Commentarius
- Edition reference
- Commentarius (sub auctore Heliodoro), ed. Hilgard, op. cit., 67–106.
- CTS identifier
urn:cts:greekLit:tlg4175.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
68
ἐπὶ πάντας γίνεται ἡ ἀναφορά, καὶ ἐν τῷ ἕκαστοι ἐκ τῆς ⟦κατὰ πολ-
λοὺς το⟧μῆς ἐπὶ πάντας κατὰ πολλοὺς τετμημένους λέγεται ἡ ἀναφορά,
οὕτω καὶ ἐν τῷ δῆμος ἑνικῷ τύπῳ πλῆθος ⟦περιλαμβά⟧νομεν, καὶ πάλιν
ἐν τῷ δῆμοι πολλοὺς δήμους δηλοῦμεν συνηγμένους ἐκ διαιρέσεως ἑκά-
στης πλῆθος ⟦περικλειούσης⟧.
<Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν
ἔχον τὴν ἀναφοράν>.] Καὶ ὁ ὅρος τοῦ ⟦ἐπιμεριζο⟧μένου καὶ τὰ ἐπι-
φερόμενα παραδείγματα πάνυ ἐσφαλμένα ἐστίν· εἰ γὰρ τὰ ἐπιμεριζόμενα
ἐκ ⟦δύο ἢ καὶ⟧ πλειόνων ἐπὶ ἓν ἕκαστον ἔχει τὴν ἀναφοράν, ἔδει εἰ-
πεῖν ἢ ἕτερος ἢ ἄλλος, ἐπειδὴ ταῦτα ἐκ δύο ⟦καὶ⟧ πολλῶν ἕνα ση-
μαίνει. Ἔστιν οὖν οὕτως ἄμεινον λέγειν· ἐπιμεριζόμενόν ἐστιν ὃ δηλοῖ
69
ἕνα ἐκ δύο, ⟦ἢ δύο καθ'⟧ ἕνα, ἢ ἕνα ἐκ πολλῶν, ἢ πολλοὺς καθ' ἕνα·
οἷον ἕνα μὲν ἐκ δύο, ὡς τὸ ἕτερος τῶν ὀφθαλμῶν, ⟦δύο δὲ καθ'⟧ ἕνα,
ὡς τὸ ἑκάτερος τῶν ὀφθαλμῶν, ἕνα τε ἐκ πολλῶν, ὡς τὸ ἄλλος,
πολλούς τε καθ' ἕνα, ὡς τὸ ἕκαστος. ⟦Εἰδέναι⟧ δὲ χρή, ὥς τινες
ἐδόξασαν τὸ ἐπιμεριζόμενον τὴν αὐτὴν ἔννοιάν πως ἔχειν τῷ περιλη-
πτικῷ· ⟦εἰ γὰρ τὸ⟧ «ἕκαστος ἐλθέτω», φασίν, ἑνικῶς πολλοὺς περιλαμ-
βάνει, δοκεῖ πως ταὐτὸν εἶναι τὸ ἐπιμεριζόμενον ⟦καὶ τὸ περιλ⟧ηπτικόν,
εἴ γε ἕκαστον αὐτῶν ἐπὶ τὸ πολλοὺς δηλοῦν ἀναφέρεται. Πρὸς οὓς δεῖ
ο⟦ὕτω⟧ λέγειν· ⟦ἀγνοεῖν μοι⟧ δοκεῖτε, ὡς πολλή ἐστιν ἡ διαφορὰ ἐπι-
μεριζομένου καὶ περιληπτικοῦ, οὐκ εἰδότες, ὅτι τὸ ἐπιμεριζόμενον μὲν
⟦ἐκ τοῦ καθ' ἕκα⟧στον ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, τὸ
δὲ περιληπτικὸν οὐκ ἐξ ἐπιμερισμοῦ ἀλλ' αὐτόθεν ⟦τὴν περίληψιν ση-
μαίνει⟧.
⟦<Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχό-
μενον, οἷον δαφνών⟧ παρθενών>.] Περιεκτικὸν δέ ἐστι, φησίν, ὄνομα
τόπου ἐν ἑαυτῷ ἔχοντός τινα περιεχόμενα, ὡς ἀμπελὼν τόπος ὁ ἔχων
ἀμπέλους καὶ κοιτὼν τόπος ὁ ἔχων κοίτας καὶ δαφνὼν τόπος ὁ ἔχων
δάφνας. Δοκεῖ δὲ τὸ περιεκτικὸν καὶ αὐτὸ ταὐτὸν εἶναι τῷ περιλη-
πτικῷ· τὸ γὰρ περιέχον τι καὶ περιλαμβάνει, καὶ τὸ περιλαμβάνον ὁμοίως
περιέχει, ὅπερ ἐμφαίνει ποιεῖν τό τε περιεκτικὸν καὶ τὸ περιληπτικόν.
Καὶ ἔστιν ἡ διαφορὰ αὕτη, ὅτι τὸ μὲν περιληπτικὸν οὐκ ἄλλο δηλοῖ τὸ
περιλαμβάνον καὶ ἄλλο τὸ περιλαμβανόμενον, ἀλλὰ φωνὴ μόνον ἐστὶν
ἐμφαντικὴ πλήθους, τὸ δὲ περιεκτικὸν καὶ ἄλλο σημαίνει τὸ περιέχον
καὶ ἄλλο τὸ περιεχόμενον· ὁ γὰρ παρθενὼν τόπος ἐστὶ παρθένους πε-
ριέχων, ὁμοίως καὶ ὁ δαφνὼν τόπος ἐστὶ δαφνῶν περιεκτικός.
<Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μι-
μητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός>.] Πεποιη-
μένον ἐστὶ τὸ γεγενημένον παρὰ τὸν ἴδιον ἦχόν τινος· οἷον ἔστιν ἴδιος
ποιός τις ἦχος ἵππων ἐν ὁμαλῷ τε ἅμα καὶ τραχεῖ τόπῳ βαδιζόντων,
ὃς ⟦μιμητικῶς⟧ πεποιημένος λέγεται κάρκαιρος ἀπὸ τοῦ καρκαίρειν, ὡς
καὶ ὁ ποιητὴς ἐξ αὐτοῦ φησι 〈Υ 157〉 <κάρκαιρε δὲ γαῖα πόδεσσιν>·
⟦ὁμοίως ἔστιν⟧ ἴδιος ποιός τις ἦχος θαλάσσης κινουμένης, ὃς μιμητικῶς
πεποιημένος φλοῖσβος λέγεται, ὡς καὶ ὁ ποιητής φησι 〈ex. gr. Α 34〉
<πολυφλοίσβοιο θαλάσσης>· πάλιν ἔστιν ἴδιος ποιός τις ἦχος ἀνδρὸς
σὺν θώρακι καὶ ἀ⟦σπίδι⟧ καὶ περικεφαλαίᾳ πίπτοντος, ὃς μιμητικῶς πε-
ποιημένος λέγεται δοῦπος, ἐξ οὗ καὶ ὁ ποιητής φησι 〈ex. gr. Ε 42〉
70
<δούπησεν δὲ πεσών>· πολλὰ δὲ καὶ ἄλλα πεποιημένα ἔστιν εἰπεῖν, ἀλλ'
ἀρκεῖ πρὸς τὴν παροῦσαν διδασκαλίαν τὰ προειρημένα ἡμῖν ⟦παραδείγ-
ματα⟧.
<Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι·
εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν>.] Γενικὸν δὲ καλοῦ-
σιν οἱ φιλόσοφοι ὃ δύναται διαίρεσιν ἀναδέξασθαι, εἰδικὸν δὲ αὐτὸ τὸ
διαιρεθέν, οἷον τὸ ζῷον γενικὸν ἂν εἴποιεν. Διὰ τί; Διότι διαιροῦσιν
αὐτὸ λέγοντες, τοῦ ζῴου τὸ μέν ἐστι θνητόν, τὸ δὲ ἀθάνατον· αὐτὸ δὲ
τὸ θνητὸν καὶ αὐτὸ τὸ ἀθάνατον εἰδικὸν ἂν εἴποιεν, ὅτι ἐκ τοῦ γένους
διῄρηται καὶ ἴδιόν τι ἀποδέδωκε· τὸ γὰρ θνητὸν ἴδιόν τί ἐστιν, ὁμοίως
καὶ τὸ ἀθάνατον. Ἐγὼ δὲ λέγω, γενικὸν μὲν εἶναι ἐκεῖνο τὸ γένος
ἐμφαῖνον διὰ τὸ ἀποτελεῖν τινα ἴδιόν τι ἔχοντα, εἰδικὸν 〈δὲ〉 ἐκεῖνο,
ὃ ἴδιόν τι ἐκ τοῦ γένους λαβὸν ἔχει. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι
κἀκεῖνα γενικά ἐστιν, ὅσα ἐκ τῶν γενῶν μὲν ἐτμήθησαν, ἑτέρων δὲ εἰ-
δῶν γίνονται γένη, ὡς τὸ θνητόν· τοῦτο γὰρ εἰδικὸν 〈ὂν〉 πάλιν διαι-
ρεῖται εἰς λογικὸν καὶ ἄλογον [εἰδικὸν ὂν πάλιν]· ὁμοίως καὶ τὸ ἄλο-
γον διαιρεῖται εἰς ἀέριον καὶ χερσαῖον καὶ ἔνυδρον· ἃ γένη γενῶν καὶ
εἴδη εἰδῶν παρὰ τοῖς φιλοσόφοις εὐλόγως προσαγορεύεται.
<Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, ὡς πρῶτος δεύτερος
τρίτος>·] τάξεως γὰρ ὀνόματα ταῦτα, οὐκ ἀριθμοῦ.
<Ἀπολελυμένον δέ ἐστιν ὃ καθ' ἑαυτὸ νοεῖται, οἷον θεός
λόγος>.] Ἐπειδὴ τὰ μὲν ἄλλα τῶν εἰδῶν ἢ σὺν ἑτέροις ἢ ἐξ ἑτέρων
νοεῖται, τὸ δὲ θεός παίδευσις λόγος πεπρωμένη πρὸς ἕτερον λόγον ἢ
σχέσιν οὐκ ἔχει, τούτου χάριν ἀπόλυτα καλεῖται, ἅτε δὴ καθ' ἑαυτὰ νο-
ούμενα καὶ θεωρούμενα.
<Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος>.]
Διαθέσεις μᾶλλον τῷ ῥήματι ἕπονται, καὶ οὐ τῷ ὀνόματι· ἀλλ' ἐπειδὴ
ῥηματικὰ εἰσὶν ὀνόματα ἔχοντα καὶ τὰς ἀπὸ τῶν ῥημάτων διαθέσεις,
διότι ἐνεργείας ἢ πάθους εἰσὶ σημαντικά, τούτου χάριν τοῦ ὀνόματος
εἶπεν εἶναι τὰς διαθέσεις. Πλὴν μεμπτέος ἐστὶν οὕτως ἀποφηνάμενος,
ὀφείλων μᾶλλον οὕτως εἰπεῖν· «ἔστι δὲ ὅτε καὶ διαθέσεις ὁρῶνται ἐν
ὀνόμασι ῥηματικοῖς οὖσιν, οἷον παρὰ τὸ κέκριται γίνεται ὄνομα κριτής
καὶ κριτός, ὧν τὸ μὲν εἰς ἐνέργειαν ἀναλύεται, τὸ δὲ εἰς πάθος»· κριτής
μὲν γάρ ἐστιν ὁ κρίνων, ὃ σημαίνει ἐνέργειαν, κριτός δὲ ὁ κρινόμενος,
ὅπερ πάθος δηλοῖ.
71
{§ 13 (15b).
Περὶ ῥήματος.}
Ἀναγκαίως μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται. Εἰρήκαμεν γάρ, ὅτι
τὰ κυριώτατα τῶν μερῶν τοῦ λόγου τό τε ὄνομα καὶ τὸ ῥῆμά ἐστιν,
ἐπειδὴ ταῦτα ὥσπερ σῶμα καὶ ψυχὴ ὄντα ποιεῖ τὰ ἄλλα ἐξ αὐτῶν προ-ιέναι τε καὶ φαίνεσθαι. Καὶ τὸ μὲν ὄνομα πρεσβεύει, ὅτι κατὰ οὐσίας
τίθεται, τὸ δὲ ῥῆμα δευτερεύει, ὅτι κατὰ πραγμάτων· ἀναγκαίως τοίνυν
μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται, καθὸ πρεσβεύει τῶν ἄλλων μερῶν
τοῦ λόγου.
Ὁ ὅρος αὐτοῦ παρὰ μὲν <Διονυσίῳ> ἔπταισται, παρὰ δὲ <Ἀπολ-
λωνίῳ> εὖ ἔχει· καὶ ἵνα δῆλον γένηται τοῦτο, ἀμφοτέρων τοὺς ὅρους
παραθήσομαι, καὶ πρῶτόν γε 〈τὸν〉 τοῦ Διονυσίου, περὶ οὗ καὶ νῦν
ἡμῖν πρόκειται λέγειν. Ἔστι δὲ οὗτος· <ῥῆμά ἐστι λέξις ἄπτωτος>.
Καλῶς εἶπε τὸ «ἄπτωτος», διαστέλλων αὐτὸ ἀπὸ ὀνόματος καὶ μετοχῆς
καὶ ἀντωνυμίας καὶ ἄρθρου· ταῦτα γὰρ πτωτικά ἐστι. Καλῶς δὲ πάλιν
καὶ ἀπὸ τῶν ἀπτώτων αὐτὸ διεχώρισε, συνδέσμου καὶ προθέσεως, εἰπὼν
«ἐπιδεκτικὴ χρόνων»· καὶ ἀπὸ τοῦ ἐπιρρήματος πάλιν, προσθεὶς τὸ «προ-
σώπων τε καὶ ἀριθμῶν», ἐπειδὴ χρόνων μόνον ἐστὶ δεκτικὸν τὸ ἐπίρ-
ρημα, οἷον χθές σήμερον αὔριον, προσώπων δὲ καὶ ἀριθμῶν οὐδαμῶς.
Ἀλλ' ἐν τῷ «ἐνέργειαν ἢ πάθος παριστῶσα» κατακλείσας τὸν ὅρον οὐ
περιέλαβε τὰ ἀπαρέμφατα· κἀκεῖνα μὲν γὰρ χρόνους ἔχει καὶ ἐνέργειαν
καὶ πάθος, ἀλλὰ προσώπων καὶ ἀριθμῶν οὐκ εἰσὶ δεκτικά. Καὶ ἐν τούτῳ
ἔπταισται ὁ ὅρος, ἐν τῷ μὴ περιέχειν καὶ τὰ ἀπαρέμφατα.
Καὶ ἐπειδὴ τοῦτο μεμαθήκαμεν, παραλάβωμεν τὰ νῦν καὶ τὸν
<Ἀπολλωνίου> ὅρον ἐντελῶς ἔχοντα. Λέγει γὰρ οὕτως· «ῥῆμά ἐστι
μέρος λόγου 〈ἄπτωτον〉 ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρων χρόνων
ἐπιδεκτικὸν μετ' ἐνεργείας ἢ πάθους 〈ἢ οὐδετέρου〉, προσώπων τε καὶ
ἀριθμῶν παραστατικόν, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ». Ὑγιῶς
ἔχει οὗτος ὁ ὅρος· κατ' οὐδὲν γὰρ οὔτε περισσεύει οὔτε ἐνδεῖ. Φησὶ
μὲν γὰρ ἐν ἰδίοις μετασχηματισμοῖς χρόνους διαφόρους τὸ ῥῆμα δηλοῦν
διὰ τὰ χρονικὰ ἐπιρρήματα, ἐπειδὴ κἀκεῖνα χρόνους δηλοῖ, οἷον σήμερον
72
αὔριον χθές, ἀλλ' οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, διότι ἕκαστον αὐτῶν
ἐν διαφόροις φωναῖς τὸν διάφορον χρόνον ἐδήλωσε. Ποίαν γὰρ κοι-
νωνίαν ἔχει κατά γε φωνὴν τὸ σήμερον πρὸς τὸ χθές καὶ τὸ αὔριον,
ἵνα, καθὼς τὸ ῥῆμα εἰρήκαμεν, οὕτως εἴπωμεν καὶ τὸ ἐπίρρημα ἐν ἰδίοις
μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν; Χρὴ γὰρ ἀκριβῶς σκοπεῖν,
ὅτι ἐπὶ μὲν τοῦ ῥήματος μία καὶ ἡ αὐτή ἐστι φωνὴ ἐν μέρει κινουμένη
καὶ μετασχηματιζομένη καὶ μεταμορφουμένη εἴς τε χρόνους καὶ πρόσωπα
καὶ ὅσα τῷ ῥήματι παρέπεται, οἷον γράφω ἔγραφον γέγραφα· ἐπὶ δὲ
τοῦ ἐπιρρήματος οὐχ οὕτως, ἀλλὰ διάφορος φωνὴ τὸν διάφορον χρόνον
ἐδήλωσε. Φησὶ δὲ πάλιν προσώπων τε καὶ ἀριθμῶν εἶναι αὐτὸ παρα-
στατικόν, καὶ οὐκ ἀεί, ἀλλ' ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ, ὅ
ἐστι τὰς τῆς ψυχῆς βουλήσεις, ἵνα περιλάβῃ καὶ τὰ ἀπαρέμφατα· ταῦτα
γὰρ ψυχικὴν βούλησιν μὴ ἐμφαίνοντα οὔτε προσώπων οὔτε ἀριθμῶν
ἐστι παραστατικά. Καὶ μαρτυροῦσιν <οἱ ὑπομνηματισταὶ> τῷ λόγῳ,
τοῦτό γε αὐτὸ λέγοντες, ὡς τούτου χάριν λέγει προσώπων τε καὶ ἀριθ-
μῶν παραστατικὸν εἶναι τότε τὸ ῥῆμα, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέ-
σεις δηλοῖ, ἵνα καὶ ἡμεῖς ἀντεισοδιάσωμεν τὰ ἀπαρέμφατα, λέγοντες «ὅτε
γὰρ τὰς τῆς ψυχῆς διαθέσεις οὐ δηλοῖ, οὔτε προσώπων 〈οὔτε ἀριθμῶν〉
ἐστι διασταλτικόν, ὡς ἐπὶ τῶν ἀπαρεμφάτων». Καὶ ταῦτα μὲν περὶ τοῦ
ὅρου διειλήφαμεν.
Δεῖ δὲ εἰδέναι, ὅτι δισσή ἐστιν ἡ [ψυχικὴ] διάθεσις· νοεῖται γὰρ
διάθεσις ἡ δρᾶσις καὶ ἡ πεῖσις, καὶ πάλιν ἡ λόγῳ ἠρθρωμένη βούλησις
τῆς ψυχῆς, ἐν ᾧ ἢ ὁρίζει ὡς δρῶσά τι, ἢ προστάττει ὥστε γενέσθαι, ἢ
προσεύχεται ἵνα ἐκ τοῦ κρείττονός τι αὐτῇ ἀνυσθῇ, ἢ διστάζει, ἢ οὐδὲν
τούτων ἐμφαίνει, ἀλλὰ μόνον αὐτὸ τὸ πρᾶγμα ὀνομάζει, ὃ ἐδήλου ἐν
τῷ ὁρίζειν ἢ προστάττειν ἢ εὔχεσθαι 〈ἢ διστάζειν〉· καὶ 〈τοῦτο〉 ποιεῖ
τὸ ἀπαρέμφατον, διὰ γὰρ τὸ τούτων οὐδὲν σημαίνειν εἴρηται. Διὰ τί
〈δὲ〉 τὸ ἀπαρέμφατον οὐ δηλοῖ ψυχικὴν διάθεσιν, ὅ ἐστι ψυχῆς βούλη-
σιν; Φαμέν, ἐπειδὴ [αὐτὸ] τὸ ἀπαρέμφατον ὄνομά ἐστι τοῦ πράγματος
καὶ αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ μήπω ἐμπεσὸν εἰς ψυχήν· ὅθεν ἡνίκ'
ἂν βουληθῶμεν αὐτὸ τὸ πρᾶγμα ὀνομάσαι καὶ 〈μὴ〉 εἰς ψυχὴν αὐτὸ
ἐνσπεῖραι, λέγομεν «τὸ γράφειν καλόν ἐστι, τὸ ἀναγινώσκειν ὠφέλιμον
73
ὑπάρχει», μετὰ τοῦ ἄρθρου αὐτὸ προφέροντες ὡς ὄνομα τυγχάνον τοῦ
πράγματος. Πᾶν δὲ πρᾶγμα μηδέπω ἐλθὸν εἰς ψυχὴν τὴν πράττουσαν
αὐτό, ἅτε δὴ ἄψυχον ὄν, ψυχικὴν βούλησιν οὐκ ἐμφαίνει· διὰ τοῦτο
τοίνυν ψυχικὴν διάθεσιν οὐ δηλοῖ τὰ ἀπαρέμφατα. Ἀλλ' οὐδὲ ἀριθμοὺς
ἔχει εὐλόγως, ἐπειδὴ αὐτοῦ τοῦ πράγματός ἐστι καὶ οὔπω εἰς πρόσωπον
ἦλθε· προσώπου δὲ μὴ ὄντος οὐδὲ ἀριθμὸς παρέπεσθαι δύναται.
<Παρέπεται δὲ τῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη,
σχήματα, ἀριθμοί>.] Ἐπεὶ πᾶν διδακτὸν ἐξ ὅρου καὶ παρεπομένων
κατορθοῦται, πληρώσας ὁ τεχνικὸς τὴν ἐξήγησιν τοῦ ὅρου περὶ τῶν πα-
ρεπομένων ἄρχεται διαλαμβάνειν, ἅτινα ἐντελῶς ἐν τῷ περὶ ὀνόματος
ἤδη εἰρήκαμεν.
Χρὴ δὲ εἰδέναι, ὅτι οὐ «ψευδῶς» εἴδη παρέπεται τοῖς ῥήμασι, καθώς
τινες λέγειν ἐπειράθησαν, φάσκοντες 〈ὅτι〉 τοῖς μὲν ὀνόμασιν εὐλόγως
εἴδη παρέπεται ἅτε δὴ διάφορον σημασίαν ποιουμένοις ἔν τε πρωτο-
τύπῳ καὶ παραγώγῳ φωνῇ, ὡς ἐν τῷ λίθος καὶ λίθινος ὀνόματι, τοῖς
δὲ ῥήμασιν οὐ προσηκόντως, εἴ γε ἐν αὐτοῖς κατ' οὐδὲν διαφέρει τὸ
ἄρδω τοῦ ἀρδεύω. Οἷς οὐ χρὴ πείθεσθαι. Φαμὲν γὰρ αὐτὰ προσφόρως
παρέπεσθαι, ἵνα δι' αὐτῶν τῆς τῶν ῥημάτων φωνῆς νοῶμεν τὸ διά-
φορον· εἰ γὰρ καὶ σημασίᾳ οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ συζυγίᾳ
καὶ κλίσει πολὺ διεστήκασιν, ὡς καὶ τὰ σχήματα, ἐπεὶ οὔτε τὴν αὐτὴν
κλίσιν οὔτε τὴν αὐτὴν σημασίαν ἔχει [καὶ] τὰ ἁπλᾶ καὶ τὰ σύνθετα· τὸ
μὲν γὰρ σέβω πρώτης συζυγίας τῶν βαρυτόνων λέγομεν εἶναι, τὸ δὲ
εὐσεβῶ πρώτης τῶν περισπωμένων, καὶ πάλιν τὸ μὲν φρονῶ ἐν τῷ
παρατατικῷ ἔξωθεν λαμβάνει τὸ ε̅, οἷον ἐφρόνουν, τὸ δὲ καταφρονῶ
ἔσωθεν· οὐ γὰρ λέγομεν ἐκαταφρόνουν, ἀλλὰ κατεφρόνουν.
<Πρόσωπα, χρόνοι καὶ συζυγίαι>.] Ταῦτα ἐν τοῖς ἰδίοις τόποις
διεροῦμεν.
{§ 16 (20b).
Περὶ ἄρθρου.}
Ἔφασάν τινες δεῖν τοῦ ἄρθρου προτετάχθαι· τὴν ἀντωνυμίαν· οἷςοὐ χρὴ πείθεσθαι· ἡ μὲν γὰρ ἀντὶ ὀνόματος παραλαμβάνεται, τὸ δὲ σὺν
ὀνόματι τάττεται· καὶ εὔλογον προκρίνεσθαι τὸ μετά τινος τῆς ἀντί
τινος· προτακτέον τοίνυν τὸ συνὸν τοῖς ὀνόμασι τῆς ἀντὶ αὐτῶν παρα-
λαμβανομένης. Καὶ λεκτέον ἄρθρον αὐτὸ λέγεσθαι ἤτοι ἐκ τοῦ συναρ-
τᾶσθαι πτωτικοῖς καὶ μηδέποτε δίχα αὐτῶν εὑρίσκεσθαι· ἀμέλει ἡνίκα
ἀπόλλυσι τὴν πρὸς τὰ πτωτικὰ συνάρτησιν, ἀντωνυμία γίνεται, οἷον
〈Α 12〉 <ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν>, 〈Ε 292〉 <τοῦ δ' ἀπὸ
74
μὲν γλῶσσαν>, 〈Ε 603〉 <τῷ δ' αἰεὶ πάρα εἷς γε>· ἐν τούτοις γὰρ μὴ
εὑρὸν ποίῳ πτωτικῷ συναρτηθῇ, ἀντὶ ἀντωνυμίας παραλαμβάνεται· ἢ
παρὰ τὸ ἀρθροῦν τὰ 〈ὀνόματα〉 κατ' ἀριθμὸν καὶ γένος καὶ πτῶσιν.
Ἀλλὰ πῶς τὸ ἄρθρον ἀρθροῖ ταῦτα; Ἐὰν προταγῇ τὸ ὁ, εὑρεθήσεται
ἀρσενικὸν ὄνομα ἀριθμοῦ ἑνικοῦ πτώσεως ὀρθῆς, ἐὰν δὲ τὸ τῶν ἄρθρον
αὐτοῦ προταγῇ, εὑρεθήσεται 〈ἀρσενικὸν ἢ〉 θηλυκὸν 〈ἢ οὐδέτερον〉 ὄνομα
ἀριθμοῦ πληθυντικοῦ πτώσεως γενικῆς· ἢ παρὰ τὸ ἀρθροῦν κατὰ ἀνα-
φορὰν τὴν προϋποκειμένην ἐν ἡμῖν γνῶσιν.
Ὁριστέον οὖν αὐτὸ οὕτως· ἄρθρον ἐστὶ μέρος λόγου συναρτώμενον
πτωτικοῖς κατὰ παράθεσιν προτακτικῶς ἢ ὑποτακτικῶς μετὰ τῶν συμ-
παρεπομένων τῷ ὀνόματι εἰς γνῶσιν προϋποκειμένην, ὅπερ καλεῖται
ἀναφορά.
<Ἄρθρον 〈ἐστὶ〉 μέρος λόγου πτωτικόν>, ἀντὶ τοῦ πτώσεις ἐν
ἑαυτῷ ἔχον, <προτασσόμενον> [καὶ ὑποτασσόμενον] <τῆς κλίσεως τῶν
ὀνομάτων>.] Προστιθέναι δεῖ «καὶ ὑποτασσόμενον», ἵν' ᾖ «προτασσό-
μενον καὶ ὑποτασσόμενον», τότε δηλονότι, ἡνίκα εἰς γνῶσιν προϋποκει-
μένην παραλαμβάνεται, ἥτις ἐστὶν ἀναφορά, ἐπεὶ οὐ πάντως προτάσσε-
ται τοῦ ὀνόματος· καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς, οἷον
«ἄνθρωπος ὃς ἦλθε».
Δέον δὲ εἰδέναι ὅτι τὰ μὲν προτακτικὰ καταλλήλως προτίθεται τῶν
πτωτικῶν, τὰ δὲ ὑποτακτικὰ ἔσθ' ὅτε καὶ ἐν διαφόρῳ πτώσει· καὶ τοῦ
μὲν προτέρου 〈παράδειγμα «ὁ ἄνθρωπος περιπατεῖ», τοῦ δὲ ἑτέρου〉
«ἐθεασάμην τὸν ἄνθρωπον ᾧ ὡμίλησα». Καὶ διὰ τί; Λεχθήσεται ἡ αἰτία
ἐν τῷ περὶ ἀντωνυμιῶν.
Ἔστι δὲ ἡ κλίσις αὐτῶν κατὰ ἀκολουθίαν φωνῆς καὶ οὐ κατὰ ἀκο-
λουθίαν τῆς σημασίας. Εἶπον δὲ τοῦτο, ἐπειδὴ θεματικὰ πρὸς ἐνίων
ὑπελήφθη, ὡς καὶ αἱ πρωτότυποι τῶν ἀντωνυμιῶν, λεγόντων κατὰ
ποῖον δὴ λόγον εἴποι τις τοῦ ὁ γενικὴν εἶναι τὸ τοῦ; ὅπου γε πάντα
τὰ πτωτικὰ αὐτὸ μόνον κατὰ τὸ τέλος θέλει διαλλάττειν καὶ οὐ κατὰ
τὸ ἄρχον, καὶ τὰ παρεσχηματισμένα τῶν οὐδετέρων συνάρχεται ἐκείνοις
ἀφ' ὧν καὶ παρεσχημάτισται· ἤρξατο δὲ τὸ οὐδέτερον ἀπὸ τοῦ τ̅, τοῦ
ὁ ἀρσενικοῦ καὶ τοῦ ἡ θηλυκοῦ μὴ ἐχόντων τὸ τ̅· ποίας δὲ καὶ ἔχεται
ἀκολουθίας τὸ ὦ κλητικὸν πρὸς τὸ ὁ, ὅτε αἱ κλητικαὶ θέλουσιν εἶναι ἢ
〈αἱ〉 αὐταὶ ταῖς εὐθείαις ἢ ἐλάττονες, τὸ δὲ 〈ὦ〉 ἐκ τῶν ἐναντίων καὶ
75
μεγεθύνεται πρὸς τῷ καὶ τὸ πνεῦμα μαχόμενον ἔχειν; Πρὸς οὓς δεῖ
λέγειν, ὅτι καὶ κατὰ τόνον καὶ κατὰ πτῶσιν καὶ κατὰ γραφὴν ἀκόλουθά
ἐστι τὰ ἄρθρα ὑπεξαιρουμένου τοῦ ὦ, περὶ οὗ λεχθήσεται ἰδίᾳ ὡς οὐκ
ἔστιν ἄρθρον ἀλλ' ἐπίρρημα· τὸ γὰρ ὁ μόνον τὴν ἀφαίρεσιν τοῦ τ̅ πέ-
πονθε κατὰ τὴν εὐθεῖαν, καὶ τὸ θηλυκὸν αὖ τὸ ἡ· καὶ μαρτυροῦσι τού-
των τὰ πληθυντικὰ ἐντελῶς λεγόμενα παρὰ Δωριεῦσι τοί καὶ ταί· διε-
λέγχουσι δὲ τοῦτο καὶ αἱ λοιπαὶ πτώσεις ἀπὸ τοῦ τ̅ ἀρχόμεναι· ὥσπερ
γὰρ τὸ καλός ἔχει [τὸ] δυϊκὸν τὸ καλώ καὶ τὸ καλή τὸ καλά, οὕτω
καὶ τὸ τός καὶ τὸ τή ἔχει τὰ δυϊκὰ τώ καὶ τά· ὁμοίως καὶ τὸ πνεῦμα
σαφὲς τοῦτο παρίστησιν, ἐπεὶ οὐ δασύνεται ἄρθρον ἀπὸ φωνήεντος ἀρ-
χόμενον, εἰ μὴ ἀποβολὴν τοῦ τ̅ ποιήσηται· οὐκοῦν ἐν οἷς δασύνεται τὸ
ὁ καὶ τὸ ἡ καὶ τὰ τούτων πληθυντικά, ἐν τούτοις δείκνυσι τὴν ἀφαί-
ρεσιν τοῦ τ̅. Πέπονθε δὲ τὸ ἀρσενικὸν καὶ ἀποκοπὴν τοῦ ς̅ κατὰ τὸ
τέλος· καὶ ἔστιν ἐντεῦθεν γνῶναι· πᾶν γὰρ πτωτικὸν εἰς ο̅ι̅ λῆγον κατὰ
τὸ πληθυντικὸν εἰς ο̅ς̅ λήγουσαν ἔχει τὴν ἑνικὴν εὐθεῖαν. Καὶ ἐξ ἄλλων
δὲ πολλῶν κανόνων ἔστι μαθεῖν, ὅτι τός ἦν τὸ ἀρσενικὸν ἄρθρον κατὰ
τὴν ἑνικὴν εὐθεῖαν καὶ τὸ θηλυκὸν τή καὶ τὸ οὐδέτερον τόν, ἐπειδή
φαμεν ὅτι τὰ ἀπὸ τῶν εἰς ο̅ς̅ ληγόντων ἀρσενικῶν παρεσχηματισμένα
οὐδέτερα τῇ αἰτιατικῇ αὐτῶν συνεμπίπτει, ὁ καλός τὸν καλόν τὸ καλόν,
ὁ σοφός τὸν σοφόν τὸ σοφόν· εἰ τοίνυν ἡ εὐθεῖα τῶν ἀρσενικῶν τός
ἦν καὶ ἡ αἰτιατικὴ τόν, δῆλον ὅτι καὶ τὸ οὐδέτερον τόν ἦν κατὰ τὴν
ἑνικὴν εὐθεῖαν. Ἀλλ' ἀναγκαίως ἐλλείπει τὸ ν̅· ἐπειδὴ γὰρ ἀντωνυμίαις
συνεμπίπτει ἡ φωνὴ τῶν ἄρθρων, 〈Α 12〉 <ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας>,
〈ex. gr. Α 84〉 <τὸν δ' ἀπαμειβόμενος>, 〈ν 88〉 <ὣς ἡ ῥίμφα θέουσα>,
ἀναγκαίως τὸ οὐδέτερον εἰς ο̅ ἔληξεν, ἵνα συνεμπέσῃ τῇ ἐκεῖνο καὶ τοῦτο
καὶ αὐτό ἀντωνυμίᾳ.
<Παρέπεται δὲ αὐτῷ γένη, ἀριθμοί, πτώσεις>.] Καλῶς καὶ
εὐλόγως γένη καὶ ἀριθμοὶ καὶ πτώσεις τῷ ἄρθρῳ παρέπονται· ἐπεὶ γὰρ
τοῖς πτωτικοῖς συνήρτητο, καὶ τὰ τούτοις ἔσχε παρεπόμενα, ἵνα καθὼς
τὸ ὄνομα γένος ἐπιδέχεται, ὁμοίως καὶ τὸ ἄρθρον ἐπιδέξηται, ἡνίκα
πρὸς αὐτὸ ποιήσηται τὴν συνάρτησιν, καὶ ὡς 〈τὸ ὄνομα〉 ἀριθμὸν καὶ
πτῶσιν ἐμφαίνει, ὁμοίως καὶ τὸ ἄρθρον ἐμφαίνῃ. Ὥσπερ τοίνυν τῶν
ὀνομάτων γένη τρία λέγομεν εἶναι, οὕτω καὶ τῶν ἄρθρων τὰ ἰσάριθμα
γένη καταλέγομεν, φάσκοντες ἀρσενικὸν μὲν γένος ὁ, θηλυκὸν δὲ ἡ,
οὐδέτερον δὲ τό. Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων ἀριθμοὺς λέγομεν
76
εἶναι τρεῖς, ἑνικός, δυϊκὸς καὶ πληθυντικός, οὕτω καὶ τῶν ἄρθρων τρεῖς
φαμεν εἶναι· καὶ ἔστιν ἑνικὸς μὲν ἀρσενικὸς ὁ, δυϊκὸς δὲ τώ, πληθυντι-
κὸς δὲ οἱ· καὶ ὡσαύτως ἑνικὸς μὲν θηλυκὸς ἡ, δυϊκὸς δὲ τά, πληθυντι-
κὸς δὲ αἱ· καὶ τὸ τρίτον ἑνικὸς μὲν οὐδέτερος τό, δυϊκὸς δὲ τώ, πλη-
θυντικὸς δὲ τά. Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων πτώσεις εἶναι λέγομεν
πέντε, οὕτω καὶ τῶν ἄρθρων τὰς αὐτὰς εἶναί φαμεν· καὶ ἔστιν ὀρθῆς
μὲν πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα ὁ καλός, 〈γενικῆς
δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα〉 τοῦ καλοῦ, δοτικῆς
δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τῷ καλῷ, αἰτιατικῆς
δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τὸν καλόν· τὸ δὲ
ὦ κοινόν ἐστι καὶ γενῶν καὶ ἀριθμῶν κλήσεως ἐπίρρημα. Χρὴ δὲ ὁμοίως
εἰδέναι, ὅτι κατὰ γένος καὶ ἀριθμόν εἰσι πτώσεις, ἃς μετὰ βραχὺ κατὰ
τὴν ἐξήγησιν ἐπιόντες δηλώσομεν.
<Γένη μὲν οὖν εἰσι τρία, ὁ ποιητής, ἡ ποίησις καὶ τὸ ποίημα>.]
Ἐντέχνως διὰ 〈τοῦ εἰπεῖν ὁ ποιητής ἐσήμηνεν〉 ἡμῖν ἀρσενικὸν γένος
κατά 〈τε〉 ἄρθρον καὶ ὄνομα, καὶ διὰ τοῦ εἰπεῖν ἡ ποίησις πάλιν ἐδή-
λωσεν ἡμῖν θηλυκὸν γένος κατά τε [τὸ] ἄρθρον καὶ ὄνομα, καὶ τὸ τρί-
τον διὰ τοῦ εἰπεῖν τὸ ποίημα πάλιν ἐσαφήνισεν ἡμῖν οὐδέτερον γένος
κατά τε ἄρθρον καὶ ὄνομα, ἵνα δείξῃ, ὅτι τὸ ἄρθρον πτωτικοῖς συναρ-
τᾶται.
<Ἀριθμοὶ δὲ 〈τρεῖς〉, ἑνικὸς ὁ ἡ τό>.] Ἀριθμὸς ἑνικὸς ἀρσενι-
κοῦ ἄρθρου ὁ, καὶ ἀριθμὸς ἑνικὸς θηλυκοῦ ἄρθρου ἡ, καὶ ἀριθμὸς ἑνικὸς
οὐδετέρου ἄρθρου τό· ἀριθμὸς δὲ δυϊκὸς ἀρσενικοῦ ἄρθρου τώ, ἀριθμὸς
δὲ δυϊκὸς θηλυκοῦ ἄρθρου τά, καὶ ἀριθμὸς δυϊκὸς οὐδετέρου ἄρθρου τώ·
ἀριθμὸς δὲ πληθυντικὸς ἀρσενικοῦ ἄρθρου οἱ, καὶ ἀριθμὸς πληθυντικὸς
θηλυκοῦ ἄρθρου αἱ, καὶ ἀριθμὸς πληθυντικὸς οὐδετέρου ἄρθρου τά.
<Πτώσεις δὲ πέντε, ὁ τοῦ τῷ τόν ὦ>.] Αὗται αἱ πτώσεις γένους
εἰσὶ μόνου ἀρσενικοῦ καὶ ἀριθμοῦ μόνου ἑνικοῦ.
{§ 17 (21 et 22b).
Περὶ ἀντωνυμίας.}
Εὐλόγως τέτακται μετὰ τὸ ἄρθρον ἡ ἀντωνυμία, εἴ γε ἐπεχείρησε
καὶ πρὸ τοῦ ἄρθρου ταγῆναι, καθὸ ἐκεῖνο μὲν ἀναφορὰν μόνον, ἡ δὲ
ἀντωνυμία καὶ δεῖξιν καὶ ἀναφορὰν σημαίνει· ἀλλὰ τὴν δευτέραν εἴληχε
τάξιν τοῦ ἄρθρου, ἐπεὶ προκρίνεσθαι ἔδει τὸ μετά τινος τοῦ ἀντί τινος.
Ὁμοίως ζητοῦσί τινες περὶ τοῦ ὀνόματος, λέγοντες, εἰ ὄνομά ἐστι
77
τὸ ἁπλοῦν, τί μὴ ἀντονομία τὸ παρασύνθετον λέγεται; Καί φαμεν ὅτι
τὸ ὄνομα συντιθέμενον τρέπει τὸ μὲν πρῶτον ο̅ εἰς ω̅, τὸ δὲ δεύτερον
ο̅ εἰς υ̅, οἷον διώνυμον ἀνώνυμον φερώνυμον.
Καλῶς δὲ ἡ φύσις ἐπενόησε τοῖς μὲν ῥήμασι τὴν μετοχήν, ἐπειδὴ
πέφυκε τὰ ῥήματα συντάττεσθαι τοῖς ὀνόμασιν, οἷον «Πλάτων ἀναγινώ-
σκει»· καὶ βουλομένων ἡμῶν κλῖναι τὰ ῥήματα μετὰ τῶν ὀνομάτων καὶ
μὴ δυναμένων λέγειν «Θέωνος ἀναγινώσκει», εὐθέως ὑπεισέρχεται χαρι-
ζομένη τοῖς ῥήμασι πτώσεις ἡ μετοχή, καὶ ἔστι σὺν αὐτοῖς τοῖς ὀνόμασι
φυσικῶς πραγματευομένη, οἷον «Θέωνος τύπτοντος», «Θέωνι ἀναγινώ-
σκοντι», «Θέωνα ἐξηγούμενον»· τοῖς δὲ ὀνόμασι τὴν ἀντωνυμίαν, ἐπειδὴ
τῶν ῥημάτων ἐχόντων πρῶτον καὶ δεύτερον πρόσωπον, καὶ τῶν ὀνο-
μάτων τρίτου ὄντων προσώπου καὶ οὐ συντασσομένων τοῖς τοῦ πρώτου
καὶ δευτέρου προσώπου ῥήμασιν, ἀνθυπεισῆλθεν ἡ ἀντωνυμία ἔχουσα
πρόσωπα καὶ πρόσωπα ποιοῦσα τοῖς ὀνόμασιν· ἀντὶ γὰρ ἀδυνάτου τοῦ
«Θέων ἐποίησα» λέγεται «ἐγὼ ἐποίησα», καὶ ἀντὶ ἀδυνάτου τοῦ «Πλά-
των ἔγραψας» φαμὲν «σὺ ἔγραψας».
Ἔστι δὲ αὐτῆς ὁ ὅρος οὗτος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος
παραλαμβανομένη, προσώπων ὡρισμένων παραστατικὴ μετὰ κλίσεως τῆς
κατὰ πτῶσιν καὶ ἀριθμὸν θεματικῆς, ὁπότε μὴ διὰ τῆς φωνῆς τὸ γένος
παριστάνει».
Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἀντωνυμία μέν ἐστιν αὐτὸ τὸ πρᾶγμα καὶ
αὐτὴ ἡ σημασία, ἀντώνυμον δὲ αὐτὴ ἡ λέξις καὶ ἡ φωνή, ὡς προση-
γορία μὲν τὸ πρᾶγμα, προσηγορικὸν δὲ ἡ λέξις.
Ἀντὶ ποίου ὀνόματος παραλαμβάνεται ἡ ἀντωνυμία; Τοῦτο οὐκ
ἐδήλωσε· λέγομεν δὲ ἡμεῖς, ὅτι ἀντὶ κυρίου ὀνόματος μόνου, ἵν' ᾖ οὕ-
τως ὁ λόγος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος κυρίου μόνου παρα-
λαμβανομένη προσώπων ὡρισμένων δηλωτική», ἤγουν ἐγνωσμένων καὶ
78
δεδηλωμένων, ὅ ἐστι γνώσει παραλαμβανομένων. Παραλαμβάνεται δὲ
τῇ γνώσει τὸ πρόσωπον ἐν ταῖς ἀντωνυμίαις, καθὸ ἢ δεῖξιν σημαίνουσιν
ἢ ἀναφοράν· 〈καὶ〉 ἐν μὲν 〈τῷ〉 πρώτῳ καὶ δευτέρῳ προσώπῳ δεῖξιν
μόνον σημαίνουσιν, ἐν δὲ τῷ τρίτῳ καὶ δεῖξιν καὶ ἀναφοράν, πλὴν τῆς
αὐτός· αὕτη γὰρ ἀναφορὰν μόνην σημαίνει, οὐ παντελῶς τῆς δείξεως
ἀμοιροῦσα, συντάσσεται γὰρ ταῖς δεικτικαῖς ἀντωνυμίαις.
<Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ>.] Καὶ ἐκ τῶν παρεπομένων
τῇ ἀντωνυμίᾳ δῆλόν ἐστιν ὅτι ἀντ' ὀνόματος παραλαμβάνεται· ὅσα γὰρ
τῷ ὀνόματι, καὶ αὐτῇ παρέπεται, πλεοναζόντων μόνων τῶν προσώπων
ἐν τοῖς παρεπομένοις, διὰ τὸν προειρημένον λόγον τὸν λέγοντα, ὅτι
διὰ τοῦτο παρελήφθη ἡ ἀντωνυμία, ἵνα ἀναπληρώσῃ ἀντὶ τοῦ ὀνόματος
πρῶτον καὶ δεύτερον πρόσωπον, καθὸ οὐ δέδοται Θέωνι ἐκ τεχνικοῦ
παραγγέλματος λέγειν «Θέων τύπτω», ἀλλ' «ἐγὼ τύπτω», οὐδὲ «Δίων
τύπτεις», ἀλλὰ «σὺ τύπτεις», ἐπειδὴ τὰ ὀνόματα, καθὼς ἤδη εἰρήκαμεν,
τρίτου εἰσὶ προσώπου.
<Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ>.] Ὥσπερ δύο ἀδελφῶν
διαιρουμένων πάντα τὰ τῆς οὐσίας εἰς δύο διαιρεῖται, καὶ εἰ τύχοι χρυ-
σὸς ὢν ἐν τῇ οὐσίᾳ, καὶ τούτῳ χρυσὸς ἀποδίδοται καὶ τούτῳ, οὕτως
εἰς δύο διαιρουμένων τῶν ἀντωνυμιῶν, εἴς τε πρωτότυπον καὶ παρά-
γωγον, πάντα τὰ παρεπόμενα εἰς δύο διαιρεῖται, εἴς τε τὴν πρωτότυ-
πον ἀντωνυμίαν καὶ εἰς τὴν παράγωγον· καὶ ἐπειδὴ πρῶτον παρεπό-
μενόν ἐστι τὰ πρόσωπα, ἀποδοτέον καὶ τῇ πρωτοτύπῳ πρόσωπα καὶ τῇ
παραγώγῳ. Ἔστι τοίνυν τὰ πρόσωπα τῶν μὲν πρωτοτύπων ἀντωνυ-
μιῶν ἐγώ σύ ἵ. Καὶ μὴ ἀκούων, ὦ τᾶν, πρόσωπα καὶ πτώσεις ἐν ταῖς
ἀντωνυμίαις ταραχθῇς, τοῦτο λογιζόμενος, πῶς καὶ πρόσωπα καὶ πτώ-
σεις ὁρῶνται ἐν τῇ αὐτῇ ἀντωνυμίᾳ, τοῦ ὀνόματος μὴ ἔχοντος οὕτως·
τοῦτο γὰρ αὐτὸ σαφές σοι γενήσεται. Προειρήκαμεν γὰρ ἤδη, ὅτι τὸ
ὄνομα οὐκ ἠδύνατο οὔτε πρώτῳ προσώπῳ ῥήματος οὔτε δευτέρῳ συν-
τάττεσθαι, ἀλλὰ μόνῳ τρίτῳ· καὶ διὰ τοῦτο προῆλθεν ἡ ἀντωνυμία, ἀντὶ
ὀνόματος ἀναπληροῦσα τὴν σύνταξιν τὴν ὀφείλουσαν γίνεσθαι ἔν τε
πρώτῳ καὶ δευτέρῳ προσώπῳ τοῦ ῥήματος· ὥστε εἴ γε ἠδυνήθη τὸ
ὄνομα τοῦτο ποιῆσαι, ἐλέγετο ἂν τὸ ὄνομα πρόσωπα ἔχειν, καὶ τῆς ἀν-
τωνυμίας οὐκ ἐγίνετο χρεία. Οἷον εἰ ἐφίετο Θουκυδίδην λέγειν «Θου-
κυδίδης συνέγραψα», ἐλέγετο ἂν τὸ Θουκυδίδης ὄνομα πρώτου προσώ-
79
που εἶναι, ἐπειδὴ ῥήματι τῷ συνέγραψα συνετάττετο πρώτου προσώπου
ὄντι· καὶ πάλιν εἰ δυνατὸν ἦν λέγειν «Θουκυδίδης συνέγραψας», ἐλέγετο
ἂν τὸ Θουκυδίδης ὄνομα δευτέρου προσώπου 〈εἶναι〉, ἐπειδὴ ῥήματι
συνετάττετο δευτέρου προσώπου ὄντι· ἀλλ' ἐπειδὴ τοῦτο ἀδύνατον,
φαμὲν ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψα» πρώτου προσώπου τὸ «ἐγὼ
συνέγραψα», 〈καὶ〉 ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψας» δευτέρου προσώ-
που τὸ «σὺ συνέγραψας». Ἔστι τοίνυν ἡ ἐγώ ἀντωνυμία πρώτου προ-
σώπου καὶ ἡ σύ δευτέρου εὐθείας πτώσεως· ἀντὶ γὰρ τοῦ Θουκυδίδης
ὀνόματος ὀρθῆς ὄντος πτώσεως παρελήφθησαν· καὶ γένους νῦν ἀρσενι-
κοῦ, ἐπειδὴ 〈ἀντὶ〉 ἀρσενικοῦ ὀνόματος παρελάβομεν· εἰ δὲ εἴη γυνὴ ἡ
λέγουσα «ἐγὼ ἔγραψα», ἢ πρὸς γυναῖκά φαμεν «σὺ ἔγραψας», γένους
ἂν εἴη θηλυκοῦ ἐν τοῖς τρισὶ προσώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ
ἵ ἀντωνυμία 〈καὶ ἀριθμοῦ ἑνικοῦ, περὶ γὰρ μιᾶς φαμεν, καὶ σχήματος
ἁπλοῦ〉· καὶ πάλιν εἰ παιδίον εἴη τὸ λέγον «ἐγὼ ἔγραψα», ἢ πρὸς παι-
δίον λέγομεν «σὺ ἔγραψας», γένους ἂν εἴη οὐδετέρου ἐν τοῖς τρισὶ προ-
σώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ ἵ ἀντωνυμία, καὶ ἀριθμοῦ ἑνικοῦ,
περὶ γὰρ ἑνός φαμεν, καὶ σχήματος ἁπλοῦ, ἁπλῆ γὰρ ὁρᾶται καὶ μίαν
ἔχουσα λέξιν κατὰ 〈πᾶν〉 πρόσωπον ἡ ἐγώ 〈σύ ἵ〉 ἀντωνυμία, καὶ εἴδους
πρωτοτύπου, πρωτόθετος γάρ ἐστι καὶ πρωτοφυής, μήπω παραγωγὴν
ἐξ ἄλλου εἰς τὸ εἶναι δεξαμένη. Οὐ μὴν σιωπήσω καὶ τὰς πλαγίους
αὐτῆς κατὰ πρόσωπον καὶ πτῶσιν καὶ ἀριθμόν· τὸ γὰρ γένος αὐτῆς οὐκ
ἐκ τῆς φωνῆς, ἀλλ' ἐκ τῆς δείξεως τοῦ λέγοντος διακρίνεται· καὶ τὸ
σχῆμα ἴσμεν ὅτι ἁπλοῦν ἐστι, καὶ τὸ εἶδος ὅτι πρωτότυπον· οὐκοῦν ἰτέον
ἐπὶ τὴν κλίσιν, ἵνα τοῖς 〈ἐν〉τυγχάνουσι σαφὴς αὕτη γένηται.
Πρὸ δὲ τῆς κλίσεως εἰδέναι χρή, ὅτι τῶν μὲν ὀνομάτων καὶ τῶν
ῥημάτων ἡ κλίσις κατ' ἀκολουθίαν φωνῆς προέρχεται, καὶ ἡ ἑτέρα ὑπὸ
τῆς ἑτέρας κανονίζεται, αἱ δὲ πρωτότυποι ἀντωνυμίαι σημασίᾳ μόνον
ποιοῦνται τὴν κλίσιν, οὐ μέντοι φωνῆς ἀκολουθίᾳ· διὸ καὶ θεματικὰς
αὐτὰς καλοῦμεν, ὅτι ἑκάστη φωνὴ ἑαυτῇ ἐστι θέμα, καὶ οὐ κανονίζεται
ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας. Ἐπεὶ τοίνυν διὰ φωνῆς ἀκολούθου οὐκ ἔστιν
ἡμῖν δυνατὸν περιγενέσθαι τῆς κλίσεως αὐτῶν, ἀπὸ ὀνομάτων ἀντ' αὐ-
80
τῶν παραλαμβανομένων ἐπιγνωσόμεθα αὐτῶν τὰς πτώσεις· ἀντωνυμία
γὰρ καλεῖται, ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται. Εἰ τοίνυν ἀντὶ τοῦ
«Πλάτων ἀναγινώσκω» εἴποι Πλάτων ὑπὲρ ἑαυτοῦ «ἐγὼ ἀναγινώσκω»,
ἐναργὲς ὡς ἡ ἐγώ ἀντωνυμία εὐθείας ἐστὶ πτώσεως πρώτου προσώπου
ἀριθμοῦ ἑνικοῦ, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον εἴποι ἂν Πλάτων
πρός τινα καὶ περί τινος, τῆς αὐτῆς πτώσεως μενούσης καὶ τοῦ αὐτοῦ
ἀριθμοῦ ὄντος ὁμοίως τῷ συντεταγμένῳ ὀνόματι, «σὺ Δίων περιπατεῖς»,
«αὐτὸς Σωκράτης πράττει»· ἡ γὰρ αὐτός ἀντὶ τῆς ἵ παραλαμβάνεται
ἀλέκτου οὔσης. Καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνος 〈ἀναγινώσκοντος» εἴποι
Πλάτων ὑπὲρ ἑαυτοῦ〉 «ἐμοῦ ἀναγινώσκοντος», δῆλον ὡς γενικῆς πτώ-
σεώς ἐστι καὶ πρώτου προσώπου ἡ ἐμοῦ ἀντωνυμία, ἧς τὸ δεύτερον καὶ
τρίτον πρόσωπον 〈εἴποι ἂν Πλάτων πρός τινα καὶ περί τινος «σοῦ
Δίωνος περιπατοῦντος», «αὐτοῦ Σωκράτους πράττοντος»· καὶ εἰ ἀντὶ τοῦ
«Πλάτωνι ἀναγινώσκοντι» δυνατὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμοὶ
ἀναγινώσκοντι», δῆλον ὡς ἡ ἐμοί ἀντωνυμία δοτικῆς πτώσεώς ἐστι καὶ
πρώτου προσώπου, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον〉 δέδοται Πλά-
τωνι λέγειν πρός τινα καὶ περί τινος «σοὶ Δίωνι περιπατοῦντι», «αὐτῷ
Σωκράτει πράττοντι»· καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνα ἀναγινώσκοντα» δυνα-
τὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμὲ ἀναγινώσκοντα», φανερὸν 〈ὡς〉
ἡ ἐμέ ἀντωνυμία αἰτιατικῆς ἐστι πτώσεως καὶ πρώτου προσώπου, ἧς τὸ
δεύτερον καὶ τρίτον πρόσωπον δυνατόν ἐστιν εἰπεῖν Πλάτωνα πρός τινα
καὶ περί τινος «σὲ Δίωνα περιπατοῦντα», «αὐτὸν Σωκράτην πράττοντα».
Ἐπεὶ τοίνυν μεμαθήκαμεν, ὅτι σημασίᾳ μόνον ποιοῦνται τὴν κλίσιν
αἱ πρωτότυποι ἀντωνυμίαι, καὶ ὅτι ἀπὸ ὀνομάτων ἀντ' αὐτῶν παρα-
λαμβανομένων ἐπιγινώσκονται αὐτῶν αἱ πτώσεις, ἔλθωμεν ἐπὶ τὴν κλίσιν
αὐτῶν, κλίνοντες αὐτὰς κατὰ πρόσωπον καὶ ἀριθμὸν καὶ πτῶσιν οὕτως·
ἀντωνυμία πρωτότυπος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ ἀριθ-
μοῦ «ἐγὼ Πλάτων ἀναγινώσκω», βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «σὺ Δίων περι-
πατεῖς», γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «ἳ Σωκράτης πράττει»· αʹ πρ. γεν. πτ.
ἑν. ἀρ. «ἐμοῦ Πλάτωνος ἀναγινώσκοντος», βʹ πρ. γεν. πτ. ἑν. ἀρ. «σοῦ
Δίωνος περιπατοῦντος», γʹ πρ. γεν. πτ. ἑν. ἀρ. «οὗ Σωκράτους πράτ-
τοντος»· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «ἐμοὶ Πλάτωνι ἀναγινώσκοντι, βʹ πρ.
δοτ. πτ. ἑν. ἀρ. »σοὶ Δίωνι περιπατοῦντι«, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. »οἷ
Σωκράτει πράττοντι«· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. »ἐμὲ Πλάτωνα 〈ἀναγινώ-
81
σκοντα〉«, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. »σὲ Δίωνα περιπατοῦντα«, γʹ πρ. αἰτ.
πτ. ἑν. ἀρ. »ἓ Σωκράτην πράττοντα«· βʹ πρ. μόνου κλητικῆς πτώσεως
ἑν. ἀρ. »σὺ Δίων περιπατεῖς«· οὔτε γὰρ κατὰ τὸ πρῶτον πρόσωπον
οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ ἑνικά ἐπεὶ οὐδεὶς ἑαυτὸν καλεῖ
οὐδὲ τὸν ἀπόντα.
Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος πρώτου προσώ-
που ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως δυϊκοῦ ἀριθμοῦ »νῶϊ Πλάτωνε ἀνα-
γινώσκοντε«, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. »σφῶϊ Δίωνε περιπατοῦντε«,
γʹ πρ. μόνης αἰτ. πτ. δυ. ἀρ. »σφωὲ Σωκράτεε πράττοντε«· ἡ γὰρ ὀρθὴ
τοῦ τρίτου προσώπου ἐσιγήθη διά τινα εὔλογον αἰτίαν· ἔστι δὲ αὕτη,
ὅτι ἡ μὲν εὐθεῖα ὀρθοτονεῖται, τὸ δὲ τρίτον δυϊκὸν ἐγκλίνεται· πῶς οὖν
ἠδύνατο εὐθεῖα κατὰ τὸ τρίτον δυϊκὸν πρόσωπον ἅμα ὀρθοτονεῖσθαι καὶ
ἐγκλίνεσθαι; οὐκοῦν εὐλόγως σεσιώπηται. Καὶ ἐπεὶ τοῦτο μεμαθήκαμεν,
ἔλθωμεν ἐπὶ τὴν ἑξῆς τῶν δυϊκῶν κλίσιν, κλίνοντες οὕτως· ἀντωνυμία
πρωτότυπος αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. »νῶϊν Πλατώνοιν ἀναγινω-
σκόντοιν«, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. »σφῶϊν Διώνοιν 〈περιπατούν-
τοιν〉«, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. »σφωῒν Σωκρατοῖν πραττόντοιν«·
βʹ πρ. μόνου κλητ. πτ. δυ. ἀρ. »σφῶϊ Δίωνε περιπατοῦντε«· οὔτε γὰρ
κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ
δυϊκὰ διὰ τὴν προειρημένην αἰτίαν.
Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος αʹ πρ. ὀρ.
πτ. πληθ. ἀρ. »ἡμεῖς Πλάτωνες ἀναγινώσκοντες«, βʹ πρ. ὀρ. πτ. πληθ.
ἀρ. »ὑμεῖς Δίωνες 〈περιπατοῦντες〉«, γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. »σφεῖς
Σωκράτεις πράττοντες«· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. »ἡμῶν Πλατώνων
ἀναγινωσκόντων«, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. »ὑμῶν Διώνων 〈περιπα-
τούντων〉«, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. »σφῶν Σωκρατῶν πραττόντων«
αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. »ἡμῖν Πλάτωσιν ἀναγινώσκουσι«, βʹ πρ. δοτ.
πτ. πληθ. ἀρ. »ὑμῖν Δίωσι περιπατοῦσι«, γʹ πρ. δοτ. πτ. πληθ. ἀρ.
»σφίσι Σωκράτεσι πράττουσι«· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. »ἡμᾶς Πλάτωνας
ἀναγινώσκοντας«, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. »ὑμᾶς Δίωνας περιπατοῦν-
τας«, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. »σφᾶς Σωκράτεις 〈πράττοντας〉«· βʹ πρ.
μόνου κλητ. πτ. πληθ. ἀρ. »ὑμεῖς Δίωνες περιπατοῦντες«· πάλιν γὰρ
οὔτε κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι
τὰ πληθυντικὰ διὰ τὸν προειρημένον λόγον.
Χρὴ δὲ εἰδέναι, ὅτι ἡ κατὰ τὸ τρίτον πρόσωπον τῶν πρωτοτύπων
ἀντωνυμία, ἥτις ἐστὶν ἵ, καὶ αἱ ἀπ' αὐτῆς κλίσεις ἀσυνήθεις ἦσαν· καὶ
82
ἐξεῦρεν ἡμῖν ἀντ' ἐκείνης ἄλλας ἡ τέχνη συνήθεις, αἳ καλοῦνται μονο-
πρόσωποι διὰ τὸ μὴ ἔχειν πρῶτον καὶ δεύτερον πρόσωπον, αἵτινες καὶ
ἀναλόγως κλίνονται κατὰ φωνήν. Εἰσὶ δὲ αὗται· οὗτος αὐτός ἐκεῖνος
ὅδε· ἔστι δὲ καὶ 〈ἡ〉 ὁ δεῖνα, ἥτις κέκλιται διχῶς, τοῦ δεῖνος καὶ τοῦ
δείνατος. Περιττὸν δὲ ἡγοῦμαι τούτων τὴν κλίσιν ποιήσασθαι καὶ τὸν
σχηματισμὸν καὶ τὴν ἐξ αὐτοῦ κλίσιν, τῆς φωνῆς καθὼς προεῖπον ἀνα-
λογίαν ἐχούσης ὡς τὰ εἰς ο̅ς̅ ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα.
<Παραγώγων δὲ ἐμός σός ὅς>.] Ἀπὸ κοινοῦ »πρόσωπα« δεῖ προσ-
θεῖναι, ἵν' ᾖ »παραγώγων δὲ πρόσωπα«· πρῶτον μὲν πρόσωπον ἐμός,
δεύτερον δὲ πρόσωπον σός, καὶ τρίτον ὅς, πάλιν τῶν τριῶν προσώπων
πτώσεως ὄντων ὀρθῆς, οἷον ὁ ἐμός ὀρθῆς, ὁ σός ὀρθῆς, ὁ ὅς ὀρθῆς,
καὶ γένους ἀρσενικοῦ· ἔστι γὰρ τὸ θηλυκὸν ἡ ἐμή, καὶ τὸ οὐδέτερον τὸ
ἐμόν· καὶ ἀριθμοῦ ἑνικοῦ· ἔστι γὰρ τὸ δυϊκὸν τὼ ἐμώ, καὶ τὸ πληθυν-
τικὸν οἱ ἐμοί· καὶ σχήματος ἁπλοῦ μία γὰρ ἁπλῆ σχέσις ἐστὶν ἑκάστη
αὐτῶν· καὶ εἴδους παραγώγου, ἐπειδὴ πᾶσαι αἱ κτητικαὶ ἀντωνυμίαι
παράγωγοί εἰσι· καὶ παράγονται ἀπὸ τῶν γενικῶν τῶν πρωτοτύπων διὰ
τὸ τὴν γενικὴν κτητικὴν εἶναι· καὶ δηλοῦσι πρόσωπα δύο, τό τε τοῦ
κτήτορος καὶ τὸ τοῦ κτήματος· ἀλλ' ἐν μὲν τῷ ἔσω μέρει τῆς λέξεως
τὸν κτήτορα παρεμφαίνουσιν, ἐν δὲ τῷ ἔξω τὸ κτῆμα. Συμβαίνει τοί-
νυν κλινομένων τῶν κτητικῶν ἀντωνυμιῶν καὶ τοῦ μὲν ἔσωθεν αὐτῶν
μέρους, ἐν ᾧ ἦν ὁ κτήτωρ, ἀκινήτου ὄντος, τοῦ δὲ ἔξωθεν, ἐν ᾧ ἦν
τὸ κτῆμα, κινουμένου, τὸν μὲν κτήτορα ἐπὶ πάσης πτώσεως καὶ ἀριθμοῦ
ἀμεταθέτως ἔχειν, τὸ δὲ κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν εἶναι, ἐν δὲ τοῖς
δυϊκοῖς δύο, ἐν δὲ τοῖς πληθυντικοῖς πολλά. Καὶ ἡ μὲν ἐμοῦ σοῦ οὗ
γενικὴ πρωτότυπος οὖς ἑνικοῦ ἀριθμοῦ καὶ ἓν πρόσωπον κατὰ τὸ πρῶ-
τον καὶ δεύτερον καὶ τρίτον πρόσωπον δηλοῦσα, ποιεῖ τὴν ἐμός σός ὅς
κτητικὴν ἀντωνυμίαν ἐν τοῖς τρισὶ προσώποις ἕνα κτήτορα ἐπὶ ὅλης τῆς
κλίσεως ἔχουσαν εἴπομεν γὰρ ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμετα-
θέτως ἔχει τὸ μέντοι κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν ἐμφαίνουσιν, 〈ἐν
δὲ τοῖς δυϊκοῖς δύο,〉 ἐν δὲ τοῖς πληθυντικοῖς πολλά, ὡς ἔστιν ἐκ τῆς
ὑποκειμένης κλίσεως μαθεῖν σαφῶς, ἥτις ἐστὶν αὕτη, ἀκολουθίαν φωνῆς
φυλάττουσα καὶ κλινομένη ὡς τὰ εἰς ο̅ς̅ ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα.
Ἀντωνυμία παράγωγος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ
ἀριθμοῦ ὁ ἐμός, βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σός, γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ
ὅς· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ἐμοῦ, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σοῦ.
γʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ οὗ· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ἐμῷ, βʹ πρ.
δοτ. πτ. ἑν. ἀρ. τῷ σῷ, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ᾧ· αʹ πρ. αἰτ. πτ.
83
ἑν. ἀρ. τὸν ἐμόν, βʹ πρ. αιτ. πτ. ἑν. ἀρ. τὸν σόν, γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ.
τὸν ὅν αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ ἐμός· ἀττικῶς γὰρ κέκλιται, ἵνα μὴ
συνεμπέσῃ τῇ αἰτιατικῇ τῶν πρωτοτύπων. Αἱ δὲ τοῦ δευτέρου προσώ-
που κτητικαὶ κλητικὰς οὐκ ἔχουσι· δευτέρου γὰρ ὢν προσώπου ὁ κτή-
τωρ πρὸς ἑαυτὸν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· δεύτερον γάρ ἐστι
πρόσωπον πρὸς ὃν ὁ λόγος ὑπὲρ αὐτοῦ· ἀλλὰ καὶ τὸ κτῆμα κλητικῶς
γινόμενον πρὸς ἑαυτὸ πάλιν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· κλητικὴ
γάρ ἐστι τοῦ πέλας κλῆσις· ἀδύνατον δὲ ἐν μιᾷ φωνῇ δύο προσφω-
νήσεις ἀνὰ μέρος γίνεσθαι. Τρίτου προσώπου κλητικῆς πτώσεως ἑνικοῦ
ἀριθμοῦ ὦ ὅς.
Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ.
πτ. δυ. ἀρ. τὼ ἐμώ, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σώ, γʹ πρ. ὀρ.
καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ὥ· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ἐμοῖν,
βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σοῖν, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ.
ἀρ. τοῖν οἷν· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ἐμώ· εἰρήκαμεν δὲ ὡς οὐκ
ἔχουσι κλητικὰς αἱ τοῦ δευτέρου προσώπου κτητικαὶ ἀντωνυμίαι· γʹ πρ.
κλητ. πτ. δυ. ἀρ. ὦ ὥ.
Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ.
πτ. πληθ. ἀρ. οἱ ἐμοί, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σοί, γʹ πρ. ὀρ. πτ.
πληθ. ἀρ. οἱ οἵ· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ἐμῶν, βʹ πρ. γεν. πτ.
πληθ. ἀρ. τῶν σῶν, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ὧν· αʹ πρ. δοτ. πτ.
πληθ. ἀρ. τοῖς ἐμοῖς, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σοῖς, γʹ πρ. δοτ.
πτ. πληθ. ἀρ. τοῖς οἷς· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ἐμούς, βʹ πρ. αἰτ.
πτ. πληθ. ἀρ. τοὺς σούς, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς οὕς· αʹ πρ.
κλητ. πτ. πληθ. ἀρ. ὦ ἐμοί· βʹ πρ. οὐκ ἔστι κλητικὴ διὰ τὸν προειρη-
μένον λόγον· γʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ οἵ.
Ἡ δὲ νῶϊν γενικὴ πρωτότυπος οὖσα καὶ πρώτου προσώπου δυϊκοῦ
τε ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα ποιεῖ τὴν νωΐτερος πρώτου προ-
σώπου κτητικὴν ἀντωνυμίαν δύο κτήτορας ἔχουσαν, ἥτις κλινομένη ἐπὶ
πάσης πτώσεως καὶ παντὸς ἀριθμοῦ δύο κτήτορας δηλοῖ· εἴπομεν 〈γὰρ〉
ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμεταθέτως ἔχει· τὸ μέντοι κτῆμα αὐ-
τῆς ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν
δὲ ταῖς πληθυντικαῖς πολλά. Καὶ ἡ σφῶϊν ὁμοίως πρωτότυπος οὖσα
καὶ δευτέρου προσώπου καὶ δυϊκοῦ ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα
ποιεῖ τὴν σφωΐτερος δευτέρου προσώπου κτητικὴν ἀντωνυμίαν 〈δύο κτή-
τορας ἔχουσαν〉, ἥτις καὶ αὐτὴ κλινομένη ἐπὶ πάσης πτώσεως καὶ 〈παν-
84
τὸς〉 ἀριθμοῦ δύο κτήτορας δηλοῖ διὰ τὸν προειρημένον λόγον· τὸ μέν-
τοι κτῆμα αὐτῆς πάλιν ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ
ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά. Ἡ δὲ σφωΐν τοῦ
τρίτου προσώπου τῶν δυϊκῶν γενικὴ διὰ τὸ μόνως ἐγκλίνεσθαι παρά-
γωγον ἀντωνυμίαν οὐκ ἐποίησεν· αἱ γὰρ παράγωγοι ἀπὸ ὀρθοτονουμέ-
νων εἰώθασι γίνεσθαι, καὶ οὐκ ἀπὸ ἐγκλιτικῶν, ὡς δῆλον ἐκ τῶν παρα-
δειγμάτων, ἅτινά ἐστι ταῦτα·
Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ νωΐτερος, βʹ πρ.
ὀρ. πτ. ἑν. ἀρ. ὁ σφωΐτερος, γʹ πρ. οὐκ ἔστι διὰ τὸν προειρημένον λό-
γον· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ νωϊτέρου, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ
σφωϊτέρου, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ νωϊτέρῳ, βʹ πρ.
δοτ. πτ. ἑν. ἀρ. τῷ σφωϊτέρῳ, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ.
τὸν νωΐτερον, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν σφωΐτερον, γʹ πρ. οὐκ ἔστι·
αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ νωΐτερε, βʹ πρ. κλητ. πτ. κατὰ τὸν προειρη-
μένον λόγον οὐ συνίσταται, καὶ γʹ πρ. οὐκ ἔστι.
Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ.
πτ. δυ. ἀρ. τὼ νωϊτέρω, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σφωϊτέρω,
γʹ πρ. οὐκ ἔστι· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν νωϊτέροιν, βʹ πρ.
γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σφωϊτέροιν, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ.
πτ. δυ. ἀρ. ὦ νωϊτέρω, βʹ καὶ γʹ πρ. οὐκ ἔστι.
Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ.
πτ. πληθ. ἀρ. οἱ νωΐτεροι, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σφωΐτεροι, γʹ πρ.
οὐκ ἔστι· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν νωϊτέρων, βʹ πρ. γεν. πτ. πληθ.
ἀρ. τῶν σφωϊτέρων, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς
νωϊτέροις, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ.…
αʹ…
σ…
The complete text is available when the reading interface loads.