The Greek Library Author

Anonymous

Commentarium in sophisticos elenchos

Authority group
Anonymi In Aristotelis Sophi- (catalogue association; authorship remains anonymous)
Edition reference
Commentarium in sophisticos elenchos (= Anonymus Mutinensis) (excerpta e codd. Mutinensi, busta 1.II.6; Vat. gr. 241; Flor. Laur. 72–75), ed. Ebbesen, vol. 2, op. cit., 307–312.
CTS identifier
urn:cts:greekLit:tlg4193.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

prol

λογισμὸς ἔλεγχος· ὁ γὰρ ἔλεγχός ἐστι συλλογισ⟪μὸς ...⟫

πρὸς ⟪...⟫ συμπερανθ⟪...⟫ ἀντιφατικός, καὶ ὃπερ ἐπὶ

προτάσεως εἶχεν (?) ⟪ ... ... τοῦτο ἐπὶ⟫ συλλογισμῶν ἔλεγ-

χος. περὶ ὧν νῦν λέγει ἐλέγχων ⟪... ... οὐχ ἵνα⟫ χρώμεθα

καὶ παραλογίζωμεν ἄλλους τούτοις εἰς τὴν ⟪... ... ... ...⟫

μᾶλλον πῶς (?) λύονται (?), ὥστε ἵνα μὴ παραλογιζώμεθα περὶ

αὐτῶν διδασκόμεθα. ἐπειδὴ γὰρ ἐπὶ παντ!ς ⟪... ... ... ...⟫

⟪... ... ...⟫ ἐπὶ τῶν λόγων τὸ τοιοῦτον (?) ⟪30 fere litt.⟫

κομμώσαντες ἑαυτοὺς ⟪40 fere

litt., possis φυλετικῶς φυ-

σήσαντες ὥσπερ αἱ ιʹ φυλαὶ τῶν

Ἀθηνῶν vel sim.⟫ ἐπὶ (?) τοῖς θύμασι θέλουσαι ὑπερβαλέσθαι

⟪... ... ἐφύσων⟫ τὰ θύματα ἵνα παχ⟪..⟫ δοκῶσι καὶ λιπαρά

⟪30 fere litt.⟫ φαίνονται ⟪ὡσαύτως⟫ ἔχει καὶ ἐπὶ

συλλογισμῶν καὶ ἐλέγχων, καὶ εἰσὶ φαινόμενοι καὶ συλλο-

γισμοὶ καὶ ἔλεγχοι. ἔλεγχοι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς

ἐστι τόπος εὐφυέστατος καὶ δημοσιώτατος καὶ κοινὸς ὁ διὰ τῶν

ὁμωνύμων, εἰ βούλει δέ, καὶ τῶν ἀμφιβολιῶν· ὃ γὰρ ἐπὶ ὀνό-

μασι τὰ ὁμώνυμα, τοῦτο ἐπὶ λόγοις αἱ ἀμφιβολίαι. ἐπειδὴ

γὰρ οὐ πράγματα φέροντες διαλεγόμεθα, ἀλλ' ὀνόματα, τὸ

συμβαῖνον ἐπὶ τῶν ὀνομάτων, φησί, λογιζόμεθα ἐπὶ τῶν πρα-

γμάτων. τὸ δὲ οὐχ οὕτως ἔχει· τὰ μὲν γὰρ πράγματα ἄπειρα,

τὰ δὲ ὀνόματα πεπέρανται, ὅθεν πλείονα τὰ πράγματα.

Ὥσπερ ἐπὶ τῶν ψήφων ἔχει· οἱ δεινοὶ τὴν ψηφοφορίαν παρα-

κρούονται τοὺς ἀπείρους τῶν ψήφων· οὕτω καὶ ἐπὶ τούτων. ἐ-

πειδή τισι πρὸ ἔργου ἐστὶ τὸ δοκεῖν σοφοῖς μᾶλλον ἢ εἶναι

σοφοῖς, οὓς καὶ σοφιστὰς καλοῦμεν καὶ οὐ σοφούς, ἀνάγκη

‵εἶναι καὶ τὸ′ ἔργον αὐτῶν τοιοῦτον, τὸ δοκεῖν ποιεῖν ἔργον

σοφῶν, δηλονότι συλλογίζεσθαι καὶ ἐλέγχειν, μόνον δὲ δοκεῖν

μὴ ποιεῖν δέ· πρὸς γὰρ τὴν προαίρεσιν αὐτῶν, ὅτι χρηματισταί

εἰσιν ἀπὸ φαινομένης σοφίας οὐκ οὔσης, θέλει εἶναι καὶ τὸ

ἔργον αὐτῶν φαινόμενον οὐκ ὄν.

ἔστι δὲ ἓν πρὸς ἓν εἰπεῖν, ἤγουν πρὸς τὸν σοφιστὴν ἕνα

ὄντα ἔστιν εἰπεῖν καὶ ἕνα καὶ τί τὸ ἔργον αὐτοῦ, τὸ βουλό-

μενον ἀψευδεῖν ἐν τοῖς λόγοις αὐτοῦ καὶ ἐμφανίζειν τὸ ψεῦ-

δος πῶς καὶ παρ' ὅντινα τρόπον γίνεται.

ὅτι μὲν οὖν εἰσι τοιαύτης προαιρέσεως ἄνθρωποι, οἴτινες

ὀρέγονται φαίνεσθαι σοφοὶ καὶ παραλογίζειν, μὴ εἶναι δὲ μηδ'

ἐλέγχειν, ἀληθῶς εἴρηται. πόσα δὲ εἴδη τῶν τοιούτων λόγων

καὶ ἐκ πόσων συνέστηκεν ἡ δύναμις αὐτῶν λέγωμεν

ἀρξάμενοι. πρῶτον δὲ ῥητέον τίνα τὰ γένη

τὰ ἐν τῷ γένει Mut.] τῶν ἐν τῷ διαλέγεσθαι

λόγων· καὶ γὰρ οἱ τοιοῦτοι φαινόμενοι ἔλεγχοι ἐν ταῖς διαλεκ-

τικαῖς συνουσίαις γίνονται. εἰσὶ δὲ τέσσαρα· διδασκαλικοὶ οἱ

ἐκ τῶν οἰκείων ἀρχῶν διδάσκοντες ⟪11 fere linn.⟫ OU)

σῴζεται [...]

174b12, col. 1

〈<σοφιστικὸν δὲ>〉

{Mutinensis 10r·}

Σοφιστικὸν δὲ καὶ τὸ κείμενον

παράδοξον καὶ τὰ λοιπά· οὕτως,

ὡς ἐπὶ παραδείγματος· ‘ἆρα

Ἀρχέλαος ὁ Περδίκκου βασιλεὺς

‵ἀεὶ′ εὐδαίμων σοι δοκεῖ ἢ ἄ-

θλιος;’ ἐν τούτῳ γὰρ περιέ-

χεται καὶ τὸ παράδοξον ὅτι τὸ

ἀδικεῖν εὐδαιμονεῖν ἐστιν. εἰ μὲν οὖν ‘εὐδαίμων’ εἴποι, ἔ-

λεγχος γενήσεται· πεφόνευκε γὰρ τοὺς ἰδίους. εἰ δὲ ‘ἄθλιος’,

ἄδοξον· πάντες γὰρ εὐδαίμονα τὸν βασιλέα ⟦λέγουσιν⟧ ἔχουσιν.

ἔτι θεωρητέον τὰ ἐναντιώματα ἢ πρὸς τὰ ὑφ' αὑτοῦ λεγόμενα

ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν. ἔτι ὥσπερ οἱ

ἀποκρινόμενοι ὅταν ἐλέγχωνται ποιοῦσι τὸ πρᾶγμα διττόν, οὕ-

τω καὶ τοῖς ἐρωτῶσι ποιητέον

πρὸς τοὺς ἐνισταμένους· ‘ὡδὶ

μὲν ναί, ὡδὶ δὲ οὔ.’ ὅταν δὲ

ὁ ἀποκρινόμενος ἐρωτᾷ χρησιμόν

τι, ὀφείλει ὁ ἐρωτῶν οὗτος

ἀφίστασθαι καὶ λέγειν ‘τί

καταργοῦμεν τὸν καιρόν;’ ὡς

δῆθεν ἐπιτέμνων τὸ περιττόν.

prol, col. 2

241· 228r ad 164a27 φυλε-

τικῶς] δέκα φυλαὶ ἦσαν

τῶν Ἀθηνῶν

174b12, col. 2

241:241r ad 175b12·

τὸ ἀδικεῖν εὐδαιμονεῖν

ἐστιν. † ἄρα Ἀρχέλαος

ὁ Περδίκκου †

241:241r ad 174b28:

ὀφείλει ἐρωτῶντος τοῦ ἀπο-

κρινομένου χρήσιμόν τι αὐ-

τὸς ὁ ἐρωτῶν λέγειν λέγων

‘τί καταργοῦμεν τὸν καιρόν;’

174b27

〈<Μανδροβούλῳ>〉

7205:274rI διάλογος Πλάτωνος.

175b15, col. 1

〈<Εἰ δέ τις ὑπολήψεται>〉

{Mutinensis 11r. In mg.· ὁμωνυμίαν:—}

〈Ε〉ἰ δέ τις, φησί, λέγει

ὅτι ὁ παρὰ τὴν ὁμωνυμίαν

ἀληθινὸς ἔλεγχός ἐστι,

τρόπον τινὰ οὐκ ἔστι δια-

φυγεῖν καὶ τὸν ἐπιστήμονα

τὸν ἔλεγχον.

ἐπὶ γὰρ τῶν αἰσθητῶν καὶ

ὁρατῶν, καθὼς οὗτος τίθησι

τὰ παραδείγματα ἐκ τῶν αἰ-

σθητῶν, τοῦ Κορίσκου ἢ τοῦ

Ἱππονίκου καὶ τοῦ ἐγκεκαλυμ-

μένου Κορίσκου, εἰ καὶ μὴ ὁ-

μώνυμός ἐστιν ὁ τρόπος, ἀλλὰ

παρὰ τὸ συμβεβηκός. ἐπὶ γοῦν

τῶν τοιούτων, θέλεις ὁμωνύμων

θέλεις παρὰ τὸ συμβεβηκός, δυ-

νατόν ἐστιν ἀποφῆναι ὃ κατέφη-

σε καὶ τὸ ἀνάπαλιν, οἷον

‘οἶδας τὸν Ἱππόνικον ὅτι μου-

σικός;’ ‘ναί.’ ‘τί δέ· οἶδας

τοῦτον τὸν ἐγκεκαλυμμένον;’

(ὅς ἐστιν ἴσως Ἱππόνικος)

‘οὐκ οἶδα’, φησί. ‘τὸ αὐτὸ ἄρα

καὶ οἶδας καὶ οὐκ οἶδας.’

εἰ γοῦν ἀληθινὸς ἔλεγχος ὁ

τοιοῦτος, ἰδοὺ καὶ ὁ ἐπιστή-

μων ἐλεγχθείη. ὡς γὰρ διορ-

θοῦνταί τινες οὐδὲν ὄφελος,

φησί· φασὶ γὰρ τοῦτον μὲν

τὸν Κορίσκον εἰδέναι, τὸν δὲ

κεκαλυμμένον Κορίσκον ⟦οὐκ

οἶδεν⟧ μὴ εἰδέναι. ὁ γὰρ αὐ-

τὸς λόγος καὶ ἓν τὸ ὑποκεί-

μενόν ἐστι τοῦ τε ὁρωμένου

καὶ τοῦ ἐγκεκαλυμμένου Κορί-

σκου. †πῶς γοῦν τὸ αὐτὸ ὑπο-

κείμενον καὶ εἰδὼς καὶ μὴ

εἰδὼς εἴποι ὡς οὐχ ἁμαρτά-

νει λέγων οὕτως†· ἀλλ' ἴσως

οὐ ταὐτὸ σημαίνει ὁ ὁρώμενος

καὶ ἐγκεκαλυμμένος Κορίσκος,

ὥσπερ ἐκεῖ τὸ ὁμώνυμον περὶ

οὗ καὶ τὸν λόγον εἶεν· ὥ-

στε τί διαφέρει ἢ ἐπὶ τῶν

ὁμωνύμων ἢ ἐπὶ τοῦ κατὰ συμ-

βεβηκὸς λέγειν; λύσις γὰρ

τοῦτο ἐνστάσεως· ἐνσταίη

γὰρ ἄν τις “πῶς, ὦ Ἀριστό-

τελες,” λέγων “εἴ τις ὑπολή-

ψεται τὸν περὶ τὴν ὁμωνυ-

μίαν ἔλεγχον, ἐλεγχθήσεται

καὶ ὁ ἐπιστήμων,

οὐκ ἔθηκας παράδειγμα

ἐκ τῶν ὁμωνύμων ἀλλ' ἐκ

τῶν παρὰ τὸ συμβεβηκός;”

λύων οὖν

λέγει ὅτι ἀλλ' ἴσως οὐ ταὐ-

τὸν σημαίνει ὁ ὁρώμενος

καὶ ὁ ἐγκεκαλυμμένος

ὥσπερ καὶ ἐπὶ τῶν

ὁμωνύμων τοὔνομα. ὥστε τί

διαφέρει; εἰ δὲ ἐν ταῖς προ-

τάσεσιν ἀποδώσει τὸ ἁπλῶς τὸν

Κορίσκον λέγειν, ἐν δὲ τῷ

συμπεράσματι ὅτι οὐκ οἶδα τὸν

ἐγκεκαλυμμένον, ἄτοπον· οὐδὲν

γὰρ μᾶλλον θάτερον· ὃ γὰρ οὐ

κεῖται ἐν ταῖς προτάσεσι, τὸ

τινὰ ἢ τόνδε, πῶς ἐν τῷ συμ-

περάσματι εἴποι ἢ τὸ ἀνάπα-

λιν; ὥστε, ἐπεὶ δέδοται διαι-

ρεῖν, διαιρετέον. εἰ γὰρ μὴ

ὁ λέγων ἐλέγχεται, ἀλλ' οὖν

ὁ λόγος ἐληλεγμένῳ ὅμοιός ἐστι.

175b15, col. 2

{241:242v; 7205:274v.

Lemmata inter asteriscos

et uncos quadratos addidi.}

*διαφυγεῖν] παρακρούονται

γὰρ διὰ τούτου καὶ οἱ ἐπι-

στήμονες, ὥστε ἔλεγχοι ἔ-

σονται.

*τῶν ὁρατῶν] τῶν αἰσθητῶν,

ἅπερ πόρρω ὄντα ἡμῶν ἢ κε-

καλυμμένα ἀγνοοῦνται καὶ

ἡμῖν.

*οὐ γὰρ] τοῦτο παρὰ τὸ συμ-

βεβηκός· συνέβη γὰρ τὸν

Ἱππόνικον ἐγκαλυφθῆναι.

*ἀλλ' ἴσως]

λύσις ἐνστάσεως· ἐνσταίη

γὰρ ἄν τις “πῶς, ὦ Ἀριστό-

τελες,” λέγων “εἴ τις ὑπολή-

ψεται τὸν παρὰ τὴν ὁμωνυμίαν

ἔλεγχον, συμβήσεται καὶ τὸν

ἐπιστήμονα ἐλεγχθῆναι

175b12, col. 2

καὶ πάντα, οὐκ ἔθηκας παρά-

δειγμα ὁμωνύμων ἀλλὰ παρὰ

τὸ συμβεβηκός;” τὸ γὰρ περὶ

τὸν Ἱππόνικον παρὰ τὸ συμ-

βεβηκός ἐστιν· ὃ γὰρ συνέβη

τῷ Ἱππονίκῳ, ὅτι ἐγκεκάλυ-

πται καὶ οὐ γινώσκεται, τοῦ-

το τίθεμεν καὶ ἐπὶ τοῦ μου-

σικοῦ Κορίσκου. λύων γοῦν

λέγει· ἀλλ' ἴσως οὐ ταὐτὸν

σημαίνει ὁ Κορίσκος ἢ ὁ Ἱπ-

πόνικος ὅ τε ὁρώμενος καὶ ὁ

κεκαλυμμένος ὥσπερ καὶ ἐπὶ

τῶν ὁμωνύμων τὸ κύων.

*θατέρῳ] ὃ γὰρ οὐ

κεῖται ἐν ταῖς προτάσεσι, τὸ

τινὰ δηλονότι, πῶς ἐν τῷ συμ-

περάσματι τεθήσεται; καὶ ἀνά-

παλιν· ὃ ἐν τῷ συμπεράσματι,

πῶς ἐν τῇ προτάσει; τοῦτο

γάρ ἐστι τὸ “ὁποτέρῳ γάρ”.

{ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΗΝ ΣΟΦΙΣΤΙΚΗΝ.} Οὐκ αὐτόθεν τοῖς φιλοσοφοῦσι τὸ περὶ τὴν σοφιστικὴν πραγματεύεσθαι,ὅτι μηδὲ προύργου τοῖς θεωροῦσι τὸ ἀληθὲς ἡ τοῦ ψεύδους εὕρεσις καὶκατάληψις, ἀλλ' ὥσπερ τοῖς κατὰ τὴν ἰατρικὴν οὐκ ἀπέχρησε περὶ ὑγείαςκαὶ ὑγιεινῶν εἰποῦσι παραλιπεῖν ὅ τι νόσος καὶ ἀφ' ὧν αἰτίων πρόεισιν (οὐγὰρ ἀσφαλῶς εἶχε πολλῶν πρὸ τῶν ὠφελούντων διὰ τὴν ἄγνοιαν περι-πιπτόντων τοῖς χείροσιν ὡς μᾶλλον προβεβλημένοις καὶ μᾶλλον ἀπαντῶσικατὰ τὴν αἴσθησιν· ἔστι δ' ἃ καὶ τῶν δηλητηρίων καὶ φθοροποιῶν ἐπὶ τὸεὖ τῇ τέχνῃ προσείληπται), οὕτω κἀνταῦθα. τῷ γὰρ τὴν τῶν ὄντων ἐπι-στήμην ζητοῦντι μᾶλλον ἂν τοῦ ἀληθοῦς ἡ τεῦξις καὶ ἔγγιον, καθ' ὅσονἂν ἐκποδὼν ἀπάτη καὶ ψεῦδος γένοιτο. τοῦτο δὲ τῷ εἰδέναι· λάθοι γὰρἄν τις ἀγνοῶν ἀντὶ τοῦ ἀληθοῦς τῆς ἀπάτης ἐχόμενος. καὶ δὴ τούτοις ἂνκαὶ τοὺς ἐπ' αὐτὸν χρωμένους ὡς εἰδὼς ἀποκρούσαιτο, τό τε περὶ πάνταγεγυμνάσθαι οὐκ ἄχρηστόν ἐστιν. ἐπεὶ δὲ σοφίαν | μὲν ἐπιστήμην τῆς ἐντοῖς οὖσιν ἀληθείας τιθέμεθα, τὸ δὲ δι' ἀπόδειξιν, ἀπόδειξις δὲ συλλο-γισμὸς τοιόσδε τις, εἴη ἂν δήπου καὶ ἔλεγχος ἀληθὴς ὁ τῇ ἀποδείξεισύστοιχος καὶ ἑπόμενος καὶ βοηθῶν κἀκ τῶν ἀντικειμένων τὸ αὐτὸ αὐτῇπεραινόμενος. οὗτος δὲ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα ἃ δὴ προσ-διοριζόμεθα, ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν. πρὸςγὰρ τὸν ἐνιστάμενον ἐπὶ τὸ ἀποδεικτικῶς συναγόμενον τὸ τοῦ ἀληθοῦςσυμπεράσματος λαμβάνοντες ἀντικείμενον καὶ μίαν τῶν κειμένων προτάσεωνσυνήγομέν τι ἄτοπον καὶ ἀδύνατον, ἐξ ὧν αὐτὸς ἔδωκεν, ὡς ἐντεῦθεν τὸπρότερον συνεισάγεσθαι καὶ τὰς ἀποδείξεις ἐρρῶσθαι. ὅσαι δὲ κατ' εὐθεῖανἀποδείξεις, τοσαῦται καὶ εἰς ἀδύνατον. εἰ δ' αὗται ἄπειροι τῷ ἀεὶ ἐπι-στήμας γίνεσθαι, εἰ τὸ πᾶν ἀίδιον, κἀκεῖναι. ὥστε οὐκ ἂν εἴη πραγματείαπερὶ τῶν ἀληθινῶν ἐλέγχων· δεήσει γὰρ πρότερον τῶν ἐπιστημῶν ἁπάσαςἔχειν, ὡς καὶ προϊοῦσι φανήσεται. Περὶ μέντοι τῶν σοφιστικῶν καὶ τῶν φαινομένων μὲν ἐλέγχων,ὄντων δὲ παραλογισμῶν καὶ οὐκ ἐλέγχων, ἐπεὶ κατ' εἴδη πεπέρανται καὶμίαν ἐπιστήμην τὴν διαλεκτικὴν ὑποδύονται, λέγομεν ἀρξάμενοι κατὰ φύσινἀπὸ τῶν πρώτων. καίτοι γε ἄλλως δήπου καὶ τὸ ψεῦδος ἄπειρον· ἀπείρωςγὰρ ὁ προστυχὼν ἀπατηθήσεται, καὶ εἰς ὅσα ἀληθεύομεν, καὶ ψευσαίμεθα·ἐναντία γάρ, ἴσα | δὲ ταυτὶ καὶ ἀντίρροπα. ὥστε οὐδὲ περὶ αὐτῶν πάντωνεἰπεῖν προεθέμεθα ἀλλὰ περὶ μόνων ὧν προειρήκειμεν τῶν διαλεκτικῶν.ὅτι μὲν οὖν οἱ μέν εἰσι συλλογισμοί, οἱ δὲ οὐκ ὄντες δοκοῦσι, φανερόν.ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ

prol

τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαί-

νονται φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς, καὶ καλοὶ οἱ

μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται κομμώσαντες ἑαυτούς. ἐπί τε τῶν ἀψύχωνὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰδὲ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινακαὶ τὰ κασσιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τὸν αὐτὸν δὴ τρόπονκαὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲδιὰ τὴν ἀπειρίαν τῶν προσδιαλεγομένων· οἱ γὰρ ἄπειροι ὥσπερ ἀπέχοντεςπόρρωθεν θεωροῦσιν. ὁ μὲν γὰρ συλλογισμός, εἴπερ καὶ μέμνησθε διο-ρισαμένων τοῦτον ἡμῶν, λόγος ἦν, ἐν ᾧ τεθέντων τινῶν εἴτ' οὖν ὁμολο-γηθέντων (ταῦτα δὲ αἱ προτάσεις) ἕτερόν τι τῶν κειμένων (τοῦτο δὲ τὸσυμπέρασμα) συνέβαινε τῷ ταῦτα εἶναι, τὸ δὲ τῷ ταῦτα εἶναι διὰ τὸμηθὲν ἔξωθεν δεῖσθαι πρὸς τὸ συναγαγεῖν τὸ συμπέρασμα· ἔλεγχος δὲ ὡςἀνωτέρω συλλογισμὸς μετ' ἀντιφάσεως τοῦ συμ|περάσματος. οἱ δὲ σοφισταὶτοῦτο ποιοῦσι μὲν οὔ (οὔτε γὰρ ἀληθῶς συλλογίσαιντ' ἂν οὔτ' ἐλέγξαιεν),

prol

δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος αὐτοῖς εὐφυέστατος καὶ

δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστι διαλεγομένους φέ-ρειν αὐτὰ καθ' αὑτὰ τὰ πράγματα, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτωνχρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμά-

prol

των ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις. τὸδὲ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων

πλῆθος, εἴπερ καὶ ἐξ ἀρχῶν πεπερασμένων τῶν εἴκοσι τεσσάρων στοιχείων,

τὰ δὲ πράγματα διὰ τὸ ἀεὶ γίνεσθαι τῷ ἀριθμῷ ἄπειρα. ἀνάγκη οὖν πλείω

prol

τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν. ὥσπερ οὖν

ἐκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν μηδὲ ψηφολογεῖν ἐπαΐοντες αὐτοί τε

prol

ὑπ' αὐτῶν καὶ ὑπὸ τῶν ἐπιστημόνων καὶ ψηφηφορικῶν παρακρούονται

(λάθοι γὰρ ἂν τῷ τάχει τῆς μεταθέσεως, εἰ τοῖς δακτύλοις τοὺς ἀριθμοὺςἐπισημαίνοι ὁ τῆς λογιστικῆς ἔμπειρος δανειστὴς ἀπατήσας καὶ ζημιώσαςτὸν λαμβάνοντα ἀμαθῶς ὁρῶντα καὶ προσομολογοῦντα), τὸν αὐτὸν δήπουτρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι καὶ

prol

τοῦ ποσαχῶς ἕκαστον λέγεται παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ

ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν | καὶ τὰς λεχθησομένας

ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ. ἐπεὶ δ' ἐστὶ

τισὶ μὲν πρὸ ἔργου δοκεῖν μᾶλλον εἶναι σοφοῖς ἢ εἶναι καὶ μὴ δοκεῖν (ἔστι

γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δὲ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴςἀπὸ φαινομένης σοφίας ἀλλ' οὐκ οὔσης, οἷον ἐν τοῖς ἀρχαίοις Γοργίας ἹππίαςΠρωταγόρας καὶ Πρόδικος), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοῦ σοφοῦἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. οὐ μέντοι γε κατὰτὰ αὐτὰ καὶ οἱ φιλοσοφοῦντες ὀρθῶς, ἀλλ' ὡς πρὸς μόνον τὸ ἀληθὲςὁρῶντες ἄνευ ἀπάτης τὰς πρὸς ἀλλήλους διαλέξεις καὶ συνουσίας ποιήσονται.ἔστι γὰρ ὡς εἰπεῖν ἓν πρὸς ἓν ἔργον τοῦ ἐπιστημονικῶς διαλεγομένου καὶπερὶ ἕκαστον ἀκριβῶς εἰδότος· ἐπεὶ γὰρ ἢ ἐρωτᾷ ἢ ἀποκρίνεται, καὶἀμφότερα ὀρθῶς, δεήσει ἐρωτῶντα μὲν οἷς ἐρωτᾷ ἀψευδεῖν καὶ περὶ ὧνὡς εἰδὼς προτείνεται, ἀποκρινόμενον δὲ δύνασθαι ἐμφανίζειν τὸν ψευδόμενον.ταῦτα δέ ἐστι τὸ μὲν ἐν τῷ δύνασθαι λαμβάνειν λόγον, τὸ δὲ ἐν τῷ δοῦναι,καὶ τὸ μὲν ὀρθὴ ἐρώτησις τὸ δὲ ὀρθὴ ἀπόκρισις. ἀλλ' ὅπερ ἐλέγομεν, ὡςἀνάγκη τοῖς βουλομένοις σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν·πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι οὗ τυγχάνουσιτὴν προαίρεσιν ἔχοντες. Ὅτι μὲν οὖν ἐστί τι τοιοῦτον λόγων γένος καὶ ὅτι τοιαύτης ἐφίενταιδυνάμεως οὓς καλοῦμεν | σοφιστάς, δῆλον. πόσα δέ ἐστιν εἴδη τῶν λόγωντῶν σοφιστικῶν καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε καὶποῖα καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα καὶ περὶ τῶν ἄλλωντῶν συντελούντων εἰς τὴν τέχνην ταύτην λέγομεν. Ἔστι δὴ συλλογισμῶν εἴδη τέσσαρα, διδασκαλικοὶ οἵπερ καὶ ἀπο-δεικτικοί, διαλεκτικοί, πειραστικοί, ἐριστικοὶ οἳ καὶ σοφιστικοὶ καὶ φαινόμενοι.