The Greek Library Catalogue

Anonymous

Commentarium in Aristotelis sophisticos elenchos

Edition reference
Commentarium in Aristotelis sophisticos elenchos (excerpta e cod. Vat. gr. 244), ed. A. Bülow-Jacobsen and S. Ebbesen, "Vaticanus Urbinas Graecus 35. An edition of the scholia on Aristotle's sophistici elenchi," Cahiers de l'Institut du moyen-âge grec et latin 43 (1982) 114–116.
CTS identifier
urn:cts:greekLit:tlg4187.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

165a19

Ἐπεὶ δ' ἔστι τισὶ μᾶλλον πρὸ ἔργου.

Δείξας ὅτι εἰσὶ σοφίσματα καὶ παραλογισμοὶ γινόμενοι ἀπὸ ὁμω-

νύμων καὶ ἄλλων τινῶν, καὶ ὡς πάντες φαινόμενοί εἰσι συλλογι-

σμοὶ καὶ φαινόμενοι ἔλεγχοι, εἰδὼς ὡς ἴσως ἄν τις ἐνέστη πρὸς

τὰ λεγόμενα καὶ εἶπεν ὡς ἐπειδὴ ψευδῆ ταῦτα πάντα εἰσί, τίνος

χάριν περὶ αὐτὰ σπουδάζουσιν οἱ ἄνθρωποι; —πρὸς τὸν οὕτω γοῦν

ἐνιστάμενόν φησιν ὁ σοφός· Ἡ σοφία διττή ἐστιν· ἡ μὲν κυρίως,

ἣ καὶ ἐπιστημονεῖ τὴν ψυχὴν καὶ τέλειον τὸν ἄνθρωπον ἀπεργάζε-

ται, δυσπόριστος δέ ἐστι καὶ διὰ χρόνων πολλῶν καὶ ἱδρώτων

τοῖς πονοῦσιν ἐπιγίνεται· ἡ δέ ἐστι φαινομένη μὲν σοφία, οὐκ

οὖσα δὲ κυρίως, ἡ καὶ τῶν τοιούτων σοφισμάτων ἐφευρετική, ῥα-

δίως κτωμένη τοῖς ἀνθρώποις καὶ εὐκατόρθωτος. Λέγεται δὲ χρη-

ματιστική, καὶ οἱ περὶ ταύτην καταγινόμενοι σοφισταὶ χρηματι-

σταί, ὡς ὁ Ἱππίας καὶ Γοργίας καὶ Πρωταγόρας ἀπὸ τῆς φαινο-

μένης ταύτης σοφίας πολλὰ χρήματα ἐπορίσαντο. Διήρχοντο γὰρ

οὗτοι περὶ τὰς ἀγορὰς καὶ τὰς κώμας ἑαυτοὺς ἐπιδεικνύμενοι,

καὶ θαυμαστοὶ τάχα τινὲς ἐδόκουν τοῖς ἀκούουσιν· ὑπισχνοῦντο

δὲ καὶ τοὺς παῖδας αὐτῶν δι' ὀλίγου χρόνου τοιούτους ἀποτελέ-

σαι· ὅθεν καὶ μισθὸν οὐκ ὀλίγα χρήματα ἐλάμβανον. Καὶ ἐπεὶ εἰ-

σί τινες πρὸ ἔργου, ἤγουν περισπούδαστον ἔργον, ἔχοντες τὸ δο-

κεῖν σοφοὶ εἶναι καὶ ἔργον σοφοῦ ποιεῖν, οὐ μέντοι γε εἶναι

σοφοὶ μὴ δοκεῖν δέ, διὰ τοῦτο καὶ τὴν σοφιστικήν, φαινομένην

μὲν οὖσαν σοφίαν οὐ μέντοι γε δὲ κυρίως—καὶ ὁ σοφιστὴς χρη-

ματιστὴς ἦν ἀπὸ τῆς τοιαύτης σοφίας, διὰ τοῦτο καὶ τὴν φαινο-

μένην ταύτην σοφίαν ἠσπάσατο, καὶ ἀναγκαῖον αὐτοῖς ἔδοξε δο-

κεῖν μὲν ποιεῖν τὸ ἔργον τοῦ σοφοῦ παρὸ ποιεῖν καὶ μὴ δοκεῖν:—

166b20

Οἱ μὲν οὖν ἔλεγχοι καὶ παραλογισμοὶ

οἱ παρὰ τὴν λέξιν τοιοῦτοί εἰσι καὶ οὕτως γίνονται. Εἴδη δὲ

καὶ τρόποι εἰσὶν ἑπτὰ τῶν ἔξω τῆς λέξεως παραλογισμῶν, οὓς καὶ

πρῶτον ἀπαριθμεῖται. Ῥητέον δὲ καὶ ὅπως ἔξω τῆς λέξεως τὰ σο-

φίσματα λέγονται. Τὰ ὄντα εἰς φωνὰς διαιροῦνται καὶ πράγματα.

Εἰπὼν οὖν τοὺς ἐν ταῖς φωναῖς παραλογισμούς, οὓς καὶ “παρὰ τὴν

λέξιν” ἐκάλεσε, νῦν καὶ τοὺς ἀπὸ τῶν πραγμάτων παραδίδωσιν, οὓς

καὶ “ἔξω τῆς λέξεως” ὀνομάζει διότι οὐχὶ ἡ σύνθεσις τῆς λέξεως

ἢ ἡ διαίρεσις ἢ ὁ ἐν τῆ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχη-

μον τῆς λέξεως αἴτια γίνονται τῶν παραλογισμῶν:—

168b15

Φαίνεται δὲ ἐλέγχειν διὰ τὴν ἄγνοι-

αν, ἤγουν διὰ τὸ ἀγνοεῖν τοὺς ἐπιστήμονας τί ἐστιν ἔλεγχος.

Λέγων οὖν περὶ τῶν παραλογισμῶν τῶν ἐκτὸς τῆς λέξεως καὶ ἀνά-

γων αὐτοὺς εἰς τὴν ἄγνοιαν τοῦ ἐλέγχου ἐπεμβάλλει μεταξὺ τοὺς

παρὰ τὴν λέξιν, καί φησιν ὡς οἱ πρότερον λεχθέντες παραλογι-

σμοί, ἤγουν οἱ παρὰ τὴν λέξιν, φανερώτεροι πάντων δοκοῦσιν ἀ-

νάγεσθαι παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν, ἤγουν εἰς τὴν τοῦ ἐ-

λέγχου ἄγνοιαν. Διὸ καὶ προσηγορεύθησαν οὕτως, ἤγουν ὠνομάσθη-

σαν “παρὰ τὴν λέξιν” ὡς τῆς λέξεως αἰτίας γενομένης τοῦ παρα-

λογισμοῦ. Καὶ γὰρ ἡ φαντασία γίνεται, ἤγουν ἡ φαινομένη ἀντί-

φασις, ἐπ' αὐτῶν τῶν παρὰ τὴν λέξιν παρὰ τὴν ἔλλειψιν τοῦ λό-

γου, ἤγουν παρὰ τὸ ἐλλεῖψαί τι καὶ μὴ φυλάξαι τῶν παρατηρημά-

των τοῦ ἀληθοῦς ἐλέγχου:—

174a37

Ἐπεὶ δὲ καὶ ἐπί τινων ἐπαγωγὴν

ποιουμένους τοὺς ἐρωτῶντας οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ

καθόλου διὰ τὸ μὴ ὠνομασμένον εἶναι, ἤγουν διὰ τὸ μὴ ἐν ἐνὶ ὀ-

νόματι δηλοῦσθαι τὸ καθόλου ὡς τὸ ζῶον, ἀλλὰ λόγω τινὶ καὶ ὁ-

μοιότητι, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου. Καί

φησι· Ἐν οἷς μὴ ἔστιν ἓν ὄνομα περιέχον τὴν ὁμοιότητα αὐτῶν

τῶν μερικῶν, ὡς ἐπὶ τῶν μὴ ἀμφωδόντων ζώων (τούτοις γὰρ οὐκ ἔ-

στιν ἓν ὄνομα περιεκτικὸν αὐτῶν), χρηστέον πρὸς τὸ συμφέρον

οὕτως λέγοντας· Ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἔστιν ἀμφώδους

καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, πᾶν ἄρα τὸ τοιοῦτον, ἤγουν τὸ μὴ ἀμ-

φώδουν, κερασφόρον ἐστίν. Τὸ γὰρ ‘κερασφόρον’ οὐκ ἔστιν ἓν ὄνο-

μα περιεκτικὸν τῶν μὴ ἀμφωδόντων ἀλλὰ λόγος—λόγος δέ ἐστιν ὁ

ἐκ πλειόνων λέξεων συγκείμενος. Ἢ πολλάκις δι' ὁμοιότητος ἐ-

πάγει τὸ καθόλου. Οἷον ἂν τέσσαρες γραμμαὶ ἀνάλογον ἔχωσι, καὶ

ἐναλλὰξ ἀνάλογον ἕξουσιν· ὡσαύτως καὶ ἂν τέσσαρα ἐπίπεδα ἢ τέσ-

σαρα στερεά, ἢ ἐὰν τέσσαρα λευκά, ἀποφαντικῶς ἐπάγει τὸ καθό-

λου δι' ὁμοιότητος λέγων “Πάντα ἄρα τὰ τοιαῦτα ἐὰν ἀνάλογον ἔ-

χωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἕξουσι”. Διὰ γὰρ τὴν ὁμοιότητα τοῦ

‘τὰ τοιαῦτα’ λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπι-

φορὰν τοῦ καθόλου:—

175a40

Οὔκουν δεῖ εὐλαβεῖσθαι καὶ φοβεῖ-

σθαι τὸ ἐλεγχθῆναι φαινομένως, ἀλλὰ τὸ δοκεῖν τοῖς ἀκροαταῖς

ὡς ἠλέγχθης. Τὰ γὰρ ἀμφίβολα καὶ αἱ ἄλλαι παρακρούσεις, ἤγουν

καὶ τὰ λοιπὰ αἴτια τῶν παραλογισμῶν, ἀφανίζουσι καὶ ἐμποδίζου-

σι γενέσθαι ἔλεγχον ἀληθῆ, καὶ ποιοῦσιν ἄδηλον εἴτε ὁ ἐρωτώμε-

νος ἠλέγχθη εἴτε καὶ μή:—

{DILECTUS SCHOLIORUM LEONIS MAGENTINI INARISTOTELIS SOPHISTICOS ELENCHOS.PROLEGOMENAἈριστοτέλους Σοφιστικοὶ ἔλεγχοι.}Τὰ πράγματα ἢ πάντῃ ἀληθῆ εἰσιν ἢ πιθανά. πιθανὰ δέεἰσι τὰ ἀληθείας καὶ ψεύδους μετέχοντα. καὶ ὁ μὲνσυλλογισμὸς ὁ περὶ τὰ πάντῃ ἀληθῆ καταγινόμενος, ἔ-στιν ἀποδεικτικός, περὶ οὗ πρώτως ἔφθη διδάξαι ὡς καὶἐκ πρώτων καὶ αἰτίων καὶ γνωρίμων τὰς ἀποδείξεις ποι-ούμενος, περὶ οὗ καὶ προηγούμενον σκοπὸν εἶχε διδάξαι.ἐπεὶ δὲ τὰ πιθανὰ ἐκπίπτουσι τῶν πάντῃ ἀληθῶν, διὰτοῦτο δευτέρως διδάσκει περὶ τοῦ συλλογισμοῦ τοῦ ἐντούτοις θεωρουμένου, ὃς καλεῖται καὶ διαλεκτικός.περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων οὐ προηγούμενός ἐ-στι σκοπὸς αὐτῷ διδάξαι (τίς γὰρ ψευδοῦς πράγματοςφροντίζει ἵνα καὶ τεχνολογήσῃ περὶ αὐτοῦ;), ἀλλ' ὥ-σπερ ἐπὶ τῶν ἰατρῶν ὁ μὲν προηγούμενός ἐστιν αὐτοῖςσκοπὸς περὶ τῶν λυσιτελούντων πρὸς ὑγείαν φαρμάκωνκαὶ σωτηριωδῶν διδάξαι, κατὰ δεύτερον δὲ μέτρον διδά-σκουσι καὶ περὶ τῶν δηλητηριωδῶν καὶ θανασίμων βοτα-νῶν, οὐχ ἵνα τούτοις χρώμεθα, ἀλλ' ἵνα μᾶλλον ταῦταφεύγωμεν, οὕτω καὶ ὁ Ἀριστοτέλης διδάξας περὶ οὗπροηγούμενον εἶχε σκοπὸν διδάξαι διδάσκει καὶ περὶτῶν σοφιστικῶν ἐλέγχων, οὐχ ἵνα αὐτοὶ ἐλέγχωμεν καὶἀπατῶμεν ἀλλήλους, ἀλλ' ἵν' ἡμεῖς μὴ παραλογιζώμεθαπαρὰ τῶν σοφιστ[ικ]ῶν.Σοφιστικοὶ δὲ Ἔλεγχοι ἐπιγέγραπται τὸ βιβλίονοὐχ ὅτι ἐλέγχουσι τοὺς σοφιστάς, ἀλλ' ὅτι οἱ σοφι-σταὶ ἐλέγχουσι τοὺς ἀμαθεῖς καὶ ἀπείρους τῆς συλλο-γιστικῆς πραγματείας. ἐν δὲ τῷ τέλει τοῦ πρώτουτμήματος τοῦ Περὶ ἑρμηνείας “σοφιστικὰς ἐνοχλήσεις”ὀνομάζει τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ καλῶς· ἐνο-χλοῦσι γὰρ οὐ τῷ ἀποδεικτικῷ, οὗτος γὰρ οὐκ ἐρωτᾷοὐδὲ πρὸς τὸν ἔξω λόγον τὰς ἀποδείξεις ποιεῖται, ἀλλ'ἐνοχλεῖ τῷ διαλεκτικῷ, οὗτος γὰρ ἐρωτᾷ καὶ ἀπὸ τῶνσυγκεχωρημένων τῷ προσδιαλεγομένῳ τοὺς συλλογισμοὺςποιεῖται. διαλεκτικὸς δὲ κυρίως ἐστὶν οὐχὶ ὁ πρὸςνίκην ἀφορῶν, ἀλλ' ὁ πρὸς εὕρεσιν τῆς ἀληθείας· ἐφ'ἑκάτερον γὰρ τοῦ προτεθέντος προβλήματος ἐπιχειρεῖκαὶ τὰ κατασκευαστικὰ τοῦ αὐτοῦ καὶ ἀνασκευαστικὰλαμβάνει, εἶτα τοῖς ἰσχυροτέροις αὐτῶν προστεθεὶς εὑ-ρίσκει τὸ ἀληθές. ἵνα γοῦν ὁ διαλεκτικὸς μὴ παρενοχλῆταιταῖς ἀποκρίσεσι τοῦ προσδιαλεγομένου καὶ παρεμποδίζη-ται εὑρεῖν τὴν ἀλήθειαν, τούτου χάριν διδάσκει περὶτῶν σοφιστικῶν ἐνοχλήσεων, ἤγουν ἐλέγχων.164a20 <περὶ δὲ τῶν σοφι-στικῶν ἐλέγχων>·