In Aristotelis sophisticos elenchos
- Edition reference
- In Aristotelis sophisticos elenchos (excerpta e codd. Bolon., B.U. gr. 3637; Lond., B.L. Harl. 5697; Flor. Laur. 71–76; Vat. gr. 1766), ed. S. Ebbesen, Commentators and commentaries on Aristotle's sophistici elenchi. A study of post-Aristotelian ancient and medieval writings on fallacies, vol. 2 [Corpus Latinum commentariorum in Aristotelem Graecorum 7. Leiden: Brill, 1981]: 315–320.
- CTS identifier
urn:cts:greekLit:tlg4201.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
315
{EX IOHANNIS CHORTASMENI SIVE IGNATII LIBRO EXERPTORUM,
E CAPITULO EIS TOUS SOFISTIKOUS ELEGXOUS.}
Παρὰ δὲ τὸ πῇ καὶ ἁπλῶς οὗτός ἐστιν. ἰστέον [δὲ add. 7116]
ὅτι ἡ μὲν σύνθετος κατηγορία, οἷον τὸ ζῷον λογικόν, καλεῖται
πῇ ὡς μερικωτέρων οὖσα δηλωτική· ἀεὶ γὰρ ἡ σύνθεσις μερικεύει
τὰ πράγματα, ὅθεν καὶ τὸ λογικὸν ζῷον μερικώτερον τοῦ ζῴου
καθέστηκεν. ἁπλῶς δὲ ἡ ἀσύνθετος κατηγορία προσαγορεύεται
καθολικωτέρων τυγχάνουσα πραγμάτων δηλωτική [τ.π.δ.: οὖσα
δηλωτικὴ πραγμάτων 7116].
Γίνεται τοίνυν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμὸς ἢ
ὅταν τὰ [τὸ 7116] πῇ, τουτέστι τὰ ὁμοῦ καὶ συνθέτως κατηγο-
ρεῖσθαι ὀφείλοντα, κατηγορήσωμεν ἁπλῶς, ἤγουν ἰδίᾳ καὶ ἀσυν-
θέτως· ἢ ὅταν τὰ ἁπλῶς, ἤγουν ἰδίᾳ καὶ ἀσυνθέτως κατηγορού-
μενα, κατηγορήσωμεν πῇ, τουτέστι συνθέτως καὶ ἡνωμένως.
Παράδειγμα τοῦ προτέρου ὁ συλλογισμός—μᾶλλον δὲ παρα-
λογισμός—τοῦ αἱρετικοῦ [μᾶλλον—αἱρετικοῦ om. 7116] Εὐνομίου·
‘ὁ Πατὴρ μείζων [μεῖζον 5697] τοῦ Υἱοῦ τῷ αἰτίῳ· τὸ αἴτιον
φύσει μεῖζον· ὁ Πατὴρ ἄρα μείζων τοῦ Υἱοῦ φύσει’. ἐνταῦθα
παρὰ τὸ πῇ καὶ ἁπλῶς προέβη τὸ σόφισμα· δέον γὰρ εἰπεῖν ὅτι
ὁ Πατὴρ μείζων τοῦ Υἱοῦ τῷ φύσει αἰτίῳ καὶ κατηγορῆσαι τὸ
φύσει αἴτιον πῇ, ἤγουν ὁμοῦ καὶ συνθέτως, ὁ δὲ ἁπλῶς, ἤγουν
ἰδίᾳ καὶ ἀσυνθέτως κατηγορήσας καὶ διελών, εἴτ' οὖν αὐτὸ δι-
316
χάσας ἐν τῇ προτάσει τὸν παραλογισμὸν πεποίηκεν,
ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν ὅτι ὁ δεῖνα τεθνεὼς
ἄνθρωπός ἐστιν, αὐτοὶ συνῆγον ἁπλῶς [αὐτοὶ σ. ἁπλῶς:
ἁπλῶς σ. αὐτοὶ 5697] τὸν ἄνθρωπον.
Τοῦ δευτέρου παράδειγμα· ‘ὁ Σίμων σκυτεὺς καὶ ἀγαθός·
πᾶς σκυτεὺς ἀγαθὸς εὐφυῶς κατασκευάζει τὰ πέδιλα· Σίμων
ἄρα εὐφυῶς κατασκευάζει τὰ πέδιλα’. ἐνταῦθα παρὰ τὸ πῇ
καὶ ἁπλῶς προέβη τὸ σόφισμα· ὁ γὰρ Σίμων σκυτεὺς μὲν
κατὰ τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τὸν τρόπον [τοὺς τρόπους
5697]· τὸ γοῦν ‘ἀγαθός’ καὶ τὸ ‘σκυτεύς’ ἁπλῶς καὶ ἰδίᾳ
καὶ ἀσυνθέτως κατηγορηθέντα τοῦ Σίμωνος κατὰ τὴν ἐλάττονα
πρότασιν, πῇ καὶ ὁμοῦ καὶ συνθέτως κατὰ τὴν [hoc loco
schemata III, IV, V depicta habet 3637] μείζονα πρότασιν
[om. 7116] ἐλήφθησαν [ὥσπερ κἀκεῖ add. 7116]·
οὐ γὰρ κατὰ τὴν θείαν φύσιν ἦν ὁ Πατὴρ μείζων τοῦ
Υἱοῦ, κατὰ δὲ τὴν προσληφθεῖσαν παρ' αὐτοῦ καὶ [κατὰ
add. 5697] τὸ αἴτιον, ὥστε οὐχ ἁπλῶς ἀλλὰ πῇ ἦν μείζων.
οὕτως ὤφειλε συλλογίζεσθαι· ‘ἄρα ὁ Πατὴρ [ὁ Π. ἄρα 7116]
οὐ φύσει μείζων τοῦ Υἱοῦ’.
[Schemata I—VI hoc loco 5697; III—V superius, VI, I, II
hoc loco 3637; omnia, spatio vacuo relicto, om. 7116]
►(οὐ φύσει μείζων) (οὐδ) (οὐχ ἁπλῶς μείζων τοῦ Υἱοῦ ἀλλὰ πῇ) (π) (ὁ Πατήρ)
(οὐδ)◄
►(ὁ Πατήρ) (οὐδ) (οὐχ ἁπλῶς μείζων τοῦ Υἱοῦ) (π) (οὐ φύσει μείζων ἀλλὰ πῇ)
(οὐδ)◄
[Sub I—II οὕτως ὤφειλε συλλογίσασθαι ὁ εὐήθης Εὐνόμιος
ὥστε ἐξ ἀληθῶν ἀληθὲς συναγαγεῖν add. 3637]
317
►(ὁ Πατήρ) (μείζων τοῦ Υἱοῦ τῷ αἰτίῳ) (φύσει μεῖζον)
(Εὐνομίου παρὰ τὸ πῇ)◄
►(φύσει μεῖζον) (αἴτιος τοῦ Υἱοῦ) (ὁ Πατήρ)◄
►(φύσει) (αἰτίῳ) (ὁ Πατὴρ μείζων τοῦ Υἱοῦ)◄
τοῦ Υἱοῦ
318
►ὅτι τὸ μεῖζον πενταχῶς
ἢ χρόνῳ. ἀλλ'
οὐ κατὰ χρόνον
ὁ Πατὴρ τοῦ
Υἱοῦ πέφυκε
μείζων· πῶς
γὰρ μείζων
τοῦ Υἱοῦ δι'
οὗ καὶ τοὺς
αἰῶνας ἐποί-
ησεν;
ἢ φύσει. οὔτε
κατὰ φύσιν·
οὐ γὰρ πέφυ-
κέ ποτε Πατὴρ
εἶναι τοῦ
κατὰ φύσιν
Υἱοῦ μείζων.
φησὶ γὰρ ἐν
Εὐαγγελίοις
ὁ Κύριος·
ἐγὼ καὶ ὁ
Πατὴρ ἕν
ἐσμεν.
ἢ ἀξιώματι.
οὔτε κατὰ τὸ
ἀξίωμα· ἐκεί-
νου γάρ ἐστιν
ἡ φωνὴ ἡ λέ-
γουσα ὅτι
πάντα ὅσα ἔ-
χει ὁ Πατὴρ
ἐμά ἐστι, καὶ
ὁ Πατήρ μου
ἕως ἄρτι ἐρ-
γάζεται, κἀ-
γὼ ἐργάζομαι.
ἢ τῷ αἰτίῳ.
κατὰ δὲ τὸ
αἴτιον μείζων,
καθώς φησιν ὁ
Κύριος ὅτι ὁ
Πατήρ μου
μείζων μού
ἐστι. καὶ ὁ
θεολόγος Γρη-
γόριος· οὐ
[οὐδὲ 3637]
γὰρ κατὰ τὴν
φύσιν τὸ μεῖ-
ζον, τὴν αἰ-
τίαν δέ· οὐδὲν
γὰρ τῶν ὁμο-
ουσίων τῇ οὐ-
σίᾳ μεῖζον ἢ
ἔλαττον.
ἢ μεγέθει. οὔτε κατὰ μέγεθος·
οὐ γὰρ σῶμά ἐστιν ὁ Θεὸς ἵνα
ᾖ μείζων αὐτοῦ πάλιν.◄
{Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἀπὸ τοῦ
πρώτου θεολογικοῦ. Περὶ Υἱοῦ.}
Ἐὰν δὲ λεγόντων ἡμῶν ὅτι τῷ αἰτίῳ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ
προσλαβόντες τὴν ‘τὸ δὲ αἴτιον φύσει’ πρότασιν ἔπειτα τὸ
μεῖζον τῇ φύσει συνάγωσιν, οὐκ οἶδα πότερον ἑαυτοὺς παραλο-
γίζονται ἢ τοὺς πρὸς οὓς ὁ λόγος· οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος
λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται, ἀλλὰ
δῆλον κατὰ τινὸς καὶ τινά. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν
319
ποιησάμενον τὴν ὅτι ὁ Πατὴρ μείζων τῇ φύσει, ἔπειτα
προσλαβόντα ‘τὸ φύσει δὲ οὐ πάντως μεῖζον οὐδὲ πατήρ’,
ἐντεῦθεν συναγαγεῖν ‘τὸ μεῖζον οὐ πάντως μεῖζον ἢ ὁ
Πατὴρ οὐ πάντως πατήρ’; εἰ βούλει δὲ οὕτως· ‘ὁ Θεὸς
οὐσία· ἡ οὐσία δὲ οὐ πάντως Θεός [ὁ Θεὸς ἄρα οὐ πάντως
Θεός add. 7116]’. ἀλλ' οἶμαι παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παρα-
λογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνολόγοις σύνηθες·
ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων αὐτοὶ τὸ
πῇ φύσει μεῖζον ἐπάγουσιν, ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν
[ὅτι add. 7116] ‘ὁ δεῖνα νεκρὸς ἄνθρωπος’ ἁπλῶς ἐπῆγον
αὐτοὶ τὸν ἄνθρωπον.
[Schemata VII—IX om. 7116 nullo spatio relicto]
Εὐνομίου παραλογισμός:
►(φύσει) (μείζων)
(αἴτιος ὁ πατὴρ τοῦ Υἱοῦ)◄
►(φύσει) (αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ) (μείζων)◄
Εἰ φύσει αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ, μείζων δὲ ὁ
Πατὴρ τοῦ Υἱοῦ, φύσει ἄρα μείζων ὁ Πατὴρ τοῦ
Υἱοῦ. καὶ ψεύδεται ὁ ἀλιτήριος.
Τοῦ Θεολόγου διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς·
►(μείζων Πατὴρ Υἱοῦ) (φύσει) (μεῖζον)◄
Εἰ φύσει μείζων καθ' ὑμᾶς ὁ Πατὴρ τοῦ Υἱοῦ, τὸ δὲ
φύσει οὐ πάντως μεῖζον οὐδὲ πατήρ, τὸ μεῖζον ἄρα
οὐ πάντως μεῖζον ἢ ὁ Πατὴρ οὐ πάντως πατήρ.
320
{EX PARAPHRASI SOPHISTICORUM ELENCHORUM.}
Εὐνομίου τοῦ αἱρετικοῦ συλλογισμός.
Ὁ Πατὴρ μείζων τοῦ Υἱοῦ τῷ αἰτίῳ· τὸ αἴτιον φύσει μεῖζον·
ὁ Πατὴρ ἄρα μείζων τοῦ Υἱοῦ φύσει. ἐνταῦθα παρὰ τὸ πῇ καὶ
ἁπλῶς προέβη [προέφη 1766] τὸ σόφισμα· δέον γὰρ εἰπεῖν ὅτι
ὁ Πατὴρ μείζων τοῦ Υἱοῦ τῷ φύσει αἰτίῳ, καὶ κατηγορῆσαι
[κατηγορῆται 1766] τὸ φύσει αἴτιον πῇ, ἤγουν ὁμοῦ καὶ συν-
θέτως [συνθέτω 1766], ὁ δὲ ἁπλῶς, ἤγουν ἰδίᾳ καὶ ἀσυνθέτως
κατηγορήσας καὶ διελὼν, εἴτ' οὖν αὐτὸ διχάσας ἐν τῇ προτά-
σει, τὸν παραλογισμὸν πεποίηκεν, ὥσπερ ἂν εἰ καὶ λεγόντων
ἡμῶν ὄτι ὁ δεῖνα τεθνεὼς [τεθνηὼς 1766] ἄνθρωπός ἐστιν,
αὐτοὶ [αὐτὸν 1766] συνῆγον τὸν ἄνθρωπον. οὐ γὰρ εἴ τι αἴτιον
μεῖζον τῇ φύσει καὶ ἁπλῶς πᾶν αἴτιον μεῖζον τῇ φύσει, ἄλλω-
στε [ἀλλ' ὥστε 1766] δὲ ἐνταῦθα τὸ αἴτιον συναπτῶς ὀφείλει
τῶ φύσει λέγεσθαι· διαιρεθὲν δὲ τὸν παραλογισμὸν ἐποίησεν.