Scholia in sophisticos elenchos
- Authority group
- Anonymi In Aristotelis Sophi- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Scholia in sophisticos elenchos (= commentarium 2), ed. S. Ebbesen, Commentators and commentaries on Aristotle's sophistici elenchi. A study of post-Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7. Leiden: Brill, 1981]: 27–152.
- CTS identifier
urn:cts:greekLit:tlg4193.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
inscript
<Περὶ τῶν σοφιστικῶν ἐλέγχων>
Τὸ ‘Περὶ τῶν σοφιστικῶν ἐλέγχων’ ἴσον ἐστι τῷ ‘Περὶ τῶν
σοφιστικῶν τρόπων δι' ὧν δοκοῦσιν οἱ σοφισταὶ ἐλέγχειν
τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου’, καὶ ἔστιν ἡ
ἐπιγραφὴ τοῦ βιβλίου οὐ τῆς ἀντιλογίας ἀλλὰ τῆς συστάσεως.
165a8-9
<τὸ συμβαῖνον ἐπὶ τῶν ὀνο-
μάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγού-
μεθα συμβαίνειν>
Ἐπειδὴ τῷ ‘Σωκράτης’ ὀνόματι καὶ
τῷ ‘ποταμός’ συμβέβηκε ταυτότης τις, οἷον τὸ λέ-
γεσθαι ἀρσενικῶς, ἡγοῦνται οἱ σοφισταὶ ὅτι καὶ ὁ
Σωφρονίσκου υἱός, οὗ σύμβολον τὸ ‘Σωκράτης’ ὄνομα,
ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδατι, οὗ πάλιν σημαντικόν
ἐστι τὸ ‘ποταμός’ ὅνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν·
‘οὐχὶ ὁ Σωκράτης ἄρρεν;’ ‘ναί.’ ‘οὐχὶ καὶ ὁ πο-
ταμὸς ἄρρεν;’ ‘ναί.’ ‘ὁ Σωκράτης ἄρα καὶ ὁ Ἰν-
δὸς ποταμὸς οἱ αὐτοί.’
Ἐπειδὴ τῷ ‘Σωκράτης’ ἢ ‘Πλάτων’ ὀνό-
ματι ὁμοίως καὶ τῷ ‘ποταμός’ ὀνόματι συμβέβηκε ταυ-
τότης τις, οἷον τὸ ἀρσενικῶς λέγεσθαι, ἡγοῦνται οἱ
σοφισταὶ ὅτι καὶ ὁ Σωφρονίσκου υἱός, οὗ σύμβολόν ἐ-
στι τὸ ‘Πλάτων’ ὄνομα, ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδα-
τι, οὗ πάλιν σύμβολόν τε καὶ σημαντικὸν καθέστηκε
τὸ ‘ποταμός’ ὄνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν· ‘οὐχὶ
ὁ Πλάτων ἄρρεν;’ ‘ναί.’ ‘οὐχὶ ὁ ποταμὸς ἄρρεν’·
‘ναί.’ ‘ὁ Πλάτων ἄρα καὶ ὁ Ἰνδὸς ποταμὸς οἱ αὐτοί.’
165b14
<παράδοξον>
Τὸ συνωθῆσαι τὸν προσδιαλεγόμενον εἰς τὸ παράδοξα
λέγειν, οἷον εἴ τις λέγει μὴ εἶναι κίνησιν, ἀνάγκη
τοῦτον μηδ' ἀνατολὰς καὶ δύσεις τῶν ἄστρων λέγειν,
μήτε ἡμέρας καὶ νύκτας, ἀλλὰ μηδὲ εἰς ἀγορὰν ἐμβάλ-
λειν εἶναι δυνατόν. ἢ εἴ τις λέγει ὅτι τὸ ἀδικεῖν
κακόν ἐστιν, ἄξομεν αὐτὸν εἰς τὸ παράδοξα λέγειν
οὕτως· εἰ τὸ ἀδικεῖν κακόν, Ἀρχέλαος ὁ φονεύσας
τοὺς οἰκείους καὶ τὴν βασιλείαν λαβὼν οὐκ ἔσται εὐ-
δαίμων. τοῦτο δέ (τὸ μὴ εἶναι τὸν Ἀρχέλαον εὐδαί-
μονα) παράδοξον· πάντες γὰρ εὐδαίμονά φασιν αὐτόν.
ὥστε οὐκ ἔστι κακὴ ἡ ἀδικία, εἴπερ Ἀρχέλαος ἀδική-
σας εὐδαιμονεῖ.
165b26
<ὁμωνυμία ἀμφιβολία>
Ἰστέον ὅτι ἀμφίβολα λέγονται καὶ τὰ ὁμώνυμα ὡς πολλαχῶς
λεγόμενα· εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον.
165b27
<σχῆμα λέξεως>
Τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτον· ‘ὁ ποταμὸς ἄρρην·
ἄρρεν δ' ἐστὶ τὸ πεφυκὸς ἐν ἄλλῳ γεννᾶν, ἤτοι τῷ θήλει·
ὁ ποταμὸς ἄρα πέφυκεν ἐν τῷ θήλει γεννᾶν.’
165b27-30
<τούτου δὲ πίστις ἥ τε
διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός,
ἄν τε ληφθῇ τις ἄλλος καὶ ὅτι
τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι
καὶ λόγοις μὴ ταὐτὸ δηλώσαιμεν>
τὸ
σόφισμα
γίνεται
παρὰ τὴν
κακίαν
ἐστὶ τῆς
λέξεως
παρὰ τὸ
μὴ τὸ
αὐτὸ τοῖς
αὐτοῖς
ὀνόμασι
καὶ λόγοις
δηλοῦσθαι
τὰ μὴ τὰ
αὐτὰ καὶ
τοῖς αὐτοῖς
ὀνόμασι καὶ
λόγοις
δηλούμενα
τὸ διττὸν
ἔχει παρὰ
τὸ διττὸν
ἢ δυνάμει
ἢ ἐνεργείᾳ
ἢ φαντασίᾳ
ἑξαχῶς
συμβαίνει
γίνεσθαι
τὸ σόφισμα ἑξαχῶς συμβαίνει γίνεσθαι
165b39
<κάμνειν καὶ ὑγιαίνειν>
Τὸ σόφισμα τοιοῦτον· ‘ὁ κάμνων ὑγιάζετο· ὁ ὑγιαζό-
μενος ὑγιαίνει· ὁ κάμνων ὑγιαίνει.’ λύσις τοῦ σο-
φίσματος ὅτι ὁ κάμνων πρότερον, ἐφ' οὗ καὶ ἠρωτήθη,
ὑγιαίνει νῦν· οὐ μὴν ὁ νῦν κάμνων καὶ νῦν ὑγιαζό-
μενος ὑγιαίνει νῦν. τίς γὰρ ἂν δοίη ὅτι ὁ νῦν ὑγι-
αζόμενος νῦν ὑγιαίνει;
166a1-6
circiter.‘Πότερον ὁ ἀνδρεῖος ἀνδρίαν ἔχει;’ ‘ναί.’ ‘τί δέ·
ὁ χιτὼν οὐκ ἀνδρεῖος; ὁ χιτὼν ἄρα ἀνδρίαν ἔχει.’
πάλιν· ‘πότερον ὁ δίκαιος ἀδικήσει ἢ οὔ;’ ‘οὐ
δῆτα.’ ‘ὁ ἄδικα πράττων οὐκ ἀδικεῖ;’ ‘ναί.’ ‘τί δέ·
ὁ δίκαιος οὐκ ἄδικα πράττει ὅταν ἑαυτοῦ ἀφειδῇ
καὶ μὴ τῶν ἴσων ἀλλὰ τῶν ἐλαττόνων ἀξιοῖ; ὁ
δίκαιος ἄρα ἀδικεῖ.’ ἀλλὰ καὶ τὸ τοιοῦτον
σόφισμα παρὰ τὴν ὁμωνυμίαν ἐστί, τὸ·
‘ἅ τις λέγει διὰ τοῦ στόματος ἐξέρχεται· εἶπε
δέ τις ἅμαξαν· ἐξῆλθεν ἄρα ἀπὸ τοῦ στόματος
ἅμαξα’· λεγόμενα γάρ ἐστι καὶ αὐτὰ τὰ πράγματα
περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν
πραγμάτων. διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα
λέγειν τὸν λέγοντα λέγομεν ‘οὐδὲν λέγεις’,
κἂν προφέρηταί τινα λόγον ἢ λέξιν· λεγόμενα
δὲ καὶ αὐταὶ αἱ λέξεις αἱ σημαντικαὶ τῶν
πραγμάτων διὰ μέσων τῶν νοημάτων.
166a6
<παρὰ δὲ τὴν ἀμφιβολίαν>
Παρὰ τὴν ἀμφιβολίαν καὶ οὗτος ὁ λόγος· ‘ἆρ' οἷόν τέ
ἐστι τυφλὸν ὁρᾶν;’ ‘οὐ δῆτα.’ ‘τί δέ· ὁ τυφλὸν ὁρῶν οὐχὶ
τυφλὸν ὁρᾷ; ἔστιν ἄρα τυφλὸν ὁρᾶν.’ ἀλλὰ καὶ τὸ ἐν τῷ
Εὐθυδήμῳ τοιοῦτόν ἐστι· εἰπόντος γὰρ τοῦ Κτησίππου
ἐπὶ τῷ τοῦ Διονυσ[ι]οδώρου λόγῳ ‘πύπταξ ὦ Ἡράκλεις
καλοῦ λόγου’ ὁ Διονυσόδωρος ‘πότερον οὖν’, ἔφη,
‘ὁ Ἡρακλῆς πύπταξ ἐστίν, ἢ ὁ πύπταξ Ἡρακλῆς;’
τίθεται δὲ τὸ ‘πύπταξ’ καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ
ἐγκωμίου.
166a14-15
<παρὰ τὴν ὁμωνυμίαν
καὶ τὴν ἀμφιβολίαν>
Παρὰ τὴν ὁμωνυμίαν ἐστὶν ὅταν διὰ τῶν ὀνομάτων ἐν
τῷ λόγῳ τὸ διττὸν γένηται ὡς ἐν τῷ ‘ἀετὸν ἢ κύνα
τεθήρακα’· πλείω γὰρ οὗτος ὁ λόγος 〈σημαίνει〉 διὰ τὸν κύνα
τοὔνομα ἢ τὸν ἀετόν· ὁμώνυμον γὰρ καὶ τὸ ἀετός·
ἀετὸς γάρ ἐστι καὶ ἰχθὺς καὶ ἀστὴρ καὶ πτηνόν, ὥσπερ
καὶ κύων. παρὰ δὲ τὴν ἀμφιβολίαν ἐστιν ὄταν ἐν αὐτῷ
τῷ λόγῳ καὶ μὴ τῷ ὀνόματι τὸ διττὸν ᾖ ὡς ἐπὶ τοῦ
‘γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ’· ἐνταῦθα γὰρ οὐδὲν
τῶν ὀνομάτων διττόν, αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς
σημαίνει ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἢ ὡς ἐφ' οὗ
αὐτὸς παρέθετο τοῦ ‘ἐπίσταται τὰ γράμματα.’ ἀλλὰ
τῶν μὲν δύο τρόπων ἐν ᾧ τε τὸ ὄνομα καὶ ἔτι ἐν ᾧ ὁ
λόγος πλείω σημαίνει παρέθετο παραδείγματα, τοῦ μὲν
ἑνὸς τὸν ἀετὸν καὶ κύνα, τοῦ δὲ λοιποῦ τὸ ‘ἐπίσταται
τὰ γράμματα’· τοῦ δὲ ὅταν εἰωθότες ὦμεν οὕτως λέγειν
οὐκ ἐπήγαγεν· εἴη δ' ἂν αὐτοῦ τὸ ‘ἆρ’ ἔστι σιγῶντα
λέγειν;‘ εἰώθαμεν γὰρ λέγειν σιγῶντα καὶ τὰ σιγώμενα
καὶ αὐτὸν τὸν σιωπῶντα ἄνθρωπον.
166a18-19
<ἐπίσταται γράμματα>
Τὸ σόφισμα τοιοῦτον· ’ἆρ' ἔστιν ἐπίστασθαί τινα;‘
’ναί.‘ ’ἆρ' ἔστι γράμματα;‘ ’ναί.‘ ’ἔστιν ἄρα
ἐπίστασθαί τινα γράμματα· τινὰ ἄρα γράμματα ἐπί-
σταται.‘
166a24
<μὴ γράφοντα γράφειν>
Γράφοντα γράφειν· ταῦτα θεὶς τῶν δύο τρόπων τὰ
παραδείγματα σαφηνίζων τίνος ἐστὶν ἑκάτερον δη-
λωτικὸν ἐπήγαγε λέγων· σημαίνει γὰρ ὡς ἔχει δύνα-
μιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ
λέγει δυνάμει τοιοῦτον· ὁ μὲν γὰρ διαιρῶν τὸ βα-
δίζειν ἀπὸ τοῦ καθημένου καὶ συντιθεὶς αὐτὸ τῷ
δύνασθαι καὶ λέγων ὅτι ὁ καθήμενος δύναται βαδί-
ζειν, σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, δύνα-
ται δὲ βαδίσειν, ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ
συνθῇ, τουτέστιν ἐὰν δὲ μὴ τῷ δύνασθαι συνθῇ τὸ
βαδίζειν ἢ τὸ γράφειν (τοῦτο γὰρ λείπει), ἀλλὰ
τῷ καθημένῳ ἢ τῷ μὴ γράφοντι, καὶ φάσκει ὅτι ὁ μὴ
γράφων γράφει, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ
μὴ γράφων νῦν ὕστερον γράψαι, ἀλλ' ὅτι νῦν ὅτε οὐ
γράφει δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν
ὅτε οὐ γράφει γράφει, ὅπερ ἐστὶ ψεῦδος.
166a25-27
<ὡς δυνατὸν τὸ
καθήμενον βαδίζειν καὶ
μὴ γράφοντα γράφειν καὶ
τοῦθ' ὡσαύτως ἄν τις συν-
θῇ>
Εἰπὼν ὅτι οὐ ταὐτὸν σημαίνει ἂν διέλῃ τις
ἀπὸ τοῦ καθημένου τὸ βαδίζειν καὶ συνθήσει
αὐτό (φημὶ δὴ τὸ βαδίζειν) τῷ δυνατῷ, καὶ
ἂν συνθῇ τῷ καθημένῳ· ἄλλο γὰρ σημαίνει
ὅτε τὸν καθήμενον λέγει βαδίζειν, ἐν ᾧ καὶ
τῷ καθημένῳ τὸ βαδίζειν συντίθησι, καὶ ἄλλο
ὅτε τὸν καθήμενον λέγει δύνασθαι βαδίζειν,
ὅτε καὶ τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου διαιρεῖ,
συντίθησι δὲ καὶ τῷ δύνασθαι—τοῦτο δὴ εἰπὼν
τοῦ μὲν ἑνὸς τρόπου, καθ' ὃν τὸ βαδίζειν ἀπὸ
τοῦ καθημένου μὲν διαιροῦμεν, συντίθεμεν δὲ
τῷ δύνασθαι, παράδειγμα τέθεικε τὸ ’ὡς δυνα-
τὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα
γράφειν‘, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ
’δυνατόν‘, ἵν' ᾖ ’καὶ δυνατὸν τὸν μὴ γράφοντα
γράφειν.‘ τοῦ δὲ λοιποῦ τρόπου, καθ' ὃν συν-
τίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν, μηνυτικὸν
ἐπήγαγε ’καὶ τοῦθ' ὡσαύτως ἄν τις συνθῇ.‘
166a30-31
<καὶ μανθάνειν νῦν
γράμματα εἴπερ ἐμάνθανεν
ἃ ἐπίσταται>
Τὸ σόφισμα τοιοῦτον· ’ὁ Σωκράτης ἐπίσταται νῦν
γράμματα· ἃ ἐπίσταται νῦν ἐμάνθανεν· ὁ Σωκράτης
ἄρα νῦν μανθάνει γράμματα.‘
166a31-32
<ἔτι τὸ ἓν μόνον
δυνάμενον φέρειν πολλὰ
δύνασθαι φέρειν>
’Σωκράτης πολλὰ δύναται φέρειν· ὁ πολλὰ δυνάμενος
φέρειν καὶ ἓν μόνον δύναται φέρειν· ὁ Σωκράτης ἄρα
ἓν μόνον δύναται φέρειν.‘ λύσις· ὁ Σωκράτης πολλὰ
δυνάμενος φέρειν καὶ ἓν δύναται μόνον φέρειν.
166a32?
Παρὰ τὴν σύνθεσιν καὶ τόδε· ’πᾶς ὁ πυρέσσων πὼς
πυρέσσει· παντὶ τῷ πὼς πυρέσσοντι οἶνον δοτέον·
παντὶ ἄρα τῷ πυρέσσοντι οἶνον δοτέον.‘ ἔδει γὰρ
οὕτω συμπεράνασθαι· ’παντὶ ἄρα τῷ πὼς πυρέσσοντι
οἶνον δοτέον.‘
166a34
<καὶ τὸ μεῖζον ἴσον>
Λείπει ’τῶ ἐλάττονι‘ ἴν' ᾖ ’καὶ τὸ μεῖζον ἴσον τῷ
ἐλάττονι.‘ ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ’ἆρ'
οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται;‘ ’ναί.‘ ’τί δέ·
οὐχὶ καὶ εἰς πέντε καὶ τρία;‘ ’ναί.‘ ’ὁ ὀκτὼ ἄρα εἰς
Ϛ̅ καὶ β̅ καὶ ε̅ καὶ γ̅ διαιρεῖται· ἀλλὰ μὴν τὰ Ϛ̅
καὶ β̅ καὶ ε̅ καὶ γ̅ ι̅Ϛ̅ ἐστιν, ὁ ὀκτὼ ἄρα εἰς τὸν
ι̅Ϛ̅ διαιρεῖται, ἴσος ἄρα ὁ ι̅Ϛ̅ τῷ η̅, ὁ μείζων τῷ
ἐλάττονι.‘ παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· δυνάμει
γὰρ ἐν τῷ η̅ ταῦτα, ἀλλ' οὐκ ἐνεργείᾳ.
166a37-38
<καὶ τὸ πεντήκοντ'
ἀνδρῶν ἑκατὸν λίπε δῖος
Ἀχιλλεύς>
Ἄλλο δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν
πεντήκοντα καὶ ἄλλο συντιθεμένων· εἰ μὲν γὰρ
ὑποστίξομεν εἰς τὸ ’πεντήκοντα‘ λέγοντες ὅτι
πεντήκοντα, εἶτα ἐπάξομεν τὸ ’ἀνδρῶν‘, σημαίνει ὅτι
ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ρ̅ ἀνδρῶν ἔλιπε πεντήκοντα·
εἰ δὲ εἰς τὸ ρ̅, ὅτι ἀπὸ τῶν ν̅ ἀνδρῶν κατέλιπεν
ρ̅ ἄνδρας, ὅπερ παράδοξον, τὸ ἀπὸ τῶν πεντήκοντα
τοὺς καταλειφθέντας εἶναι ἑκατόν· τοῦτο γὰρ καὶ
βούλονται οἱ σοφισταί, τὸ παράδοξα ποιῆσαι τὸν
ἀποκρινόμενον λέγειν.
166b11-13
<οἷον τὸ ἄρρεν θῆλυ
ἢ τὸ θῆλυ ἄρρεν ἢ τὸ
μεταξὺ θάτερον τούτων, ἢ
πάλιν τὸ ποιὸν ποσὸν ἢ
τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν
πάσχον>
Τοῦ μὲν ὅτι ἄρρεν τὸ θῆλυ σοφίσματος ἡ ἀγωγὴ
τοιαύτη· ’οὐχὶ τὸ ἄρρεν οὐδέτερον;‘ ’ναί.‘ ’οὐχὶ
τὸ θῆλυ οὐδέτερον;‘ ’ναί.‘ ’τὸ ἄρρεν ἄρα καὶ θῆλυ
ταὐτόν.‘ τοῦ δὲ ὅτι τὸ οὐδέτερον—μεταξὺ γὰρ
ἄρρενος καὶ θήλεος τὸ οὐδέτερον—τοῦ οὖν ὅτι τὸ
οὐδέτερον ἢ ἄρρεν ἢ θῆλυ οὕτως· ’οὐχὶ ὁ λίθος
ἄρρην; οὐχὶ ὁ Πλάτων ἄρρην; ὁ λίθος ἄρα καὶ
ὁ Πλάτων ταὐτόν, ὥστε ὁ λίθος τὸ οὐδέτερον
ἄρρην ἐστί.‘ τοῦ δὲ ὅτι τὸ ποιὸν ποσὸν οὕτως·
’οὐχὶ ποιὸν καὶ ποσὸν οὐδέτερα; ταὐτὸν ἄρα τὸ
ποιὸν καὶ ποσόν.‘ τοῦ δὲ 〈ὅτι〉 τὸ ποιοῦν
πάσχον οὕτως· ’οὐχὶ τὸ λέγειν ἀπαρέμφατον;‘ ’ναί.‘
’οὐχὶ τὸ ὁρᾶν ἀπαρέμφατον;‘ ’ναί.‘ ’τὸ λέγειν ἄρα
καὶ ὁρᾶν ταὐτόν. ἀλλὰ τὸ μὲν λέγειν ποιεῖν ἐστι,
τὸ δὲ ὁρᾶν πάσχειν· τὸ ποιεῖν ἄρα καὶ πάσχειν
ταὐτόν.‘ πάλιν· ’οὐχὶ τὸ διαλέγεσθαι ποιεῖν τί
ἐστι καὶ ἐνεργεῖν;‘ ’ναί.‘ ’ὥστε καὶ τὸ τέμνεσθαι
ποιεῖν ἔσται καὶ ἐνεργεῖν. ἀλλὰ μὴν τὸ τέμνεσθαι
πάσχειν ἐστί· τὸ ποιεῖν ἄρα καὶ πάσχειν ταὐτόν.‘
166b16?
Παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτόν τι ὁ Εὐθύδημος
ἐσοφίζετο· ’πότερον ὁρῶσι καὶ 〈Σκύθαι καὶ〉 οἱ ἄλλοι ἄνθρωποι
τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;‘ ’τὰ δυνατὰ δήπου.‘
οὐκοῦν καὶ σὺ καὶ ἐγώ;’ ‘ναί.’ ‘ὁρᾷς δὲ τὰ ἡμέτερα
ἱμάτια;’ ‘ναί.’ ‘δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα.’ ἐνταῦθα
ὁ μὲν τὸ ὁρᾶν δέδωκεν ἀντὶ τοῦ ὁρᾶσθαι, ὁ δὲ
Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν καὶ συνήγαγεν ὅτι
δύναται βλέπειν τὰ ἱμάτια—ἢ κάλλιον λέγειν παρὰ
τὴν ἀμφιβολίαν καὶ τοῦτο;
166b16bis?
Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ τάδε· ‘εἴ τίς
ἐστιν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις· τὶς
δέ ἐστιν ὁ ἄνθρωπος· ὁ ἄνθρωπος ἄρα ἐν Ἀθήναις
ὢν οὐκ ἔστιν ἐν Μεγάροις.’ οὐ γάρ ἐστι τὶς ὁ
κοινός, οὐ γὰρ τόδε τι σημαίνει, ὡς τινὰ δὲ
αὐτὸν ἔλαβε. καὶ πάλιν· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ
εἷ· ἄνθρωπος δ' εἰμὶ ἐγώ· ἄνθρωπος ἄρα σὺ οὐκ
εἶ.’ κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων
λέγεται, ὁ δὲ ἄνθρωπος οὐχί, εἰ καὶ δοκεῖ πᾶσα
οὐσία τόδε τι σημαίνειν.
166b28-30
<οἱ μὲν οὖν παρὰ τὸ
συμβεβηκὸς παραλογισμοί εἰσιν
ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ
πράγματι καὶ τῷ συμβεβηκότι
ὑπάρχειν>.
Τὸ ‘ὁμοίως’ ἀντὶ τοῦ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν
καὶ τῷ πράγματι καὶ ἔμπαλιν τὸ ὑπάρχον τῷ πράγματι
ὑπάρχειν καὶ τῷ συμβεβηκότι.
166b28-30 bis
‘Πρᾶγμα’ λέγει τὸ σύνθετον, ‘συμβεβηκὸς’ δὲ πᾶν κατη-
γορούμενον, εἴτε τῶν οὐσιωδῶς ὑπαρχόντων, εἴτε καὶ μή.
καί φησιν· οὐκ ἀνάγκη ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ
καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβεβηκέναι· οὐ γὰρ ταὐτόν
ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκε
πρὸς τὸ ᾧ συμβέβηκε μόνον συγκρινόμενον, οἷον εἴ τις
εἴποι· ‘ὁ Κορίσκος ἄνθρωπος· ὁ ἄνθρωπος ἕτερος Κορίσκου·
ὁ Κορίσκος ἄρα ἕτερος ἑαυτοῦ.’ λύομεν τοῦτο λέγοντες
οὐ ταὐτὸν εἶναι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ
συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον. διὸ καὶ
παρὰ τὸ συμβεβηκός φαμεν τὸ σόφισμα· ὥσπερ γὰρ ὁ λέγων
‘ὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμα’ ἐν μὲν τῇ ‘Σωκρά-
της λευκός’ προτάσει τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν
ὁμοῦ λαμβάνει, ἐν δὲ τῇ ‘τὸ λευκὸν χρῶμα’ τὸ συμβεβηκὸς
μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορί-
σκος ἄνθρωπος’ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατε-
ταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον· ἐν δὲ τῇ
‘ὁ ἄνθρωπος ἕτερος Κορίσκου’ τὸν ἀκατάτακτον αὐτὸν τὸν
καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε
τῷ ἁπλῷ ταῦτα ἀνάγκη καὶ τῷ συνθέτῳ ὑπάρχειν· οὐ γάρ εἰσι
ταυτά· εἰ μὲν γὰρ †τὸ Σωκράτης ἄνθρωπος ταὐτὸν ἦν τὸ ὁ ἄν-
θρωπος ἕτερος Κορίσκου† τότε ἄν, ἐπειδὴ συνέβη τῷ ἀνθρώπῳ
ἑτέρῳ εἶναι Κορίσκου, ἦν ἂν καὶ τὸ συμπέρασμα ἀληθές. ἐπει-
δὴ δὲ οὐ ταὐτά εἰσι, ψεῦδος, καὶ παρὰ τὸ συμβεβηκὸς τὸ σό-
φισμα. καὶ εἴη ἂν τὸ τῆς λέξεως “ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ
συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις‘
τοιοῦτον· ἐπειδὴ γὰρ τῷ αὐτῷ, οἷον τῷ Σωκράτει, πολ-
λὰ συμβέβηκεν. —ἢ οὕτως· ἐπειδὴ τῷ κατηγορουμένῳ,
οἷον τῷ βροτῷ, πολλὰ συμβέβηκεν, οἷον τὸ δισύλλαβον
εἶναι, τὸ ἕτερον Κορίσκου καὶ ἄλλα πλείω, οὐκ ἀνάγκη
ταῦτα πάντα καὶ τῷ κατηγορουμένῳ καὶ καθ' οὗ κατηγο-
ρεῖται ὑπάρχειν διὰ τὸ μὴ ταὐτὰ εἶναι, ὥσπερ εἴρηται.
τὸ δὲ ’ὁ Κορίσκος ἕτερος ἀνθρώπου‘ ἴσον ἐστὶ τῷ ’ὁ
ἄνθρωπος ἕτερος Κορίσκου‘, καὶ ἔστιν ἡ μείζων πρότα-
σις· τὸ δὲ ’ἔστι γὰρ ἄνθρωπος‘ ἡ ἐλάττων. —ἢ τὸ
’ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι
τοῖς κατηγορουμένοις καὶ καθ' οὗ κατηγορεῖται‘ τοιοῦ-
τόν ἐστιν· ἐπειδὴ γὰρ τῷ ὑποκειμένῳ πολλὰ συμβέβηκε
—τουτέστι πολλὰ ὑπάρχει, καὶ ἔθος αὐτῷ τῷ ’συμβέβηκεν‘
ἀντὶ τοῦ ’ὑπάρχειν‘ χρῆσθαι· πολλαχοῦ γὰρ εἶπε ”συμβέ-
βηκε τῷ Σωκράτει ἀνθρώπῳ εἶναι“—ἐπειδὴ οὖν τῷ αὐτῷ
πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα ὅσα τοῖς κατηγο-
ρουμένοις ἕπεται (τοῦτο γὰρ λείπει) καὶ τῷ ὑποκειμένῳ
(τοῦτο γὰρ εἶπε ’καθ' οὗ κατηγορεῖται‘) ἕπεσθαι· οὐ
γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα πάντα καὶ
κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, ὡς ἐν Κατηγορίαις εἴρη-
ται. οὐκ ἀνάγκη οὖν ταῦτα πάντα ὅσα τοῖς κατηγορουμένοις
πᾶσιν ὑπάρχει καὶ κατὰ τοῦ ὑποκειμένου ὑπάρχειν·
οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ ταῦτα καὶ
τῷ Σωκράτει πάντα ὑπάρξει· οὔτε γάρ ἐστιν ὁ
Σωκράτης διαφορὰ διότι καὶ τὸ λογικόν, οὔτε δισύλ-
λαβον διότι καὶ τὸ ζῷον. ὡσαύτως δὴ οὐχί, 〈εἰ〉
ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ
ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον
εἶναι Κορίσκου ὑπάρξει. δύναται τὸ ’ὁ δὲ Κορίσκος
ἕτερος ἀνθρώπου‘ τοιοῦτον εἶναι· ὁ Κορίσκος ἕτερος
ἀνθρώπου· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος
ἕτερος ἀνθρώπου. ἕτερος δὲ ὁ Κορίσκος ἀνθρώπου
ᾗ ὁ μὲν καθόλου, ὁ δὲ ἐπὶ μέρους, καὶ ᾗ ὁ μὲν
Κορίσκος μετὰ τῶν συμβεβηκότων ἐστὶ τῶν ἀτομούντων
αὐτόν, ὁ δὲ οὐχί.
167a14
<ἐπ' ἐνίων δὲ λανθάνει πολλάκις>
Ὡς ἐπὶ τοῦδε· ’ἆρ' ἔστι τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ
ἐπιορκεῖν;‘ ’οὐ δῆτα.‘ ’ἀλλὰ μὴν ὁ ὀμόσας ἐπιορκήσειν
καὶ ἐπιορκήσας εὐώρκησεν· ἔστιν ἄρα τὸν αὐτὸν ἅμα
εὐορκεῖν καὶ ἐπιορκεῖν.‘ ἐπὶ γὰρ τούτου πῂ εὐορκῶν
δόξειεν ἂν καὶ ἁπλῶς εὐορκεῖν, ὅπερ ἐστὶ ψεῦδος.
167a16-17
<γίνεται δὲ τὸ
τοιοῦτον ἐν οἷς ὁμοίως
ὑπάρχει τὰ ἀντικείμενα>
Ὡς ἐπὶ τῆς ἀνδρείας· δοκεῖ γὰρ καὶ ἀγαθὸν εἶναι
καὶ μὴ ἀγαθόν· ἀγαθὸν μὲν ὡς ἀρετή, μὴ ἀγαθὸν δὲ
διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τοὺς κινδύνους.
ὁμοίως καὶ τὸ πολιτεύεσθαι ἢ παραδυναστεύειν
βασιλεῖ· ἐπίσης γὰρ δοκεῖ διωκτὸν καὶ φευκτὸν
εἶναι· τὸ μὲν διὰ τὰς τιμάς, τὸ δὲ διὰ τὰς ἐπι-
βουλὰς καὶ τὰ τοιαῦτα.
167a36
<οἱ δὲ παρὰ τὸ
τὸ ἐν ἀρχῇ λαμβάνειν>
Οἱ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὡς ὁ λέγων·
’εἰ ἔστιν ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ
καὶ πρόσω καὶ ὀπίσω, ἔστι τόπος· ἀλλὰ μὴν ἔστι
ταῦτα· ἔστιν ἄρα τόπος‘ —τὸ ἐν ἀρχῇ αἰτεῖται·
εἰ γὰρ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ
μέρη καθέστηκεν, ὁ λέγων ’εἰ ἔστι τὰ μέρη τοῦ
τόπου, ἔστιν ὁ τόπος‘ τοῦτό φησιν· ’εἰ ἔστιν ὁ
τόπος, ἔστιν ὁ τόπος.‘
167b1-2
<ὁ δὲ παρὰ τὸ ἑπόμενον
ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι-
στρέφειν τὴν ἀκολούθησιν>
Ἐντεῦθεν καὶ οἱ τὴν ὄψιν πῦρ λέγοντες ἀπατηθέντες
πῦρ αὐτὴν ἔλεγον. ἐπειδὴ γὰρ θλιβομένου καὶ κινουμέ-
νου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν, πυρὸς εἶναι
τὴν ὄψιν εἶπον, ὡς ἐν τῷ Περὶ Αἰσθήσεως καὶ Αἰσθητῶν
εἴρηται. γέγονε δὲ αὐτοῖς ἡ ἀπάτη παρὰ τὸ ἑπόμενον·
οὐ γάρ, εἰ τὸ πῦρ στίλβει, καὶ πᾶν τὸ στίλβον πῦρ·
πυγολαμπίδες γὰρ καὶ κεφαλαὶ ἰχθύων καὶ θολὸς σηπίας
καὶ ἄλλα πολλὰ στίλβει ἐν νυκτί, καὶ ὅμως οὐκ εἰσὶ
πῦρ. καὶ οἱ τὴν ἡδονὴν ἀγαθὸν καὶ συμφέρον· ἐπειδὴ
γὰρ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον ἡδύ, ὑπώπτευσαν ὅτι
καὶ τὸ ἡδὺ ἀγαθὸν καὶ συμφέρον, ὥστε καὶ ἡ ἡδονὴ ἀ-
γαθόν, ἀλλὰ καὶ συμφέρον.
167b24-26
<ἐὰν οὖν ἐγκαταριθμηθῇ
ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι
πρὸ τοῦ συμπεράσματος τὸ
συμβαῖνον ἀδύνατον δόξει
παρὰ τοῦτο γίνεσθαι πολλάκις
ὁ ἔλεγχος>
’Τὸ συμβαῖνον ἀδύνατον‘ ἀντὶ τοῦ ’τὸ αἴτιον δι' οὗ
συμβαίνει τὸ ἀδύνατον‘, ὥσπερ ἐνταῦθα συγκατέμικται
τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ’ἡ ζωὴ τῷ θανάτῳ ὄντι
φθορᾷ ἐναντία‘· οὐ γάρ ἐστιν ὁ θάνατος φθορά, ἀλλὰ
διάλυσις ψυχῆς καὶ σώματος, τὰ δὲ διαλυόμενα οὐκ
ἀνάγκη φθείρεσθαι. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις
ἐρωτήμασιν ὅτι ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, δι' οὗ
—λέγω δὴ τοῦ τὸν θάνατον ταὐτὸν τῇ φθορᾷ λαβεῖ—
συνῆκται ὅτι ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι,
καὶ τὸ ζῶον ᾗ ζῇ γίνεται. ἀναγκαῖα δὲ εἶπε τὰ
ληφθέντα διότι τούτων μὴ κειμένων οὐκ ἂν συνήχθη τὸ
προκείμενον ἀδύνατον. ὅτι δὲ οὐ ταὐτὸν ὁ θάνατος
τῇ φθορᾷ δῆλον, εἴπερ θνήσκειν μὲν λέγομεν τὰ ζῶντα,
φθείρεσθαι δὲ τὰ νεκρὰ καὶ ἄψυχα σώματα· καὶ πολλοὶ
πάλαι μὲν τεθνήκασι, τὰ δὲ σώματα αὐτῶν εἰσέτι
διατελεῖ.
167b27-30
<εἰ γὰρ φθορᾷ
γένεσις ἐναντίον, καὶ
τῇ τινὶ φθορᾷ ἔσται
τὶς γένεσις· ὁ δὲ θάνατος
φθορά τις καὶ ἐναντίον
ζωῇ, ὥστε γένεσις ἡ ζωὴ
καὶ τὸ ζῆν γίνεσθαι.>
167b27-30, col. 1
φθορά
ὁ θάνατος τὶς φθορά
167b27-30, col. 2
γένεσις
τὶς γένεσις ζωή
γίνεσθαι ζῆν
γίνεται ζῶον
167b34-35
<ἀσυλλόγιστοι μὲν
οὖν ἀπλῶς οὐκ εἰσὶν
οἱ τοιοῦτοι λόγοι>
Ἀσυλλόγιστοι ἁπλῶς εἰσιν οἱ μὴ ὑγιῆ τὴν πλοκὴν
ἔχοντες τοῦ σχήματος, ὡς οἱ ἐκ δύο καταφατικῶν
ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι, καθάπερ καὶ
ὁ Καινεὺς συνῆγε τὸ πῦρ ἐν πολλαπλασίονι ἀνα-
λογίᾳ αὔξεσθαι, οὗ ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς
ἐμνημόνευσεν.
167b38-39
<οἱ δὲ παρὰ τὸ τὰ
δύο ἐρωτήματα ἓν ποιεῖν>
Ἰστέον ὅτι ὅπου μὲν διαλεκτικαί εἰσιν αἱ
ἐρωτήσεις πρὸς ἃς ἀναγκαῖον ἀποκρίνεσθαι τὸ
’ναί‘ ἢ ’οὔ‘, μίαν εἶναι δεῖ τὴν ἐρώτησιν
ἵνα καὶ θάτερον μόριον τῆς ἀντιφάσεως ἀπο-
κρίνεσθαι ἐξῇ πρὸς τὸν ἐρωτῶντα· ὅπου δὲ
πυσματικαί, δυνατὸν καὶ πλείω ἐρωτᾶν, ὡς ὁ
Πλάτων ἐν τῇ Ἀπολογίᾳ ”τίς καὶ ποδαπὸς καὶ
πόσου διδάσκει;“ καὶ ἀποκρίνεται πρὸς πάντα
”Εὔηνος, Πάριος, πέντε μνῶν“.
168a1-3
<ἐπ' ἐνίων μὲν οὖν ῥᾴδιον
ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δο-
τέον μίαν ἀπόκρισιν ... ἐπ' ἐνίων
δ' ἧττον>
Ὥσπερ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ πεποίηκεν ἐρωτήσας
αὐτὸν τὰ πλείω ὡς ἕν, οὐχ ὡς κακουργῶν ἀλλ' οὔ-
τω νομίζων. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅ-
μα ἐρωτήσεις ἐρωτήσαντα. εἶπε γάρ·
”Ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες
ὥσπερ οἱ τύραννοι ἅπαντα ποιεῖν ἃ βού-
λονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι;“
ἐν γὰρ τούτοις πλείονας ἅμα ἐρωτήσεις ἠρώτησεν
ἀγνοῶν τὴν διαφορὰν τῆς τε βουλήσεως καὶ τῆς
δοκήσεως.
168a21
<πρῶτον μὲν εἰ ἀσυλλόγιστοι>
Ὥσπερ οὗτος· ’τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα
τὸ ὄν.‘ οὐ γὰρ τοῦτο συνάγεται ἐκ τῶν κειμένων, ἀλλ' ὅτι τὸ ἓν ὄν.
168a25-26
<σύνηθες γὰρ τὸ
πάντα ὡς τόδε τι σημαίνειν>
Τοῦτο περὶ τῆς ἀμφιβολίας εἴρηκε· σύνηθες γὰρ τὸ τὰ
σιγώμενα σιγῶντα λέγειν ὥσπερ καὶ τὸν σιγῶντα ἄνθρωπον,
ὁμοίως δὲ καὶ λέγοντα τὰ λεγόμενα ὥσπερ καὶ τὸν λέγοντα,
καὶ ὁρῶντα τὰ ὁρώμενα καθάπερ καὶ τὸν ὁρῶντα. δύναται
τοῦτο καὶ περὶ τῆς ὁμοιοσχημοσύνης λέγεσθαι· σύνηθες γὰρ
τὰ οὐδέτερα ἀρρενικῶς λέγειν καὶ τὰ παθητικὰ ἐνεργητικῶς
καὶ ἔμπαλιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
168a26-28
<ἡ δὲ σύνθεσις καὶ
διαίρεσις καὶ προσῳδία τῷ
μὴ τὸν αὐτὸν εἶναι τὸν
λόγον ἢ τὸ ὄνομα τὸ διαφέρον>
’Τῷ μὴ τὸν αὐτὸν‘ εἶπε ’λόγον‘ διὰ τὴν σύνθεσιν καὶ
διαίρεσιν, ’τὸ‘ δὲ ’ὄνομα τὸ διαφέρον‘ διὰ τὴν
προσῳδίαν· ἀδιάφορον γὰρ ὂν τὸ ορος ὄνομα χωρὶς τῆς
προσῳδίας διάφορον γίνεται ψιλούμενον καὶ δασυνόμενον·
ὡς γὰρ τὸ πρᾶγμα διαφόροις ὀνόμασι σημαινόμενον τὸ
αὐτό ἐστι—κἂν γὰρ λώπιον κἂν ἱμάτιον ἐρεῖς, τὸ αὐτό
ἐστι—οὕτως δεῖ καὶ ἐπὶ τοῦ ἐλέγχου διαιρουμένου καὶ
συντιθεμένου ἢ ψιλουμένου ἢ δασυνομένου τοῦ λόγου 〈ἢ〉
τοῦ ὀνόματος ταὐτὸν δηλοῦσθαι.
168a30-32
<οἷον εἰ λώπιον,
μὴ ἱμάτιον συλλογίσασθαι
ἀλλὰ λώπιον. ἀληθὲς μὲν
γὰρ κἀκεῖνο, ἀλλ' οὐ συλ-
λελόγισται, ἀλλ' ἔτι ἐρω-
τήματος δεῖ εἰ ταὐτὸν
σημαίνει>
Οἷον εἴ τις οὕτως συλλογίσαιτο· ’πότερον καὶ
Σκύθαι καὶ οἱ λοιποὶ ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν
ὁρῶσιν ἢ τὰ ἀδύνατα;‘ ’τὰ δυνατὰ δήπου.‘ ’οὐκοῦν
καὶ σὺ καὶ ἐγώ;‘ ’ναί.‘ ’ὁρᾷς δὲ τὰ ἡμέτερα λώπια;‘
’ναί.‘ ’δυνατὰ οὖν ἐστιν ὁρᾶν ταῦτα· ὁρᾷ ἄρα τὰ
ἱμάτια· ἀλλὰ μὴν καὶ οὐχ ὁρᾷ.‘ ἐπὶ τούτου, εἰ
καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ ἱμάτιον, ἀλλ'
ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν
δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ
λώπιον τῷ ἱματίῳ.
168a37-38
<εἰ οὖν μὴ ἔστι συλλο-
γισμὸς τοῦ συμβεβηκότος>
Οὐκ ἔστι τοῦ συμβεβηκότος συλλογισμός, διότι ἐν τοῖς
συλλογισμοῖς ὁ μέσος ὅρος κοινωνεῖ τοῖς ἄκροις, ἐν
δὲ τοῖς συμβεβηκόσιν ἢ τῷ ἑνὶ ἄκρῳ κοινωνεῖ ἢ οὐδετέρῳ·
ἐν γὰρ τῷ ’ὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμα‘ τῷ
μείζονι ὅρῳ κοινωνεῖ ὁ μέσος καὶ συγγενής ἐστιν αὐτῷ,
τῷ δὲ ἐλάττονι οὐδαμῶς· οὗτος μὲν γὰρ ὑπὸ τὴν οὐσίαν
ἐστίν, ἐκεῖνος δὲ ὑπὸ τὸ ποιόν.
168a40-168b4
<οὐδ' εἰ τὸ τρίγωνον
δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέ-
βηκε δ' αὐτῷ σχήματι εἶναι ἢ
πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρ-
χὴ ἢ πρῶτον τοῦτό ἐστιν. οὐ
γὰρ ᾗ σχῆμα οὐδ' ᾗ πρῶτον ἀλλ'
ᾗ τρίγωνον ἡ ἀπόδειξις>
Οὐ γὰρ εἰ τὸ τρίγωνον σχῆμά ἐστιν, ἔχει δὲ καὶ τὰς
τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ἀνάγκη τὸ σχῆμα
τρεῖς γωνίας ἔχειν δυσὶν ὀρθαῖς ἴσας· οὐ γάρ ἐστι
ταὐτὸν τό τε σχῆμα καὶ τὸ τρίγωνον. εἰ μὲν γὰρ
εἶχε τὸ τρίγωνον ᾗ σχῆμα τὰς τρεῖς δυοῖν ὀρθαῖς
ἴσας, τότ' ἄν, ἐπειδὴ ἔχει τὸ τρίγωνον οὕτως τὰς
γωνίας, εἶχεν ἂν ὡσαύτως καὶ τὸ σχῆμα· ἐπεὶ δὲ οὐχ
ᾗ σχῆμα, οὐκ ἀνάγκη τοῦτο εἶναι.
168a40-168b4bis
►σχῆμα δύο ὀρθαί
τρίγωνον◄
168b1
<συμβέβηκε δ' αὐτῷ
σχήματι εἶναι>
Οὐχ ἁπλῶς συμβεβηκός ἐστι τὸ σχῆμα τῷ τριγώνῳ, οὐδὲ
τοῦτο λέγει, ἀλλ' ὅτι ὡς πρὸς τὸ ἔχειν τὸ τρίγωνον τὰς
τρεῖς δυοῖν ὀρθαῖς ἴσας οὐδὲν συντελεῖ τὸ σχῆμα τῷ
τριγώνῳ, οὐδ' αἴτιον αὐτῷ γίνεται το〈ῦ〉 τὰς γωνίας ἔχειν
τοιαύτας, ὥστε ὅσον πρὸς αὐτὸ τοῦτο συμβέβηκε τὸ
σχῆμα τῷ τριγώνῳ, ὥσπερ καὶ ὁ ἄνθρωπος τῷ Σωκράτει
πρὸς τὸ προγάστορι εἶναι ἢ ἑτέρῳ Κορίσκου. καὶ ὅτι
τοῦτό ἐστι, δῆλον ἐκ τοῦ μὴ λέγειν ἡμᾶς τὸ τρίγωνον
συμβεβηκέναι τῷ ἰσοσκελεῖ πρὸς τὸ τὰς τρεῖς δυοῖν
ὀρθαῖν ἴσας ἔχειν τὸ ἰσοσκελές· αἴτιον γὰρ τὸ
τρίγωνον τῷ ἰσοσκελεῖ τοῦ τοιαύτας ἔχειν τὰς γωνίας,
ὥστε οὐκ ἀνάγκη τὸ ὑπάρχον τῷ πράγματι καὶ τῷ συμβαί-
νοντι ὑπάρχειν, ἢ τὸ τῷ συμβαίνοντι καὶ τῷ πράγματι.
168b6-7
<ἀλλὰ παρὰ τοῦτο
καὶ οἱ τεχνῖται καὶ ὅλως
οἱ ἐπιστήμονες ὑπὸ τῶν
ἀνεπιστημόνων ἐλέγχονται>
Οὐ λέγει ὅτι οἱ ἐπιστήμονες παρὰ τῶν ἀνεπιστημόνων
ἐλέγχονται, ἀλλ' ὅτι δοκοῦσι τοῖς ἀνεπιστήμοσιν
ἀκροαταῖς ἐλέγχεσθαι, οὐ μὴν ἐλέγχονται. καὶ τὴν
αἰτίαν τοῦ μὴ ἐλέγχεσθαι ἐπήγαγεν εἰπὼν ’κατὰ
συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς‘ καὶ
οὐκ ἐκ τῶν καθ' αὑτό· ὁ γὰρ ἀληθινὸς ἔλεγχος οὐκ
ἀπὸ συμβεβηκότων γίνεται. ἢ ἐπιστήμονας λέγει
ἐλέγχεσθαι τοὺς τινὸς ἐπιστήμης εἰδήμονας, ἀπείρους
δὲ τῆς διαλεκτικῆς.
168b28-29
<διαφέρει δὲ τοῦ
συμβεβηκότος ὅτι τὸ συμβε-
βηκὸς ἔστιν ἐφ' ἑνὸς μόνου
λαβεῖν>
Οἱ παρὰ τὸ ἑπόμενον, φησίν, ἔλεγχοι διαφέρουσι τῶν
παρὰ τὸ συμβεβηκός, ὅτι τοὺς παρὰ τὸ συμβεβηκὸς
ἔστιν ἐφ' ἑνὸς μόνου λαβεῖν, λέγων ἐφ' ἑνὸς λῆψιν
τὸ μὴ ἀντιστρέφειν. οἷον ὡς ἐπὶ τοῦ παρόντος· ’τὸ
μέλι ξανθόν· τὸ ξανθὸν χρῶμα· τὸ χρῶμα ποιότης· τὸ
μέλι ἄρα ποιότης.‘ ἢ τὸ ἐφ' ἑνὸς λαβεῖν ἀντὶ τοῦ
τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν
καὶ μίαν φύσιν λαβεῖν, εἶτα συνάγειν· ’ἐπειδὴ τὸ
μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα,
τὸ μέλι ἄρα χρῶμα.‘ τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ
ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ, οἷον
’ὁ κύκνος λευκός καὶ τὸ λευκὸν κύκνος‘, εἶτα προσ-
λαβεῖν ὅτι ’ἡ δὲ χιὼν λευκή· ἡ χιὼν ἄρα κύκνος.‘
ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους καὶ μετὰ
τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, τότε παρὰ τὸ
ἐπόμενον τὸ τοιοῦτον ῥηθήσεται σόφισμα, ὥσπερ ἐπὶ
τοῦ λευκοῦ καὶ κύκνου καὶ τῆς χιόνος εἴρηται·
ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ' εὐθὺς τῇ ληφθείσῃ
προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, παρὰ τὸ
συμβεβηκὸς τὸ σόφισμα, ὡς ἐπὶ τοῦ μέλιτος καὶ
ξανθοῦ καὶ χρώματος εἴρηται. μέρος ἄρα τὸ
παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· ἀπὸ
συμβεβηκότος γὰρ καὶ οὗτοι κἀκεῖνοι ὥρμηνται,
διαφορὰ δὲ αὐτῶν τὸ ἀντιστρέφειν καὶ μὴ ἀντιστρέφειν.
ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ
ἐν ἀντιστροφῇ εἶπε τὸ ’ἀεὶ ἐν πλείοσι‘ διὰ τὸ
ἄλλο μὲν εἶναι τὸ λέγειν ’ὁ κύκνος λευκόν‘ καὶ
ἄλλο τὸ ’τὸ λευκὸν κύκνος‘· ἐκείνως μὲν γὰρ ὁ κύκνος
ἐστὶν ὑποκείμενον, κατηγορούμενον δὲ τὸ λευκόν· οὕτως
δὲ ἔμπαλιν. τὸ δὲ τῆς λέξεως τῆς ’τὰ γὰρ [τῷ] ἑνὶ καὶ
ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτά‘ τοιοῦτόν
ἐστιν· ἐπεὶ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτά
ἐστιν, ἄμφω γὰρ λευκά, τὸν κύκνον χιόνα ἀξιοῦμεν
εἶναι· νομίσαντες γὰρ ὅτι ἐπειδὴ ἡ χιὼν
λευκὴ καὶ τὸ λευκὸν χιών, ἔστι δὲ καὶ ὁ κύκνος
λευκόν, ὑπολαμβάνομεν ὅτι ὁ κύκνος χιών ἐστι.
καὶ πάλιν· ’ἐπειδὴ ὁ μοιχὸς καλλωπιστής, καὶ ὁ
καλλωπιστὴς μοιχός· ὅδε δὲ καλλωπιστής· ὅδε ἄρα
μοιχός.‘ ὅτι δὲ τὸ ’ἐν πλείοσιν‘ ἀντὶ τοῦ ’ἐν
ἀντιστροφῇ‘ εἴρηκε δῆλον καὶ ἐξ ὧν εἶπεν εὐθὺς
ἀρχόμενος τοῦ δευτέρου τῶν Προτέρων Ἀναλυτικῶν·
λέγει γὰρ ἐκεῖσε ”οἱ μὲν καθόλου πάντες ἀεὶ
πλείω συλλογίζονται, τῶν δὲ ἐν μέρει οἱ μὲν
κατηγορικοὶ πλείω“ καὶ τὰ ἑξῆς. ἢ ’τὰ γὰρ
ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτά‘
μάλιστα τοιοῦτόν ἐστι· τὰ τῷ αὐτῷ καὶ ἑνὶ
ὄντα καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτὰ εἶναι· ἐπεὶ γὰρ
τῷδε τῷ σώματι συμβέβηκε καὶ μέλιτι εἶναι καὶ
ξανθῷ, ἀξιοῦμεν καὶ τὸ μέλι καὶ τὸ ξανθὸν
ταὐτὰ εἶναι. καὶ ἀντιστρέφει· τὰ γὰρ ταὐτὰ καὶ
ἀντιστρέφει—ταὐτὰ δὲ λέγω τῷ ἀριθμῷ ὡς λώπιον
καὶ ἱμάτιον καὶ ἄνθρωπον καὶ βροτόν.
168b31-32
<τὰ γὰρ ἑνὶ καὶ
ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις
ἀξιοῦμεν εἶναι ταὐτά>
Οἷον ὡς ἐπὶ τοῦδε· εἰ τὰ τὸ αὐτὸ χρῶμα ἔχοντα
κέχρωσται, ὅτι καὶ τὰ κεχρωσμένα τὸ αὐτὸ χρῶμα
ἔχουσι. λαμβάνουσιν οὖν ὡς τὰ αὐτὰ τὰ τὸ αὐτὸ
χρῶμα ἔχοντα καὶ τὰ κεχρωσμένα.
169a5
<ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως>
Ἄλλως· πῶς; ἢ ὅτι καὶ ἀσυλλόγιστοί εἰσιν ἐκ δύο
καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι;
169a24
<ἔνια γὰρ οὐκ εὔπορον διελεῖν>
Ὡς ἐπὶ τοῦ λέγοντος τὴν γένεσιν ἀγωγὴν εἰς
οὐσίαν καὶ τὴν ὑγίειαν συμμετρίαν θερμῶν καὶ
ὑγρῶν· ὁμώνυμον γὰρ καὶ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία
καὶ οὐκ εὐφώρατος ὁσαχῶς ἑκάστη τούτων λέγεται.
λέγεται δὲ ἀγωγὴ ἡ τῶν σιτίων καὶ οἴνων φορά,
λέγεται καὶ ἡ τῶν παίδων τοιάδε τις ἀνατροφή,
λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή. ὁμοίως δὲ καὶ
ἐπὶ συμμετρίας· λέγονται γὰρ σύμμετρα καὶ τὰ
αὐτάρκη πρὸς τὸ ζῆν καὶ τὰ τῷ αὐτῷ μέτρῳ
μετρούμενα, καθὸ ἀσύμμετρος ἡ διάμετρος τῇ
πλευρᾷ. λέγεται σύμμετρα καὶ τὰ καλῶς μιχθέντα
ἢ κραθέντα.
169a33
<μάλιστα δ' ἐπίσταται
συνεπινεύειν>
Τὸ ’μάλιστα δ' ἐπίσταται συνεπινεύειν‘ ἴσον ἐστὶ
τῷ ’μάλιστα δὲ δύναται συμπείθειν.‘ ἢ οὕτως·
μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν
καὶ ὁμολογεῖν ταῖς τῶν σοφιστῶν προτάσεσι τὸ
νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τι
καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. οὐκ ἔστι δὲ ἀληθές·
τὸ γὰρ τόδε τι, ὡς ἐν ταῖς Κατηγορίαις εἴρηται,
ἐπὶ μόνης τῆς πρώτης οὐσίας ἁρμόττει· ”ἄτομον γὰρ
καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστι, ἐπὶ δὲ τῶν
δευτέρων οὐσιῶν φαίνεται μὲν †ὅμως† τῷ σχήματι τῆς
προσηγορίας τόδε τι σημαίνειν ὅταν εἴπῃ ἄνθρωπον
ἢ ζῷον, οὐ μὴν ἀληθές γε“. ἡ γὰρ δευτέρα οὐσία
οὐχ ὡς τόδε τι ἢ δείκνυται ἢ λέγεται, ἀλλ' ὡς
τοιόνδε διότι ”περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει“.
τοῦτο δὲ γίνεται διὰ τὸ ἀνώμαλον τῆς συνηθείας,
ἥτις τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων
εἴωθε πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις
ἄνθρωπον πιθανὴν φαντασίαν ἐμποιεῖ ὡς ἄρα ὁ
ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ,
ἐπειδὴ εἴδει ἐστὶν εἷς. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ
ὁμοίῳ τῷ σχήματι τῆς προσηγορίας σημαίνεσθαι
—ἑνικῶς γὰρ ἀμφότεροι λέγονται, καὶ γὰρ ὁ Σωκράτης
ἄνθρωπος καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ' οὐκ
ἄνθρωποι πληθυντικῶς—ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν
ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὡς
ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς
ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει
γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως
γινομένων παραλογισμῶν. ὡς ἔοικε δὲ τοῦτο οὐχ
ἁπλῶς ἐπὶ πάντων τῶν παρὰ τὴν ὁμοιότητα τῆς
λέξεως γινομένων εἶπεν, ἀλλ' ἐπ' ἐκείνων μόνων
τῶν συναγόντων διὰ τὴν ὁμοιότητα τὰς καθόλου
οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς,
καὶ ὅλως τῶν συναγόντων τὰ καθόλου τὰ αὐτὰ τοῖς
μερικοῖς· διὰ τοῦτο γὰρ καὶ εἶπε ’διὸ καὶ τῶν
παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος‘ ὡς εἰ
ἔλεγεν· ’οὐ μόνον γὰρ τοὺς ἤδη ῥηθέντας, ἀλλὰ
καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ
συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα τοῖς
παρὰ τὴν λέξιν παραλογισμοῖς συντακτέον. εἰπὼν
δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν
λέξιν θετέον αἰτίαν ἐπήγαγε τούτου, μίαν μὲν
ὅτι ἡ ἀπάτη γίνεται μετ' ἄλλων σκοπουμένοις,
ἐκεῖνοι δ' ἀεὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους
τὰς ἐρωτήσεις ποιοῦνται. ἀπὸ δὲ τῶν πολλαχῶς
ὀνομάτων καὶ λέξεων λεγομένων ἡ ἀπάτη, ὥστε
καλῶς ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τοῦτον τάττειν.
ἄλλην δὲ ὅτι ἡ ἀπάτη τοῦ τὸν ἄνθρωπον τῷ Σωκράτει
ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος· αὕτη δὲ παρὰ
τὴν λέξιν.
169a33-34
<ὅτι πᾶν τὸ κατηγορούμενόν
τινος ὑπολαμβάνομεν τόδε τι>
Τὸ ‘ὑπολαμβάνομεν τόδε τι’ ταὐτόν ἐστι τῷ
‘ὑπολαμβάνομεν ταὐτὸν εἶναι τὸ κατηγορούμενον
τῷ ὑποκειμένῳ καθ' οὗ κατηγορεῖται’· ἐκ γὰρ
τούτου τὴν χώραν ἔσχε τὸ τοιόνδε σόφισμα· ‘ὃ
ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δ' ἐγὼ ἄνθρωπος· σὺ
ἄρα οὐκ εἶ ἄνθρωπος.’ ὁρᾷς ὅτι τὸ ‘ἐγώ’ ὅπερ
ἐστὶν ἄτομον ὡς ταὐτὸν ἐλήφθη τῷ ‘ἄνθρωπος’ ὅπερ ἐστι καθόλου·
εἰ μὲν γὰρ ἐγὼ καὶ ὁ ἄνθρωπος ταὐτὸν ἦμεν, τότε
ἂν τῷ ὄντι σὺ οὐκ ἂν ἦς ἄνθρωπος οὐχ ὁ αὐτὸς ὢν
ἐμοί· ἄνθρωπος μὲν γάρ εἰμι ἐγώ, οὐ μὴν ὁ
ἄνθρωπός εἰμι.
169a35-36
<τῷ γὰρ ἑνὶ καὶ τῇ
οὐσίᾳ μάλιστα δοκεῖ παρέ-
πεσθαι τὸ τόδε τι καὶ τὸ
ὄν>
Παρὰ τὸ σχῆμα τῆς λέξεως, ὥσπερ καὶ πρότερον εἴρηται,
μάλιστά ἐστι τοῦτο· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δ' ἐγὼ
ἄνθρωπος, σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.’ τὸ γὰρ ‘ἐγώ’ καὶ
‘σύ’ ἐπὶ τῶν ἀτόμων λέγεται, τὸ δὲ ‘ἄνθρωπος’ οὐχί,
ὃν ἄνθρωπον ὡς τινὰ ἔλαβεν ἐν τῷ λόγῳ.
170a1-2
<οἷον ὁ παρὰ τὸ μὴ
συμβαῖνον διὰ τὸν λόγον ὁ
εἰς ἀδύνατον>
Ὃ λέγει ἐστίν· εἰ τὸ ἀναίτιον ὡς αἴτιον δοθῇ τῷ
σοφιστῇ, δῆλον ὅτι ἀδύνατόν τι ἵνα συνάξῃ. ἔστι
δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν
ἄγειν τὸν προσδιαλεγόμενον γίνεται παρὰ τὸ μὴ
συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ μὴ αἴτιον ὡς
αἴτιον λαβεῖν. τὸ γὰρ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ
ψεῦδος λέγομεν ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς.
170a6-7
<ἀντὶ τοῦ καθόλου
τὴν ἀντίφασιν>
‘Τὸ καθόλου’ φησὶν ἀντὶ τοῦ ‘ἁπλῶς’, ‘τὴν ἀντίφασιν’
δὲ ἀντὶ τοῦ ‘πῄ.’ δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ
Αἰθίοψ μέλας, συνάγει ἐκεῖνος ὅτι τοὺς ὀδόντας
λευκός, ἤτοι πῂ λευκός. ἢ λεγόντων ἡμῶν ‘οὐδεὶς
ἐπιορκῶν ἅμα εὐορκεῖ’, συνάγει τὸ τινὰ ἢ πῄ,
‘ὀμόσας’ λέγων ‘τὶς ἐπιορκήσειν, ἐπιώρκησεν, ὥστε
καὶ εὐώρκησεν.’
170a20
<Παρὰ πόσα δ' ἐλέγχονται
οἱ ἐλεγχόμενοι>
Παρ' ὅσα μέν, φησίν, φαινομένως ἐλέγχεσθαί τινες
δοκοῦσιν, εἴρηται. παρ' ὅσα δὲ ἐλέγχονται οἱ
ἀληθῶς ἐλεγχόμενοι, οὐδεὶς ἀριθμήσασθαι ἢ παραδοῦναι
δύναται· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ
ἔλεγχοι γενέσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ ἀπο-
δειχθέν. ἄπειρα δὲ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι
ἄρα καὶ οἱ ἀληθινοὶ ἔλεγχοι.
170a22
<ἄπειροι γὰρ ἴσως
αἱ ἐπιστῆμαι>
Τὸ ‘ἴσως’ κατὰ τὴν ἑαυτοῦ δόξαν εἶπεν· ἀϊδίου γὰρ
κατ' αὐτὸν ὄντος τοῦ κόσμου ἐπ' ἄπειρον καὶ αἱ
ἐπιστῆμαι αὐξηθήσονται.
170a22bis
Ἐπιστήμας τὰ ἐπιστητὰ αὐτὰ τὰ ἀποδεικτικὰ καλεῖ.
170a27-29
<οἱ μὲν γὰρ ἔσονται
παρὰ τὰς ἐν γεωμετρίᾳ
ἀρχὰς καὶ τὰ τούτων συμπε-
ράσματα, οἱ δὲ παρὰ τὰς
ἐν ἰατρικῇ>
Ὥσπερ ὁ Βρύσων ἐλέγχεται μὴ τετραγωνίζων τὸν
κύκλον διὰ τὸ μὴ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν τοῦτο
ποιεῖν, ἀλλ' ἔκ τινων κοινοτέρων· ἀλλὰ καὶ οἱ
δυσίατα δεικνύντες τὰ περιφερῆ τῶν τραυμάτων διὰ
τὸ τὸν κύκλον πολυχωρητότερον εἶναι τῶν ἐπιπέδων
σχημάτων ἐλέγχονται διὰ τὸ μὴ ἐξ ἰατρικῶν ἀρχῶν
τοῦτο δεικνύναι.
170a31-32
<καθ' ἑκάστην γὰρ
τέχνην ἔστι ψευδὴς συλλο-
γισμός, οἷον κατὰ γεωμε-
τρίαν ὁ γεωμετρικός>
Παρὰ τὰς γεωμετρικὰς ἀρχάς ἐστιν ὁ τοῦ Βρύσωνος
τετραγωνισμός, κατὰ δὲ τὰς γεωμετρικὰς ἀρχὰς τὰ
ψευδογραφήματα· ἐκ μὲν τῶν γεωμετρικῶν γάρ εἰσιν
ἐκεῖνα ἀρχῶν, συλλογίζονται δὲ ψεῦδος διὰ τὸ μὴ
ποιεῖσθαι τὰς καταγραφὰς ὡς δεῖ.
170b35-36
<ἀλλὰ μὴν ὅσοι
συλλογισμοί εἰσι παρὰ τὸ
πλεοναχῶς, τούτων εἰσί
τινες οἱ παρὰ τοὔνομα>
Εἰ γὰρ πρὸς τοὔνομα ἐκείνους φαμὲν συλλογίζεσθαι,
τοὺς περὶ τὰς ὁμωνυμίας διατρίβοντας, ἐν οἷς μή
εἰσιν ὁμώνυμα τὰ τιθέμενα οὗτοι πάντως οὐκ εἰσὶ
πρὸς τοὔνομα. ἔστι δὲ ὃ λέγει· ὅσοι συλλογισμοί
εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ
τῶν πλεοναχῶς τισι χρωμένων· τὸ γὰρ ‘Σωκράτης κάθηται·
ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης ἄρα βαδίζει’
οὐδενὶ τῶν πλεοναχῶς λεγομένων κέχρηται, ὥστε οὐκ
ἕστιν ὁ λόγος οὗτος ἐκ τῶν πλεοναχῶς, ἀλλ' ἐκ τῶν
παρὰ τὸ πλεοναχῶς· ὥστε οὐδὲ πρὸς τοὔνομά ἐστιν·
ὥστε οὐδὲ παρὰ τὴν διάνοιαν. τὸ δὲ ‘οἱ παρὰ τοὔνομα’
ἀντὶ τοῦ ‘οἱ μὴ πρὸς τοὔνομα ὄντες.’
171a6-7
<προσκεῖσθαι γὰρ
δεῖ τὴν ἀντίφασιν>
‘Προσκεῖσθαι γὰρ δεῖ’· δεῖ, φησί, προσκεῖσθαι τὴν
ἀντίφασιν ἐν τῇ ἐρωτήσει, οἷον ‘ἆρα ἔστι σιγῶντα
λέγειν ἢ οὔ;’ ἔστι δὲ ὃ λέγει ὅτι ὁ τοῦ Εὐθυδήμου
λόγος ὁ συνάγων ὅτι τὰ σιγῶντα λέγει τὸ αἴτιον τοῦ
παραλογισμοῦ καὶ ἁπλῶς τὸ ψεῦδος ἐν τῇ ἀντιφάσει
καὶ οὐκ ἐν τῷ συμπεράσματι ἔχει (συλλογισμὸν γὰρ τὸ
συμπέρασμα εἶπε). πῶς δὲ τοῦτο γίνεται δῆλον ἔσται
τὸν τοῦ Εὐθυδήμου λόγον εἰποῦσιν, ὅς ἐστι τοιοῦτος·
‘ἆρ' ἔστι σιγῶντα λέγειν;’ ‘οὐδαμῶς.’ ‘τί δέ· ὅταν
ξύλα λέγεις καὶ λίθους καὶ σίδηρα, οὐ σιγῶντα λέγεις;’
‘ναί.’ ‘ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σίδηρα λέγειν,
τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν.’ τὸ μὲν οὖν
σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς παραγωγῆς οὐκ ἐν
τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ
ξύλα καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ' ἐν τῇ ἀντι-
φάσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ‘ἆρ' ἔστι σιγῶντα
λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἠρώ-
τα δὲ τὸν λόγον ὁ Εὐθύδημος καὶ οὕτως· ‘ἆρ' ἔστι λέ-
γοντα σιγᾶν;’ ‘οὐδαμῶς.’ ‘τί δέ· ὅταν σιγᾷς, οὐ πάν-
τα σιγᾷς;’ ‘ναί.’ ‘οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, ἐκ
τῶν πάντων γάρ· ἔστιν ἄρα λέγοντα σιγᾶν.’ ἐνταῦθα γὰρ
λέγοντα τὰ λεγόμενα ἔδωκεν, ὁ δὲ ἐπὶ τοῦ λέγοντος
ἔλαβε. καὶ οὗτος μὲν ἐν τῇ ἀντιφάσει τὸ αἴτιον ἔχει,
ὁ δὲ ‘ἃ μὴ ἔχει τις δοίη ἄν’ ἐν ἀμφοῖν, καὶ ἐν τῇ
ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι· ὅπως δέ, δῆλον
ἔσται καὶ ἐνταῦθα τὸ σόφισμα θεμένοις· ‘ἆρ' ὃ μὴ
ἔχει τις δοίη ἄν;’ ‘οὐδαμῶς.’ ‘τί δέ· ὃ μὴ ἔχει τις
ταχέως, δοίη ἂν ταχέως;’ ‘ναί.’ ‘ὃ ἄρα μὴ ἔχει τις
δοίη ἄν.’ ἐνταῦθα ὅτι μὲν καὶ ἐν τῷ συμπεράσματί
ἐστι τὸ αἴτιον τοῦ ψεύδους δῆλον· ἔδει γὰρ μὴ συμπε-
ράνασθαι ‘ὃ ἄρα μὴ ἔχει τις δοίη ἄν’, ἀλλ' ὅτι ὃ
μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως· τοῦτο γὰρ ἦν ἀ-
κόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ
αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν· ‘ὃ ἔχει
τις, δοίη ἂν ὡς οὐκ ἔχει;’, ἀλλ' οὐχί· ‘ὃ μὴ ἔχει
τις δοίη ἄν;’
ὁ δὲ λέγων ὅτι ‘τὰ ἔπη κύκλος· ὁ δὲ κύκλος
σχῆμα· τὰ ἔπη ἄρα σχῆμα’ ἐν τῷ συμπεράσματι ἔχει
τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτι-
κὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται,
ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ
Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα καὶ οἶδε
καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους ὅσοις ὁ
τοῦ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι·
διὰ τοῦτο τὰ ἔπη κύκλους λέγεσθαι οὐδὲν ὅλως συγ-
χωρήσειε. ποίησιν δὲ Ὁμήρου λέγει τὸ ἐπίγραμμα ὃ
πεποίηκεν Ὅμηρος εἰς τὸν Μίδαν τὸν Φρυγῶν βασιλέα.
λέγονται δὲ ταῦτα κύκλος διὰ τὸ μὴ πάντως εἶναι τά-
ξιν τινὰ τοῦ δευτέρου πρὸς τὸν πρῶτον στίχον καὶ
τοῦ τρίτου πρὸς τὸν δεύτερον, μηδὲ ἀναγκαῖον εἶναι
ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιεῖσθαι, ἀλλὰ δύνασθαι
καὶ ἀπὸ τοῦ τρίτου, ὁμοίως καὶ ἀπὸ τοῦ τελευταίου
στίχου, ὡς ἐπὶ τούτων·
χαλκῆ παρθένος εἰμί, Μίδου δ' ἐπὶ σήματι κεῖμαι
εὖτ' ἂν ὕδωρ τε νάει καὶ δένδρεα μακρὰ τεθήλει
ἠέλιός τε ἀνιὼν λάμπει μακρά τε σελήνη
αὐτοῦ τῇδε μίμνουσα πολυκλαύστῳ ἐπὶ τύμβῳ
ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται
—ἐπὶ γὰρ τούτων ἔξεστιν ἀφ' οἱουδηποτοῦν στίχου
ἄρξασθαι·
171a6-7col 1
codd. 54, 164:
‘αὐτοῦ τῇδε μίμνουσα πολυ-
κλαύστῳ ἐπὶ τύμβῳ’, εἶτα
‘χαλκῆ παρθένος εἰμί.’ καὶ
οὕτως ἐπὶ τῶν ἄλλων.
† ἢ συλλογισμῶν τῶν μέσων
ὅρων εἶπεν· ὁ γὰρ κύκλος,
ὅς ἐστι μέσος ὅρος, ὁμώ-
νυμος.
171a6-7col 2
cod. 124:
†ὅπερ ⟪οὖν⟫ εἶπεν ἐνταῦθα
‘ἐν τῷ συλλογισμῷ’ ἢ ἐν τῷ
συμπεράσματι τὸ αἴτιον τοῦ
ψεύδους ἐστίν, 〈ἢ〉
συλλογισμὸν τὸν μέσον ὅρον
εἶπεν· ὁ γὰρ κύκλος,
ὅς ἐστι μέσος ὅρος, ὁμώ-
νυμος.
171b6
<ὁ μὲν οὖν κατὰ
τὸ πρᾶγμα θεωρῶν τὰ
κοινά>
Τὸ ἑξῆς τοιοῦτον· ὁ μὲν οὖν κατὰ τὰ κοινὰ
θεωρῶν τὸ πρᾶγμα. λέγει δὲ κοινὰ τὰ δοκοῦντα
πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς.
171b8-12
<συλλογισμὸς ἐρι-
στικὸς καὶ σοφιστικός ἐστιν
εἷς μὲν ὁ φαινόμενος συλλο-
γιστικὸς περὶ ὧν ἡ διαλεκ-
τικὴ πειραστική ἐστι, κἂν
ἀληθὲς τὸ συμπέρασμα ᾖ
(τοῦ γὰρ διὰ τί ἀπατητικός
ἐστι)>
Φαινόμενον συλλογιστικὸν λέγει τὸν ἀσυλλόγιστον
οἷον τὸν ἐκ δύο καταφατικῶν συνάγοντά τι…
…
The complete text is available when the reading interface loads.