἀδιάφορον τῷ λόγῳ τῶν μέτρων,

ὡς μεμαθήκαμεν· παντὸς γὰρ μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλ-

λαβή. Τούτῳ οὖν τῷ μέτρῳ πολλοὶ ποιηταί τινα γεγραφήκασιν, ἅτινα

καλεῖται ἐπικήδεια· πρὸς γὰρ παραμυθίαν, τοῦ τετελευτηκότος τὰ καλὰ

μνημονεύοντες, καὶ τῶν συγγενῶν αὐτοῦ καὶ φίλων τῇ παραινέσει τὴν

λύπην ἀναστέλλοντες, τοῦτο τὸ μέτρον ἐπὶ τῆς κηδείας ἔλεγον· διὸ καὶ

καλεῖται ἐλεγεῖα, οἱονεὶ ἐλεεῖα, τοῦ γ̅ ἐκθλιβομένου, παρὰ τὸ ἐλεεῖν τὸν

τετελευτηκότα· ἢ ἐλεγεῖα οἱονεὶ εὐλεγεῖα, παρὰ τὸ εὖ λέγειν τὸν ἀπο-

21

βιώσαντα· ἢ παρὰ τὸ ἔλεγος, ὃ δηλοῖ τὸν θρῆνον· τοῦτο δὲ παρὰ τὸ

ἔ λέγειν· ὥσπερ ἐλεοῦντες γὰρ τοὺς ἀποιχομένους τοῦτο ἐφεῦρον τὸ

μέτρον. Ταῦτα οὖν τὰ ἐλεγεῖα πῶς δεῖ ἀναγινώσκειν; «Λιγυρῶς», του-

τέστιν ὀξυφώνως· ἡ γὰρ λύπη τῇ παρατροπῇ τῆς φωνῆς ἐκ τοῦ κλαυθ-

μοῦ ὀξύτερά τινα παρεισάγει.

<Τὸ δὲ ἔπος εὐτόνως.>] Ἔπος λέγεται πᾶς στίχος ἰαμβικός τε

καὶ τροχαϊκὸς καὶ ἀναπαιστικὸς καὶ δακτυλικὸς καὶ οἱῳδήποτε ποδὶ με-

τρούμενος, κατ' ἐξοχὴν δέ, τουτέστι κατὰ τιμὴν καὶ ὑπεροχήν, τὸ ἡρωϊ-

κὸν μέτρον ἔπος ἐκάλεσαν. Ὅπερ διδάσκει ἡμᾶς «εὐτόνως» ἀναγινώ-

σκειν, τουτέστι συντόνῳ τῇ φωνῇ καὶ μὴ ἐκλελυμένῃ, ὡς καὶ ἡρώων

ἀνδρῶν περιέχον ἱστορίας.

Τ͜ὴ͜ν͜ ͜δ͜ὲ͜ ͜λ͜υ͜ρ͜ι͜κ͜ὴ͜ν͜ ͜π͜ο͜ί͜η͜σ͜ι͜ς͜ ͜ἐ͜μ͜μ͜ε͜λ͜ῶ͜ς͜.͜] Ἔστι τινὰ ποιήματα, ἃ οὐ

μόνον ἐμμέτρως γέγραπται, ἀλλὰ καὶ μετὰ μέλους ἔσκεπται, ἃ καὶ δι-

πλασίονα κάματον παρεῖχε τοῖς σκεπτομένοις, τό τε μέτρον σπουδάζουσι

διασῴζειν καὶ τῶν μελῶν ἐπινοεῖν τὴν εὕρεσιν. Ταῦτα οὖν τὰ ποιή-

ματα καλεῖται λυρικά, ὡς ὑπὸ λύραν ἐσκεμμένα καὶ μετὰ λύρας ἐπι-

δεικνύμενα. Γεγόνασι δὲ λυρικοὶ οἱ καὶ πραττόμενοι ἐννέα, ὧν τὰ ὀνό-

ματά ἐστι ταῦτα, Ἀνακρέων, Ἀλκμάν, Ἀλκαῖος, Βακχυλίδης, Ἴβυκος,

Πίνδαρος, Στησίχορος, Σιμωνίδης, Σαπφώ, καὶ δεκάτη Κόριννα. Ταύτην

οὖν τὴν λυρικὴν ποίησιν δεῖ μετὰ μέλους ἀναγινώσκειν, εἰ καὶ μὴ παρ-

ελάβομεν μηδὲ ἀπομεμνήμεθα τὰ ἐκείνων μέλη.

<Τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς.>] «Οἴκτους» θρήνους,

«ὑφειμένως» κεχαλασμένῃ τῇ φωνῇ, «γοερῶς» θρηνητικῶς. Πάλιν ἔστι

τινὰ ποιήματα, ἃ ἐπικειμένου τοῦ λειψάνου ἔλεγον θρηνοῦντες αὐτὸν

τὸν τεθνεῶτα. Διδάσκει δὲ ἡμᾶς καὶ Ὅμηρος τοῦτο, λέγων ἐπὶ τοῦ

λειψάνου τοῦ Ἕκτορος, ἔνθα φησί 〈Ω 720〉 <παρὰ δ' εἷσαν ἀοιδούς,

Θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν> καὶ τὰ ἑξῆς. Ταῦτα

οὖν τὰ ποιήματα οἶκτοι καλοῦνται καὶ θρῆνοι, καὶ δεῖ αὐτὰ κεχαλασμένῃ

τῇ φωνῇ καὶ θρηνώδει ἀναγινώσκειν.

<Τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν.>] «Πα-

22

ρατήρησιν» παραφυλακήν. Εἰρηκὼς ὁ Διονύσιος ἑκάστου τῶν ποιημάτων

τὴν διαφορὰν τῆς ὑποκρίσεως, ἐπιφέρει τοῦτο, ὅτι ἐὰν μὴ παραφυλάτ-

τωντα ταῦτα, ὡς προείρηται, «<καὶ τὰς τῶν ποιημάτων ἀρετὰς

καταρρίπτει>», τουτέστιν ἐξευτελίζει, ἀφανίζει, εἰς ἔδαφος καταβάλλει

καὶ τὰ ἐνάρετα ποιήματα· ἢ οὕτως· καὶ τῶν σκεψαμένων ἀνδρῶν τὸν

ἐνάρετον κάματον καταβάλλει εἰς ἔδαφος. —<Καὶ τὰς ἕξεις τῶν ἀνα-

γινωσκόντων.>] «Ἕξεις» τὰς σχέσεις, τὰς μαθήσεις, τὰς διδαχάς, τουτέ-

στιν ὧν τινων μετέσχον καὶ ἀντελάβοντο τῆς μαθήσει· «<καταγελάστους>»

ἀξίας καταγέλωτος, ἀποβλήτους, ἀδοκίμους· «<παρίστησι>» δείκνυσιν·

ἤτοι τὰς μαθήσεις καὶ διδαχὰς τῶν ἀναγινωσκόντων ἀξίας καταγέλωτος

δείκνυσιν. Ὅθεν δεῖ ἑκάστου ποιήματος τὴν ὑπόκρισιν παραφυλάττειν,

ἵνα καὶ τῶν σκεψαμένων ἀνδρῶν ἡ ἀρετὴ διαφαίνηται καὶ ἡ τέχνη τοῦ

ἀναγινώσκοντος.

{§ 3.

Περὶ τόνου.}

<Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου>.] Τὴν ὑπόκρισιν

ἡμῖν διασαφήσας ὁ τεχνικὸς περὶ τόνου διαλαμβάνει, ὅς ἐστιν ἀναγκαιό-

τατος τῶν προσῳδιῶν καὶ φανερὸς ἔλεγχος τῆς τοῦ ἀναγινώσκοντος

διδαχῆς. Τί οὖν ἐστι τόνος; φησὶν ἀπήχησις, τουτέστιν ἦχος. Τίνος;

φωνῆς. Οἱασδήποτε φωνῆς; Οὔ. Ἀλλὰ ποίας; Τῆς ἐναρμονίου. Τί δέ

ἐστιν ἐναρμόνιος φωνή; Ἡ συγκειμένη ἐξ ὀξείας καὶ βαρείας καὶ περι-

σπωμένης, οἵα ἐστὶν ἡ τοῦ ἀνθρώπου φωνὴ καὶ πᾶσα μιμουμένη τὴν

τοῦ ἀνθρώπου φωνήν, οἷον κιθάρα, ὄργανον, σύριγξ καὶ ὅσα τοιαῦτα.

<Ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ>.] Ἀνάτασις φωνῆς ὁ ὀξὺς τόνος

ἐστίν· ὅθεν καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ ἄνω φορὰν ἔχει· καὶ γὰρ

23

ἀποκάτω ἀρχόμενοι τὸ σχῆμα προφέρομεν τὴν χεῖρα ὀξυτέρως ἐπὶ τὰ ἄνω

μέρη. Ὀξεῖα δὲ εἴρηται ἀπὸ μεταφορᾶς τῶν δρομέων τῶν εὐκινήτων

καὶ ὀξέως τρεχόντων· οὗτοι γὰρ καὶ ὀξεῖς εἰσι καὶ ἐπὶ τὰ ἄνω νεύουσιν.

<Ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ>.] Ὁμαλισμὸς λέγεται ἡ κα-

τένεξις καὶ ὁ κοιμισμός· ὁ γὰρ βαρὺς τόνος τὴν ἐναντίαν φορὰν ἔχει

τοῦ προλεχθέντος ὀξέος τόνου· διὸ καὶ τὸ σημεῖον αὐτοῦ τὴν ἐπὶ τὰ

κάτω φορὰν ἔχει· καὶ ἡ φωνὴ δὲ τοῦ ἀνθρώπου ἀπὸ ὀξείας κοιμιζομένη,

τουτέστι καταφερομένη, εἰς βαρεῖαν καταντᾷ. —Καὶ ἄλλως. Ὁμαλισμὸς

ἀντὶ τοῦ κατένεξις καὶ κοίμισις, οἵα ἡ τῆς βαρείας προένεξις· αὕτη γὰρ

μετὰ ὁμαλότητος τίθεται, ἥτις εἴρηται ἐκ μεταφορᾶς τῶν τὰ φορτία

βασταζόντων· ὥσπερ γὰρ οἱ βαστάζοντες ταῦτα τῷ βάρει συνωθούμενοι

κάτω νεύουσι καὶ ὁμαλωτέραν, τουτέστι χθαμαλωτέραν, τὴν βάδισιν ἀναγ-

κάζονται ποιεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ βαρεῖα κάτω νεύει.

<Ἢ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ>.] Περίκλασις φωνῆς

λέγεται ἡ ἐν τῷ αὐτῷ ἀνένεξις καὶ κατένεξις, μὴ ἐπιμενούσης τῆς φωνῆς

ἐν τῇ ἀνατάσει, ἀλλὰ μετὰ τὸ ἀναταθῆναι καταφερομένης· ὅθεν καὶ τὸ

σημεῖον τοῦ τόνου τούτου ἅμα ἄνεισι καὶ κάτεισι· καὶ παρὰ μὲν τοῖς

γραμματικοῖς καλεῖται περισπωμένη, παρὰ δὲ τοῖς μουσικοῖς μέση. Οὗτος

οὖν ὁ τόνος δοκεῖ σύνθετος εἶναι, ὥσπερ καὶ τὸ σημεῖον ἐλέγχει συγκεί-

μενον ἐξ ὀξείας καὶ βαρείας· διὸ καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν συλ-

λαβῶν ἐκείνων τίθεται τῶν πρότερον διῃρημένων εἰς συλλαβὰς δύο, καὶ

τῆς μὲν προτέρας ἐχούσης τὴν ὀξεῖαν, τῆς δὲ δευτέρας τὴν βαρεῖαν,

ὕστερον δὲ συνελθουσῶν εἰς μίαν συλλαβήν· καὶ τῇ συνελεύσει τῶν συλ-

λαβῶν ἐξ ἀνάγκης καὶ οἱ τόνοι συνῆλθον οἱ ἐπικείμεναι αὐταῖς, φημὶ δὲ

ὁ ὀξὺς καὶ ὁ βαρύς, καὶ ἀπετέλεσαν τὸν προκείμενον τόνον τὸν περι-

σπώμενον, 〈ὄντα,〉 ὡς προειρήκαμεν, σύνθετον· ὡς ἐπὶ παραδείγματος

—δεῖ γὰρ πιστώσασθαι τὸν λόγον τῇ τῶν ὁμοίων παραθέσει, ὡς ἔχει

ἡ ἀναλογία—τοῦ Σοφοκλέης ἡ κ̅λ̅ε̅ συλλαβὴ ἔχει τὴν ὀξεῖαν καὶ ἡ η̅ς̅

τὴν βαρεῖαν· ἐμάθομεν γὰρ <ἐν ταῖς προσῳδίαις>, ὅτι πᾶς τόπος τῆς

βαρείας ἐστί, πλὴν ὅπου κεῖται ἡ ὀξεῖα ἢ ἡ περισπωμένη· συνελθουσῶν

οὖν τῆς κ̅λ̅ε̅ καὶ τῆς η̅ς̅ εἰς μίαν συλλαβὴν τὴν κ̅λ̅η̅ς̅, συνῆλθον 〈καὶ〉 οἱ

24

τόνοι, ὅ τε ὀξὺς καὶ 〈ὁ〉 βαρύς, καὶ ἀπετέλεσαν τὸν περισπώμενον, οἷον

Ἡρακλέης Ἡρακλῆς, Ξενοφόων Ξενοφῶν, Δημοφόων Δημοφῶν, Ἑρμέας

Ἑρμῆς καὶ ὅσα τοιαῦτα. —Ἡ περισπωμένη ταύτης ἔτυχε τῆς προση-

γορίας· ἔοικε γὰρ τῷ σχήματι περικεκλασμένῃ ῥάβδῳ ἐχούσῃ τὰς δύο

ἄκρας νευούσας εἰς ἀλλήλας. Εἴρηται δὲ οὕτως ἐκ μεταφορᾶς τῶν περι-

κλωμένων ἐν τοῖς πράγμασι· καὶ γὰρ οὗτοι ὑπὸ τῆς ἀθυμίας δακνόμενοι

δοκοῦσι περισπᾶσθαι.

{§ 4 (4 et 5b).

Περὶ στιγμῆς.}

<Στιγμαί εἰσι τρεῖς, τελεία, μέση, ὑποστιγμή>.] Περὶ τοῦ ἀναγ-καιοτάτου τῶν προσῳδιῶν, τουτέστι περὶ τόνου, διδάξας ἡμᾶς ὡς ἐν

συντόμῳ περὶ τῶν στιγμῶν, τουτέστι περὶ τῆς διαστολῆς, διαλαμβάνει,

καί φησι στιγμὰς εἶναι τρεῖς, τελείαν, μέσην, ὑποστιγμήν. Καὶ κατὰ μὲν

τὸν <Διονύσιον>, ὡς ἐν τῷ φανερῷ, τρεῖς εἰσι στιγμαί—τοῦτο δέ

φημι, ἐπειδὴ ὑποκατιὼν τὴν μίαν ἐξ αὐτῶν, τὴν μέσην, ἀπόβλητον δεί-

κνυσι—κατὰ δέ τινα μεταγενέστερον τεχνικόν, φημὶ δὲ τὸν <Νικά-

νορα>, ὀκτώ εἰσι στιγμαί, ὧν τὰ ὀνόματα τέως μάθωμεν· τελεία, ὑποτε-

λεία, πρώτη ἄνω, δευτέρα ἄνω, τρίτη ἄνω, ὑποστιγμὴ ἐνυπόκριτος, ὑπο-

στιγμὴ ἀνυπόκριτος, ὑποδιαστολή.

<Στιγμή ἐστι διανοίας ἀπηρτισμένης σημεῖον>.] «Διανοίας»

νοῦ, ἐννοίας· «ἀπηρτισμένης» πεπληρωμένης· «σημεῖον» σύμβολον· ὡς ἄν

τις εἴποι «ἀπελθὼν πρὸς τὸν φίλον ἠρίστησα, ἀπελθὼν εἰς τὸ βαλανεῖον

ἐλουσάμην, ἀριστήσας ἐκαθεύδησα»· καθ' ἕκαστον γὰρ τῶν τοιούτων λό-

γων ὅσας ὥρας θέλω σιωπῶ, καὶ οὐκ ἀναγκάζει με ὁ ἀκούων ἐπαγαγεῖν

τινα ἕτερον λόγον· ἐν δὲ τῇ ἑτέρᾳ στιγμῇ, φημὶ δὲ τῇ ὑποστιγμῇ

—οὕτω γὰρ αὐτὴν καλεῖ ὁ Διονύσιος—ἔχομεν μαθεῖν παρ' αὐτοῦ,

ὅτι οὔτι ὅσον χρόνον θέλω σιωπῶ, ἀλλὰ καὶ ὁ ἀκούων ἀναγκάζει με

ἐπαγαγεῖν τινα ἕτερον λόγον.

<Μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον>.]

Τὴν μέσην στιγμήν φησιν εἶναι σύμβολον τιθέμενον ἕνεκεν τοῦ ἀναπνεῦ-

25

σαι ἡμᾶς· τουτέστιν ὅτε πολύλεξίς ἐστιν ὁ λόγος καὶ μὴ δυνάμεθα

ἀπνευστὶ αὐτὸν εἰπεῖν, ἔνθα ἀναγκάζει ἡμᾶς τὸ πνεῦμα, ἐκεῖ σιωπήσαν-

τες ἐλάχιστον διὰ τὸ ἀναλαβεῖν ἕτερον πνεῦμα τίθεμεν αὐτήν. Ἐκ τού-

του δὲ ἐλέγχεται μὴ οὖσα ἀληθὴς στιγμή· οὐ γὰρ πάντες οἱ ἄνθρωποι

ὁμοίως ἐπαρκοῦμεν ἐν τῷ ἀναγινώσκειν διεξιόντες τοὺς πολυλέξεις λό-

γους, ἀλλ' ὁ μὲν ἔσθ' ὅτε ἐπαρκεῖ δεκαπέντε λέξεις ἀπνευστὶ εἰπεῖν,

ἕτερος δὲ δυοκαίδεκα, ἄλλος δὲ πλείονας ἢ ἐλάττονας· καὶ τοῦτο οὐκ

ἔστι στιγμῆς, τὸ καθ' ἕνα ἄνθρωπον ἀμείβεσθαι τὸν τόπον, ἀλλὰ τὸ

ἔχειν τινὰ ὡρισμένην θέσιν. Οὐχ ὡς ἄπειρος δὲ ὑπάρχων ὁ Διονύσιος

τούτων εἴρηκεν αὐτὴν στιγμήν, ἀλλ' ὡς ἑτέρων τινῶν νομιζόντων αὐ-

τὴν εἶναι στιγμήν· ὅθεν τῆς μὲν προλεχθείσης στιγμῆς καὶ τῆς μελλού-

σης ἐπιφέρεσθαι τὴν διαφορὰν εἶπε, ταύτης δὲ οὐκ ἔτι ἐμνήσθη.

<Ὑποστιγμὴ δὲ διανοίας μηδέπω ἀπηρτισμένης ἀλλ' ἔτι ἐν-

δεούσης σημεῖον>.] Ἣν ἐκάλεσεν ὑποτελείαν ὁ Νικάνωρ, ὡς προειρή-

καμεν, ταύτην ὁ Διονύσιος ὑποστιγμὴν καλεῖ, μᾶλλον δὲ ἐκ τοῦ ἐναν-

τίου τὴν ὑπὸ τοῦ Διονυσίου κληθεῖσαν ὑποστιγμὴν ὁ Νικάνωρ ὑποτελείαν

καλεῖ· μεταγενέστερος γὰρ Διονυσίου ὁ Νικάνωρ. Τί οὖν ἐστιν ὑπο-

στιγμὴ ἤτοι ὑποτελεία; Ἐννοίας οὐδέπω ἀπηρτισμένης ἤγουν πεπληρω-

μένης ἀλλ' ἔτι ἐλλειπούσης σύμβολον· ὥσπερ ἐὰν εἴπω «ὅταν ἔλθω»,

τοῦτο μόνον εἰρηκὼς οὐ δύναμαι ὅσον χρόνον θέλω σιωπῆσαι, ἀλλ' ὁ

ἀκούων ἀναγκάζει με ἐπαγαγεῖν τὸ λεῖπον· ἐνταῦθα οὖν πρὸ τῆς ἐπι-

φορᾶς τοῦ λείποντος τίθεται ἡ ὑποστιγμή.

<Τίνι διαφέρει στιγμὴ ὑποστιγμῆς>;] Ἰδοὺ τῶν δύο μέμνηται

τῆς διαφορᾶς, τὴν μέσην παρωσάμενος. Τίνι οὖν διαφέρει στιγμὴ ὑπο-

στιγμῆς; Χρόνῳ. Τίνος χρόνῳ; Τῆς σιωπῆς. Πῶς; Αὐτὸς ἐπιφέρει·

«ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα», τῆς σιωπῆς, ἐν τῇ τελείᾳ

γὰρ στιγμῇ ὅσον χρόνον θέλω σιωπῶ· «ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς

26

ὀλίγον», πάνυ ὀλίγον τὸ διάστημα τῆς σιωπῆς· ἐν γὰρ τῇ ὑποτελείᾳ ἤτοι

ὑποστιγμῇ οὐχ ὅσον 〈χρόνον〉 θέλω σιωπῶ, ἀναγκαζόμενος, ὡς εἴρηται,

ἐπαγαγεῖν τὸ λεῖπον.

Ἵνα δὲ μὴ δόξῃ τις ἡμᾶς ἀγνοεῖν καὶ τὴν τοῦ λεχθέντος Νικάνορος

διατύπωσιν τὴν περὶ τῶν στιγμῶν, ὧν τὰ ὀνόματα ἤδη ἡμῖν προείρη-

ται, δεῖ ὡς ἐν συντόμῳ ἐνταῦθα μνησθῆναι τῆς τε θέσεως αὐτῶν καὶ

τῆς διαφορᾶς τῆς τῷ Νικάνορι εἰρημένης· ὧν δεῖ πρώτας ἀκοὰς τῶν

παίδων ἀκοῦσαί τε καὶ μὴ παντελῶς ἀμυήτους εἶναι. —Ἡ μὲν οὖν

τελεία στιγμὴ τίθεται ἐν τῷ μέσῳ τόπῳ τῆς τελευταίας γραμμῆς τοῦ

στοιχείου τοῦ τελευταίου ἐν τοῖς ἀσυνδέτοις λόγοις, ὡς ἐπὶ τοῦ 〈Α 106〉

<μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας> εἰς τὸ εἶπας,

τουτέστιν εἰς τὸ τελευταῖον αὐτοῦ γράμμα ἡ τελεία τίθεται, τοῦ ἐφεξῆς

λόγου ἀσυνδέτου ὄντος. —Ἡ δὲ ὑποτελεία ὀλίγον ὑποκάτω τοῦ μέσου

τόπου τοῦ στοιχείου τοῦ ἐσχάτου, ὅτε ἐπιφέρεται ὁ δέ ἢ ἄλλος τις σύν-

δεσμος τῶν ἰσοδυναμούντων τῷ δέ, λέγω δὲ τὸν γάρ, τὸν ἀλλά, τὸν

ἀτάρ, τὸν αὐτάρ, ὡς ἐπὶ τοῦ 〈Α 4〉 ἡρώων, αὐτοὺς δὲ <ἑλώρια> εἰς

τὸ ν τοῦ ἡρώων ἡ ὑποτελεία τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ. Οὕτω

γὰρ δοκεῖ τῷ ἡμετέρῳ γραμματικῷ, φημὶ δὲ τῷ Ἀπολλωνίῳ, καὶ μάλα

εὖ, ὥς γέ μοι δοκεῖ· ἔφη δὲ ἐν τούτῳ παρεωρακέναι τὸν Νικάνορα,

τὴν μὲν ἐν τῷ χρόνῳ τῆς σιωπῆς διαφορὰν ὁρισάμενον τῶν πρώτων

δύο στιγμῶν, φημὶ δὲ τῆς τελείας καὶ τῆς ὑποτελείας, τὴν δὲ θέσιν καὶ

τὸν τόπον τὸν αὐτὸν ταῖς δύο ἀπονέμοντα· οὐ δεῖ οὖν τὴν τελείαν καὶ

τὴν ὑποτελείαν ἐν τῷ μέσῳ τοῦ στοιχείου τιθέναι, ὥς γέ φησι Νικά-

νωρ, ἐπεὶ ποία διαφορὰ ἔσται αὐτῶν; ἀλλὰ τὴν μὲν τελείαν ἐν τῷ μέσῳ,

τὴν δὲ ὑποτελείαν ὑποκάτω ὀλίγον τοῦ μέσου τόπου τοῦ τελευταίου

στοιχείου. —Ἡ δὲ πρώτη ἄνω τίθεται ἐπάνω τῆς τελευταίας γραμμῆς

τοῦ τελευταίου στοιχείου, ὅτε πρόκειται ὁ μέν ἢ ὁ ἤ ἢ τὸ οὔ, ἐπιφέ-

27

ρεται δὲ ὁ δέ ἢ ὁ ἤ ἢ ὁ ἀλλά, ὡς ἐπὶ τοῦ 〈Η 93〉 <αἴδεσθεν μὲν

ἀνήνασθαι 〈δεῖσαν δ' ὑποδέχθαι>〉 εἰς τὸ τελευταῖον ι̅ τοῦ ἀνήνα-

σθαι ἡ πρώτη ἄνω τίθεται διὰ τὸ ἐπιφέρεσθαι τὸν δέ, τοῦ μέν προκει-

μένου. —Ἡ δὲ δευτέρα ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω τῆς τελευταίας

γραμμῆς τοῦ ἐσχάτου στοιχείου, περιέχεται δὲ ὑπὸ διπλῆς ἔξωθεν, ὅτε

ἐπιφέρεται ὁ καί, ὡς ἐπὶ τοῦ 〈Α 500〉 <καί ῥα πάροιθ' αὐτοῖο καθέ-

ζετο καὶ λάβε γούνων> εἰς τὸ ο̅ τοῦ καθέζετο τίθεται ἡ δευτέρα ἄνω,

τοῦ καί ἐπιφερομένου. —Ἡ δὲ τρίτη ἄνω τίθεται καὶ αὐτὴ ἐπάνω μὲν

τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου στοιχείου, περιέχεται δὲ ὑπὸ

διπλῆς ἔσωθεν, ὅτε ἐπιφέρεται ὁ τέ, ὡς ἐπὶ τοῦ 〈Α 38〉 <Κίλλαν τε

ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις> εἰς τὸ ν̅ τοῦ ζαθέην τίθεται ἡ

τρίτη ἄνω, ἐπιφερομένου τοῦ τέ συνδέσμου. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἐνυ-

πόκριτος τίθεται ὑποκάτω μὲν τῆς τελευταίας γραμμῆς τοῦ τελευταίου

στοιχείου, ὀλίγον δὲ ἐξωτέρω ἐκ πλαγίου νεύουσα, ἐν ταῖς ὀρθαῖς πε-

ριόδοις, τουτέστιν ὅτε πρόκειται τὸ ὄφρα ἢ τὸ ἦμος ἢ τὸ ὅτε ἢ τὸ ἕως

ἢ τὸ ὅπου, ἐπιφέρεται δὲ τὸ τόφρα, τὸ τῆμος, τὸ τότε, τὸ τότε, τὸ τέως, τὸ

ἐκεῖ καὶ τὰ ὅμοια, ὡς ἐπὶ τοῦ 〈ex. gr. Α 477〉 <ἦμος δ' ἠριγένεια

φάνη ῥοδοδάκτυλος Ἠώς> εἰς τὸ ς̅ τοῦ Ἠώς τίθεται ἡ ἐνυπόκριτος,

ἐπιφερομένου τοῦ τότε. —Ἡ δὲ ὑποστιγμὴ ἡ ἀνυπόκριτος τίθεται καὶ

αὐτὴ ὑποκάτω τοῦ τελευταίου γράμματος ὑπὸ τὴν ἐσχάτην καὶ κατω-

τάτην γραμμὴν τοῦ στοιχείου, ἐν δὲ ταῖς μεταξὺ πρὸ τῆς ἀνταποδόσεως

τῶν ὀρθῶν περιόδων ἀναφωνουμέναις ἑτέραις περιόδοις, ὡς ἐπὶ τοῦ

〈Γ 33—35〉

{ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη

οὔρεος ἐν βήσσῃς, 〈ὑπό τε τρόμος ἔλλαβε γυῖα,

ἄψ τ' ἀνεχώρησεν, ὠχρός τέ μιν εἷλε παρειάς,〉}

ἐνταῦθα τίθεται ἡ ἀνυπόκριτος, ὁμοίως δὲ καὶ εἰς τὸ «γυῖα» καὶ εἰς τὸ

«ἀνεχώρησεν»· μεταξὺ γὰρ 〈πρὸ〉 τῆς ἀνταποδόσεως ἕτεραι περίοδοι ἐνετέ-

θησαν· εἰς δὲ τὸ «παρειάς» ἡ ἐνυπόκριτος· εὐθέως γὰρ ἐπιφέρεται ἡ

ἀνταπόδοσις. —Ἡ δὲ ὑποδιαστολὴ κατὰ πάντα τῶν προλαβουσῶν στιγ-

μῶν ἐνήλλακται, ὡς καὶ αὐτῷ τῷ σχήματι μὴ εἶναι νυγμή τις, ὡς αἱ

ἄλλαι, ἀλλὰ τὸν τύπον ἔχειν τοῦ ὀξέος τόνου· τίθεται δὲ καὶ αὐτὴ

ὑποκάτω τῆς ἐσχάτης γραμμῆς τοῦ τελευταίου γράμματος, ὡς ὀξεῖα δέ

28

τις, ὡς προείρηται, ἐν ταῖς ἀντεστραμμέναις περιόδοις, ὡς ἐπὶ τοῦ 〈Α

255 sqq.〉

{ἦ κεν γηθήσαι Πρίαμος 〈Πριάμοιό τε παῖδες〉,

ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,

εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιιν,}

ἐν τῷ «θυμῷ» τίθεται ἡ ὑποδιαστολή· ἐπιφέρεται γὰρ τὸ «εἰ σφῶϊν»

καὶ ποιεῖ ἀντεστραμμένην τὴν περίοδον· ἡ γὰρ ὀρθὴ περίοδος ἦν «εἰ

σφῶϊν τάδε πάντα πυθοίατο, ἦ κεν γηθήσαι Πρίαμος».

{§ 5 (6b).

Περὶ ῥαψῳδίας.}

<Ῥαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπό-

θεσιν>.] Ἐπειδὴ οἱ ἀρχόμενοι ἀναγινώσκειν παῖδες πρὸ πάντων τῶν

βιβλίων ἅπτονται τῶν Ὁμηρικῶν, τὰ δὲ Ὁμηρικὰ ποιήματα τέμνεται εἰς

ῥαψῳδίας, βούλεται διδάξαι καὶ τοὺς παῖδας αὐτὸ τοῦτο, τί ἐστι ῥαψῳ-

δία, καί φησι τὸν ὅρον τοῦτον. Ποίημα μὲν γάρ ἐστι τὸ ὅλον βιβλίον,

ὡς ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, τὰ δὲ τμήματα αὐτῶν ῥαψῳδίαι καλοῦν-

ται· καλῶς οὖν εἶπε μέρος εἶναι τοῦ ὅλου ποιήματος ἑκάστην ῥαψῳ-

δίαν. Ἀλλὰ καὶ αὐτὸ τὸ μέρος περιέχει τινὰ ἰδικὴν ὑπόθεσιν μὴ ἐμ-

φερομένην ἐν τοῖς ἄλλοις μέρεσιν, ὡς τὸ μὲν Α περιέχει τὴν μάχην

τοῦ Ἀχιλλέως καὶ Ἀγαμέμνονος, τὸ δὲ Β τὸν ὄνειρον τὸν πεμφθέντα

ὑπὸ τοῦ Διὸς πρὸς τὸν Ἀγαμέμνονα, τὸ δὲ Γ τὴν μονομαχίαν τοῦ

Ἀλεξάνδρου καὶ Μενελάου, καὶ τὰ ἑξῆς· ἕκαστον οὖν τούτων ἐμπεριεί-

ληφε, τουτέστι περιέχει, ἰδικήν τινα ὑπόθεσιν, ὃ μέρος ἐστὶ τοῦ ὅλου

ποιήματος.

<Εἴρηται δὲ ῥαψῳδία>.] Βούλεται λοιπὸν ἐτυμολογῆσαι, τίνος

ἕνεκεν εἴρηται ῥαψῳδία· καί φησιν «οἱονεὶ ῥαβδῳδία τις οὖσα», τουτέ-

στιν ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ' Ὅμηρον τὰ αὐτοῦ ποιήματα πε-

ριερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνια-

κόν. Ἢ οὖν ἀπὸ τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία,

ἢ ἀπὸ τοῦ ῥάπτειν, ὅπερ ἐστὶ τὰ διεστῶτα καὶ διακεχωρισμένα εἰς ἓν

29

συνάπτοντα ὑγιάζειν. Ἔστι γάρ τι ῥῆμα ῥῶ, ὃ σημαίνει τὸ ὑγιάζω, ἔν-

θεν φαμὲν καὶ τὸ ἔρρωσο ἀντὶ τοῦ ὑγίαινε, καὶ ῥῶσιν τὴν ὑγίειαν· ἀπὸ

τοῦ ῥῶ οὖν τούτου γίνεται παράγωγον ῥῆμα τὸ ῥάπτω, ὅθεν καὶ ἕως

νῦν ῥάπτας φαμὲν τοὺς τὰ διεστῶτα ἱμάτια εἰς ἓν συνάγοντας καὶ ὑγιές

τι ἓν ἀποτελοῦντας. Ἀπὸ τοῦ ῥάπτω οὖν τούτου ὁ μέλλων γίνεται

ῥάψω, ἀφ' οὗ παράγωγον ῥαψῳδία· οἱ γὰρ μεθ' Ὅμηρον, ὡς προείρη-

ται, περιερχόμενοι καὶ ᾄδοντες τὰ αὐτοῦ, οὐκ ἐφεξῆς, ὡς νῦν κεῖνται

οἱ στίχοι, οὕτως ἔλεγον ἀκολούθως ἐπιδεικνύμενοι αὐτούς, ἀλλ' ἐντεῦθεν

κἀκεῖθεν, λόγου χάριν ἀπὸ τοῦδε τοῦ σελιδίου ἕνα στίχον καὶ ἀφ' ἑτέ-

ρου σελιδίου ἕνα καὶ ἀπ' ἄλλου ἕνα λαβόντες, καὶ οὕτω συνάγοντες

τοὺς διεστῶτας στίχους εἰς ἕν, τοὺς…

χάριν…

The complete text is available when the reading interface loads.