Commentarium in Hermogenis librum $1PERI\ I)DEW=N
- Edition reference
- Commentarium in Hermogenis librum περὶ ἰδεῶν, ed. C. Walz, Rhetores Graeci, vol. 6, Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Otto Zeller, 1968): 80–504.
- CTS identifier
urn:cts:greekLit:tlg4235.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
81
γματος εἴδους τρίτου· ἥ τε λέξις καὶ τὸ σχῆμα περιβολῆς,
πλάγιον γὰρ καὶ καθολικὸν καὶ ἀόριστον· τὸ δὲ κατὰ πεποί-
θησιν λαμπρότητος, καὶ οὐδὲν τῷ ἤθει λυμαίνεται ἀξιο-
πίστῳ ὄντι· τὸ δὲ κῶλον σχοινοτενὲς καὶ πνευματικόν· ἡ
συνθήκη μεγαλοπρεπὴς καὶ σεμνὴ, πλείονας ἔχουσα τοὺς
τοῦ μεγέθους ῥυθμοὺς, ἡ βάσις κατὰ μὲν τὴν λέξιν σε-
μνὴ, διὰ τὴν μακρολεξίαν, ἡ δὲ ἔννοια ἐκκρεμής. Ἔν-
νοια δέ ἐστι ψυχῆς λογικῆς δύναμις γνωστικὴ, δηλωτικὴ
πραγμάτων διὰ φωνῆς ἐνάρθρου· λέξις δὲ φωνῆς ἐνάρ-
θρου μέρος ἢ μόριον, δι' ἧς τὰ νοήματα τοῖς πράγμα-
σιν ἐφαρμόζει· μέθοδος δέ ἐστι τρόπος ἐπιστημονικὸς τοῦ
πῶς δεῖ τὰ νοήματα ἐξάγειν, καὶ διὰ ποίων πτώσεων καὶ
ἐγκλίσεων, καὶ διὰ θέσεων καὶ σχημάτων, καὶ γενῶν καὶ
προσώπων· καὶ τῷ παραπλησίως πόῤῥωθεν ἄρχεσθαι ἢ
ἐγγύθεν· ἐπιεικῶς ἢ παῤῥησιαστικῶς, ἢ κατὰ ποῖον πά-
θος καὶ ἦθος, καὶ καθ' ὅσους τρόπους ἡ φύσις τὴν φω-
νὴν προΐεται. Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ
κρεῖττον κατὰ λέξιν καὶ διάνοιαν ἄνευ τρόπου· λόγου εἶπε,
82
διότι καὶ πραγμάτων εἰσὶ μετασχηματισμοὶ καὶ ἐξαλλάξεις,
ἐπὶ τὸ κρεῖττον δὲ διὰ τὸν σολοικισμὸν καὶ βαρβαρισμὸν
καὶ ἐπὶ τὸ χεῖρον ἐξαλλάττοντας· ἄνευ δὲ τρόπου, ὅτι
ἐκείνων ἡ ἐξάλλαξις διὰ μιᾶς γίνεται λέξεως κατὰ ἀλληγο-
ρίαν, κατὰ μεταφορὰν, κατὰ κατάχρησιν καὶ τοὺς ἄλλους·
τὸ δὲ σχῆμα διὰ πολλῶν λέξεων γίνεται. Κῶλον δέ ἐστι
στίχος ἢ κόμμα μερικὰς διανοίας ἀπαρτίζον, περὶ ὧν ἀκρι-
βέστερον ἐν τῷ τετάρτῳ τόμῳ τῶν εὑρέσεων εἴρηται, οἷον,
„πάλιν Ἰησοῦς καὶ πάλιν μυστήριον.“ κόμμα δὲ· ”Χρι-
στὸς γεννᾶται,” τούτοις γὰρ ὁ ῥητορικὸς στίχος καταμε-
τρεῖται. Συνθήκη δέ ἐστι ποιὰ λέξεων ἁρμογὴ καὶ ἕνω-
σις κατὰ τοὺς οἰκείους τῶν ἰδεῶν πόδας, ἰάμβους ἢ τρο-
χαίους, δακτύλους ἢ σπονδείους καὶ τοὺς ἄλλους ἅπαντας,
τοῦτο γάρ ἐστι τὸ ποιά. Ῥυθμὸς δὲ ποιὰ ἀπήχησις τοῦ
λόγου, ἢ σεμνὸς ἢ τραχὺς ἢ λεῖος καὶ εὔηχος, ἢ γλυκὺς,
καὶ ὡς ἂν οἱ πόδες συντεθείησαν. Λέγεται δὲ οὗτος
πολλαχῶς ἐπὶ πραγμάτων, εἰ ἴσος ὁ τοῖχος ἢ ἄνισος, καὶ
λεῖος ἢ τραχὺς, καὶ ἐπὶ λόγων καὶ λέξεων καὶ ποδῶν· ῥυ-
θμοὶ γὰρ καὶ οὗτοι λέγονται ἀπὸ τῶν ἡμετέρων ποδῶν,
ἀφ' ὧν καὶ ἡ ὄρχησις· κριτήριον δὲ αὐτῶν ἡ ἀκοὴ, φημὶ
δὴ τῶν κατὰ ψόφον καὶ μέλος καὶ λόγον· τῶν δὲ κατὰ τὰ
πράγματα ὁ ὀφθαλμὸς καὶ ἡ χείρ. Βάσις δέ ἐστιν ἡ τοῦ
κώλου συμπλήρωσις ἢ τοῦ κόμματος, καθ' ἣν βαίνει καὶ
ἵσταται τῆς μερικῆς φωνῆς ὁ ῥυθμός· ταῦτα μὲν εἴρηται
ἡμῖν, ὥσπερ ἐμπεσόντα τῷ λόγῳ, καὶ κατὰ τὸν ἐπιμερι-
σμὸν τῆς προτάσεως, ἵνα μὴ ἐπὶ πολὺ ἀγνοῶμεν τὰ λεγό-
μενα, καὶ ἡ συνέχεια τῆς ἑρμηνείας ὡς μὴ διακόπτηται.
βʹ. <Ὅπη τε ἔχουσι καὶ ὅπως γίνονται.> Περι-
φραστικῶς ἐξήγγελται ἀντὶ τοῦ, τίνες τέ εἰσι τὴν φύσιν
μία ἑκάστη αὐτῶν, ὅτι ἡ μὲν σαφήνεια τοιάδε τίς ἐστι,
καὶ ἡ σεμνότης καὶ αἱ λοιπαί· γίνονται δὲ ἰδικῶς ἡ μὲν
σαφήνεια διὰ καθαρότητος καὶ εὐκρινείας, τὸ δὲ μέγεθος
83
διὰ σεμνότητος, τραχύτητος, σφοδρότητος, καὶ ἑκάστη τῶν
αὐτῆς ἰδίων· κατὰ μόρια δὲ ἐννοίας, μεθόδου, λέξεως καὶ
τῶν ἄλλων στοιχείων· ὧν τινα μὲν ἴδια ἑκάστῃ, τινὰ δὲ
καὶ πάσαις κοινὰ ἤ τισιν, ὡς μαθησόμεθα προϊόντες.
γʹ. <Καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι κρί-
νειν,> καὶ τὰ ἑξῆς. Διττὸν τὸ χρήσιμον καὶ τρανότερον·
ἀναγκαία γὰρ, φησὶν, ἡ τούτων γνῶσις, εἴς τε τὸ τὰ τῶν
ἄλλων εἰδέναι κρίνειν, εἰ καλῶς ἐξήσκηται καὶ ἀσφαλῶς·
τὸ γὰρ ἀκριβῶς ἀντὶ τοῦ ἀσφαλῶς διὰ τοὺς φύσει θαῤ-
ῥοῦντας καὶ γράφοντας· ἐνδέχεται γάρ τινα καλὸν κατὰ τὴν
αἴσθησιν λόγον δοκεῖν, μὴ μέντοι γε κατὰ τὴν τέχνην
ἠκριβῶσθαι καὶ λανθάνειν, εἴτε τῶν ἀρχαίων τινός ἐστιν
εἴτε τῶν νέων· οἱ γὰρ ἀρχαῖοι φιλοσοφοῦντες οὐ δόξῃ
ψιλῇ ἀλλ' ὀρθῇ κρίσει καὶ ἀληθεῖ τὰς ἐπιστήμας διεξερ-
χόμενοι πολλὴν φροντίδα καὶ περὶ τὰς ἰδέας εἶχον· οἱ δὲ
νεώτεροι, καὶ μάλιστα οἱ πλεῖστοι τῆς Ἀσίας, περιττήν τε
καὶ ἀλυσιτελῆ καθάπερ καὶ πάντες σχεδὸν οἱ νῦν τὴν περὶ
ταύτας περιεργίαν νομίζουσιν οὐ μόνον, ἀλλὰ καὶ τὴν Ἀτ-
τικὴν εὐστομίαν καὶ σύνταξιν ἕωλον κρίνοντες, αὐτοί τε
τηνάλλως φέροντες καὶ τοὺς εἰδότας νομίζουσιν, ὥσπερ
δὴ καὶ τὸ ἀρχαῖον τοῦτο· οἱ γὰρ Ἀττικοὶ ἐπὶ τῶν ἀψύ-
χων τάττουσι, τὸ δὲ παλαιὸν ἐπὶ τῶν ἐμψύχων· ὅθεν οἶμαι
μὴ εἶναι τοῦ τεχνικοῦ τὴν θέσιν αὐτοῦ, ἀλλά τινος τῶν
τὰ βιβλία ἀνατρεπόντων. τὸ μὲν γὰρ λεῖον καὶ ὁμαλὸν, ὃ
καὶ ἐμπίπτον ταῖς ἀκοαῖς τὴν τῶν γερόντων ἀσθένειαν καὶ
φύσιν ὑποσημαίνει, τὸ δὲ ἀρχαῖον σκληρὸν καὶ τραχὺ ταῖς
αἰσθήσεσι, καὶ παρεμποδίζον τὴν γλῶτταν καταφορικὴν
αἰνίττεται κίνησιν καὶ ἄλογον· καὶ τοιοῦτοι ὄντες εὐδο-
κιμοῦσι παρὰ λημῶσι τὸν νοῦν κριταῖς, καὶ πρώτοις τῆς
84
πολιτείας, καὶ οἵοις οὐδεμία φορὰ χρόνων συνεπεκώμασε,
πάνθηρες, ὥς φασι, παρὰ λύκοις.
δʹ. <Εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο> λό-
<γων ἐργάτης.> Δεύτερον χρήσιμον οὐ μόνον φησὶν εἰς
τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν ἀναγκαῖον τὸ μάθημα,
ἀλλὰ καὶ εἰς τὸ ἡμᾶς αὐτοὺς γενναίους λόγους ποιεῖν· με-
ταφορικῶς δὲ τὸ γενναίους λόγους ποιεῖν εἴρηται ἀπὸ τῶν
γενναίων ἀνδρῶν, καὶ ἀνδρικοὺς μεγαλόφρονάς τε καὶ λαμ-
προὺς δημιουργεῖν. Θαυμάσιος ἡ πρότασις καὶ διὰ τὸ ἄγαν
συγγενὲς λανθάνουσα καὶ ὑπέρσεμνος πρὸς τῷ ἔχειν ἡδο-
νὴν καὶ γλυκύτητα. Ὅπερ γὰρ, φησὶν, ὁ γενναῖος ἀνὴρ
ἐν τοῖς συναγωνισταῖς καὶ ἀνδρείοις εἶναι δείκνυται, τοῦ-
το καὶ ὁ τοιοῦτος λόγος ἐν τοῖς ὁμογενέσι. Καθ' ὑπόθε-
σιν τὸ σχῆμα, εἴτε, φησὶ, τοῦτο εἴτε ἐκεῖνο μέλλεις ἐνδεί-
ξασθαι καὶ σεμνύνεσθαι, συμφέρει σοι τὸ σπουδάσαι, ὅτι
ταῖς μαθήσεσι διττὴ ἡ ἐνέργεια, ἥ τε εἰς τὸ τοὺς εἰ-
δότας ποιεῖν καὶ τοὺς μὴ εἰδότας διδάσκειν.
εʹ. <Εἰ μέλλει μὴ σφόδρα πόῤῥω τἀκριβοῦς.> Τὸ
μὲν μὴ ἐξ ἴσου τοῖς παλαιοῖς εἰς ἄκρον φιλοπονίας ἐλ-
θοῦσι καὶ φύσεως, ἅτε περὶ ἓν καὶ τοῦτο μόνον καταγι-
νομένους, ὡς εἴρηται, πρόδηλον τοὺς νῦν τἀναντία τού-
τοις ἔχοντας πρὸς τῷ ἐπιφθόνῳ καὶ ἀκερδεῖ· τὸ δὲ μὴ
πάνυ τοῦ ἀκριβοῦς ἐκπεσεῖν τὸ δεύτερον τῶν μακαριστῶν· τὸ
δὲ παντάπασιν ἀποσπᾶσθαι τῆς μιμήσεως, καταγέλαστον.
Ϛʹ. <Ἡ γάρ τοι μίμησις καὶ ὁ ζῆλος.> Μίμησις
μέν ἐστι ψυχῆς δύναμις κατ' ἐνέργειαν, τὸ τοῦ κρείττο-
νος παραδείγματος ἀποματτομένη ἀγαθόν. Εἰδέναι
μέντοι χρὴ, ὡς καὶ ἐπὶ τῶν φαύλων ἐστὶ ζῆλος καὶ μίμησις,
καὶ πολλὰ τὰ μαρτύρια τοῖς ζητοῦσι. Ζῆλος δὲ ψυχῆς λο-
γικῆς θερμότης ἐπ' ἀγαθῷ ἢ κακῷ διὰ παραδείγματος ἐξ-
απτομένη· ἀλλ' ἡ μὲν μετὰ λόγου καὶ κρίσεως ὀρθῆς ἐπ'
85
ἀγαθῷ γίνεται ἡ θερμότης, ἐπὶ τὸ ἐναντίον δὲ θάτερον·
καὶ σημαίνεται ὁ μὲν, ἤτοι ὁ ἐπὶ καλῷ, „ζήλῳ τῷ πρὸς
ἀλλήλους λυττῶντες.“ καὶ ”μὴ ζήλου τοὺς ποιοῦντας τὴν
ἀνομίαν” ὁ δὲ, ὁ ἐπ' ἀγαθῷ· „ζηλώσωμεν τοὺς ἁγίους
μάρτυρας,“ καὶ, ”ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί
με,” τοῦτο δὲ τὴν ἀγάπην σημαίνει· σημαίνει δὲ καὶ ὀρ-
γὴν εὔλογον μετὰ λύπης· „ζηλῶν ἐζήλωκα τῷ οἴκῳ κυρίου
παντοκράτορος, διὰ τὸν οἶκον τῶν βεβηλωθέντων εἰς ὀργὴν
ἐξήφθην κατὰ τῶν ἀσεβῶν.“ Ζητητέον δὲ, εἰ μεστότης
ἐστὶν ἢ ἄκρον, καὶ τίνων· σημαίνει δὲ καὶ τὸν φθόνον ἢ
τὴν ἔριν καὶ τὴν μίμησιν· ὡς τὸ ”ζηλοῖ δὲ τὸν γείτονα
γείτων·” προσλαβὼν δὲ τὴν παρὰ, ἐπίτασιν σημαίνει ὀρ-
γῆς καὶ ἐξουθενισμὸν καὶ μυκτηρισμόν· τὴν μὲν,
„παρεζήλωσα καὶ παρωξύνθην δι' ὀργὴν υἱῶν αὐτοῦ καὶ
θυγατέρων·“ τοὺς δὲ, ”αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ”
διαφέρει δέ τι τῆς μιμήσεως, ὅτι ἡ μὲν ἠρεμαίαν καὶ κατ'
ἐπίδοσιν ἔχει τὴν κίνησιν, ὁ δὲ ὀξεῖαν καὶ ἱσταμένην· καὶ
ὁ μὲν ἀντὶ τῆς μιμήσεως λέγεται, ὡς εἶδος ἀντὶ γένους, ἡ
δὲ ἀντ' ἐκείνου οὐ λέγεται, ἡ πρὸς τοὺς παλαιοὺς, φησὶ,
μίμησις καὶ ὁ ζῆλος μετὰ ἐμπειρίας ψιλῆς καὶ ἀμελοῦς καὶ
ῥᾳθύμου καὶ ἀνεξετάστου αἰτίας καὶ κανόνων τριβῆς, τοῦ-
το γὰρ τὸ ἄλογον καὶ ἡ τριβὴ, ποιοῦντα μὲν σπουδαῖον
ἀπό τινος κινούμενον παραδείγματος, ἀγνοοῦντα δὲ τὴν
αἰτίαν, δι' ἣν τοῦτο γέγονε τὸ γεγονὸς, ἢ ὑπ' αὐτοῦ τοῦ
ποιοῦντος, ἢ ὑφ' οὗ τὴν μίμησιν ἔχει, κἄν τις ἰσχύῃ τῇ
φύσει, σφάλλεται μᾶλλον ὑπ' αὐτῆς, εἰς ἃ μὴ θέμις ἀπο-
φερόμενός τε καὶ ἐλαυνόμενος, ὡς ἵππος δυσήνιος τὸν χα-
λινὸν ἐνδακών, ὡς ὁ Μελιτηνῆς Θεοδόσιος, καὶ ὁ Νικαίας
Θεόδωρος καὶ τῶν καθ' ἡμᾶς οὐκ ὀλίγοι· ὀκνῶ γὰρ εἰπεῖν,
καὶ οἱ εὐφυέστατοι μὲν, ἄλλως δὲ ὀξεῖς τε καὶ ἀπερίσκε-
86
πτοι, καὶ εἰς αὐτὸ ἐκεῖνο, εἰς ὃ τὴν ἐπωνυμίαν ἐπιφέρον-
ται, καὶ ταῦτα μαθηματικοὶ καλούμενοι καὶ τῶν μειζόνων
εἰς τεχνολογίαν κατατολμῶντες, νυκτερίς φασιν ἀετοῦ, καὶ
διασπῶντες καθάπερ αἱ βάκχαι τὰς τοῦ Πενθέως σάρ-
κας, ἢ κατ' ἄρθρον τῆς τέχνης ἐπιμερίζοντες, γέλωτα
μὲν, μᾶλλον δὲ θρῆνον καταλιμπάνοντες τοῖς πεπαιδευμέ-
νοις, θαῦμα δὲ τοῖς ἀναγώγοις καὶ διεῤῥιμμένοις καὶ τὴν
φύσιν καὶ τὴν παιδείαν· οἳ καὶ τὰ βιβλία διεξερχόμενοι,
κάνθαροι κόπρῳ, τοὺς μαργαρίτας συμφυρθέντας σφαι-
ρίζουσι, μὴ μαθεῖν ἐθέλοντες, ὡς κρεῖσσον λελογισμένη
βραδυτὴς τέχνης ἀπερισκέπτου· οὐκοῦν δεῖ τῇ φύσει θαῤ-
ῥεῖν· κύνα γὰρ σπουδάζουσαν τυφλὰ τίκτειν καὶ τὴν παρ-
οιμίαν λέγειν γινώσκομεν· τὸ μὲν γὰρ λέγειν ἁπλῶς καί τι
πράττειν παρὰ τῆς φύσεως ἔχομεν· τὸ δὲ εὖ λέγειν καὶ εὖ
πράττει καὶ πρὸς τὰ συντείνοντα ἡ τέχνη δίδωσι, κόσκι-
νον οὖσα κατὰ τὸν Ἐρατοσθένην ἢ ἰθμὸς ἢ πτύον τῶν
τῇ διανοίᾳ ἐπεισρεόντων, καὶ τρύγοιπος ὑπὸ τῆς φύ-
σεως· ὅθεν καὶ οἱ ἀριθμητικοὶ τὰ διακριτικὰ τῶν συγκεχυ-
μένων ἀριθμῶν διαγράμματα κόσκινα καλοῦσιν, ὡς δια-
κρίνοντα καὶ διαχωρίζοντα τῶν πεφυρμένων τὰ ἰδιώματα
καὶ τοὺς χαρακτῆρας
ζʹ. Ἐμπειρικοὺς οἱ φιλόσοφοι καλοῦσιν εἰκότως τοὺς μὴ
τὰς αἰτίας τῶν ἑαυτῶν ἀποτελεσμάτων εἰδότας, αἰσθήσει
δὲ μόνῃ τὴν ἀληθινὴν κρίσιν ἐπιτρέπουσι τῶν ἐπιστημῶν,
ἣ κατὰ πολὺ προσπταίει τοῖς πράγμασι καὶ ἐπιβάλλουσα·
οἷον τὸν πύργον ὁρῶσα πόῤῥωθεν κυλινδροειδῆ τετράγω-
νον ὄντα τυχὸν, καὶ τῷ ὕδατι κεκλασμένην τὴν κώπην καὶ
πηχυαῖον τὸν ἥλιον, καὶ κύκλον ὑπάρχοντα σφαιρικὸν τὸν
87
οὐρανόν· ὥστε εἰ δυσχερῶς οἱ φύσει ταχεῖς τῆς ἀκριβείας
ἀντιλαμβάνονται, ταῖς αἰσθήσεσι τὸ ἀκριβὲς ἐπιτρέψαν-
τες, πολλῷ μᾶλλον οἱ νωθεῖς τε καὶ ῥᾴθυμοι· εἰ γὰρ καὶ
τὸ τελέως, ὡς οὗτοι λέγουσιν, αἰσθήσει καταλαμβάνεται,
καὶ οὐδὲν διαφέρει τοῦ ἀκριβοῦς κατὰ ταύτην, ὥς τινες
οἴονται· ἀλλ' ὁ μὲν τὸ ὅλον ταύτῃ ἀνεὶς, περὶ τὴν ταύ-
της τέχνην ἀλόγως ἔχει, καὶ τὴν ἐκείνης διοίκησιν ἀγνοεῖ,
μᾶλλον δὲ καὶ πολὺ ῥαπίζεται καὶ ἀποῤῥίπτεται· ὥσπερ
ἴσμεν τινὰ τοῖς θεολογικοῖς ἐπιστήσαντα, τοῦτο δὴ τὸ τοῦ
λόγου ἡλίῳ νυκτάλωπα· ὁ δὲ κατὰ μέρος ἔχων ἐπιστημό-
νως καὶ ἐμβατεύων μετὰ λόγου ταῖς θεωρίαις, ὃ ἂν βού-
ληται λογισμῷ καὶ τέχνῃ ποιεῖ, καὶ καθάπερ ὁ ἐπ' Ἀλε-
ξάνδρου τοξότης Ἰνδός. καὶ μὴν καὶ ὁ Ὀδυσσεὺς, καὶ
οὐκ ἂν ἐκπεσεῖται τοῦ σκοποῦ καὶ τοῦ πρέποντος, κἂν εἰς
μικρόν τι δεήσοι καὶ στενὸν τὴν ἐπιστήμην ἐνδείξασθαι τὴν
ἐκ μελέτης καὶ ἀσκήσεως ἀληθοῦς ἐγγινομένην αὐτῷ· εἰ-
δὼς, ὡς οὐχ ἡ αἴσθησις μόνη γνωστὴ δύναμις, ἀλλὰ καὶ
διάνοια καὶ νοῦς· ἡ μὲν γὰρ αἴσθησις τῶν αἰσθητῶν μό-
νων ἀντιλαμβάνεται, οὐχὶ καὶ τὰ τούτων ἐξεπίσταται πά-
θη, ἵνα καὶ κατὰ λόγον τὰ καλὰ κρίνει· διὸ καὶ οὕτως
ὁρίζονται· αἴσθησίς ἐστιν ὄργανον σώματος φυσικοῦ, δύ-
ναμιν ἔχον ἀντιληπτικὴν τῶν αἰσθητῶν· οὔκουν περαιτέ-
ρω τούτων πρόεισι. Φαντασία δὲ δύναμις ἢ πάθος ψυ-
χῆς κινούμενον ὑπὸ φανταστοῦ, ἢ νοῦς παθητικός· φαν-
ταστὰ δέ φασι τὰς ἀπὸ τῶν αἰσθητῶν γενομένας
διατυπώσεις τῇ ψυχῇ, αἵτινες ὕλης χωρὶς διατυπωθῆναι
οὐ δύνανται, διὸ καὶ παθητικὸς νοῦς καλεῖται· παθητικὸς
δὲ ὡς μετὰ πάθους σωματικοῦ καὶ ὑλικοῦ νοῦ διορῶν καὶ
γινώσκων τὰ φανταζόμενα, ὅθεν καὶ φαντασία λέγεται,
οἱονεὶ τῶν φανέντων ὑπὸ τῶν αἰσθήσεων στάσις. Δόξα
δέ ἐστι δύναμις ψυχῆς γνωστικὴ, τῶν ὑπὸ τῆς φαντασίας
88
διατυπωθέντων δεκτική· διὸ καὶ τρανοτέραν ἔχει τὴν γνῶ-
σιν· λέγεται δὲ οὕτως διὰ τὸ παρὰ τῆς φαντασίας δέχε-
σθαι· διάνοια δὲ ἡ διανύουσα καὶ ἀνάγουσα τὰ τῆς αἰ-
σθητῆς φαντασίας τῆς δόξης εἰς τὸν νοῦν, ὅση ἐστὶ γνω-
στικὴ καὶ ἀπαθής· οὐ γὰρ μεθ' ὕλης νοεῖται τὰ πρά-
γματα, ἀλλὰ διακριτικωτάτη ἀληθείας καὶ ψεύδους ἐστὶ
δύναμις, ὥστε δῆλον κἀκ τούτων, ὅτι ἡ μὲν αἴσθησις
ἀδυνατοῦσα ὑπὲρ τὰ αἰσθητὰ διαβῆναι τῇ φαντασίᾳ δί-
δωσι τὴν τούτων ἐξέτασιν· ἡ δὲ πάθη τούτοις περιάπτουσα
ἀδιάβλητον ὕλην καὶ ποσὸν καὶ ποιότητα σωματικὴν, ὡς
εἰς τελεωτέραν τὴν δόξαν διαβιβάζει· ἡ δὲ πρὸς τὴν διά-
νοιαν, ἡ δὲ πρὸς τὸν νοῦν, ὃς δεξάμενος καὶ διαρθρώσας
ἐν ἑαυτῷ τὰ πάντα τὴν ἐπιστήμην τῶν ὄντων διοργανοῖ·
καὶ ἀναλογοῦσιν ἡ μὲν αἴσθησις πύλῃ, δεχομένῃ τοὺς ἔξ-
ωθεν εἰσιόντας, ἡ δὲ φαντασία τῇ μετὰ τὴν εἴσοδον στά-
σει μέχρις ἂν ἀπαγγείλῃ ὡς πυλωρῷ τῇ δόξῃ τῶν ὧν ἔχει
χρείαν· ἡ δὲ διάνοια τῷ θαλαμοφύλακι, ἣ καὶ μουσικαῖς
συνεξήρμοσται μεσότησι, καθάπερ ἀφ' ὑπάτης εἰς νήτην
διαχωροῦσα, καὶ ἀπὸ νήτης εἰς παρυπάτην πρὸς τὰ ἄκρα
διανυστὰ ποιεῖ τὰ ζητούμενα· ὁ δὲ νοῦς τῷ οἰκοδεσπότῃ,
ὃς κατὰ τὸ προσῆκον ἕκαστα διατάττει καὶ διοικεῖ. Ὅταν
τοίνυν καὶ αἱ τῶν αἰσθήσεων κρείττους δυνάμεις ἀγνοῶ-
σι, πῶς ἡ χείρων εἴσεταί τι καλῶς, αἰσθητῶν ὡς ἀληθῶς
μᾶλλον δὲ σαρκικῶν καὶ φυτικῶν οἱ λόγοι τῶν τὴν αἴ-
σθησιν οἰομένων κριτήριον ἀπλανὲς εἰς ἐπιστήμην ἤ τι-
νος ἐπιστήμης, οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ὁποῖα
καὶ ὁ Ἐπίκουρος, καὶ βούλονται κατὰ τὴν θεολόγον φω-
νὴν εἶναι πάντας κατ' αὐτοὺς, ἵνα τὸ ἀναίσθητον αὐτῶν
ἐν τῷ κοινῷ κρύπτηται, καὶ τοὺς τῆς ἀμαθίας ἐλέγχους
διαδιδράσκωσιν. Ἀλλ' ἐπειδὴ πείρας καὶ ἐμπειρίας
ἐμνήσθημεν ἀνωτέρω, φέρε τρανοτέραν τὴν διαφορὰν
89
λέξωμεν, καίτοι ἱκανῶς ἐν ταῖς διαιρέσεσι τῶν κεφαλαίων
τετεχνολόγηται. Πεῖρα τοίνυν ἐστὶν ἑνὸς ἢ καὶ πλειό-
νων τοῦ ἑνὸς ἐπιστασία καὶ γνῶσις πραγμάτων χωρὶς
τοῦ τὴν αἰτίαν καὶ τὸν κανόνα ἀναδοῦναι τοῦ γινω-
σκομένου· ὥσπερ εἰ ἰατρός τις πυρέξαντι πιεῖν ὕδωρ δοὺς
ἐξάντη πεποίηκε, τοῦθ' ἕτερος ἰδὼν καὶ μὴ διακρίνας
τὴν ἕξιν τοῦ πάσχοντος δοὺς ἑτέρῳ ἀπέκτεινε· δῆλον
γὰρ, ὡς οὐκ ᾔδει τῶν παθῶν τὴν αἰτίαν· ὅτι τὸ μὲν ἦν
ἐκ φλέγματος καὶ χολῆς μελαίνας καὶ διὰ τοῦτο ἀπέκτει-
νε· τὸ δὲ ἐξ ἄκρας ξηρότητος καὶ θερμότητος, καὶ διὰ
τοῦτο ἔσωσεν· οὕτως ἄν τις ἀκούσας, ὡς τὰ ἴδια ὀ-
νόματα πάντα μεγάλα γράφεται, ὑπέλαβε καὶ τὰ προεκτει-
νόμενα, καὶ ὁμοίως διὰ πάντων χωρεῖ μεγαλογραφῶν.
Ἔμπειρος δέ ἐστιν ὁ πολλὰς ἐπιστασίας πραγμάτων ἐν
ἑαυτῷ συμφορήσας, ὃς ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀλη-
θείας ἐπιτυγχάνει, καθάπερ οἱ ἀστρολόγοι· διὸ πολλῷ
τῶν καιρίων ἀποτυγχάνουσιν, ὅτι αὐτοὶ ἐν ἑαυτοῖς τὰς
ἐπὶ τῶν ἀστέρων θέσεις ὑπέστησαν, πόθεν γὰρ δῆλον,
ὡς ὁ Ἄρης θερμὸς ὢν καὶ ξηρὸς τοὺς κατ' αὐτὸν γεν-
νωμένους μιαιφόνους ἀποτελεῖ· καὶ ὁ Κρόνος ἠλιθίους,
καὶ ἕκαστος τῶν ἄλλων κατὰ τὴν ἑαυτοῦ φύσιν, οἱ γὰρ
ἀστέρες εἰσὶ πάντες πῦρ, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν·
διατί γοῦν ὁ Κρόνος καὶ ἡ σελήνη, ὁ μὲν ψυχρὸς καὶ ξη-
ρὸς, ἡ δὲ ὑγρὰ καὶ θερμὴ, ἐκ διαμέτρου ὄντα ἀλλήλοις,
ὁ μὲν τὴν ἀνωτάτω χώραν ἔχων, ἡ δὲ τὴν κατωτάτω λα-
χοῦσα· εἰ γὰρ τῷ τόπῳ τὰς τοιαύτας κράσεις μετα-
λαμβάνουσιν, ἀλλοιώσεώς εἰσι δεκτικὰ τῆς καθ' ἕξιν· εἰ
δὲ τοῦτο, καὶ φθορᾶς, καὶ πῶς τῷ χρόνῳ ἐπὶ τὸ μᾶλ-
λον παθαινόμενα οὐ φθείρεται, ἀλλὰ τὰ αὐτὰ μένουσιν,
90
ἔπειτα εἰ τὰ μᾶλλον πλησιάζοντα τῇ γῇ ἐξίστανται τῆς
ἑαυτῶν φύσεως, διατί τὸ διακονικὸν πῦρ καὶ ταῦτα ὑλι-
κώτερον ὂν τῆς ἑαυτοῦ φύσεως οὐκ ἐξίσταται, ἀλλ' ἀεὶ
ξηρόν ἐστι καὶ θερμὸν καὶ καυστικόν; ἀλλὰ λῆρος ταῦτα
πλατὺς, καὶ δαιμόνων πλάσματα καὶ εὑρήματα, οἷς πεί-
θοντες καὶ πεισθέντες πρῶτα μὲν τῆς εὐσεβείας ἐκπί-
πτουσι τῶν Χριστιανῶν, ἔπειτα συμφοραῖς περιπίπτουσι
μυρίαις, ὥσπερ ὁ ἀποστάτης, καὶ κατὰ τὸν θεῖον Ἡσαΐ-
αν οἱ Ἀσσύριοι. ἀλλ' οὐχ οὕτως ὁ ἐπιστήμων, ἀλλὰ κατ'
ἔννοιαν καὶ λέξιν καὶ μέθοδον πάντα τὰ ἐπεισρέοντα τῷ
νῷ διὰ τὴν πολυμάθειαν ἐξετάζει, καὶ ἕκαστον ἑαυτῷ τε
καὶ τοῖς ὧν ἐστιν ἁρμόδιον προσώποις καὶ πράγμασι
καταλλήλως συναρμόζει καὶ ἐφαρμόζει, καὶ οὐκ ἄν ποτε
κύριος ὢν ἑαυτοῦ ἀνοίκειον φήσειε, κἂν εἰς τὸν ἔσχατον
ἀφίκοιτο κίνδυνον, ὥσπερ οὐδ' ὁ Παρθυαῖος ἐκεῖνος τὸν
ὀϊστὸν Ἀλεξάνδρου βιάζοντος, οὐδὲ κατὰ τὸν προῤῥηθέν-
τα Θεοδόσιον, ὃς εἰπὼν τὴν παρθένον τὴν φυλαττομένην
Χριστῷ οἷς ἐκεῖνος οἶδε τρόποις ἀπρεπῆ νοῦν ἐξεφώνησε
σεμναῖς λέξεσιν· εἰ γὰρ ἦν σοφὸς, οὕτω πως ἂν εἶπεν·
τὴν παρθένον τὴν φυλαττομένην ἐπ' ἀφθάρτῳ συναφείᾳ
θεοῦ ἀπαγαγὼν ᾤχετο, φεῦ συλήσας· ἀλλὰ τοιοῦτός ἐστιν
ἀσελγὴς πανταχοῦ· καί τις ἕτερος εἰς τὸν θεολόγον γρά-
φων ἐγκώμιον τῇ φύσει πτηνὸν χιόνος ψυχρότερον
προοίμιον ὑπεστήσατο, ὡδί πως εἰπών· τὰ γὰρ πλείω ὡς
ἴλιγγον ποιοῦντα ἀφίημι, θείας μὲν ὑπόστασις οὐσίας
καὶ φύσεως· λόγῳ δὲ Γρηγόριος οὗτος τὸ ὕδωρ ὡς ὁ
Θαλῆς πῦρ ἐποίησε, καὶ τὸν οὐρανὸν εἰς γῆν ἔκλινεν, οὐ
καταλλήλως μόνον, ἀλλὰ καὶ πάντη ἀνοήτως τῇ παρα-
βολῇ χρησάμενος, οὗ τὰ πονήματά τινες ἐξελίττοντες,
χαλκοκορώνη φασὶ τὰ μειράκια, καταβοῶσιν, οὐ γὰρ ἴσα-
σιν, εἰ τὸ αἱρεθὲν φαίνεται μᾶλλον τοῦ παραιρεθέντος·
ἢ τὸ ῥηθὲν τοῦ παρεθέντος, ἀλλὰ πάντα χύδην αὐτοῖς,
91
καθάπερ ἐν τῷ λιμῷ Ἀθηναίοις ἡ πανσπερμία ἀλήθεται·
ὡς εἰ τοῦτ' ἔδει, οὐκ ἂν ἦν μεθοδικὸν βιβλίον οὐδὲ ἓν,
οὐδέ τις διδάσκαλος ἔμπρακτος τὰς ἐπιστήμας διδάσκων·
ἀλλὰ μόνους τοὺς περιττοὺς τὴν φύσιν τὸ πρωτεῖον ἔχειν
συμβαίνειν, καὶ εἶναι ῥήτορας καὶ φιλοσόφους αὐτοφυεῖς
καὶ τὰ ἄλλα πάντα. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν προτε-
ρούντων τῷ προτερήματι καὶ τῇ τέχνῃ μὴ ὑπαγόντων τὸν
νοῦν. Δεῖ δὲ πρὸς τὰ ἐξ ἀρχῆς ἐπανελθεῖν, καὶ τὴν πρό-
κρισιν ἔχειν τὰς χρυσοκανθαρίδας καὶ τοὺς βατράχους
ἐᾷν.
ηʹ. <Κράτιστον μὲν γὰρ, εἰ καὶ τὰ τῆς φύ-
σεως.> Ἀντιπίπτον λύει, ὡσανεί τινος ἀντικρούσαντος·
τί οὖν περιττὸν, ἡ φύσις ἄν τινι προσῇ, οὔ φησι διὰ
περιφράσεως, ἀλλὰ κράτιστον, εἰ καὶ τὰ τῆς φύσεως χα-
ρίσματα συλλαμβάνεται, καὶ συναρήγει τῇ μελέτῃ καὶ
σπουδῇ.
θʹ. <Πλεῖον γὰρ ἂν οὕτω·> ἢ ἀντὶ τοῦ πάνυ, ἢ
πλειόνως καὶ μειζόνως τις τοὺς ἐπιστημονικοὺς λόγους
τούτους προσκτήσαιτο.
ιʹ. <Εἰ δὲ μὴ, ἀλλ' ὅ γε μαθητόν ἐστι καὶ δι-
δακτόν.> Εἰ μὲν γὰρ, φησὶ, μετὰ τῆς ἐπιμελείας καὶ
σπουδῆς πλεονεκτεῖ, καὶ μετὰ ταῦτα καὶ κατὰ τὴν
φύσιν πολλαπλοῦν τὸ καλόν· εἰ δὲ μὴ τοῦτ' εἴη, δῶρον
γὰρ θεοῦ τοῦτ' ἐστι, διὰ τῆς ἀρίστης κράσεως ἐγγινό-
μενον, ἣν ἔχειν ἅπασιν οὐ συμβαίνει, ἢ διὰ τὸ ἀκόλα-
στον τῆς διαίτης καὶ τῆς συναφείας τῶν γονέων, ἐν οὐ
προσήκοντι γινομένης καιρῷ, καὶ καθ' ὃν καὶ τὰ τῆς
γενέσεως τῶν ἄλλων διώρισται, ἢ διὰ τὴν ἡμῶν αὐτῶν
ἀδδηφαγίαν, καὶ τοὺς ἀκαταλλήλους τῶν ἐσθιομέ-
92
νων χυμοὺς, ἀφ' ὧν καὶ τὰ μύρια πάθη βλαστάνει,
καθὰ καὶ ὁ μέθυσος μεθύσους παῖδας προΐησι, καὶ ὁ
παχὺς τὸ ἦθος ὁμοίους καὶ τοὺς λόγους ἀπογεννᾷ, καὶ
ὁ χαρίεις χαρίεντας, καὶ ἕκαστος παραπλησίως. Μετα-
ληπτικοὶ γὰρ γίνονται καὶ τῶν πατρικῶν νοσημάτων οἱ
ἐκ τούτων, ὡς ἐν ταῖς ἐπιδημίαις Ἱπποκράτης φησὶ καὶ
Γαληνὸς ἐν τοῖς περὶ κράσεως καὶ διαίτης.
ιαʹ. <Ἀλλ' ὅγε μαθητόν ἐστι καὶ διδακτόν.>
Μαθητὸν μὲν τὸ ἐκ τῆς ἡμετέρας φιλοπονίας καὶ σπου-
δῆς μανθανόμενον· διδακτὸν δὲ τὸ ἐκ τῆς τῶν διδασκάλων
παραθέσεως καὶ διδασκαλίας· ἡ μὲν γὰρ φύσις οὐ τῶν
ἐν ἡμῖν προαιρετικῶν σπουδασμάτων, καὶ γὰρ τῶν
πραγμάτων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν·
ταῦτα δὲ Ἰσοκράτης ἐν τῷ κατὰ σοφιστῶν διεξῆλθεν·
ἀλλὰ μή ποτε ἄρα καὶ τὸ διδακτὸν οὐ πᾶσιν, ἀλλὰ τοῖς
πλουσίοις, οἷς μετὰ τοῦ προαιρεῖσθαι καὶ τὸ δυνατὸν
ὕπεστι· δέεται γὰρ τὸ διδακτὸν καὶ τῆς ἀπὸ τῶν ἔξωθεν
δυνάμεως· πένητι δὲ τί ἂν εἴη δοῦναι τῷ διδασκάλῳ; κα-
θάπερ αὐτὸς ἐγὼ καὶ μάλιστα τοῖς νυνὶ, οἳ μηδὲν ὄντες
διατείνονται διδάσκειν, καὶ τοὺς τῆς ἀναγκαίας χρείας
στερομένους διδόναι ἀναγκάζουσιν. Ἀλλὰ τὸ προνοητι-
κὸν τοῦ θεοῦ ἐν τούτοις μάλιστα ἢ τοῖς πλουσίοις ἐνευ-
δοκεῖ· ἔνθεν πλούσιον μὲν μόλις ἂν θεάσῃ τι τῶν καλ-
λίστων εἰδότα· ἡ γάρ τοι τρυφὴ καὶ τὸ ταῖς ἡδοναῖς δι-
αῤῥέειν εὖγε ποιοῦντα τὴν κρείττονα τοῖς πένησιν ἐμβρα-
βεύονται, τοὺς δὲ πλουσίους καὶ αὐτοῦ τοῦ εἶναι λογι-
κοὺς ἀπάγουσι.
ιβʹ. <Τάχα γὰρ οὕτω καὶ τοὺς εὖ πεφυκότας·>
ἠθικὸς ὁ λόγος διὰ τὸ μὴ ἀποπεφάνθαι, καὶ ὅτι μὲν
παρενεγκεῖν οἱ φιλόπονοι δύνανται τοὺς περιττοὺς τὴν
93
φύσιν, μαρτυρεῖ Δημοσθένης, πόνοις καὶ τὸ μυριοπαθὲς
μεταβαλὼν τὸ ἑαυτοῦ, καίτοι μέσος τὴν εὐμάθειαν ὤν· εἰ
γὰρ σμικρὸν, φησὶν, ἐπὶ μικρῷ καταθεῖο, καὶ θαμὰ
τοῦθ' ἕρδοις, τάχα, φησὶ, μέγα καὶ τοῦτο γένηται, εἴπερ
δὲ ῥανὶς δύναται κοιλαίνειν πέτραν, τῷ συνεχεῖ τῆς
καταῤῥοῆς· ὅτι δὲ τοῦτο σπάνιον, πλήρεις αἱ ἱστορίαι
καὶ οἱ βίοι τῶν σοφιστῶν· μᾶλλον δ' ἐφ' ἑνὸς Μενελά-
ου τοῦ ποιητοῦ τοῦτο κατίδοι τις ἂν, δυσκολίαν φύ-
σεως φιλοπονίᾳ μεταβαλόντος εἰς τὸ ἀκριβές τε καὶ ἄμω-
μον, ὥς φησι καὶ Λογγῖνος, διὸ εἴ τις ἐῤῥωμένου τύχῃ
τοῦ σώματος, καὶ σπουδὴν κατάλληλον ἐπιδείξειεν, εἰκός
τι κτήσασθαι, οὐ μὴν ἅπαντες· ὁ γὰρ νῦν τῆς διατρι-
βῆς προϊστάμενος ταύτης, καὶ ῥώμῃ σώματος καὶ μελέ-
ταις ἀδιαλείπτοις ἐγκαρτερῶν, ὡς καὶ ῥᾳδίως, πᾶν ὃ βού-
λοιτο ἐκμανθάνειν, ὅμως ἔτι παῖς ἐστιν ἑξηκοντούτης,
μηδὲν περαιτέρω τῶν ἀποστοματισμῶν προβαίνων, καὶ
τοῦτ' οἴδασι πᾶσα ἡ πόλις, ὃ καὶ συννοήσας ὁ τεχνικὸς
τὸ τάχα συνέπλεξεν, ἐπανορθούμενος τοὺς ἀμελεῖς καὶ
οὐκ εἰς ἀπόγνωσιν ἄγων, ὡς ἂν φήσει· χρήσῃ τῇ κατ'
ὀρθὸν ἀσκήσει καὶ μελέτῃ, θαῤῥῶν ἔσο· παρέλθοις γὰρ
εὖ οἶδ' ὅτι τοὺς ταχεῖς τούτῳ τῷ τρόπῳ πάσαις ῥᾳστώ-
ναις ἀπεχθανόμενος· ὡς δήπου καὶ ὁ Μενέλαος, καὶ εἰ-
κότως· εἰ γὰρ αἱ ἀλοιφαὶ καὶ αἱ διατρίψεις τὰ σκληρὰ
καὶ τὰς ἀκόνας παραβιάζουσι, πολλῷ μᾶλλον ἐπείσακτα
πάθη φύσις λογικὴ, καὶ τοῖς τοῦ κρείττονος ἐγκυμονοῦ-
σα καλοῖς· μόνον ἑαυτῷ μὴ θάῤῥει, μηδὲ φρονηματίζου,
μηδὲ αἰσχύνου διακοινοῦσθαι τοῖς ἐπιστήμοσιν εἰς διόρ-
θωσιν, οὕτω γὰρ καὶ τοὺς κρατίστους παρέλθοις, εἰδὼς,
ὡς οἱ μὴ τοῦτο ποιοῦντες καὶ τοῦτον τὸν τρόπον παρα-
94
θηγόμενοι, κἂν πάνυ φύσεως ἔχωσιν εὖ, τοῖς προῤῥη-
θεῖσιν αἰτίοις περιπεσοῦνται.
ιγʹ. <Τοῖς δὲ ἄμφω καὶ πολὺ μᾶλλον.> Ἀναγ-
καία μὲν, φησὶν, ἡ τῶν ἰδεῶν γνῶσις καὶ τοῖς πρὸς τὸ
γράφειν ὁρμῶσιν καὶ τοῖς πρὸς τὸ κρίνειν τὰ τῶν ἄλλων
ἐπειγομένοις, τοῖς δὲ καὶ τὰ ἀμφότερα ποιεῖν ἐφιεμένοις,
πλέον συμβάλλεται· πῶς; ὅτι ὁ γράφων μὲν, μὴ περὶ
τὴν κρίσιν δὲ πραγματευόμενος ἑνὶ πτερῷ, φαίη τις ἂν,
καὶ ὀφθαλμῷ ἐναβρύνεται, καὶ τοῖς τῶν ἑαυτοῦ πονη-
μάτων πταίσμασιν ἧττον ἐφιστάνει, ὥσπερ ὁ Πολέμων
καὶ ὁ Ἀσπάσιος καὶ ὁ τῆς Γάζης Προκόπιος, ἀκαίρως
μὲν καὶ κατακόρως χρώμενος ταῖς τροπαῖς καὶ ἐπιθέ-
τοις ἐν τοῖς λόγοις, ὑπεραττικίζων δὲ καὶ ἐν ταῖς ἐπιστο-
λαῖς· τοιγαροῦν ἐν τοῖς μὲν ὡς ἐπίπαν ἀσαφής ἐστιν, εἰ
καὶ γλυκὺς, ἐν δὲ ταῖς ὑπόψυχρος καὶ ἀηδής· ὁ δὲ κρί-
νειν εἰδὼς καὶ τοῖς τῶν ἄλλων ἁμαρτήμασιν ἐπιβάλλων
ἄριστ' ἂν γράψειε, καὶ τὰς κακίας παραφυλάξειε· χρεία
οὖν ἀμφοτέρων καὶ τὸ διεστάναι θάτερον θατέρου χωλὸν,
καὶ οὐκ ἀρτίπουν· εἴδομεν γὰρ καὶ κριτικὸν δοκοῦντα,
καὶ πολλῷ μᾶλλον ἐν τοῖς αὐτοῦ συγγράμμασι πταίοντα·
ὡς εἶναι δῆλον, ὡς φύσει τὸ πιθανῶς ἔχειν εἶναι δοκεῖν,
ἀλλ' οὐκ ἐπιστήμην. <Εἰς τὸ αὐτό. Τοῖς δὲ ἄμ-
φω καὶ πολὺ μᾶλλον.> Ἔοικεν αἰνίττεσθαι, ὡς δυνα-
τὸν κατὰ τὰς ἰδέας γράφειν ἢ κρίνειν ἀλλήλων χωρίς·
τοῦτο δ' ἀπεδείχθη τῶν ἀδυνάτων εἶναι· εἰ γάρ τις μὴ
κατὰ ταύτας γράφοι, οὐδὲ κρίνοι ἄν· καὶ ἡ σὺν ἀν-
τιθέσει ἀντιστροφή· καὶ εἰ μὴ κατὰ ταύτας κρίνοι, οὐ-
δὲ γράφοι ἄν. Τίς ἡ τοῦ δοκοῦντος ἀτόπου λύσις; ἡ
95
πρὸς τὸν τεχνικὸν πίστις· εὑρίσκεται γὰρ εἰκότως Λογ-
γῖνος, ὡς οἱ φιλολόγοι δεικνύουσιν, ἄριστος ἐπιμερί-
σαι λόγων ἰδέας, δημιουργῆσαι δὲ τοιούτους ἥκιστα, καὶ
Διονύσιος ὁ Ἁλικαρνασεὺς καὶ Σμυρναῖος ὁ Ἀριστείδης
περὶ ἰδεῶν τι καὶ τέχνης γράψαντες, βάτα κάρας, ἡ
παροιμία φησί· δημιουργοὶ δὲ λόγων πολλῶν καὶ καλῶν.
εἰκότως· ἡ γὰρ πρὸς θάτερον σπουδή τε καὶ ἐπιμέλεια
τὸ ἕτερον ὑφαιρουμένη παρευδοκιμεῖ· ὁ μὲν γὰρ Λογγῖ-
νος περὶ τὸ διδάσκειν μόνον ἐνασχολούμενος καὶ περὶ τὸ
γράφειν τελείας ὑποθέσεις οὐκ ἔχων καιρὸν, τὸ τῆς Ὁμή-
ρου πέπονθεν ὄρνιθος, λιμώττουσαν τοὺς νεοττοὺς τρέ-
φειν· οἱ δὲ τὸ ἀνάπαλιν· οἱ δὲ μηδὲν τούτων ἔχοντες
εἰς τὸ περικόπτεσθαι κατηγορίας ἐσμὲν ἄξιοι, τὸ ἕτερον
παρωθοῦντες, καὶ μάλιστα μὴ διδασκάλους ἔχοντες ἀκρι-
βεῖς καὶ ἀνεπιφθόνους· ἔξεστι γὰρ ἡμῖν ἀπό τε τῶν
κριτικῶν βιβλίων ἀπό τε τῆς γυμνασίας τοῦ μετρίου ἐπι-
τυγχάνειν, ἐπεὶ μὴ πρὸς ἀληθεῖς ἀγῶνας καὶ συναγωνι-
στὰς ἔχομεν, δι' ὧν τὴν ἄπταιστον ἐμπειρίαν πεφύκα-
μεν κτήσασθαι· διὸ καὶ Ἡράκλειτος ὁ φυσικὸς τὸ διατί
θηρῶν ἀνατέμνει κατὰ μέλος τὸ ζῶον ἐρωτώμενος,
ἐπεὶ ἔχω τὸν διδάσκοντά με τὴν φύσιν τῶν ὄντων, ἀπ-
εκρίνατο· τοῦτο λέγων ὅπερ ἐγὼ, ὡς ἐπειδὴ τὸ ἀκρι-
βὲς διδακτὸν οὐκ ἔχομεν, κἂν τοῦ μαθητοῦ μὴ ἀμελῶμεν.
ιδʹ. <Εἰ μὴ ῥᾴδιον·> ἀντιπίπτον τι λύει· οὐ χρὴ,
φησὶ, θαυμάζειν, εἰ μὴ ῥᾳδίαν ἔχει καὶ τὴ διδασκαλίαν
καὶ τὴν μάθησιν· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἄπονον καὶ
96
αὐτόματον· πόνοι γὰρ, φησὶ, γεννῶσι δόξαν, ὁ μέγας
Βασίλειος, καὶ κάματοι προξενοῦσι στεφάνους, καὶ
ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν, ἵνα λιχνότεροι
γένωνται καθάπερ οἱ ἐρασταὶ, ἀπὸ διαφάσεώς τινος κάλ-
λει καταστραφθέντες· πάντα γὰρ πόνος τεύχει θνητοῖς,
κατ' Ἀρχίλοχον, μελέτη τ' ἀρίστη· εἰ οὖν χαλεπὴ καὶ
τῶν φαύλων ἡ κτῆσις, πόσῳ μᾶλλον ὁ ἔντεχνος λόγος,
δι' οὗ καὶ τὰς ἐπιφορὰς καὶ τοῦ βίου καὶ τῶν σωμάτων
καὶ τῶν ψυχῶν ἐξασκούμεθα καὶ ἰθύνομεν.
ιεʹ. <Οὐ χρὴ θαυμάζειν.> Ἱκανῶς ἐπεξεργασάμενος
καὶ παραστήσας τὸ χρήσιμον καὶ ἀναγκαῖον καὶ τοῖς
γράφειν αἱρουμένοις καλῶς καὶ τοῖς κρίνειν ἐφιεμένοις
ἀκριβῶς καὶ τοῖς ἀμφότερον σπουδάζουσιν, ἐπιδιορθοῦ-
ται τὴν κοινὴν δόξαν· καὶ προδιορθοῦται τὰ μέλλοντα·
τὴν μὲν, ὅτι οὐδὲν ἀγαθὸν ἄπονον, τὰ δὲ ὅτι οὐχ ἁπλῆς
καὶ εὐκόλου διδασκαλίας καὶ ἐκθέσεως ὁ περὶ τούτων λό-
γος ἐστί· <γενναίων>, ἀντὶ τῶν ὑψηλῶν καὶ πάσης ἁπλῶς
ἰδέας αὐτῶν· θαυμάζοιμ' ἂν, εἰ ἔστι χρησιμώτερόν τι
τοῖς λογικοῖς ἀνθρώποις· τὸ δὲ ἁπλῶς ἢ ἀντὶ τοῦ κα-
θόλου καὶ περὶ πάσης ἰδέας λόγου, ἢ ἀντὶ τοῦ συντόμως
εἰπεῖν, καὶ ἔστι τοῦτο ἐπεξεργασία τοῦ χρησίμου, ὡς ἂν
εἰ ἔλεγεν, εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικὸν, εἰκό-
τως αὐτῷ καὶ ἡ τελειότης τοῦ λόγου πάντων χρηστότε-
ρον· ἕκαστον γὰρ, φασὶν οἱ φιλόσοφοι, κατὰ τὴν ἑαυτοῦ
φύσιν τοῦ ἀγαθοῦ καὶ οἰκείου τέλους ἐφίεται, καὶ πρὸς
τοῦτο ἐπείγεται· σώζει δ' ἕκαστον ἡ τελειότης· εἰ γοῦν
καὶ ἀνθρώπου τελειότης ὁ κατ' ἐπιστήμην λόγος, πάν-
των ἄρα κρεῖττον ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις.
ιϚʹ. <Μέλλων δὲ ἤδη τοῦ σκοποῦ ἀπάρχεσθαι
97
τελεώτερον δηλονότι·> πληρώσας τὸ χρήσιμον καὶ
ἀνελὼν λεληθότως τὰς ἐναντίας δόξας καὶ τὸ κατὰ ψι-
λὴν ὑπόνοιαν τοῖς πολλοῖς δοκοῦν, ὅτι οὐ περὶ τῶν ἑνὸς
ἑκάστου τῶν ῥητόρων βούλεται ἐρεῖν ἰδεῶν, καὶ τοῦτο κατὰ
προδιόρθωσιν ἀνελὼν καὶ ἄρσιν, καὶ ὑπόσχεσιν δὲ καὶ
θέσιν, τὸν περὶ τῶν ἰδεῶν λόγον προκρίνει, καὶ ἀποροῦ-
σι, διὰ τί τὰ πρὸ τοῦ σκοποῦ κατὰ ἄρσιν λαβὼν τὰ ἑπό-
μενα κατὰ θέσιν ἐπήγαγε, δέον ποιῆσαι τὸ ἐναντίον, τὴν
μὲν οἰκείαν προαίρεσιν κατὰ θέσιν ἐκφαίνειν, τὰ δὲ κα-
τὰ ἀναίρεσιν· καί φασιν, ὅτι διὰ τοὺς πρὸς αὐτοῦ τοῦτο
πεποίηκε, κακῶς μεταχειρισάμενος τὸν περὶ ἰδεῶν λόγον·
παραστῆσαι βουλόμενος, ὅτι τὴν μὲν ἐκείνων φεύγει προ-
αίρεσιν, οἳ μικρὸν ἢ οὐθὲν περὶ τῶν ποιούντων φροντί-
σαντες περὶ τὰ ποιηθέντα τὴν σπουδὴν ἀνάλωσαν ἅπα-
σαν, τὰ Πλάτωνος, Δημοσθένους καὶ τῶν ἄλλων· ἐῤῥέ-
θη δὲ καὶ ἄλλη αἰτία, ὅτι τὰ δοκοῦντα τοῖς πολλοῖς ἀνεῖ-
λεν· ἀλλὰ μήποτε ἡ ἀπορία προετάθη κακῶς· ταὐτὸ γὰρ
συμβαίνει· εἴτε γὰρ ἡ ἄρσις προετάγη, ἡ θέσις κυρία τῆς
ὑποθέσεως, εἴτε ἡ θέσις, ἔδει καὶ τὴν ἀναίρεσιν θεῖναι,
ὡς ἀντιπίπτοντος λύσιν ἔχουσαν· ἔστιν οὖν κατ' ἐμὲ τὸ
τοῦ λόγου μηδεμίαν ἀπορίαν δεχόμενον, ἀλλ' ἢ σχημα-
τισμός ἐστι φράσεως, καὶ μόνον, ὡς ἐκ πολλῶν δῆλον,
ἐκβάλλων τὸ περὶ ὃ τέως οὐκ ἔχω εἰπεῖν σκοπόν.
ιζʹ. <Λελέξεται γάρ·> πρὸς τῷ τέλει τῶν ἰδεῶν τοὺς
κατὰ γένος τῶν ῥητόρων χαρακτῆρας διδάσκει.
ιηʹ. <Ὁποῖόν τί ἐστι σεμνότης·> προϋπισχνεῖται
τὸν σκοπὸν, λέγων ὡς μίαν ἑκάστην ἰδέαν θέλει διδάξαι,
καὶ ἔστιν ἡ μέθοδος εὐκρινείας· ἐπειδὴ δὲ καὶ τοῦτο λύ-
σις ἐστὶν ἀντιπίπτοντος· εἰ γὰρ μὴ τὰς ἰδέας βούλει τῶν
ῥητόρων ἐρεῖν, φαίη τις ἂν, ὅπερ ἀνῄρηκας τοῖς πρὸ σοῦ
ἐγκαλῶν, πῶς περὶ αὐτῶν λέγεις ἐν ὑστέρῳ λέξειν; ἀλλὰ
γὰρ δύο προχειρισάμενος πράγματα τὰ ποιοῦντα καὶ τὰ
ποιούμενα, εἰκότως καὶ οἱ περὶ αὐτῶν λόγοι διττοί· ἔφησε
98
γὰρ περὶ ἰδεῶν εἰπεῖν, καὶ πάλιν οὐκ ἔφησεν· οὐκ ἔφησε
μὲν εἰπεῖν, ὡς οἱ παλαιότεροι, τοὺς τῶν ῥητόρων τύπους·
ἔφησε δ' εἰπεῖν αὐτοὺς οὐκ ἀπὸ τῶν ποιουμένων, ἀλλ'
ἀπὸ τῶν ποιουσῶν ἰδεῶν αὐτῶν καθ' ἑαυτὰς, ὅταν λέγῃ
περὶ σεμνότητος καὶ τραχύτητος· περὶ τῶν ποιούντων
λέγειν ἔχειν δοκεῖ τὸν σκοπόν· ὅταν δὲ τοὺς κατ' ἄνδρα,
περὶ τῶν ποιουμένων· ἀμφοτέρων οὖν χρεία, ὅτι μὴ πρὸς
τὸ θεωρεῖν καὶ κρίνειν μόνον ἡ πραγματεία, ἀλλὰ καὶ
πρὸς τὸ δημιουργεῖν· τὸ μὲν γὰρ πρὸς τὸ τέλειον φέρειν,
τὸ δὲ πρὸς τὸ ποιεῖν τὸ τέλειον, ἐκ τῆς περὶ αὐτὸ ἐπι-
στήμης τῶν καθόλου.
ιθʹ. <Ἐπειδὴ δ' ἐκείνων δήπουθεν ἕνεκεν·>
ἐπειδὴ δὲ, φησὶν, ἀποδιδοὺς, οὐ μόνον εἰς τὸ ποιεῖν, ἀλλὰ
καὶ εἰς τὸ κρίνειν ἑκάστου τὸν χαρακτῆρα δεόμεθα τῶν ἰδε-
ῶν, τὰ δὲ καθόλου καὶ διανοητὰ χωρὶς αἰσθητῶν παραδει-
γμάτων γνῶναι ἀδύνατον, ὅπου κἀπὶ τῶν αἰσθητῶν τοῦ-
τό ἐστιν ἰδεῖν, ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν παρὰ
πάντας καλῶς καὶ ποικίλως καὶ τῶν καλῶν ἁπάντων
ἕνα καὶ συμμιγῆ τὸν ἑαυτοῦ μορφωσάμενον λόγον, διὰ
τούτου περὶ ἁπασῶν εἰπεῖν τῶν ἰδεῶν· τὴν αἰτίαν φησὶ
τῆς Δημοσθένους προκρίσεως· χρησάμενος γὰρ τῷ Δη-
μοσθενικῷ λόγῳ εἰς παράδειγμα, καθάπερ τινὶ κέντρῳ
καὶ διαστήματι, διὰ τούτου τὰς ἰδέας ἁπάσας χαρακτη-
ρίζει, ἐπακτικῷ λόγῳ καὶ τὰ καθόλου διδάσκων, οὗτος
γὰρ ὁ ἀνὴρ ἓν τῶν τῆς ποικίλης συμμίξεως τὸ ἄριστον
ἔχει, πανταχοῦ τὰ τοῖς λόγοις συμπίπτοντα ἁμαρτήματα
ἀποφεύγων. Ὅθεν καὶ Ἰάμβλιχός φησιν ἐν τῷ περὶ κρί-
σεως ἀρίστου λόγου· δεῖ γὰρ, φησὶ, μήτε τὸ σύντομον
ἀσαφὲς εἶναι, μήτε τὸ σαφὲς ἰδιωτικὸν, καὶ τὸ μὲν
σεμνὸν μὴ ἄγαν ἐξηλλαγμένον, τὸ δὲ κοινὸν μὴ εὐκα-
99
ταφρόνητον· ἔχειν δέ τινα ἐξαίρετον ὑπεροχήν· τὸ γὰρ
παντελὲς τούτων καὶ συμπεπληρωμένον τοῖς πολλοῖς κάλ-
λεσι συνθήκην τοῦ λόγου· παρὰ μὲν τοῖς παλαιοῖς Ὅμη-
ρός τε καὶ Πλάτων καὶ Δημοσθένης· καίτοι ὁ Πλάτων
ἧττον περὶ τὴν σύνθεσιν, εἰ μὴ ἄρα φαίη τις, ὡς κατὰ
τὰ ὑποπίπτοντα πρόσωπα μεταβάλλεται· παρ' ἡμῖν δὲ ὁ
Θεολόγος, ὃς πολὺ τοὺς παλαιοὺς διήνεγκε· καὶ τοῦτο δῆ-
λον ἐκ πάντων τε καὶ ἐκ τοῦ εἰς τὴν γέννησιν λόγου· νοή-
ματα γὰρ ἔχων ὑπέρσεμνα παρὰ τοὺς ὑψηλοὺς τοσοῦτον
τῷ κάλλει καὶ τῷ σαφεῖ καὶ τῷ συντόμῳ καὶ ταῖς ἁπά-
σαις τῶν λόγων ἀρεταῖς παρήλασε Πλάτωνα, ὅσον καὶ
ἡ τούτου θεολογία τὴν ἐκείνου· Δημοσθένην τε ὁμοίως
παῖδα ἀπέδειξε· τὰ γὰρ αὐτὰ νοήματα ἔχων Πλάτων ἐν
τῷ Τιμαίῳ ἀσύγκριτον τὸ διάφορον· τῶν μὲν γὰρ μόλις
ἡ ἐπιβολὴ τοῖς σοφοῖς, καὶ μᾶλλον ἐν τῇ ψυχογονίᾳ προσ-
ούσης καὶ ἀηδίας τῷ τοῦ θεωρήματος ξενισμῷ καὶ ναυ-
τίας, εἰ μὴ ἄρα τις εἴη μαθηματικὸς καὶ λόγον ἐπιμο-
ρίων καὶ ἐπιμερῶν ἐπιστάμενος· τοῦ δὲ πάντα τὰ κάλλι-
στα καὶ τοῖς πολλοῖς αὐτοῖς δῆλα· οὕτω γοῦν
κἀν τοῖς ἄλλοις καὶ σοφὸς καὶ σύντομος καὶ ὑψηλὸς καὶ
λαμπρός. Ζητήσειε δ' ἄν τις εἰκότως, ἀνθότου Πλάτω-
νος Δημοσθένην προὐτίμησεν ἔχοντος καὶ αὐτοῦ τὸ ἐξ-
αίρετον· ὅτι Πλάτων οὐκ ἐν ζητήμασι πολιτικοῖς, ἐν ἀγῶ-
νι, οὐδὲ πρὸς ὕδωρ λαλῶν, οὐδ' ἀκριβὴς τὴν μίξιν καὶ
ἁρμονίαν, ὥσπερ καὶ τὴν τῶν ὀνομάτων εὕρεσιν, οὐδὲ με-
τρηταῖς κατεσπουδασμένος ἡμέραις· τριάκοντα γὰρ ἐφεῖτο
τηνικαῦτα ῥήτωρ εἰς σκέψιν, ἐπεὶ καὶ ἕτερός τις, σπου-
δάζων ὑπογράψαι τὸν κρείττονα, τὸν ἄριστόν που πάν-
τως εἰς παράδειγμα λήψεται, ὥσπερ τὸν ἀνδρεῖον Ὅμη-
ρος ἐν τῇ διαλέξει Μηριόνου καὶ Ἰδομενέως, καὶ τὸν ἄρι-
100
στον ἡνίοχον καὶ τεχνίτην, καὶ Ξενοφῶν συνετὴν βασιλεί-
αν ὑποτυπῶν τὸν Κῦρον παραλαμβάνει, καὶ ὁ Θεολόγος
ἀρχιερέα μὲν τὸν Ἀαρών τε καὶ Σαμουὴλ, στρατηγὸν δὲ
Μωσέα τε καὶ Ἰησοῦν.
κʹ. <Ἀνάγκη γὰρ τά τε μέρη καθ' ἕκαστον καὶ
τὸ ὅλον εἶδος·> Μέρη τινὲς μέν φασι σεμνότητα, σαφή-
νειαν καὶ τὰ λοιπά· οἱ δὲ τὸ πανηγυρικὸν καὶ συμ-
βουλευτικὸν καὶ δικανικόν· ὅτι δικανικὸς ὁ περὶ στεφά-
νου ὢν πανηγυρικῆς ἰδέας ἐστὶν, ὡς δῆτα καὶ ὁ συντα-
κτήριος· ἐμοὶ δὲ δοκεῖ ἐκ τῶν ῥηθησομένων κρίνειν τὸ
λεγόμενον, οὐ γὰρ διδάσκει, ὡς οὗτος ὁ λόγος τυχὸν δι-
κανικὸς ὢν πανηγυρικῆς ἐστιν ἰδέας, ἤ τινος τῶν ἄλ-
λων καὶ τὸ ἀνάπαλιν· ἀλλ' εἶδος μὲν τὰς ἰδέας λέγειν
ὁμωνύμως οἶμαι, ὡς κἀν ταῖς στάσεσιν εἴρηται· εἴδη οὖν
τὰς ἰδέας ἀκουστέον· μέρη δὲ τὰ τούτων στοιχεῖα, ἐννοί-
ας, λέξεις καὶ τὰ λοιπὰ, ἃ καὶ τίθησιν εὐθὺς τῇ ἀρχαίᾳ
χρησάμενος ὀνομασίᾳ.
καʹ. <Ὅθεν τε καὶ ἐξ ὧν συνέστηκεν.> Ἀκολού-
θως τοῖς ἀνωτέρω ῥηθεῖσι καὶ τοῦτ' ἐδέξαντο, ἐκ ποίων
εἰδῶν κεκίνητο τῆς ῥητορικῆς. τὸ δ' ἐξ ὧν, ἐκ ποίων
ἰδεῶν κέκρηται· τὸ δὲ ποῖον ἠθικὸν ἢ πραγματικὸν ἢ
παθητικόν· ἐμοὶ δὲ ἀκολούθως τὸ μὲν <ὅθεν> τὰς ἰδέας
αὐτῶν λέγειν νομίζεται, πόθεν οὗτος ὁ λόγος καὶ ἐκ ποίας
ὡρμήθη ἀρχῆς· τυχὸν ὁ κάλλιστος πολιτικός· τὸ δὲ <ἐξ
ὧν>, ἐκ τίνων· τὸ δὲ ἐκ ποίων, ὅτι κατὰ πρῶτον λόγον
σαφηνείας, γοργότητος καὶ περιβολῆς ἡ κρᾶσις· τὸ μὲν
γὰρ ὅθεν τοπικὸν ὂν δηλοῖ τὸ πόθεν ὁρμώμενος καὶ ἐκ
ποίων πραγμάτων καὶ προσώπων, ὅτι ἀπὸ λαμπρᾶς ἢ
μὴ τοιᾶσδε ὑποθέσεως· τὸ δὲ ἐκ τίνων, ὅτι ἐκ σαφηνείας
ἤ τι τῶν τοιούτων· τὸ δὲ ἐκ ποίων, ὅτι ἐκ τοίων καὶ τοί-
ων τῶν μίξεων· ἢ τὸ ὅθεν, ὅτι ἀπὸ σαφηνείας ἢ μεγέ-
101
θους· ἐκ τίνων ἢ ὅτι ἐκ τοῦ μεγέθους ὁ κάλλιστος τρα-
χύτητός τε καὶ περιβολῆς καὶ ἐκ τῶν, ὧν ἐρεῖ πρὸς τῷ
τέλει· ἢ ὅτι ἐξ ἐννοίας τοιᾶσδε, ἐκ μεθόδου λέξεων καὶ
οὐ πασῶν· τὸ δὲ ἐκ ποίων, ὅτι ἐκ τῶν ἀναγκαιοτέρων καὶ
ἰδίων, καὶ ἐξ ὧν ἑκάστη μᾶλλον χαρακτηρίζεται· ταῦτα
γὰρ οἶμαι προσήκοντα τῷ σκοπῷ.
κβʹ. <Καὶ τίς ἡ μίξις αὐτῶν.> Εὑρίσκονται γὰρ
τῶν ἰδεῶν αἱ μὲν κατά τινα μόρια ἀλλήλαις κοινωνοῦ-
σαι, αἱ δὲ οὔ· εἰδοποιεῖται δὲ ἑκάστη καὶ χαρακτηρίζεται
ἐκ τῶν ἰδιοτήτων, ὥσπερ καὶ ὁ τίς ἄνθρωπος ἐκ τῶν ἰδί-
ων ἰδιωμάτων, ἀλλ' οὐ τῶν τοῦ ἀνθρώπου τοῦ κοινοῦ·
ἢ πόθεν ἐγένετο ὁ λόγος κάλλιστος· ἐκ τῆς ἀρίστης καὶ
τῆς τῶν ἀρίστων μίξεως· ποία δὲ ἡ ἀρίστη μίξις, κἀκ
τίνων; ὅτι ἡ ἐκ τοῦ σαφοῦς τύπου καὶ ὧν μετὰ ταῦτα
ἐρεῖ· ποῖα δὲ ταῦτα ποιεῖ; ὅτι ἡ σαφήνεια, καὶ ἥδε καὶ ἥδε·
κγʹ. <Τοτὲ μὲν ποιητικὸς, τοτὲ δὲ οὐ ποιητι-
κός.> Ποιητικὸν μὲν γίνεσθαι τὸν λόγον ἀνάγκη, μᾶλ-
λον δὲ δοκεῖν, ἢ ὅταν χωρὶς τραχύτητος καὶ σφοδρότητος
καὶ πάθους τινὸς τῆς διανοίας ταρακτικοῦ· ὁ γὰρ τοι-
οῦτος ἀκαλλὴς καὶ ἄῤῥυθμος καὶ δύσηχος, ὡς τὸ τοῦ
πονηροῦ πλήρωμα τῆς κακίας ὁ κολοφών· ποιητικὸς δὲ
ὁ μὲν τοιοῦτος· ἢ ὅτι ποιητικὸν μὲν τὸν μέγεθος ἔχοντα
καὶ ὕψος καὶ γλυκύτητα καὶ ἡδονὴν καὶ ἄριστα κεκρα-
μένον, οὐ ποιητικὸν δὲ τὸν τὰ ἐναντία ἔχοντα. Ὁ μὲν
γὰρ Ἰσοκρατικὸς εὔρυθμος ὢν καὶ συγκεκροτημένος ποι-
ήσει ἔοικεν ἄντικρυς, ὁ δὲ Δειναρχικός τε καὶ Θουκυδίδειος
σκληρὸς ὢν καὶ τραχὺς ἀποκναίει τὴν αἴσθησιν· ἢ ὅτι
ποιητικὸς μὲν, ὅταν ἔμφασιν ἔχῃ ποιητικὸς εἶναι στίχος.
τοῖς οἰκείοις τοῖς ποιήμασι ῥυθμοῖς ἐκφερόμενος· τοῦ
γὰρ ἀναστάσεως ἡμέρα τὰ κατ' ἀρχὴν κῶλα ἡρωϊκῶς
δοκοῦσι συντετάχθαι, δακτυλικὰ γάρ εἰσιν ἀκατάληκτα·
τὸ δὲ λύσωμεν πάντα σύνδεσμον ἀδικίας, ἰαμβικόν ἐστιν
102
Ἱππωνάκτειον κατὰ τὴν τομὴν ἀκατάληκτον σεμνὴν
ἔχον καὶ βεβηκυῖαν τὴν βάσιν, καὶ ὅλα σχεδὸν τοιαῦτα
κατὰ πᾶν εἶδος μέτρου, ὡς προϊόντες μαθησόμεθα.
κδʹ. <Τοτὲ δὲ οὐ ποιητικός· οὐ ποιητικὸς δέ·>
Ὁ ἔχων τὰ μὴ ἐμφαίνοντα ποιητικὴν τομὴν καὶ ῥυθμὸν,
ὡς τά τε προῤῥηθέντα καὶ ἔτι ὡς τὰ τοιαῦτα, ὁ ἀόρι-
στος, ὁ ἀπερίληπτος καὶ ἑξῆς, καὶ τὰ κατὰ ἀκμὴν καὶ
καταφορὰν πνευματικὰ, ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρ-
κα καὶ τὴν οἰκίαν ἐσάρωσε καὶ τὰ ὅμοια, οὔτε γὰρ οἱ
πόδες ἐν τοῖς τοιούτοις ποιητικοὶ, ὅτι ἑτερογενεῖς τε καὶ
ἀσυνάρτητοι καὶ οὐχ ὁμοταγεῖς τὰς σημασίας, οὔτε ἡ ἔμ-
φασις οὐκ ἐμφαίνουσα· ἐπεὶ δὲ τὰ πλείονα ἀντίγραφα
ποιητικὸν ἔχουσι καὶ ὡς ποιητικὸν, ἀλλ' οὐ ποιητικὸν,
οὕτως νοητέον· τὸν μὲν ἐπιτηδευόμενον εἰς ποιητικὴν ἔμ-
φασιν ποιητικὸν εἶναι κριτέον, ὡς ποιητικὸν δὲ τὸν μὴ
τοιοῦτον· τὸν μὲν γὰρ ἡ τροπικὴ φράσις καὶ μεταφορι-
κὴ καὶ διθυραμβώδης, τουτέστιν ἰαμβικὴ συνθήκη, ποιεῖ,
ὁποία ἡ τοῦ Γοργίου, ὃν πρῶτόν φασιν εἰς τοὺς ποιη-
τικοὺς μετενεγκεῖν τὰ τοιαῦτα λόγους· ὡς ποιητικὸν δὲ
τὸν εὐρυθμίας καὶ ἁρμονίας μὲν ὁμαλῆς εἰληχότα καὶ
ἠκριβωμένης συνθέσεως, τὴν δὲ διθυραμβώδη καὶ ποιη-
τικὴν σύνθεσιν ἥκιστα ζηλώσαντα, ὁποῖα τὰ Ἰσοκρά-
τους, τὸν τὰς παραλλήλους θέσεις τῶν φωνηέντων καὶ
τὰ σκληρὰ τῶν συμφώνων, ὡς τὸ σκῆπτρον κρούει καὶ
τὸ κράτος καὶ τὰ ὅμοια, ἐκκρούοντα, ὡς τὴν ἁρμονίαν
τῶν ἤχων καὶ τὴν τελειότητα τῶν φθόγγων λυμαινομέ-
νας, περιόδῳ τε καὶ κύκλῳ πειρώμενον τὰ νοήματα πε-
ριλαμβάνειν, ῥυθμοειδῆ πάνυ καὶ οὐ πολὺ ἀπέχοντα
τοῦ ποιητικοῦ τύπου, ὅθεν καὶ πλείστους ἰάμβους παρ'
αὐτῷ καὶ Δημοσθένει ἐστὶν εὑρεῖν· οὕτως γὰρ ἂν ποιη-
103
τικὴ μὲν ἡ φράσις, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μὲν, οὐ
μὴν μέλος κατὰ τὸν Διονύσιον· ἀλλὰ τὴν μὲν Γορ-
γίου εὐρυθμίαν δεκτέον, καὶ πειστέον τῷ Διονυσίῳ,
τὸ δὲ διθυραμβῶδες οὔ· ὑπόψυχρον γάρ· τί δέ ἐστι τοῦ-
το, προϊόντες εἰσόμεθα, Πλάτωνος διὰ τὰ ὑπερκορῆ πά-
ρισα τούτῳ ἐπιτιμῶντος· ὁμοίως δὲ τὰ τοιαῦτα καὶ Ἰσο-
κράτους ἀποῤῥιπτέον τῷ αὐτῷ λόγῳ· ἄμετρα γὰρ καὶ
ταῦτα, τὰ δ' ἄλλα κατὰ τὸ ἐγχωροῦν μιμητέον. Δη-
μοσθένους δὲ πέρι οὐκ ἀποφηνάμενος, ἀλλ' εἰκάσας ὁ
Διονύσιος· φησὶ γὰρ οἰόμενος Δημοσθένην ἐν τοῖς μά-
λιστα ποιητικὴν ἐκμεμάχθαι φράσιν, καὶ τάχ' ἂν ὕπο-
πτος δόξει μακροϊαμβεῖα διεξελθών· πλὴν οὕτως ἔχει·
ἀληθῶς μὲν γὰρ ποιητικῇ συνθήκῃ καὶ ἁρμονίᾳ κέχρη-
ται κατὰ τοὺς…
στοκρά…
The complete text is available when the reading interface loads.