Anonymus antatticista
- Edition reference
- Anonymus antatticista (e cod. Coislin. 345), ed. I. Bekker, Anecdota Graeca, vol. 1, Berlin: Nauck, 1814: 75–116.
- CTS identifier
urn:cts:greekLit:tlg4289.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
75
{ΑΝΤΙΑΤΤΙΚΙΣΤΗΣ.}
alpha
77
<Ἀπὸ στόματος>: Ξενοφῶν ἐν τῇ Ἀναβάσει, Πλά-
των Θεαιτήτῳ.
<Ἀστή>: πᾶσα ἡ ἐξ ἡστινοσοῦν πόλεως, οὐ μόνον ἐξ
Ἀθηνῶν.
<Ἀθηναίαν>: οὐκ Ἀττικήν.
<Αὐτὸς αὑτόν>: ἀντὶ τοῦ ἐμαυτόν.
<Αὑτοῦ>: ἀντὶ τοῦ σαυτοῦ.
<Αὑτῷ>: ἀντὶ τοῦ ἐμαυτῷ.
<Ἀκράχολος>: Πλάτων δευτέρῳ Πολιτείας.
<Ἀνέπεσεν>: ἀντὶ τοῦ ἀνεκλίθη.
<Ἀεί ποτε>: Θουκυδίδης τετάρτῳ.
<Ἀποκριθῆναι>: οὐκ ἀποκρίνασθαι.
<Αἰσχυντηλὸς εἶ>: Πλάτων Γοργίᾳ.
<Ἀπὸ πρώτης>: ἀντὶ τοῦ πρῶτον.
<Ἄξιον>: ἀντὶ τοῦ εὔωνον. Λυσίας ἐν τῷ κατὰ τῶν σι-
τοπωλῶν.
<Ἀξία>: ἀντὶ τοῦ ἀξίωμα. Δημοσθένης ἐν τῇ ἐπιστολῇ,
ἧς ἀρχὴ <Περὶ μὲν τῶν κατ' ἐμαυτόν.>
<Ἀκούειν>: ἀντὶ τοῦ πειθαρχεῖν. Δημοσθένης κατὰ Λε-
πτίνου.
<Ἀκούει καλῶς>: ἀντὶ τοῦ εὐφημεῖται. Ἡρόδοτος τρίτῳ.
<Ἀκροᾶσαι σύ>: ἀντὶ τοῦ ἀκροᾷ ἢ ἀκούεις.
<Αἱρετίζειν>: ἀντὶ τοῦ αἱρεῖσθαι.
<Ἄκληρος>: ἀντὶ τοῦ ἀτυχής.
<Ἀκληρίαν>: Ἀντιφάνης Ἀδώνιδι. ὁ αὐτὸς εὐκλήρωμα
ἀντὶ τοῦ κατόρθωμα.
<Ἀκμήν>: ἀντὶ τοῦ ἔτι. Ὑπερείδης ὑπὲρ Κρατίνου.
78
<Ἀνταποδοῦναι, ἀνταπαιτῆσαι, ἀνταμύνα-
σθαι>: Ἡρόδοτος πρώτῳ.
<Ἀνταπολαμβάνειν>: Δημοσθένης ἐν τῷ κατὰ Λε-
πτίνου.
<Ἀντιλογῆσαι>: Ἀριστοφάνης Νεφέλαις.
<Ἀστοργία, φιλοστοργία, στοργή>: Ἀντιφῶν ἐν
δευτέρῳ περὶ τῆς ῥητορικῆς τέχνης.
<Ἀγοράσαι>: ἀντὶ τοῦ ὠνήσασθαι, οὐκ ἐπὶ τοῦ ἐν ἀγο-
ρᾷ διατρίβειν. Δημοσθένης κατὰ Ἀριστογείτονος.
<Ἀνελευθερία>: Πλάτων Πολιτείας δευτέρῳ.
<Ἀναπειρίαν>: Ἀριστοφάνης Πλούτῳ.
<Ἀμελετησία>: Πλάτων Θεαιτήτῳ.
<Ἀχρηστίαν>: Πλάτων πρώτῳ Πολιτείας.
<Ἀγαθουργίαν>: Ἡρόδοτος πρώτῳ.
<Ἀσυνεσία>: Θουκυδίδης τρίτῳ.
<Ἀντιβολία>: Θουκυδίδης ἑβδόμῳ.
<Ἀθεραπευσία>: Πλάτων Πολιτείας τρίτῳ.
<Ἀλιμενία>: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον
στρατηγεῖν.
<Ἀπειθαρχία>: Ἀντιφῶν Πολιτικῷ.
<Αἰσχροκερδής>: Εὐριπίδης Ἀνδρομέδᾳ.
<Ἀψυχίαν>: ἀντὶ τοῦ δειλίαν. Πλάτων Γοργίᾳ.
<Ἀληθεστέρως>: Πλάτων τρίτῳ Πολιτείας.
<Ἀμεινόνως>: Ἀριστοφάνης Θεσμοφοριαζούσαις.
<Αἰτίαμα>: Αἰσχύλος Προμηθεῖ δεσμώτῃ.
<Ἀνθρωπινώτερον>: Δημοσθένης ἐν τῷ περὶ τοῦ στε-
φάνου.
<Ἀλιότερον>: Δημοσθένης κατὰ Λεπτίνου.
<Αὐτός>: ἀντὶ τοῦ ὁ δεσπότης. <Αὐτὸς λέγει, αὐτὸς
ἄρχεται,> Ἀριστοφάνης.
<Ἀποκεφαλίζειν>: ἀντὶ τοῦ ἀποτυμπανίζειν.
<Ἀλήθειν>: οὐκ ἀλεῖν.
<Ἀναρίθμητος>: Ἡρόδοτος πρώτῳ.
79
<Ἀπαρασκεύαστον>: Ἀντιφῶν τρίτῳ ῥητορικῆς τέχνης.
<Ἀμάθητος>: ἀντὶ τοῦ ἀμαθής. Φρύνιχος Κόνῳ.
<Ἀφθόνητος>: Πίνδαρος Ὀλυμπιονίκαις.
<Ἀποφυγγάνει>: Δημοσθένης κατὰ Ἀριστοκράτους.
<Ἀποτετύχηται>: ἀντὶ τοῦ ἀποτέτευκται. Ἀνάξιππος
Κεραυνῷ.
<Ἁμαρτία>: Πλάτων Πολιτείας πρώτῳ καὶ δευτέρῳ,
Ἡρόδοτος πρώτῳ καὶ τρίτῳ.
<Ἁμαρτεῖν καὶ ἀδικῆσαι>: διαφόρως τάσσουσιν.
<Ἁμαρτωλία>: Ἀριστοφάνης Εἰρήνῃ, Εὔπολις Μαρικᾷ.
<Ἀναπεῖσαι>: ἀντὶ τοῦ ἀναπεῖσαι. Κάνθαρος Τηρεῖ.
<Ἁψιμαχεῖν>: Ὑπερείδης ἐν τῷ περὶ τῶν ὁρίων. καὶ
<ἁψίμαχον γερόντιον.>
<Ἀλετρίβανον>: ἀντὶ τοῦ δοίδυκα. Ἀριστοφάνης Εἰρή-
νῃ τρὶς κέχρηται τῇ λέξει.
<Ἄγειν>: ἐπὶ τοῦ σταθμοῦ. Δημοσθένης κατὰ Τιμοκρά-
τους· <Ὃς ἦγε δαρεικοὺς τριακοσίους.>
<Ἀργύρωμα, χρύσωμα>: οὐχὶ ἀργυροῦν, χρυσοῦν.
<Ἀθυρόγλωσσος>: Εὐριπίδης Ὀρέστῃ.
<Ἀργύρια>: πληθυντικῶς, οὐχ ἑνικῶς. Πλάτων Κλεο-
φῶντι.
<Ἀριστητικός>: ἀντὶ τοῦ ἔθος ἔχων ἀριστᾷν. Εὔπολις
Δήμοις.
<Ἀστράγαλοι>: ἀρσενικῶς, οὐχὶ θηλυκῶς. Πλάτων Θε-
αιτήτῳ.
<Ἀπεδημηκότος>: Δημοσθένης κατὰ Λεπτίνου, Ξενο-
φῶν Ἀπομνημονευμάτων τρίτῳ.
<Ἀμύνει τοὺς πολεμίους>: ἀντὶ τοῦ ἀμύνεται. Πλά-
των Φαίδρῳ.
<Ἀπάρτι>: ἀντὶ τοῦ ἄρτι ἀπὸ νῦν. Πλάτων Σοφισταῖς.
<Ἀθετεῖν> φασὶν οὐ δεῖν λέγειν, ἀλλ' ἀναίρειν. ἴασιν οὖν
ὁ γραμματικὸς μέμφεται ἐπὶ τῇ λέξει Ἀρίσταρχον.
<Ἀναπτερῶσαι>: Ξενοφῶν Συμποσίῳ.
80
<Ἀναβολὴν ᾠδῆς>: ὡς λέγουσιν <Ἄνω βάλε ἡμῖν.> καὶ
ὁ ποιητής·
ἤτοι ὁ φορμίζων ἀνεβάλλετο.
<Αἰδέσεως>: ἀντὶ τοῦ αἰδοῦς. Δημοσθένης ἐν τῷ κατὰ
Μειδίου.
<Ἀδημοσύνη>: Ξενοφῶν Ἀπομνημονεύμασιν.
<Ἀφθονέστερον>: Πίνδαρος Ἐπινικίοις.
<Ἀρχαιέστερον>: Πίνδαρος Ὕμνοις.
<Ἀνισῶσαι>: ἐπὶ τοῦ πλεῖον ἐγχέαι πιεῖν τῷ ὕστερον
ἐλθόντι.
<Ἀκακίαν>: ἀντὶ τοῦ ἁπλότητα.
<Ἀφελοῦμαι>: ἀντὶ τοῦ ἀφαιρήσομαι. Τιμόστρατος Φι-
λοδεσπότῃ.
<Ἁλυκόν>: ἀντὶ τοῦ ἁλμυρόν. Ἀριστοφάνης Βαβυλωνίοις.
<Ἀσχάλλειν>: Δημοσθένης κατὰ Μειδίου.
<Ἀνελπίστως>: ἀντὶ τοῦ ἀδοκήτως. Δημοσθένης περὶ
τοῦ στεφάνου,
<Ἀνώτερον>: ἀντὶ τοῦ ἀνωτέρω. Δημοσθένης περὶ τοῦ
στεφάνου.
<Ἀρεστός>: ἀντὶ τοῦ ἀρέσκων. Πλάτων Φαίδρῳ.
<Ἀξιούμενος>: παρακαλούμενος. <καὶ ἀξίωμα> ἀντὶ
τοῦ παράκλησις.
<Ἀνὰ μέρος>: ἀντὶ τοῦ ἐν μέρει. Εὐριπίδης Φοινίσσαις.
<Ἀνὰ μέσον>: ἀντὶ τοῦ ἐν μέσῳ. Ἀντιφάνης Ἀδώνιδι.
<Ἀπείπασθαι τὸν παῖδα>: ἀντὶ τοῦ ἀρνήσασθαι.
Ἡρόδοτος πρώτῳ.
<Ἀναβῆναι τὸν ἵππον>: ἀντὶ τοῦ ἐπιβῆναι. Θεόπομ-
πος ἐν ἐπιτομῇ Ἡροδότου.
<Ἀνέψυξα>: ἀντὶ τοῦ ἀνεπαυσάμην. Δίφιλος Φιλαδέλφῳ.
<Ἀναιδίζεσθαι>: Ἀριστοφάνης Ἱππεῦσιν.
<Ἀκολασταίνειν>: Πλάτων Πολιτείας τρίτῳ.
<Ἀπόστασις>: ἀντὶ τοῦ οἴνου ἀποθήκας ἔχουσα. Φιλιπ-
πίδης Μαστροπῷ.
81
<Ἄχρι τοῦ νῦν>: μετὰ ἄρθρου. Τιμόστρατος Ἀσώτῳ.
<Ἀλλοτριοπράγμων, ἀλλοτριοπραγμοσύνη>: Πλά-
των Πολιτείας τρίτῳ.
<Ἀγκυρίσαι>: ἐπὶ τοῦ παλαίσματος.
ἀγκυρίσας ἔῤῥηξεν,
Ἀριστοφάνης Ἱππεῦσιν.
<Ἀνδρών>: ἐπὶ τοῦ μεγάλου οἴκου. Ἡρόδοτος πρώτῳ.
<Ἄλλος ἄλλον παρεκάλει>: ἀντὶ τοῦ ἀλλήλους. Ἀρα-
ρὼς Ἀδώνιδι.
<Ἀνακάμψει>: ἀντὶ τοῦ ὑποστρέψαι ποιήσει. Ἀντιφά-
νης Ἀδελφαῖς.
<Ἀνάβα, κατάβα, διάβα, ἀπόστα>: Μένανδρος
Ἐπικλήρῳ·
ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.
<Ἀναβῆναι>: ἀντὶ τοῦ ἀναχωρῆσαι. Ἀντιφάνης Αἰγυ-
πτίοις.
<Αἰτεῖν καὶ αἰτεῖσθαι> διαφέρει·
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος.
αἰτεῖσθαι γάρ φησι τὸν ἀποδιδόντα, τὸν δὲ μὴ ἀπο-
δώσοντα αἰτεῖν. Ἄλεξις δ' Ἐπικλήρῳ, ἐκδιδόντος τινὸς
θυγατέρα·
ἀλλ' ἔγωγε, παῖ, δίδωμι· καὶ ποήσω πάνθ' ὅσα
οὗτος αἰτεῖται παρ' ἡμῶν.
<Ἀκραιφνὲς ὕδωρ>: Ἀριστοφάνης Ἀμφιαράῳ.
<Ἀπορίαν> καὶ πενίαν ἀδιαφόρως ἔλεγον.
<Ἀπόδειξιν δοῦναι>: ἀντὶ τοῦ ἀποδείξασθαι. Ἀριστώ-
νυμος Ἡλίῳ ῥιγοῦντι.
<Ἁλουργόν>: οὐχ ὡς οἴονται ἁλουργές μόνον.
<Ἄφθονον>: τὸν μὴ φθονοῦντα. Πλάτων Πολιτείας τε-
τάρτῳ.
<Ἀποχρᾷν>: οὐκ ἀποχρῆναι. Ἡρόδοτος πρώτῳ.
<Ἀνεμιαῖον ὠόν>: Πλάτων Θεαιτήτῳ, Ἀραρὼς Καινεῖ.
82
<Ἄλλος>: ἐπὶ τοῦ ἑτέρου. ὁ ποιητής·
ὅς χ' ἕτερον μὲν κεύθη ἐνὶ φρεσίν, ἄλλο δὲ
εἴπῃ.
<Ἀναδενδράς>: Ἄλεξις Ἀμπελουργῷ.
<Ἀπολογηθῆναι>: ἀντὶ τοῦ ἀπολογήσασθαι. Ἄλεξις Ἀμ-
πελουργῷ.
<Ἄσημον>: ἐπὶ τοῦ ἀργυρίου. Ἄλεξις Ἐκπωματοποιῷ.
<Ἄθικτος>: ἡ παρθένος. Ἀραρὼς Πανὸς γοναῖς.
<Ἄγαλμα καὶ γραφήν καὶ ἀνδριάντα> ἀδιαφόρως.
Ἀντιφάνης Ζωγράφῳ.
<Ἀνδριάς>: καὶ ἐπὶ γραφῇ. Πλάτων Πολιτείᾳ, Μέναν-
δρος Δυσκόλῳ.
<Ἀνδριάντα>: τὸν λίθινον ἔφη Ἱππῶναξ Βούπαλον
ἀγαλματοποιόν.
<Ἀνθρωπίζεται>: Ἀριστοφάνης Ἀμφιαράῳ.
<Ἀνυπόδετος>: Ἐπίχαρμος Ὀδυσσεῖ.
<Ἀνυποδήματος>: ἐν τοῖς Ἀθηναίων νόμοις καὶ τοῖς
Ἀρεοπαγιτικοῖς.
<Ἀμύγδαλα>: Ἕρμιππος Φορμοφόροις.
<Ἀντιγραφεύς>: Δημοσθένης κατὰ Τιμοκράτους.
<Ἀκολουθεῖν μετ' αὐτοῦ>: ἀντὶ τοῦ αὐτῷ. Λυσίας·
<τὸν παῖδα> τὸν <Ἀκολουθοῦντα μετὰ αὐτοῦ.>
<Ἁλμαία>: Ἀριστοφάνης Ὁλκάσιν· <Ἁλμαίαν πιών.>
<Αὐθημερόν>: Θουκυδίδης πρώτῳ.
<Ἀπειλοῦμαι>: ἀντὶ τοῦ ἀπειλῶ. Ἄλεξις·
διηπειλεῖτό σοι.
Ξενοφῶν ἐν Συμποσίῳ.
<Ἀποθήκη>: Θουκυδίδης ἕκτῳ.
<Ἀνάδεξαι>: οἷον ἐγγύησαι. Ἀντιφῶν πρὸς Πολύευκτον,
Δεινόλοχος Ἀλθαίᾳ.
<Ἀρτύσαι>: ὅπερ σκευάσαι ἀξιοῦσι λέγειν.
<Ἀρτύματα>: οὐχ ἡδύσματα. Σοφοκλῆς Φαίαξιν.
<Ἀπεγένετο>: ἀπέθανε. Θουκυδίδης δευτέρῳ.
83
<Ἀρχαϊκῶς>: ἀντὶ τοῦ ἀρχαίως. Ἀριστοφάνης Νεφέλαις.
<Ἀναποδίζων>: ἀντὶ τοῦ τὰ πρότερα ἐρωτῶν. Ἡρόδο-
τος πέμπτῳ.
<Αὐτοσχεδιάζειν>: οὐ σχεδιάζειν, ὡς οἴονται. Ἰσο-
κράτης Εὐαγόρᾳ, Θουκυδίδης πρώτῳ.
<Αὐτόκακος>: οἷον ἑαυτὸν κολάζων. Θεόπομπος Θησεῖ.
<Αὐλαίαν>: τὸ παραπέτασμα. Ὑπερείδης κατὰ Πατρο-
κλέους.
<Ἀφασία>: Ἀριστοφάνης Θεσμοφοριαζούσαις, καὶ ὁ
ποιητής·
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε.
<Ἀνθέων>: ἀντὶ τοῦ ἀνθῶν, ἀπὸ τῆς ἄνθης.
<Ἀρχῆθεν>: Ἡρόδοτος ἑβδόμῳ.
<Ἀπρασία>: Εὔπολις Αὐτολύκῳ.
<Ἀμφιτάπητα>: Ἄλεξις Ἰάσιδι.
<Ἀναλοῦν>: ἀναλίσκειν. Ἀραρὼς Καμπυλίωνι.
<Ἀπόσιτος>: ἄσιτος. Φιλωνίδης Κοθόρνοις.
<Ἀναλφάβητος>: Φιλύαλλος Αἰγεῖ.
<Ἁρμογή>: ἀντὶ τοῦ ἁρμονία.
<Ἀναλέγειν>: ἀντὶ τοῦ ἐκλέγειν. Ἄρχιππος Ἀμφιτρύωνι.
<Ἀποσημῆναι>: ἀντὶ τοῦ δηλῶσαι. Σοφοκλῆς Φαίαξιν.
<Ἄβολον ἵππον>: Σοφοκλῆς Μούσαις.
<Ἀφελής>: Σοφοκλῆς Φρίξῳ.
<Ἀρνακίς>: Ἀριστώνυμος Ἡλίῳ ῥιγοῦντι.
<Ἀδελφίζειν>: ὡς ἀδελφῷ προσφέρεσθαι.
<Ἀσχημονῆσαι>: Εὐριπίδης Ἑκάβῃ.
........ Στράττις Ἰφιγέροντι.
<Ἁφάνηας>: Ἐπίχαρμος Ἡρακλείτῳ.
beta
83
{Β.}
<Βίος>: ἐπὶ συνουσίας. Ἡρόδοτος, Μένανδρος Δημιουρ-
γῷ, Εὔπολις Αἰξίν, ὁ ποιητὴς πολλάκις.
<Βίος>: ἐπὶ ἀλόγων ζώων. Ξενοφῶν Ἀπομνημονεύμασιν.
84
<Βαβαί, βαβαί>:
οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί,
Ἄλεξις Σικυωνίῳ.
<Βλάξ, βλακεύειν, βλακεύεσθαι καὶ βλάκες
καὶ βλακικῶς>: Πλάτων Γοργίᾳ, ὁ αὐτὸς Εὐθυ-
δήμῳ, Ἀριστοφάνης Πλούτῳ.
<Βαλάντιον> οὐχί φασι δεῖν λέγειν, ἀλλὰ φάκωλον
Ξενοφῶν Συμποσίῳ, Λυσίας ἐν τῇ πρὸς Κλεινίαν
διαμαρτυρίᾳ.
<Βᾶρις>: κατ' οἰκίας καὶ πλοίου. Σοφοκλῆς ἐν Ποιμέσι
<Βαρίβαν> λέγει τὸν ναύτην ἢ τὸν τῆς βάρεως ἐπιβε-
βηκότα.
<Βατάνια>: τὰς λοπάδας, ὡς Ἀλεξανδρεῖς. Ἀντιφάνης
Γάμοις.
<Βαλανεύω>: Ἀριστοφάνης Εἰρήνῃ·
.... κἀγὼ ἐμαυτὸν βαλανεύσω.
<Βαιτών> καὶ <βαιτάς>: ἀντὶ τοῦ μωρὸς ἢ μωρά.
<Βοῦ>: ἀντὶ τοῦ βοός. Σοφοκλῆς Ἰνάχῳ.
<βουκολεῖσθαι αἶγας>: Εὔπολις Αἰξίν. <Ἱπποβου-
κολῶ> Εὐριπίδης Φοινίσσαις.
<Βιασμός>: Εὔπολις Αὐτολύκῳ.
<Βρέφος>: ἐπὶ ἀλόγου ζώου. Ἡρόδοτος τρίτῳ. ὁ ποιητής·
.... βρέφος ἡμίονον κυέουσαν.
<Βλαφθείς>: ὁ ποιητής.
<Βρώσιμον>: βρωτόν. Δίφιλος Ἀνασωζομένῳ.
<Βασίλισσα>: Ἀλκαῖος Γανυμήδει, Ἀριστοτέλης Ὁμη-
ρικοῖς ἀπορήμασιν.
<Βατός>: ἀρσενικῶς.
<Βουλίαν>: Ἀριστοφάνης Θεσμοφοριαζούσαις τὸ βου-
λεύειν·
παραδοὺς ἑτέρῳ τὴν βουλίαν.
<Βαίτας> οἱ κατὰ τὴν Ἀσίαν καλοῦσι τὰς δορὰς τῶν
αἰγῶν.
85
<Βόθυνον> οὔ φασι δεῖν λέγειν. ἀλλὰ Σόλων ἔφη ἐν τοῖς
νόμοις. Κρατῖνος Σεριφίοις·
ἀλλ' ἀπίωσιν ἐν χορῷ
ἐς βόθυνον ἰέναι.
ἔστι δὲ παιδιά τις ἐς βόθυνον ἰέναι.
<Βιβάζειν>: τὸ ὀχεύειν. Ἀλκαῖος δ' ἐν Καλλιστοῖ ἐπ' ἀν-
θρώπους ἔφη.
<Βαίνων>: ὁμοίως ἐπὶ ταὐτοῦ. ἐκβῆσαι δέ φασι δεῖν
λέγειν καὶ καταβῆσαι, οὐκ ἐκβιβάσαι. Στράττις.
<Βαυβᾷν>: ἀντὶ τοῦ καθεύδειν. Εὐριπίδης Συλεῖ·
βαυβῶμεν εἰσελθόντες. ἀπόμορξαι σέθεν
τὰ δάκρυα.
Κάνθαρος Μηδείᾳ· <Βαυβήσομεν.>
<Βαυβαλίσαι>: ἀντὶ τοῦ βαυκαλίσαι. Ἄλεξις Τιτθαῖς.
<Βομβυλίον>: Ἰσοκράτης Ἑλένῃ· <Τῶν μὲν γὰρ τοὺς
βομβυλίους καὶ τοὺς ἅλας ἐπαινούντων.>
<Βῶμαξ>: ὑποκοριστικῶς ὁ βωμός.
<Βράχιστον>: βραχύτατον Σοφοκλῆς Δανάῃ.
<Βρέτας>: ὁ ἀναίσθητος. Ἀναξανδρίδης Διδύμοις.
<Βατταρίζειν>: Ἱππῶναξ.
<Βαίνειν> φασὶν ἐπὶ τοῦ ῥυθμοῦ, ὡς λέγομεν <Βῆθι
τὸν στίχον τόνδε.>
<Βίκος>: Ἱππῶναξ δευτέρῳ, Ἡρόδοτος πρώτῳ.
<Βλενόν>: τὸν νωθῆ καὶ μωρόν. Σώφρων Προμηθεῖ.
<Βασιλεύς>: χωρὶς τοῦ ἄρθρου. Ἀρισταγόρας Μαμμακύθῳ.
<Βλάβος>: τὴν βλάβην. Δημοσθένης κατὰ Λεπτίνου.
<Βαμβάκους> τοὺς φαρμακοὺς Κίλικες καλοῦσιν.
<Βρῦ>: ἐπὶ τοῦ πιεῖν. Ἀριστοφάνης Νεφέλαις δευτέραις.
<Βούδια>: οὐ μόνον βοίδια. Ἕρμιππος Κέρκωπι.
<Βαρύσταθμον>: Κάνθαρος Μηδείᾳ.
...... πρὸς τοὺς κατάρνη ἀναφωνήσαντας εἰώθασιν
οἱ ἀντιτιθέντες ἀντεμβοᾷν, καὶ ἔστιν οἱονεὶ σκῶμμα.
Ἕρμιππος Δημόταις.
86
<Βιάσαι>: ἀντὶ τοῦ βιάσασθαι. Ἀλκαῖος·
ἐβίασέ μου τὴν γυναῖκα.
<Βῆ>: προβάτων βληχή. Ἀριστοφάνης·
θύτην μέλλει καὶ κελεύει βῆ λέγειν.
<Βουλευτικά> λέγεται γυμνάσια ἐν πολλαῖς πόλεσι καὶ
σύνοδοί τινες, ὅπου οἱ βουλευταὶ ἢ ἑστιῶνται ἢ περι-
πατοῦσιν.
<Βότινον>: Ἀριστοφάνης Βατράχοις.
<Βόλβιτον>: Ἱππῶναξ.
gamma
86
{Γ.}
<Γυναί>: ἀντὶ τοῦ γυναῖκες. Φιλιππίδης Ἀδωνιαζούσαις.
Φερεκράτης Κραπατάλλοις <Τὴν γυνήν.>
<Γαμῶ> ἡ γυνὴ λέγει, <Οὐ γαμοῦμαι.> Ἀντιφάνης Ἀσώ-
τοις. ἐγημάμην ὁ ἀνὴρ λέγει ἀντὶ τοῦ ἔγημα.
<Γειτονιᾷν>: ἀντὶ τοῦ γειτνιᾷν. Θεόπομπος Φιλίππῳ,
καὶ <Γειτονεῖν.>
<Γενέθλιον> ἡμέραν ἀξιοῦσιν ἀεὶ λέγειν, οὐ γενέθλια,
οὐδὲ γενέσια. Εὐριπίδης Ἴωνι, Ἡρόδοτος τετάρτῳ.
<Γενέσια>: οὔσης τε ἑορτῆς δημοτελοῦς Ἀθήναις, Βοη-
δρομιῶνος πέμπτης, γενέσια καλουμένης, καθότι φησὶ
Φιλόχορος καὶ Σόλων ἐν τοῖς ἄξοσι, καὶ τῆς τοῦ
ὀνόματος χρήσεως οὔσης Ἑλληνικῆς, τί κωλύει μὴ μό-
νον ἐπὶ τῆς δημοτελοῦς ἑορτῆς, ἀλλὰ καὶ ἐπὶ τῆς
ἰδίας ἑκάστου τάσσεσθαι;
<Γοργός>: τοῦτο ἀξιοῦσιν ἐπὶ τοῦ κατὰ τὰ ὄμματα τοι-
ούτου τάσσεσθαι, ἢ ἐπὶ τοῦ κεκινημένου κατὰ πρός-
ωπον, οὐ μέντοι ἐπὶ τοῦ ταχέος ἢ ἀνδρείου. ἐλέγχει
δ' αὐτοὺς Ἀριστοφάνης Εἰρήνῃ.
<Γέμειν> τὴν ναῦν μόνον φασὶ δεῖν λέγειν, τὰ δ' ἄλλα
μεστὰ λέγειν. ἐλέγχει δ' αὐτοὺς Εὔβουλος Εἰρήνῃ.
<Γῆν> ἀξιοῦσιν ἀεὶ λέγειν ἑνικῶς, μηδέποτε δὲ πληθυν-
τικῶς. Ἡρόδοτος πρώτῳ.
87
<Γαλαθηνά>: τὰ ἐπὶ θηλῆς ἔτι λέγουσιν.
<Γυναικισμός>: Διοκλῆς Βάκχαις <Γυναικίζειν> φησὶ
καὶ <γυναικηρόν.>
<Γυναικάριον>: Διοκλῆς Μελίτταις.
<Γογγυσμός>: ἀντὶ τοῦ τονθορυσμοῦ. Ἀναξανδρίδης
Νηρεῖ.
<Γράστιν>: ἐπὶ τῆς ὑγρᾶς κριθῆς, ἐπὶ τῶν καρπῶν.
<Γναθοῖ>: ἀντὶ τοῦ τὴν γνάθον τύπτει. Φρύνιχος Μο-
νοτρόπῳ.
<Γεννήσαιτο>: ἀντὶ τοῦ γεννήσειεν.
<Γεννῆσαι>: ἐπὶ τοῦ τεκεῖν τὴν γυναῖκα.
<Γλώττας>: τὰς τῶν ποιητῶν ἢ ἅς τινας ἄλλας ἐξηγού-
μεθα.
<Γονέας καὶ γραφέας καὶ> τὰ ὅμοια, οὐ μὴν γονεῖς
οὐδὲ γραφεῖς, ὡς οἴονται δεῖν λέγειν.
<Γραμματικούς>: ἀντὶ τοῦ γραμματιστάς. γραμματι-
στὰς δὲ ἀντὶ τοῦ ὑπογραφεῖς.
<Γραία,> οὐ γραῦς.
<Γλαφυρώτατον>: τὸν χαριέστατον.
<Γρᾶσος> οὔ φασι δεῖν λέγειν· οὐδ' <ἀπόζειν γράσου,>
ἀλλὰ τράγου.
<Γέρα>: Πλάτων ἕκτῳ Πολιτείας.
<Γελασίνην>: τὴν πολλὰ γελῶσαν. Ἀναξανδρίδης ἐν
Κωμῳδοτραγῳδίᾳ.
<Γνωστός>: ἀντὶ τοῦ γνώριμος. Σοφοκλῆς Ἑρμιόνῃ.
<Γνωρίσαι>: ἀντὶ τοῦ ἑτέρῳ γνώριμα ποιῆσαι.
<Γενειάζειν>: Φιλήμων Αὐλητῇ· <Γεγενείακεν.>
<Γαγγαλίζειν>: οὐ γαργαλίζειν.
<Γαυριᾷν>: καὶ τοῦτο μέμφονται. Δημοσθένης περὶ τοῦ
στεφάνου, Εὐριπίδης Βάκχαις.
<Γεύεσθαι>: οὐ μόνον ἐπὶ τοῦ ἐσθίειν, ἀλλὰ καὶ ἐπὶ
τοῦ ὀσφραίνεσθαι, ὡς ἐν τῷ βίῳ <Γεύεται μύρων.>
Εὐριπίδης Κύκλωπι.
88
<Γραικός>: ὁ Ἕλλην.
<Γαῖσον>: τὸ ὅπλον, δοκοῦν εἶναι Ἰταλικόν.
<Γαλιδεύς>: ὁ τῆς γαλῆς σκύμνος. Κρατῖνος Ὥραις.
<Γιγγλάρια> οἱ αὐληταὶ λέγουσι γένος ὀργάνων.
<Γιγγλίζειν> τὸ ἀπειλεῖν οἱ ἰδιῶται λέγουσιν.
<Γλάνιν>: τὸν ἰχθύν. οὐκ ἄλλοι μόνοι λέγονται.
<Γραΐζειν>: ὅταν τὸ συναγόμενον ἐν ταῖς χύτραις καὶ
ἐπαφρίζον ἐκχέωσιν. Ἀριστοφάνης Πλούτῳ.
<Γραμματικός>: ὁ πολλὰ γράμματα εἰδώς.
<Γάστραι>: τὸ σύντριμμα τῶν ἀμφορέων, ὧν αὐτὸ τὸ
γαστρῶδες μένει. αὐτὴν δὲ τὴν γάστραν ἀντὶ τοῦ τῆς
γαστρός.
delta
88
{Δ.}
<Δεδιακόνηκα>: Δημοσθένης περὶ τοῦ ἐπιτριηραρχή-
ματος.
<Διαπαρθενεῦσαι>:
<Δεδιῳκημένα>: Ἀντιφάνης Μηναγύρτῃ.
<Δεῦρο>: ἀντὶ τοῦ ἔρχου. Πλάτων Πολιτείας τρίτῳ.
<Δραπέτευμα>: Διοκλῆς Μελίτταις.
<δεῖται>: ἀντὶ τοῦ δεῖ. <Ἀπελθεῖν με δεῖται.>
<Δεσμεύειν δεδεσμένον>: Πλάτων Φαίδρῳ, Εὐριπί-
δης Βάκχαις.
<Διδοῦσιν>: οὐ διδόασιν. Ἀριστοφάνης Μητροφῶντι.
<Δεδράμηκα>: Φιλήμων Κοινωνοῖς.
<Δακτυλίδιον>: οὐ δεῖν φασὶν ὑποκορίζεσθαι, οὐδ' ἂν
μικρὸν ᾖ.
<Διαλέξασθαι>: Ἀριστοφάνης Θεσμοφοριαζούσαις.
<Διαλέγειν>: ἀντὶ τοῦ διαλέγεσθαι. Ἕρμιππος Κέρκωψιν.
<Διάλεγμα>:
<Δέλφακα>: τὴν θήλειάν φασι δεῖν λέγειν, ἀδιαφόρως
τῶν παλαιῶν τιθέντων.
<Διάφορος>: ἐχθρός.
89
<Διαφόρως ἔχειν>: ἐχθρῶς. Θουκυδίδης ἕκτῳ.
<Διαφέρον>: ἀντὶ τοῦ συμφέρον. Ἀντιφάνης Ἀνασω-
ζομένῳ.
<Δέρειν>: τὸ τύπτειν, οὐχὶ τὸ ἐκδέρειν.
<Δαρθείς>: ἀντὶ τοῦ δαρείς. Νικόχαρις Κενταύρῳ.
<Διπλάσαι>: τὸ διπλασιάσαι. Ἄλεξις Κύπριδι.
<Δοκιμαστήν>: οὐκ ἀργυρογνώμονα.
<Δόμων>: οὐκ ἐπὶ τῆς οἰκίας, ἀλλ' ἐφ' οὗ ἡ συνήθεια
τάττει. Ἡρόδοτος πρώτῳ καὶ δευτέρῳ.
<Δύναται>: οἷον τί δύναται ἥδε ἡ λέξις; ὁ στα-
τὴρ πόσους ὀβολοὺς δύναται;
<Δεσποσύνην>: Ἡρόδοτος ἑβδόμῳ. Δημοσθένης κατὰ
Λεπτίνου. <Δεσποσύνους> ἀντὶ τοῦ δεσπότας.
<Δεύτερον>: ἀντὶ τοῦ μεθ' ἑτέρου. Ἡρόδοτος πρώτῳ,
Νικοφῶν Πανδώρᾳ.
<Δεῖγμα> ἀξιοῦσι λέγειν τὸ τοῦ λιμένος, οὐ τὸ ὑπό-
δειγμα.
<Δοκήσει>: ἀντὶ τοῦ δόξῃ. Ἀριστοφάνης Βατράχῳ.
<Δυσθυμία>: Σοφοκλῆς Τυροῖ.
<Διατοιχεῖν>: ἀντὶ τοῦ ἀνατοιχεῖν. Εὔβουλος Κατα-
κολλωμένῳ.
<Διενεχθῆναι>: ἀντὶ τοῦ μάχεσθαι. Ἄμφις Σαπφοῖ.
<Διὰ χειρὸς δανεῖσαι>: Τιμόστρατος Πανί.
<Δρυοκολάπτης>: τὸ ὄρνεον. Ἀριστοτέλης ἐν τῷ περὶ
ζώων.
<Δεδειπνάναι>: Πλάτων Σοφισταῖς.
<Δεδεξαμένη>: Ἡρόδοτος ἕκτῳ.
<Δευτέριον οἶνον>: Νικοφῶν Χειρογάστορι.
<Δεδνείπηκας>: Μένανδρος.
<Δυσημερεῖν>: Φερεκράτης Κραπατάλλοις.
<Διαχωρῆσαι>: ἀποτῖσαι.
<Δρᾶμ' ἀκοῦσαι>: ἀντὶ τοῦ δράματος ἀκοῦσαι. Ἀντι-
φάνης Βουσίριδι.
90
<Δεδιώς> ὄντος τοῦ ἀρσενικοῦ, δεδιυῖα τὸ θηλυκόν. Εὔ-
βουλος.
<Δεούμεθα>: ἀντὶ τοῦ δεηθησόμεθα. Ἐπίχαρμος Δευ-
καλίωνι.
<Διετίθουν>: διετίθεσαν. Ἀντιφῶν Ἰάσονι.
<Διαιρεῖν>: λέγεται ἐπὶ δυοῖν, οὐκέτι ἐπὶ πλειόνων.
Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους φησὶ <Τῆς
Θρᾴκης εἰς τρία διῃρημένων>.
<Διάφευξις>: Θουκυδίδης τρίτῳ.
<Δόξασμα>: Πλάτων Φαίδρῳ.
<Δημοσιεύειν>: τὸ δημεύειν. Πλάτων Φαίδρῳ, Θου-
κυδίδης τρίτῳ.
<Δέσμιον>: οὐ μόνον δεσμώτην.
<Διδασκαλικός>: Πλάτων Γοργίᾳ.
<Δικᾷν>: ἀντὶ τοῦ δικάσειν. Ἡρόδοτος πρώτῳ· <Οὔ φη-
σι δικᾷν ἔτι>.
<Δικαιώματα>: τὰ δίκαια. Θουκυδίδης πρώτῳ.
<Διαφερόντως>: ἀντὶ τοῦ διαφόρως. Ἀντιδόσει Ἰσο-
κράτης.
<Δίκαιον μέτρον>: τὸ ἴσον. Ἡρόδοτος δευτέρῳ.
<Δοριάλωτος>: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως.
<Δόξαις>: ἀντὶ τοῦ δόξειας. Πλάτων Φαίδρῳ.
<Δωρῆσαι>: ἀντὶ τοῦ δωρήσασθαι. Πίνδαρος Ὀλυμ-
πιονίκῃ.
<Δραστήριος>: Θουκυδίδης πρώτῳ.
<Δραχμεῖον>: τὸν δραχμῆς ἄξιον.
<Δινισμόν>: Πλάτων Πολιτείας ἕκτῳ.
<Δικάσιμον>: Δημοσθένης πρὸς Πολύευκτον παρα-
γραφῇ.
<Δράκαινα>: τὸ θηλυκόν. Εὐριπίδης Βάκχαις.
<Δαιμονίζεσθαι>: Σοφοκλῆς Δανάῃ. <Δεδαιμονι-
σμένον> ἀντὶ τοῦ τεθεωμένον.
91
<Δυνάμεις>: τὰ τῶν ἰατρῶν φάρμακα. Τιμόστρατος.
<Δεξιότοιχοι>: οἱ ἐν τῷ δεξιῷ ἐρέσσοντες.
<Δίμυξον λύχνον>: Μεταγένης Φιλοθύτῃ.
<Διενεγκεῖν>: ἀντὶ τοῦ προσπαλαίειν. Τηλεκλείδης
Ἡσιόδῳ.
<Δισωτήριον> καλοῦσιν Ἀθήνῃσι τὸν ναὸν τοῦ σωτῆρος
Διός. ἔστι δὲ Ἀττικὸν τὸ σχῆμα. Διπόλια γοῦν κα-
λεῖται ἑορτή, καὶ Διπολιώδη φησὶν Ἀριστοφάνης. Θου-
κυδίδης δὲ Διάσια καλεῖ τὴν ἑορτήν.
<Διὰ πάντων> ἀγὼν λέγεται ὁ ἔσχατος. Κρατῖνος Παν-
όπταις.
epsilon
91
{Ε.}
<Ἐλέγοσαν, ἐγράφοσαν> καὶ τὰ ὅμοια Ἀλεξανδρεῖς
λέγουσι. Λυκόφρων Ἀλεξάνδρᾳ·
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν.
<Ἐδιακόνουν>: Ἀλκαῖος Ἐνδυμίωνι.
<Ἐδιαίτων>: ἀντὶ τοῦ διῄτων.
<Εἰσπορεύομαι καὶ ἐκπορεύομαι>: ἀντὶ τοῦ ἐξέρ-
χομαι.
<Ἐπιχαιρέκακος>: Ἄλεξις ἐν Διαπλεούσαις λέγει·
ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον.
<Εὐήθης>: ὁ ἀγαθός. Δημοσθένης κατὰ Τιμοκράτους·
<Ἐγνωσμένος οὐκ ἠνείχετο δεῖν τῆς εὐηθείας
τῆς ὑμετέρας>.
... χρηστοῦ δίδαγμ' εὐηθίας
καὶ φιλανθρώπου λογισμοῦ.
Θουκυδίδης τρίτῳ, Πλάτων Πολιτείας τετάρτῳ.
<Ἐλελήθεισαν>: μετὰ τῆς θᾶ. Εὔπολις Αἰξίν.
<Εὔχαρι καὶ ἐπίχαρι>: τὸ γελοῖον ἔτι μᾶλλον.
<Εἴσω>: ἀντὶ τοῦ ἔνδον. Δημοσθένης περὶ τῆς παρα-
πρεσβείας. Ὅμηρος·
.... καὶ εἴσω δόρπον ἐκόσμει.
92
<Εἰς ὀρθὸν φρονεῖν>: ἀντὶ τοῦ καλῶς φρονεῖν. Σο-
φοκλῆς Τριπτολέμῳ.
<Ἐνεός>: ὁ μὴ ἀκούων. Ξενοφῶν Κύρου ἀναβάσει.
<Εὐαγγέλια>: μισθὸς τοῦ τι εὖ ἀγγεῖλαι.
<Ἐκκόψαι>: ἀντὶ τοῦ νικῆσαι κύβοις. Ἄλεξις Δακτυλίῳ.
<Εὐτράπελον>: φασὶν οὐ δεῖν τιθέναι ἐπὶ τοῦ γελοίου,
ἀλλ' ἐπὶ τοῦ εὖ τρεπομένου πρὸς πάντα καὶ ἐπὶ τοῦ
εὐστρόφου.
<Ἐλεινόν>: ἀντὶ τοῦ ἐλεεινόν. Εὔπολις Αἰξίν. Πλάτων
ἕκτῳ Πολιτείας κατὰ τοῦ ἐλεητικοῦ τὸν ἐλεεινὸν τέ-
θεικεν.
<Ἐλεήμων>: καὶ τοῦτο αἰτιῶνται. Δημοσθένης κατὰ
Μειδίου.
<Ἐλεημονέστατον>: Ἰσοκράτης περὶ ἀντιδόσεως.
<Ἐν τοσούτῳ>: ἐν τῷ μεταξύ.
<Ἐμέ> ἀντὶ τοῦ ἐμαυτόν, <σέ> ἀντὶ τοῦ σαυτόν. Φιλήμων
Γαμοῦντι·
σῶζε σαυτόν, ἐγὼ δ' ἐμέ.
Ἀναξανδρίδης·
ὑπὲρ σεαυτοῦ πρᾶτθ' ὅ τι.. ἄν σοι δοκῇ,
ἐγὼ δ' ὑπὲρ ἐμοῦ.
<Ἐπανακάμψαι>: ἐπαναστρέψαι. Φιλιππίδης Βασα-
νιζομένῃ.
<Ἐχθροτέρως>: ἀντὶ τοῦ ἐχθρότερον. Θουκυδίδης.
<Ἐπιτηδειοτέρως>:
<Εὐειδής>: οὕτω φασὶν ἀδόκιμον εἶναι τὸ ὄνομα. ἀλλ' ὁ
καλὸς Ξενοφῶν Ἀπομνημονευμάτων τρίτῳ, Ἡρόδοτος
πρώτῳ δὶς καὶ τρίς, καὶ ἀπειράκις οἱ κωμικοί.
<Ἐμφανίσαι>: ἀντὶ τοῦ μηνῦσαι. Ἰσοκράτης ὑπὲρ τῆς
ἀντιδόσεως· <Μᾶλλον ὑμῖν ἐμφανιεῖν τὴν ἀλή-
θειαν>.
<Εὐπαίδευτος>, εὐπρόσωπος· εὐπαιδευσία, εὐπροσω-
πία.
93
<Εὐοψίαν>: ἀντὶ τοῦ εὐπροσωπίαν. Ἄλεξις Γαλατείᾳ.
<Ἐδυνάσθην>: Ὅμηρος·
οὐδὲ δυνάσθη
εὖ σχεθέειν.
<Ἐναντίον τινὸς τόδε ἐπράχθη οὔ> φασι δεῖν λέ-
γειν, ἀλλὰ παρόντος τινός. Δημοσθένης κατὰ Ἀφό-
βου ἐπιτροπικῷ.
<Ἐπίστῃ>: ἀντὶ τοῦ ἐπίστασαι.
<Ἐξαναλάβω>: Θουκυδίδης πρώτῳ.
<Ἔκποθεν ἐμοὶ γέγονεν>: Ὅμηρος·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες.
καθόλου περιττὰς προσλαμβάνειν προθέσεις οὐκ ἦν
ἄηθες τοῖς ἀρχαίοις.
<Ἐξαφείλατο>: Ἡρόδοτος πρώτῳ.
<Ἐξαπολωλότα>: Δημοσθένης κατὰ Φορμίωνος.
<Ἐξ ὅτου>: ἀντὶ τοῦ ἐξ οὑ, ἦλθον. Κράτης Τόλμαις.
<Ἑστήξουσι> Δημοσθένης κατὰ Λεπτίνου.
<Ἐπιτριτῶσαι>: ὡς ἐπιδευτερῶσαι. Ἀναξίλας Ἀγροίκῳ.
<Ἐθισμός>: ἀντὶ τοῦ ἔθος. Ποσείδιππος Φιλοπάτορι.
<Ἐξετασμός>: ἀντὶ τοῦ ἐξέτασις. Δημοσθένους ἐν τῷ
ὑπὲρ τοῦ στεφάνου εἰπόντος, οὔ φασι δόκιμον εἶναι
οὕτω τιθέμενον.
<Ἐπελάβετό μου>: οὕτως εἰπόντος Πλάτωνος Πολι-
τείας τρίτῳ.
<Ἐκποιῆσαι>: ἀντὶ τοῦ ἐκτελέσαι. Σώφρων.
<Ἐκδημία>: οὐ μόνον ἀποδημία. Εὐριπίδης Ὑψιπύλῃ.
<Ἐπίδημος>: ἀντὶ τοῦ ἔνδημος. Ἀντιφάνης Ἀγροίκῳ.
<Ἐνδημεῖν>: Θουκυδίδης πρώτῳ, <Ἐνδημοτάτους> εἰ-
πών.
<Ἐπιτροπεῖν>: ἀντὶ τοῦ ἐπιτροπεύειν. Πλάτων Φαίδρῳ.
<Ἐξαίρειν>: ἀντὶ τοῦ ἀπαίρειν. Εὐριπίδης δὲ Ῥαδα-
μάνθυι·
94
οὐδεὶς γὰρ ἡμᾶς .. .. ἐξαιρήσεται,
ἀντὶ τοῦ ἀφαιρήσεται.
<Ἐργολάβος>: Δημοσθένης ἐπιστολῇ, ἧς ἡ ἀρχή· <Πε-
ρὶ μὲν τῶν κατ' ἐμαυτόν>.
<Ἐργοδοτῶν>: ὡς κἀν τῇ συνηθείᾳ. Ἀπολλόδωρος.
<Ἐπέκεινα, ἐπιτάδε>: Πλάτων περὶ ψυχῆς.
<Ἐξ αὐτῆς>: ἀντὶ τοῦ παραχρῆμα. Κρατῖνος Δηλιάσιν.
<Ἐντέλλω>: ἀντὶ τοῦ ἐντέλλομαι. Σοφοκλῆς Θυέστῃ.
<Ἐν ὥρᾳ>: οὐ μόνον, ὡς ἀξιοῦσι, καθ' ὥραν.
<Εὐθετῆσαι>: καθότι καὶ ἀθετῆσαι.
<Ἐδέετο> ἀντὶ τοῦ ἐδεῖτο, παρεκάλει.
<Ἐντρέπεσθαι>: ἐπιστροφὴν ποιεῖσθαι. Ὅμηρος·
.... ἐντρέπεται φίλον ἦτορ.
Δημοσθένης περὶ παραπρεσβείας.
<Ἐξόριστον>: ἀντὶ τοῦ φυγάδα. Δημοσθένης ἐν τῷ
κατὰ Μειδίου.
<Ἔκλεξις>: Πλάτων πέμπτῳ Πολιτείας.
<Ἐγγύησις>: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.
<Ἕλξις>: Πλάτων Πολιτείᾳ.
<Ἐπιστράτευσις>: Ἡρόδοτος τρίτῳ.
<Εὐωχεῖν>: ἀντὶ τοῦ εὐωχεῖσθαι. Ἀνδοκίδης Συμβου-
λευτικῷ.
<Ἐπισάξαι>: ἀντὶ τοῦ ἐπιγεμίσαι. Ἡρόδοτος τρίτῳ.
<Ἐπιτιμᾶν>: ἀντὶ τοῦ ἐπιπλήσσειν. Δημοσθένης περὶ
τριηραρχήματος.
<Ἕλκει σταθμόν>: ἀντὶ τοῦ ἄγει. ἐκβάλλουσιν ὡς ἀδό-
κιμον. Ἡρόδοτος πρώτῳ.
<Εὐπαθεῖν τὸ> ἡσθῆναι <Καὶ εὐπάθειαν> τὴν ἡδο-
νήν. Πλάτων Πολιτείας ἕκτῳ καὶ τετάρτῳ.
<Ἐντρεχῆ ἄνδρα>: Πλάτων Πολιτείᾳ. <Ἐντρεχέστατον>.
<Ἐνιαυτοί> οὐ λέγονταί φασι πληθυντικῶς. Ὅμηρος·
ἀλλ' ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν.
Ἡρόδοτος πρώτῳ.
95
<Ἑλκύδρια>: τὰ μικρὰ ἕλκη. Λυσίας κατὰ Λυσιθέου.
<Ἐγχωρεῖ>: ἐνδέχεται.
<Εὑρίσκειν τιμήν>: ὡς κἀν τῇ συνηθείᾳ.
<Εὐλογεῖν>: τὸ ἐπαινεῖν.
<Ἐπίσκεψις>: Θουκυδίδης τρίτῳ.
<Ἐνσεῖσαι>: ἀντὶ τοῦ ἐντινάξαι.
<Ἐχόμενον>: ἀντὶ ὑστέρου. Ἰσοκράτης περὶ ἀντιδόσεως.
<Ἐγχώριος ἀνήρ, ἐγχώριον πρᾶγμα>: Εὔπολις
Δήμοις.
<Εἴησαν>: ἀντὶ τοῦ εἶεν. Ξενοφῶν Ἀπομνημονευμάτων
πρώτῳ.
<Ἐξελεύθερον>: ἀντὶ τοῦ ἀπελεύθερον.
<Ἐντέχνως> ἀποδοκιμάζουσι λέγειν.
<Ἐν γαστρὶ ἔχειν>: τὸ κύειν. Ἡρόδοτος πρώτῳ.
<Ἐμπειρικῶς>: ἀντὶ τοῦ ἐμπείρως. Ἄλεξις Οἴνῳ.
<Ἐξωμνύοντο>: μετὰ τοῦ ο̅, Αἰολικῶς.
<Ἐκφυγγάνω>: Δίφιλος Εὐνούχῳ.
<Ἐθελορήτωρ>: ἐκβάλλουσι τὰ σύνθετα. Θουκυδίδης
<ἐθελοφιλόσοφος>· καὶ Θουκυδίδης δὲ <ἐθελοπρό-
ξενος>.
<Εὐαρέστως>: καὶ τοῦτο διώκουσιν.
<Ἐλλύχνιον>: Ἡρόδοτος πρώτῳ.
<Εὐστόχως>: Εὐριπίδης Πελιάσιν.
<Ἐμφερέστερα>: Αἰσχύλος Ἱκέτισιν.
<Ἐωνηκώς>: ἀντὶ τοῦ ἐωνημένος. Λυσίας κατὰ Καλ-
λίου ἐνδείξεως.
<Ἐνεδρείας>: ἀντὶ τοῦ ἐνέδρα. Ἐπίχαρμος Ὀδυσσεῖ
αὐτομόλῳ.
<Ἐμπαίζειν>: ἐπὶ τοῦ καταγελᾷν. Ἀριστοφάνης Πλούτῳ.
<Εὔσχημον>: ἐπὶ τοῦ καλοῦ.
<Εὐσχημόνως>: καλῶς.
<Εὐειματεῖν>: Ἀντιφάνης Ἀφροδισίῳ.
96
<Ἐξαλλάξαι>: ὡς Ἀλεξανδρεῖς, ἀντὶ τοῦ τέρψαι. Μέ-
νανδρος·
ἄνθρωπον ἐξαλλάξομεν.
<Ἐξαλλάγματα>: Ἀναξανδρίδης Θησεῖ·
παρθένοι παίζουσι .. .. πρὸς ἐλάφρ' ἐξαλλάγματα.
<Ἐλαφρός>: ὁ τὰς φρένας κοῦφος. Φιλήμων Αἰτωλῷ.
<Εὐόμιλος>: καί τοί γε τὴν ὁμιλίαν αὐτῶν ἐκβαλλόντων.
<Εὐθύ>: ἀντὶ τοῦ εὐθέως.
<Ἐξέβη ἡμῖν τὸ ἐνύπνιον>: Ἄλεξις Κιθαρῳδῷ.
<Εἷς ἕκαστος>: Ἄλεξις Ἑλένης μνηστῆρσιν.
<Ἐπίτοκον οὐκ> ἀξιοῦσι λέγειν, ἀλλ' <Ἐπίτεκα.>
<Ἐπιστάτης>: ἀντὶ τοῦ διδάσκαλος ὁμολογουμένως Ἀν-
τιφάνης.
<Ἐγκυρῆσαι>: ἀντὶ τοῦ ἐντυχεῖν. Κρατῖνος Δηλιάσιν.
<Εὐσταλής>: Θουκυδίδης πρώτῳ.
<Ἐμπολῆσαι>: ἀντὶ τοῦ ὠνήσασθαι.
<Ἐφάπαξ>: Εὔπολις Κόλαξιν.
<Ἐξηγητής>: Εὔπολις Χρυσῷ γένει
.......... Λάμπων
οὑξηγητής. μάντις γὰρ .. ἦν, καὶ χρησμοὺς
ἐξηγεῖτο.
Ἡρόδοτος τετάρτῳ.
<Ἐθελοντηδόν>: Θουκυδίδης ὀγδόῳ.
<Ἐπινέφελον>: Πλάτων Λαΐῳ.
<Ἐπανορθώσασθαι>: Ἀριστοφάνης Θεσμοφοριαζού-
σαις.
<Ἐγρηγόρησεν>: Ξενοφῶν τετάρτῳ Ἀναβάσεως.
<Ἐτάζειν>: τὸ ἐξετάζειν. Ἡρόδοτος τρίτῳ.
<Ἐτασμόν>: τὸν ἐξετασμόν.
<Ἐγκάθετος>: Ὑπερείδης κατὰ Αὐτοκλέους.
<Ἐξιδιάσασθαι>: Δίφιλος Ἐπιτροπῇ.
<Εὐεργεσία>: Εὐριπίδης Βάκχαις.
<Εὐορκησία>: Ἀλέξανδρος Ἑλένῃ.
97
<Εὐώνυμον>: τὴν ἀριστερὰν χεῖρα.
<Ἐπεπτώκειμεν> Μένανδρος Καταψευδομένῳ.
<Ἕλλην γυνή>: Φιλήμων Παιδαρίῳ.
<Ἑλλὰς ὁ ἀνήρ>: Σοφοκλῆς Αἴαντι Λοκρῷ.
<Ἐκ διαδοχῆς>: τὸ ἐν μέρει. Ἀντιφάνης Ἀγροίκῳ.
<Ἔσθειν>: Ὅμηρος·
ἔσθων καὶ πίνων.
<Ἑπτέτης>: χωρὶς τοῦ α̅. Χιωνίδης Ἥρωσιν.
<Ἐντυλίξαι>: τὸ ἐνειλῆσαι. Διοκλῆς Μελίτταις.
<Ἐλᾷν>: ἀντὶ τοῦ ἐλαύνειν. Κάνθαρος Μηδείᾳ.
<Ἔφιππος>: ἀντὶ τοῦ ἱππότης ἢ ἐπιβεβηκὼς ἵπποις.
<Ἐμπυρισμός>: Ὑπερείδης ὑπὲρ Λυκόφρονος.
<Ἔνωμον>: τὸ κατὰ πᾶν πέπειρον.
<Ἐκπερδικίσαι>: ἐκφυγεῖν καὶ διολισθεῖν. Ἀριστοφά-
νης Ἐκκλησιαζούσαις.
<Ἐνθρυπτά>: Δημοσθένης περὶ στεφάνου.
<Ἐξάλειπτρον>: φιάλῃ τι ὅμοιον. Ἀριστοφάνης Ἀχαρ-
νεῦσιν.
<Ἐπιβατικά> καλοῦσιν, ἃ οἱ ναυτικοὶ παρενθήκας λέ-
γουσιν.
<Ἔξω γλαῦκα> οἱ ναυτικοὶ λέγουσιν, ὅταν ἡ θάλασσα
ὑπερχέηται.
zeta
97
{Ζ.}
<Ζῆλος>: κἀπὶ τῆς ζηλοτυπίας, οὐχ, ὡς οἴονται, ἐπὶ τῆς
μιμήσεως μόνον.
<Ζήσει>: Πλάτων Πολιτείας ἕκτῳ, οὐ ζήσεται.
<Ζῆ>: ἀντὶ τοῦ ζῆθι. Εὐριπίδης Ἰφιγενείᾳ·
ἀλλ' ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
Σοφοκλῆς Δανάῃ·
ζῆ, πῖνε, φέρβου.
<Ζευγηλάτης>: Σοφοκλῆς Τριπτολέμῳ.
98
<Ζυμήσασθαι>: Ἀριστοφάνης Νεφέλαις.
<Ζωδάριον>: Ἄλεξις Λυκίσκῳ.
<Ζῴδιον>: ζῶον.
<Ζάγρα>: λοιδορίας εἶδος. Τιμόστρατος Παρακαταθήκῃ
τὰς βασάνους καὶ τὰς πληγὰς <Ζάγριον> λέγει.
<Ζιγοῦν> ἀντὶ τοῦ πίνειν Κίλικες λέγουσιν.
<Ζημίαν λαβεῖν>: ἀντὶ τοῦ ζημιωθῆναι.
eta
98
{Η.}
<Ἤνεγκον>: ἐπὶ πρώτου προσώπου. Σοφοκλῆς Τυροῖ,
Ἀριστοφάνης Θεσμοφορίαις.
<Ἡμίκακον>: Ἄλεξις Αἰχμαλώτῳ.
<Ἥδεται>: Εὐριπίδης Βάκχαις.
<Ἤθη>: πληθυντικῶς φασὶ μὴ δεῖν λέγειν, ἀλλ' ἑνικῶς.
ἀλλ' Ἀντιφάνης εἶπε πληθυντικῶς.
<Ἥδιον>: Ἄλεξις Ὀδυσσεῖ ἀπονιπτομένῳ.
<Ἡσύχιος>:
<Ἡσυχώτερον>:
<Ἡσύχιμον>: Πίνδαρος Ὀλυμπιονίκαις.
<Ἡρακλέες>: Πλάτων Θεαιτήτῳ· <Μυρίοι ἤδη μοι
Ἡρακλέες καὶ Θησέες ἐντυχεῖν>.
<Ἡγεμονεύειν>: Πλάτων Πολιτείας τετάρτῳ.
<Ἣγεμονεύεσθαι>: Θουκυδίδης τρίτῳ.
<Ἥλω>: ἀντὶ τοῦ ἑάλω.
<Ἡιματῶσθαι>: Ἔριφος Μελιβοίᾳ.
<Ἥσθημα>: τὴν ἡδονήν. Εὔπολις Δήμοις.
<Ἠκροᾶσο>: ἀντὶ τοῦ ἠκροῶ. Ἀντιφάνης Ἐπιδαύρῳ.
<Ἡμερινὸν φῶς>: Πλάτων Πολιτείας τετάρτῳ.
<Ἡμίσεως>: ἐπίῤῥημα. Πλάτων Πολιτείας ἕκτῳ.
<Ἡμίσεας>: ἀντὶ τοῦ ἡμίσεις.
<Ἡμιλίτριον>: Ἐπίχαρμος Χείρωνι.
<Ἡμιούγκιον>: Ἐπίχαρμος Ἀμύκῳ.
99
<Ἡμῖνα>: ἐν τῇ ἀναφερομένῃ εἰς Ἐπίχαρμον Ὀψοποιίᾳ.
<Ἤτοι>: οὐκ ἄρχον, ἀλλ' ὑποτασσόμενον. Πίνδαρος
Θρήνοις.
<Ἧξις>: ἀντὶ τοῦ ἄφιξις. Εὐριπίδης Τρωάσιν.
theta
99
{Θ.}
<Θροῦς>: Θουκυδίδης τετάρτῳ.
<Θυμωθῆναι>: Ἡρόδοτος τρίτῳ.
<Θανατήριον> ἀξιοῦσιν, οὐ θανάσιμον λέγειν. Πλάτων
Πολιτείας δευτέρῳ, Εὐριπίδης Μηδείᾳ.
<Θερισμόν>: ἀντὶ τοῦ ἀμητόν. Ἡρόδοτος τετάρτῳ,
Εὔπολις Μαρικᾷ.
<Θηλάζειν>: Πλάτων Πολιτείας τρίτῳ.
<Θηλάζει>: ἀντὶ τοῦ δίδωσι θηλήν. Φρύνιχος Μονο-
τρόπῳ.
<Θῦσαι>: ἀντὶ τοῦ σφάξαι. Εὐριπίδης Ὀρέστῃ.
<Θυροκοπεῖν καὶ θυροκοπία>: Δίφιλος.
<Θρίδακα>: Ἡρόδοτος τρίτῳ δίς.
<Θερεία>: Ἡρόδοτος πρώτῳ.
<Θερμολουτεῖν>: Ἄλεξις Ἑλένης μνηστῆρσιν.
<Θερμαίνεσθαι>: οὐ μόνον τὸ ὕδωρ, ἀλλὰ καὶ τὸ λε-
βήτιον ἢ χαλκίον.
<Θησέω>: ἀντὶ τοῦ θησείω. Φερεκράτης Δουλοδιδασκάλῳ.
<Θρασέα>: Φιλήμων Γάλλῳ· <Θρασέα γυνή>.
<Θαυμαστότερον>: οὐ θαυμασιώτερον.
<Θρεσκεία>: Ἡρόδοτος δευτέρῳ.
<Θεμιτόν>: Ἡρόδοτος τρίτῳ, Πλάτων περὶ ψυχῆς.
<Θηρία> ἀξιοῦσι τὰ ἄγρια λέγεσθαι, ἵππον δὲ ἢ ἡμίονον
πολιτικά. Εὔπολις Δήμοις.
<Θυγατριδεῖν>: ἀντὶ τοῦ θυγατέρα καλεῖν. Ἀραρὼς
Καινεῖ.
<Θεώσειν καὶ θεῶσαι>: κατ' ἔνδειαν τοῦ ι̅, τὸ περιε-
νεγκεῖν θεῖον καὶ καθῆραι. Ἀραρὼς Καμπυλίωνι.
100
<Θηραμένης>: τὴν κλητικήν. Φιλιππίδης Κοθόρνοις.
<Θυρίδα>: τῆς πινακίδος τὴν πτύχα.
iota
100
{Ι.}
<Ἵνα τί>: ἀντὶ τοῦ διὰ τί.
<Ἱκετείαν>: ἀντὶ τοῦ ἱκεσίαν. Θουκυδίδης τρίτῳ.
<Ἰταλικόν>: Πλάτων Γοργίᾳ.
<Ἱεράν>: ἀντὶ τοῦ ἱέρειαν. Πλάτων.
<Ἰδιωτεύειν>: Πλάτων Γοργίᾳ.
<Ἰατρεύειν>: Πλάτων Πολιτείας δευτέρῳ.
<Ἰτητέον> ἀντὶ τοῦ ἰτέον. Δίφιλος Ἑλλεβοριζομένοις.
<Ἰσχυρίσκος>: ἀντὶ τοῦ ἰσχυρός. Ἄλεξις Προσκεδαν-
νυμένῳ.
<Ἰσχυρικώτερον>: Πλάτων Θεαιτήτῳ.
<Ἱππεύεσθαι>: παθητικῶς. Ἡρόδοτος πρώτῳ.
<Ἱκανότης>: Λυσίας πρὸς Πανταλέοντα.
<Ἴδοιτο>: ἀντὶ τοῦ ἴδοι. Ἡρόδοτος τρίτῳ.
<Ἱερά>: τὰ τῶν τεθνηκότων ὀστᾶ. Ὑπερείδης κατὰ Ἀρ-
χεστρατίδου.
<Ἰδίωσις>: Πλάτων τετάρτῳ Πολιτικῶν.
<Ἰσάργυρον, ἰσόχρυσον> ἀντὶ τοῦ πολυτίμου.
<Ἰσχνόφωνον> τὸν μογιλάλον οὐκ ἐῶσι λέγειν, ἀλλὰ τὸ
μογολάλον ἀπελαύνουσιν. Ἡρόδοτος <ἰσχόφωνον>.
<Ἱματιομίσθαι>: οἱ μισθοῦντες τὰ ἱμάτια.
<Ἱμάντες>: τὰ σχοινία, οἷς αἱ κεραῖαι ἀνέλκονται.
<Ἴσσα>: τὸ ἐπιχαρτικὸν ἐπιφώνημα. μέμφεται. Πλάτων
Λαΐῳ.
kappa
100
{Κ.}
<Κάθου>: Ἄλεξις Ταραντίνοις, Δίφιλος Εὐνούχῳ.
<Κάθῃ>: ἀντὶ τοῦ κάθησαι. Ὑπερείδης ὑπὲρ Κρατίνου.
<Καθίζανε>: ἀντὶ τοῦ κάθησο.
101
<Καθίσω>: καθεδοῦμαι. Ἀπολέγων Διαμαρτανούσῃ.
<Καθιζησόμεθα>: ἀντὶ τοῦ καθεδούμεθα. Πλάτων
Φαίδρῳ.
<Κοκκύζειν τοὺς ἀλεκτρυόνας>: Δίφιλος Πλινθο-
φόρῳ.
<Κόβαλος>: ὁ σκιραπώδης καὶ ἀειδής. Ἀρίσταρχος Βα-
τράχοις.
<Κράζειν>: οὕτω δεῖν φασὶ λέγειν, ἀλλὰ κραυγάζειν
ἢ βοᾷν.
<Κραυγασμός>: ἀντὶ τοῦ κραυγή. Δίφιλος Ἀποβάτῃ.
<Κατὰ μόνας>: ἀντὶ τοῦ ἰδίᾳ. Θουκυδίδης πρώτῳ, Ξε-
νοφῶν Ἀπομνημονευμάτων τετάρτῳ.
<Κάλτιον>: τὸ ὑπόδημα.
<Καλλονή>: ἐπὶ τοῦ κάλλους. Εὐριπίδης.
<Κακά> τὰ παιδία λέγει ἐπὶ τῶν ἀπαρεσκόντων.
<Κόρδακα καὶ κορδακίζειν>: ὅτι δὴ γένος ὀρχησμοῦ
ὁ κόρδαξ, Ἀριστόξενος ἐν τῷ περὶ τραγικῆς ὀρχήσεως
δηλοῖ οὕτως· <Ἤν δὲ τὸ μὲν εἶδος τῆς τραγικῆς
ὀρχήσεως ἡ καλουμίνη ἐμμέλεια, καθάπερ
τῆς σατυρικῆς ἡ καλουμένη σίκιννις, τῆς
δὲ κωμικῆς ὁ καλούμενος κόρδαξ>.
<Κρούειν>: κατὰ τοῦ ῥαπίσαι ἠρέμα μόνον οἴονται τί-
θεσθαι αὐτό, ὡς ὅταν εἴπῃ Ὑπερείδης <Καὶ τῷ σκέ-
λει με ἠρέμα ἔκρουσεν>. ἐπὶ δὲ τῆς συνηθείας
κατὰ τοῦ κόψαι τὴν θύραν τάσσεται. καὶ κατὰ τοῦ
κακεμφάτου ἐν τῇ συνηθείᾳ τὸ κροῦσαι κεῖται, ἀντὶ
τοῦ συγγενέσθαι.
<Κεντρίζειν>: Ξενοφῶν Συμποσίῳ.
<Κλεῖν> ἀξιοῦσι λέγειν, οὐ κλεῖδα. Δίφιλος Εὐνούχῳ.
<Κυντερώτερον> καὶ <κυντατώτατον>: Εὔβουλος
Παρμενίσκῳ.
<Κυντότατον>: Ἀριστοτέλης περὶ ποιητικῆς <Τὸ δὲ
πάντων κυντότατον.>
102
<Κόφινος> οὐ ῥητέον φασίν, ἀλλὰ ἄῤῥιχος. Πλάτων
Ἑορταῖς.
<Καυχᾶσθαι>: ἀντὶ τοῦ αὐχεῖν. Πίνδαρος Ὀλυμπιο-
νίκαις.
<Κοροκόσμια> κυρίως μέν ἐστι τὰ ἐπὶ τῶν τριοδίων
πρόσωπα ξύλινα, ἃ δὴ οἱ Ἀττικοὶ κόρας καλοῦσι· τέ-
τραπται δὲ ἐκεῖθεν κἀπὶ τοὺς κόσμους τῶν παρθέ-
νων. ὅλως δ' ἡγοῦνται τὴν λέξιν βάρβαρον.
<Κεράμινον>: ἀντὶ τοῦ κεραμεοῦν. Ἡρόδοτος πρώτῳ.
<κάτοπτρον> οὔ φασι δεῖν λέγειν, ἀλλ' <Ἔσοπτρον>.
<Κατηγορίας ἔχω>: ἀντὶ τοῦ κατηγοροῦμαι. Δημο-
σθένης περὶ στεφάνου.
<Κακολογεῖν>: Ὑπερείδης κατὰ Ἀρισταγόρου.
<Κακοποιεῖν>: Αἰσχύλος Κήρυξιν.
<Καταλαλεῖν>: Ἀριστοφάνης Γήρᾳ.
<Κάπηλος>: ἐπὶ πάντων φασὶ τῶν μεταβαλλομένων τί-
θεται, ἀλλὰ καὶ ἰδίως ἐπὶ τῶν πωλούντων οἶνον.
<Καταλλαγῆναι>: φασὶ <Διαλλαγῆναι>. Θουκυδίδης
τετάρτῳ δίς.
<Κυρίαν> οὔ φασι δεῖν λέγειν, ἀλλὰ <Κεκτημένην>· τὸν
δὲ <Κεκτημένον> μὴ λέγεσθαι ἀντὶ τοῦ δεσπότου.
Σατυρικοῖς κεκτημένον λέγει, Φιλήμων κυρίαν.
<Κομψόν>: ἐπὶ τοῦ κομψευομένου φασὶ δεῖν λέγειν, καὶ
τοὺς ἐπὶ τῶν ἀσθενούντων λέγοντας, ὅτι κομψότερον
διάκεινται, μέμφονται. ἀλλὰ Πλάτων Πολιτείας τε-
τάρτῳ κομψοὺς οὐ τοὺς κεκομψευμένους λέγει, ἀλλὰ
τοὺς ἀμείνονας.
<Κλέπτρια>: Σωτάδης Ἐγκλειομένοις.
<Καταχωλέ>: Ἀλκαῖος Γανυμήδει. σκώπτων γὰρ Ἥφαι-
στον ὁ Ζεύς φησι·
καταχωλέ, θᾶσσον, ἢ κεραυνοπλὴξ ἔσῃ.
<Κύπριον>: τὸ τάριχον. Ποσείδιππος Μεταφερομένοις.
<Κόλλοπάς> φασι δεῖν κυρίως λέγειν τοὺς τῶν ὀργάνων,
103
οὓς καλοῦσι κολλάβους, οὐ τοὺς ἀνδρογύνους. Εὔβου-
λος Ἀντιόπῃ ἐπὶ τοῦ ἀνδρογύνου.
<Κλιβανίτης ἄρτος>: Ἀμειψίας Ἀποκοτταβίζουσιν.
<Κρεμάσω>: οὐ μόνον κρεμῶ. Ἀλκαῖος Γανυμήδει.
<Κεραννύουσιν>: οὐ κιρνᾶσιν, ὡς οἴονται.
<Κέρκους> τὰς οὐρὰς οὐκ οἴονται δεῖν λέγειν. ἐπιχωριά-
ζει δὲ κατὰ τὴν Ἀσίαν, βάρβαρον μέντοι νομίζεται.
Πλάτων Σοφισταῖς.
<Κροταλίζειν>: ἀντὶ τοῦ κροτεῖν. Ἀναξίλας Ἀντίδο...
<Κραυγὴν ποιῆσαι>: ἀντὶ τοῦ κραυγάσαι.
<Καταδιῶξαι>: Λυσίας κατὰ Ἐπικράτους.
<Κατακρύψαι>: ἀντὶ τοῦ ἐπικρύψαι ἢ κρύψαι.
<Κρεάδιον οὔ> φασι δεῖν λέγειν τὸ ὑποκοριστικόν.
<Καταγώγιον>: ἀντὶ τοῦ κατάλυσιν.
<Κατάλυσιν>: καὶ ταύτην ἐπαιτιῶνται. Ἀντιφάνης
Ἀδώνιδι.
<Καταδεεστέρως>: Ἰσοκράτης περὶ ἀντιδόσεως.
<Κακοτεχνίζων>: ἀντὶ τοῦ κακοτεχνῶν. Ἀλκαῖος Γα-
νυμήδει.
<Καρθείς>: ἀντὶ τοῦ κειράμενος. καρῆναι γὰρ τὸ πρό-
βατον, κείρασθαι δὲ τὸν ἄνθρωπόν φασι δεῖν λέγειν.
<Καθέστηκεν>: ἀντὶ τοῦ ἔστι. γελᾶται ὑπὸ πολλῶν.
<Κοκκύμηλα> λέγεσθαι οὔ φασιν, ἀλλὰ μᾶλλον βρά-
βηλα. ἀλλὰ λέγεται καὶ κοκκύμηλα καὶ κοκκυμηλέα.
<Κόκκους οὐ> δικαιοῦσι λέγειν ῥοᾶς ἢ σταφυλῆς, ἀλλὰ
ῥάγας.
<Καμμύειν> οὔ φασι δεῖν λέγειν, ἀλλὰ καταμύειν.
<Κατεσκευασμένην οἰκίαν>: ἀντὶ τοῦ πάνθ' ὅσα
ἔχουσαν.
<Κακῶς ἔχειν>: ἐπὶ τῶν ἀσθενούντων.
<Κηδεία>: τὸ κῆδος.
<Κῆδος> οὔ φασι λέγεσθαι ἐπὶ νεκρῶν, ἀλλ' ἐπὶ γάμων.
<Κρυφῇ>: ἀντὶ τοῦ λάθρᾳ. Ξενοφῶν Συμποσίῳ.
104
<Κόμμιδι>: ἡ δοτική. Ἡρόδοτος δευτέρῳ.
<Κέρατα>: οὐ μόνον κέρα.
<Κολοβωθῆναι>: Ἀραρὼς Ἀδώνιδι.
<Καταβιβάσαι> φασὶν οὐ δεῖν λέγειν, ἀλλὰ καταβῆσαι.
<Καρπίσασθαι>: ἀντὶ τοῦ καρπώσασθαι.
<Κεφαλαιότατον>: Πλάτων Γοργίᾳ.
<Κρόνος>: μωρός. Ὑπερείδης.
<Κεναγγίαν>: τὴν πεῖναν. Πλάτων Συμμαχίᾳ.
<Κῦμα>: ἀντὶ τοῦ κύημα.
<Κράμβην>: τὸν ἀσπάραγον. καὶ ἰατροὶ οὕτως.
<Κερματίζειν>: κατακολλυβίζειν. ἐπί τινων κατακο-
πὰς λαλούντων.
<Κυδώνιον μῆλον>: βραχέως. Φιλήμων Ἰατρῷ.
<Κοράκινον>: τὸ χρῶμα.
<Κατᾶραι>: ἀντὶ τοῦ ἐλθεῖν. Θεόπομπος.
<Κακόβιος>: Θεόπομπος ἐν τῇ ἐπιτομῇ Ἡροδότου.
<Κακομαθής>: Ἀναξανδρίδης Ἀχιλλεῖ.
<Κακόδουλος>: Κρατῖνος Θρᾳκί.
<Κακοπρόσωπος>: Ποσείδιππος.
<Καταβοή>: Θουκυδίδης ὀγδόῳ.
<Καταλελάβηκεν>: Ἡρόδοτος πρώτῳ.
<Καταστροφήν>: ἐπὶ τελευτῆς.
<Κεφαλαί>: ἀντὶ τοῦ πολλοῦ.
<Κακουχία>: Ἄλεξις Ἐπικλήρῳ.
<Κατ' ἀγρόν>: ἀντὶ τοῦ ἐν ἀγρῷ. Ἄμφις Δακτυλίῳ.
<Κατεύχεσθαι>: ἐπὶ τοῦ ἀγαθοῦ, ἀντὶ τοῦ εὔχεσθαι.
Φιλιππίδης Ἀδωνιαζούσαις.
<Κλινάρια>: οὐ μόνον κλινίδια. Ἀριστοφάνης Δαιταλεῦσιν.
<κοπάσαι>: Ἡρόδοτος ἑβδόμῳ· <Ἐκόπασεν ὁ ἄνεμος>.
<Κυνάριον>: οὐ μόνον κυνίδιον. Ἀλκαῖος κωμικῶς.
<Κεφαλοτομεῖν>: Θεόφραστος περὶ εὐδαιμονίας.
<Κιννάβαρις>: ἀρσενικῶς. Ἀναξανδρίδης Γεωγράφῳ.
<Κακκάβη>: Ἕρμιππος Δημόταις.
105
<Κάθεξις>: Θουκυδίδης τετάρτῳ.
<Κόλασμα>: Ἀριστοφάνης Νεφέλαις.
<Κορδύλη>: τὸ ἔπαρμα. Σιμωνίδης δευτέρῳ.
<Καύσιμα ξύλα>: Ἄλεξις.
<Καθαρὸς δοῦλος>: οἱονεὶ ἀπηκριβωμένος. Ἀντιφά-
νης Ἀγροίκῳ.
<Κατόχους> τινὰς λέγουσιν οἱ παιδοτρῖβαι. <Καὶ κατό-
χως εἴρηται> ἀντὶ τοῦ μνημονικῶς. Ἕρμιππος Δη-
μόταις.
<Κιόκρανα>: τὰς τῶν κιόνων κεφαλάς. Πλάτων Λά-
κωσιν.
<Καθήκει>: ἀντὶ τοῦ προσήκει.
<Καταλέγειν τοῖς παισὶ τοὺς διδασκάλους>:
<Κίστας> ἀξιοῦσι λέγειν τὰς μυστικάς. ἀλλ' ἐτίθετό γε
κἀπὶ τῶν χηλῶν.
<Κύων: ὦ κύων>, διὰ τοῦ ω̅. Ἄρχιππος Ἀμφιτρύωνι.
<Κόγχος> ἐν τῇ συνηθείᾳ λέγεται βρωμάτιόν τι λοπα-
δευόμενον.
<Κακεντρεχής>: Ἐπίχαρμος Πολίταις.
<Καταφαγάς>: Μένανδρος Πωλουμένοις.
<Κιχορία>: τὸ ἄγριον λάχανον. Ἀριστοφάνης Δράμασιν.
<Κόκκυ: οὐδὲ κόκκυ>. ἀντὶ τοῦ οὐδὲ βραχύ.
<Κορωνιδεύς>: ὁ τῆς κορώνης νεοσσός. Κρατῖνος Πυ-
λαία.
<Κατηρτυκέναι> ἐλέγοντο οἱ μηκέτι βόλον ἔχοντες ἵπ-
ποι. Εὐριπίδης Αἰόλῳ.
<Κάνναβις>: Σοφοκλῆς Θαμύρᾳ, Ἡρόδοτος τετάρτῳ.
lambda
105
{Λ.}
<Λελάβημαι>: ἀντὶ τοῦ εἴλημμαι. Ἡρόδοτος ἕκτῳ καὶ
τετάρτῳ, Εὐριπίδης Βάκχαις.
<Λίτρα>: ἦν μὲν καὶ νόμισμα Σικελικόν· ὅτι δὲ καὶ ἐπὶ
τοῦ σταθμοῦ, Ἐπίχαρμος Ἐλπίδι ἢ Πλούτῳ.
106
<Λοιμός>: οὐκ ἐπὶ τοῦ λοιμικοῦ πάθους, ἀλλ' ἐφ' οὗ ἡ
συνήθεια τάσσει. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστο-
γείτονος· <Οὗτος οὖν αὐτὸν ἐξαιτήσεται, ὁ φαρ-
μακός, ὁ λοιμός>.
<Λαγγάζει>: ἀντὶ τοῦ ἐνδίδωσιν. Ἀντιφάνης Ἀντερώσῃ.
<Λαμπρόψυχος>: ἀντὶ τοῦ μεγαλόψυχος. Ἀραρὼς Πα-
νὸς γοναῖς.
<Λύχνα>: οὐδετέρως. Ἡρόδοτος δευτέρῳ, Εὐριπίδης
Κύκλωπι.
<Λιθάζειν>: οὐχὶ λεύειν καὶ καταλεύειν. Ἀναξανδρί-
δης Θετταλοῖς.
<Λαθροφαγεῖν>: Μεταγένης Φιλοθύτῃ.
<Λιποψυχεῖν>: Σοφοκλῆς Πηλεῖ.
<Λαβὼν τὸν ἵππον> οὔ φασι λέγεσθαι. λαμβάνει γάρ
τις σκεῦος ἤ τι τοιοῦτον.
<Λαβόμενος>: ἀντὶ τοῦ λαβών. Ἄλεξις Ἀρχιλόχοις.
<Λόγον λαμβάνειν>: Πλάτων Πολιτείας πρώτῳ.
<Λεπτοτέρως>: Ἀναξανδρίδης Ὁπλομάχῳ.
<Λαβύραν>: Ξενοφῶν Συμποσίῳ. σημαίνει τὸ χαίρειν.
<Λὰξ βῆναι καὶ λὰξ πατῆσαι> λέγεσθαί φασι, <Λὰξ
δὲ κάθου> μὴ λέγεσθαι.
<Λάκαιναν> τὴν παρθένον φασὶ δεῖν καλεῖν, τὴν δὲ
χώραν Λακωνικήν. Ἄλεξις Ἑλένης ἁρπαγῇ.
<Λείψας>: ἀντὶ τοῦ λιπών. Ἀριστοφάνης Ἀνδρομέδᾳ.
<Λῆμμα καὶ ἀνάλωμα>: Ἀναξανδρίδης Λοκρίσιν.
<Λεπτολογία>: Ἕρμιππος Δημόταις.
<Λύσιμον>: θηλυκῶς λέγει Εὐριπίδης Πελιάσιν.
<Λέπε>: ἀντὶ τοῦ τύπτε. Πλάτων Ἀφιεροῦντι·
λέπει τραχεῖαν ἔχων.
<Λάσανα>: ἐφ' ὧν ἀποπατοῦμεν. Πλάτων Ποιητῇ. με-
τενήνεκται δὲ ἀπὸ τούτου καὶ ἐπὶ τοὺς μαγειρικοὺς
βαύνους.
<Λευκὴν ἡμέραν>: τὴν ἀγαθήν. Σοφοκλῆς Ἀθάμαντι.
107
<Λογάρια>: ὑποκοριστικῶς.
λογάριά μοι λέγει,
Φαίδων Ζωπύρῳ.
<Λόγον ἔχων>: ἀντὶ τοῦ φροντίζειν. Θεόπομπος Φι-
λιππ…
The complete text is available when the reading interface loads.