Etymologia alphabeti
- Edition reference
- Etymologia alphabeti, ed. F. W. Sturz, Etymologicum Graecae linguae Gudianum et alia grammaticorum scripta e codicibus manuscriptis nunc primum edita, Leipzig: Weigel, 1818 (repr. Hildesheim: Olms, 1973): 595– 600.
- CTS identifier
urn:cts:greekLit:tlg4287.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
595
{ΕΤΥΜΟΛΟΓΙΑ ΤΟΥ ΑΛΦΑΒΗΤΟΥ
Α.
Ἄλφα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ἄλφω τὸ εὑρίσκω· ἢ παρὰ τὸ Ἄλεφ ὃ
δηλοῖ τὸ μάθε· ἢ παρὰ τὸ ἀλοφῶ τὸ μανθάνω·
ἢ παρὰ τὸ ἄλ φᾶ Γεργεσινῶν, ὃ σημαίνει, ἆρον
φᾶ· κατ' ἀρχᾶς προτρεπόμενον τὸν παῖδα ἆραι καὶ
τραφῆναι γνῶσιν τὴν τῶν γραμμάτων. καὶ διάτι προ-
τάσσει τὸ ἄλφα τῶν ἄλλων πάντων γραμμάτων; διότι
ἡ γνῶσις τῶν γραμμάτων βρῶσις καὶ τροφὴ λέγεται· τὸ
δὲ ἄλφα κατὰ Γεργεσαίους ἆρον καὶ τραφῆναι λέγεται.
διὸ καὶ προτέτακται τῶν ἄλλων πάντων γραμμάτων· ση-
596
μαίνει γὰρ τὸ Αλ τὸ ἆρον, γεύσου δὲ τὸ φάγε· καὶ
πάλιν· διάτι προτάσσει τὸ Ἄλφα τῶν ἑτέρων εἴκοσι τριῶν
γραμμάτων; διότι ἀφ' ἑαυτοῦ ἄρχεται, καὶ εἰς αὐτὸ κατα-
λήγει· εἰ γὰρ ὁλογράφος· αὐτὸ τιθῇς, αὐτὸ μὲν ἄρ-
χειν εὑρήσεις ὁμοίως καὶ λήγειν· (sic) ἐνκαρδίως δὲ κέκτη-
ται τὸ φ.
{Β.
Βῆτα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ βῶ τὸ βαίνω, ἐν τοῖς μαθήμασιν. καὶ
ἄλλως. Βάττα τὸ ἴχνος, καὶ τροπῇ τοῦ ᾶ εἰς ἡ βῆτα·
διὰ ταύτην γὰρ τὰ ἴχνη ἡμῶν προβαίνουσιν ἐν τοῖς γράμ-
597
μασιν· καὶ ἄλλως· Βάσσα κατὰ Δωρυείους τὸ βυσσίον, ὃ
λέγεται βυκιόν (sic), καὶ τροπῇ τοῦ σ εἰς τ, βάτα· καὶ αὖ-
θις ἡμεῖς τατῶν (sic) Δωρυέων ἄλφα εἰς κάππα τρέπο-
μεν, καὶ γίνεται βῆτα· βρύσιν (sic) ἔτες τὸ ἄλφα· τὸ
βῆτα δὲ, καθὰ βυκκίον· καὶ τοῦτο, πρὸς τὴν βρύσιν εἰσερ-
χόμενον, ἀντλεῖ ἡμῖν ὕδωρ τῆς γνώσεως. Τί ἐστι βῆτα;
βάσις μαθήσεως τῶν γραμμάτων· τί ἐστιν βάσις; βάσις
λέγεται καὶ ἡ ἀναβάθρα· ἤτουν ἡ ἀναβάταξις. βάσις
δὲ λέγεται καὶ ἡ ἔμβασις τινὸς πρός τινα τέχνην, ἣν ἡ
βῆτα σημαίνει· διὰ ταύτην γὰρ ἐμβαίνομεν πρὸς τὴν μά-
θησιν, παρελθόντες τὸ ᾶ.
{Γ.
Τί ἐστι γάμα (sic);}
Γάνωσις τῶν γραμμάτων ἡδύτητος, ἤγουν γλυκύτητος·
πόθεν Γάμα; παρὰ τὸ γαἲμ (sic), ὃ δηλοῖ τὴν γεῦσιν
τῶν γραμμάτων γλυκύτητος.
{Δ.
Δέλτα τόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ δὰλθ. Δὰλθ γὰρ λέγεται ὁ τέταρτος
οὐρανὸς, διὸ καὶ τὸ τέταρτον στοιχεῖον δέλτα προσαγο-
ρεύεται.
{Ε.
Ε πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ε τὸ ἔειν καὶ φωτίζειν τὰς πέντε αἰσθή-
σεις ἡμῶν, ἐξ οὗ καὶ ἕως τὸ φῶς.
{Ζ.
Ζῆτα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ζεὶθ. ζεὶθ γὰρ λέγεται ὁ ἕβδομος οὐρα-
νός. διὸ καὶ τὰ γεννώμενα βρέφη τῷ ἑβδόμῳ μηνὶ ζῶσι
μὴ βλαβούμενα.
{Η.
Ἦτα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ἣθ, ὃ δηλοῖ τὸ σχῆμα, ἐξ οὗ καὶ ἦθος
καὶ εὐκοσμία.
{Θ.
Θῆτα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ Θώθ· Θὼθ δὲ λέγεται τὸ πέταλον τῶν
παλαιῶν ἱερέων.
598
{Ι.
Ἰῶτα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ Ἰὼδ δὲ ἠλεῖ ὄτης τοῦ νοός· διὸ καὶ ἐν
τῷ τελείῳ ἀριθμῷ τοῦ ψήφου τῶν γραμμάτων ἰῶτα
προετέθη.
{Κ.
Κάππα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ Καῦ· Καῦ δὲ ὁ αἰθὴρ λέγεται, ἤγουν τὸ
οὐράνιον πῦρ· διὸ καὶ καῦμα ἡ θερινὴ θερμασία.
{Λ.
Λάμβδα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ λάβ· λὰβ δὲ τὸ διὰ μέσου τοῦ οὐρανοῦ καὶ
τῆς γῆς χάσμα λέγεται.
{Μ.
Μῖ (sic) πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ Μᾶν ὃ σημαίνει τὴν οὐράνιον τροφήν.
{Ν.
Ν πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ Νᾶν, ὃ δηλοῖ τὸν ἄρτον· καὶ γὰρ πέραι
νᾶν τὸν ἄρτον λέγουσιν· διὸ καὶ ἱνιν ἐν τῷ ἀρότρῳ
σιδήριον, ὡς ἱνεῦον, ἤτοι ἀρτόδουλον.
{Ξ.
Ξ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τοῦ ξιφιαίου ἀστέρος· κατὰ μίμησιν γὰρ ἐκεί-
νου γράφεται.
{Ο.
Ο πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ὄειν κυκλοειδῶς. Ὀειδὸν γὰρ τὸν
οὐρανὸν λέγομεν εἶναι, ἤτοι κυκλοειδῆ· διὸ καὶ τὸ ο οὕ-
τως ἐκλήθη, ὡς κυκλοειδὲς καὶ αὐτὸ τυγχάνον.
{Π.
Π πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ πιάδας ἔχειν, ἤτοι ποιητικα κέντρα.
Πιάδες γὰρ αἱ αὐτοῦ γραμμαὶ λέγονται.
599
{Ρ.
Ρῶ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ῥέειν τὴν αὐτοῦ γραμμὴν κάτω.
{Σ.
Σίγμα πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ κεῖσθαι αὐτῷ ὡς περση μαίαν πλαγίας·
ἤτοι ὡς φλάμουλον κείμενον.
{Τ.
Ταῦ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ τὼβ, ὃ δηλοῖ τὸ ἀγαθὸν.
{Υ.
Υ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ὑακὸς κεῖσθαι αὐτὸ, ἤγουν νεφελιακῶς,
ὥσπερ ὕδατος πλῆρες.
600
{Φ.
Φ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ φαεινῶς γράφεσθαι αὐτὸ, ὥσπερ φωτὶ
ὠπτόμενον παρά τινος.
{Χ.
Χ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ χέεσθαι αὐτὸ ἔνθεν κᾳκεῖθεν.
{Ψ.
Ψ πόθεν ἐτυμολογεῖται;}
Παρὰ τὸ ψιακῶς γράφεσθαι αὐτὸ καὶ μιμεῖσθαι
τὰς τοῦ αὐτοῦ ψιάς.
{Ω. (sic)}
Ω δὲ ῶ τὸ μέγα, διπλασιασμὸς τοῦ ο τοῦ ο μικροῦ,
διὸ καὶ μέγα ἐκλήθη. Ἐδιπλασιάσθη δὲ πρὸς ἀναπλήρω-
σιν τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ νυχθημέρου.