De syntacticis
- Edition reference
- De syntacticis (e cod. Coislin. 345), ed. Bekker, op. cit., 117–180.
- CTS identifier
urn:cts:greekLit:tlg4289.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
alpha
120
λῆγ' ἔριδος, τὴν πρῶτος ἐπηπείλης' Ἀχιλῆϊ.
<Ἀποδέχομαι>: γενικῇ. περὶ τῶν πρὸς Ἀλέξανδρον συν-
121
θηκῶν· „ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι,
σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακε-
λευομένων ἐμμένειν.“ Ἰσοκράτης πρὸς Δημόνικον
αἰτιατικῇ· ”μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον
μετὰ θράσους ἀποδέχου.”
<Ἀφαιρῶ>: αἰτιατικῇ. περὶ τῶν· πρὸς Ἀλέξανδρον συν-
θηκῶν· „ὃ παρ' ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρε-
θῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν.“
<Ἀνθίσταμαι>: δοτικῇ. περὶ τοῦ στεφάνου· ”καὶ διὰ
τοὺς πολλοὺς τούτων καὶ τοὺς ἀνθισταμένους τοῖς
ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ σῶοι καὶ ἔμμισθοι.”
<Ἀναμνήσω>: αἰτιατικῇ. ἐν τῷ αὐτῷ λόγῳ· „ἃ δ' ἀφ' ἧς
ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα
ἀναμνήσω.“
alpha
121
<Ἀπελαύνω>: αἰτιατικῇ. ἐν τῷ αὐτῷ λόγῳ· ”οὓς ἡ μὲν
πόλις, ὡς ἐχθροὺς καὶ οὔτε δίκαια οὔτε συμφέροντα
λέγοντας, ἀπήλασεν.”
<Ἀνέχομαι>: αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „εἰ ἐγὼ
μὲν τὰ ἔργα τῶν ὑπὲρ ὑμῶν πόνων ὑπέμεινα, ὑμεῖς
δὲ μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε.“ καὶ ὁ δῆμος
”ἀνέξεταί μου τοῦ σώματος.”
<Ἀδικῶ>: αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ἐάν τις
ἠδικηκώς τι τυγχάνῃ τὴν πόλιν.“
<Ἀπιστῶ>: δοτικῇ. ἐκ τοῦ αὐτοὺ λόγου· ”τούτου μεμνῆ-
σθαι καὶ ἀπιστεῖν αὐτοῖς.” καὶ Ἰσοκράτης ἐν τῷ
τῆς Ἑλένης ἐγκωμίῳ· „ἀπιστοῦντας τοῖς οἰκειοτάτοις.“
<Ἀποτυχεῖν>: γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· ”νῦν μὲν
ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν
ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ.”
<Ἀγάζω>: γενικῇ. ἐκ τοῦ αὐτοῦ· „τίς γὰρ οὐκ ἂν ἀγά-
σαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς.“ καὶ αἰτιατι-
κῇ. Ἰσοκράτης· ”οἶμαι δὲ καὶ τὸν πόλεμον θεῶν
122
τινὰ συναγαγεῖν, ἀγασθέντα τὴν ἀρετὴν αὐτήν.” καὶ
Ὅμηρος ἐν τῇ τρίτῃ·
τὸν δ' ὁ γέρων ἠγάσσατο.
<Ἀπατῶ καὶ ἐξαπατῶ>: αἰτιατικῇ. ἐκ τοῦ περὶ στε-
φάνου· „οὐδ' εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα.“
<Αἰτῶ>: αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· ”ταύτας αἰτῶ
σε καὶ δέομαι δός μοι.” Λυσίας δὲ γενικῇ· „εἴ τις
ἄλλος βούλεται, αἰτείσθω ὑμῶν.“
<Ἀνταλλάττομαι>: αἰτιατικῇ τὸ προδιδόμενον, καὶ
γενικῇ τὸ οὗ τινὸς χάριν. ”καὶ οὐκ ἀνταλλακτέον εἶ-
ναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους.”
<Ἀκούω>: αἰτιατικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὅμως δὲ ἔτι
καὶ τόδε ἀκούσατε.“ καὶ κατὰ Ἀριστοκράτους· ”καὶ
μετ' εὐνοίας ἀκούσατε ἃ λέγω.” γενικῇ δὲ ἐπὶ τοῦ
συνιέναι. κατὰ Τιμοκράτους· „καίτοι πῶς οὐ δεινὸν
εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες
ἠκούσατε.“
alpha
122
<Ἀφελοῦμαι>: αἰτιατικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· ”εἰ
γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆ-
μον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν.”
<Ἀφαρπάζω>: αἰτιατικῇ. κατὰ Μειδίου· „καὶ Χαβρίαν
οὔτε τύπτοντα οὔτε ἀφαρπάζοντα τὸν στέφανον.“
<Αἴσθομαι>: αἰτιατικῇ. ἐκ τοῦ κατὰ Μειδίου· ”ὅλη
γὰρ ἡ πόλις τὴν ἀντίδοσιν καὶ τὴν ἐπιβουλὴν τότε
ταύτην καὶ τὴν ἀσέλγειαν ᾔσθετο.”
<Ἀποψηφίζω>: γενικῇ, ἀντὶ τοῦ τὴν κατὰ σοῦ ψῆφον
ἀναιρῶ. ἐκ τοῦ κατὰ Μειδίου· „ἀλλὰ νομίζεις ἡμᾶς
ἀνέξεσθαί σου, αὐτὸς δὲ τυπτήσειν; καὶ ἡμᾶς μὲν
ἀποψηφιεῖσθαί σου, σὺ δὲ οὐ παύσεσθαι;“
<Ἀπεχειροτόνησαν>: ἀντὶ τοῦ ἀπεψήφισαν, γενικῇ.
κατὰ Μειδίου· ”καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι,
τότε ὅτ' ἦν ἡ προβολή, τὰ πεπραγμένα ὁ δῆμος
123
ἀκούσας ἀπεχειροτόνησε Μειδίαν, οὐκ ἂν ὁμοίως ἦν
δεινόν.”
alpha
123
<Ἀπολαύω>: αἰτιατικῇ. κατὰ Ἀριστοκράτους· „ὑμεῖς δὲ
οὐδ' ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέ-
ρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξα-
πατᾶσθαι.“ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ γενικῇ·
”ἵνα οἱ τῶν συμφορῶν κοινωνήσαντες οὗτοι καὶ τῶν
ἀγαθῶν ἀπολαύσωσιν.”
<Ἀπέχω>: γενικῇ. κατὰ Ἀνδροτίωνος· „οἶμαι τοίνυν αὐ-
τὸν οὐδ' ἐκείνων ἀφέξεσθαι τῶν λόγων.“
<Ἁλῶ>: γενικῇ. κατὰ Τιμοκράτους· ”ἐὰν δέ τις ἀπα-
χθῇ, τῶν γονέων κακώσεως ἡλωκὼς ἢ ἀστρατείας.”
καὶ πάλιν· „ἐὰν δέ τις ἁλῷ κλοπῆς, καὶ μὴ τιμηθῇ
θανάτου.“
alpha
123
<Ἀμελῶ>: γενικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· ”ὅτι τοῦ
μὲν δήμου ἠδικημένου ἠμέλησεν.”
<Ἀφέμενον>: γενικῇ Ἰσοκράτης. ἐκ τοῦ πρὸς Νικοκλέα·
„χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων“ ἤγουν
ἀναχωρήσαντα.
<Αἴτιος γέγονεν ἢ ἐστί>: δοτικῇ. ἐκ τοῦ κατὰ Τιμο-
κράτους· ”οὐδ' ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν,
ὡς αἴτιός ἐστιν ἄλλος τις αὐτῷ πλὴν αὐτὸς αὑτῷ.”
<Ἀγωνίσωνται>: γενικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους·
„ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται.“
<Ἀπιστῶ>: δοτικῇ. ἐκ τοῦ κατὰ Τιμοκράτους· ”ἔδοξε
γὰρ τῇ πολιτείᾳ ἀπιστεῖν αὐτοῖς.”
<Ἀποδοκιμάζω>: αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτο-
νος· „ἀλλ' ὅτι τῆν ἀρχήν, ἣν ἔλαχεν, ἀπεδοκιμάσατε.“
<Ἀπαγορεύω>: δοτικῇ. ἐκ τοῦ κατὰ Νεαίρας· ”ἀλλὰ
μόναις ταύταις ἀπαγορεύουσιν οἱ νόμοι ταῖς γυναι-
ξὶ μὴ εἰσιέναι εἰς τὰ ἱερά.”
<Ἀνταίρω>: δοτικῇ. Δίωνος ἑβδόμῳ βιβλίῳ· „κουλανοὶ
δὲ χεῖρας μὲν οὐκ ἀντήραντο αὐτῷ.“
124
<Ἀφροντιστῶ>: γενικῇ. Δίωνος ὀγδόῳ βιβλίῳ· ”ἦν γὰρ
καὶ πάνυ αὐτὸς ἑαυτῷ πρὸς πάντα τὰ τοιαῦτα ἀρ-
κῶν.”
alpha
124
<Ἀλλοτριοῦμαι>: γενικῇ. Δίωνος δωδεκάτῳ βιβλίῳ·
„ἐκεῖνος μὲν γὰρ ἀπαλλοτριωθῆναι ὑμῶν τρόπον τι-
νὰ ἠδυνήθη.“
<Ἀντεπεξελθεῖν>: δοτικῇ. Δίωνος ἐννεακαιδεκάτῳ βι-
βλίῳ· ”καὶ τούς τε ἀντεπεξελθόντας οἱ ἀνέκοψαν.”
<Ἀπογινώσκω>: αἰτιατικῇ. Δίωνος εἰκοστῷ πρώτῳ βι-
βλίῳ· „ὅ τε Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων
πράγματα.“ ὁ δὲ Ἀππιανὸς ἐν τῇ Ἀννιβαϊκῇ διχῶς,
αἰτιατικῇ μέν, ”ἀπογνοὺς ἅπαντα,” πρὸ δὲ ἑκατὸν
στίχων γενικῇ, „ἀπογνοὺς οὖν ἑαυτοῦ Ἀννίβας.“
<Ἀναλέγω>: τὸ ἀναγινώσκω, αἰτιατικῇ. Δίωνος ἐν τρια-
κοστῷ ἑβδόμῳ βιβλίῳ· ”καὶ τοῦ Νέπωτος τὸ γραμ-
ματεῖον, ὅπως αὐτὸς ἀναλέξῃ, λαβόντος ἐξήρπασεν.”
<Ἀπόχρη>: ἀρκεῖ, δοτικῇ. Δίωνος· „οὐκ ἀπέχρησεν αὐ-
τῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὐτὸν ἐκέλευ-
σεν.“
alpha
124
<Ἀφικνοῦμαι>: Δίωνος τριακοστῷ ἐνάτῳ βιβλίῳ γενι-
κῇ· ”διαλιπὼν δέ, καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ
ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενος.”
<Ἀπείργω>: γενικῇ. Δίωνος τεσσαρακοστῷ πρώτῳ βι-
βλίῳ· „τὰ ἀμείνω διδάσκειν καὶ τῶν χειρόνων ἀπείρ-
γειν.“
alpha
124
<Ἀντιπολεμῶ>: δοτικῇ. Δίωνος τεσσαρακοστῷ τετάρτῳ
βιβλίῳ· ”καὶ ἀπ' ἀρχῆς ἀντιπολεμήσαντι τῷ Καί-
σαρι.”
alpha
124
ἀπεχρήσαντο ἢ ἀνεχρήσαντο—διφορεῖται γάρ
—αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ·
„ὁ μὲν οὖν Βροῦτος ὅ τε Κάσσιος οὕτως ἀπώλοντο
τοῖς ξίφεσιν, οἷς τὸν Καίσαρα ἀνεχρήσαντο.“ τὸ
δὲ ἀκριβὲς <Ἀπεχρήσαντο> θέλει, καθὼς αὐτὸς ὁ
125
Δίων μετά τινα ἔφη· ”αὐτόν τε ἐκεῖνον παρ' ὀλίγον
ἦλθον ἀποχρήσασθαι.”
<Ἁμαρτεῖν>: πρὸς αἰτιατικήν. Δίωνος πεντηκοστῷ δευ-
τέρῳ βιβλίῳ· „ὡς ἄν γέ τις, τοῦτ' εὐλαβούμενος,
ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ, τὸ σύμπαν
ἁμαρτήσεται.“ καὶ ἐν τῷ αὐτῷ γενικῇ· ”εἰ ἄξιον
τῆς διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα νομίζει, τοῦ
παντὸς ἁμαρτήσει.”
<Ἀρέσκω>: δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ἀναστὰς ὁ
βουλόμενος, καὶ παρελθὼν εἰς ὑμᾶς, ἀποφηνάσθω
μὴ μετέχειν μηδὲ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκρά-
τους πεπραγμένα.“
<Ἁρμόττω>: δοτικῇ. ”καὶ τοῖς χρημάτων δεομένοις καὶ
τοῖς ἀπολαύειν τῶν ὑπαρχόντων ἐπιθυμοῦσιν ἀμφο-
τέροις ἁρμόττει.”
<Ἀμύνω καὶ ἐπαμύνω>: ἤτοι βοηθῶ ἢ ἐκδικῶ, δοτικῇ·
<Ἀμύνομαι> δὲ τὸ τιμωροῦμαι αἰτιατικῇ. τοῦ μὲν
πρώτου Ἰσοκράτους ἐν τῷ Πανηγυρικῷ· „καὶ τοῖς
ἀδικουμένοις ἀεὶ τῶν Ἑλλήνων ἐπαμύνουσαν.“ καὶ ἐν
τῷ Ἀρεοπαγιτικῷ· ”ἀλλ' ὑπολαμβάνοντες αἰσχύνην
αὐτοῖς εἶναι τῶν πολιτῶν ἀπορίαν, ἐπήμυνον ταῖς
ἐνδείαις.” τοῦ δὲ δευτέρου Πορφύριος· „προστρίψα-
σθαι μύσος καὶ ἀμύνασθαι τὸν ἠδικηκότα.“
<Ἀπορῶ>: γενικῇ. Ἰσοκράτης ἐν τῷ Ἀρεοπαγιτικῷ·
”τοὺς δέ, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων.”
<Ἀκρωτηριάζομαι>: Προκοπίου ἐκ τῆς μονῳδίας ..
Ἀντιόχου αἰτιατικῇ· „εἰ δὲ πόλιν σμικρὰν ἐπὶ σκηνῆς
πορθουμένην ἐδάκρυσαν, τί ποτε ἄρα ἠκρωτηρια-
σμένος τῆς οἰκουμένης ὅ τι δὴ τάχα κεφάλαιον.“
<Ἀντέχω>: δοτικῇ, ἀντὶ τοῦ αὐταρκῶ. Θουκυδίδης δευ-
τέρῳ· ”τὸ δὲ σῶμα, ὅσον περ χρόνον καὶ ἡ νόσος
ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλ' ἀντεῖχε παρὰ δόξαν
τῇ ταλαιπωρίᾳ.”
126
<Ἀνθησσῶ>: Θουκυδίδης τετάρτῳ δοτικῇ· „πεφύκασί τε
τοῖς μὲν ἑκοῦσιν ἐνδοῦσιν ἀνθησσᾶσθαι μεθ' ἡδο-
νῆς.“
alpha
126
<Ἀντιβολῶ>: αἰτιατικῇ. Δημοσθένης κατὰ Μειδίου·
”ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρε-
στάναι καὶ τὸν ὅρκον, ὃν ὁμωμόκατε, τούτοις ἀξι-
οῦντα καὶ ἀντιβολοῦντα ἕκαστον ὑμῶν.”
<Ἀγχιστεύω>: γενικῇ. τοῦ Δευτερονομίου κεφαλαίῳ πεν-
τηκοστῷ· „καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν
ἀγχιστευόντων τοῦ σώματος.“
<Ἄν>: τοῦτον τὸν σύνδεσμον οἱ τεχνικοὶ δυνητικὸν προς-
αγορεύουσι· σημαίνει γὰρ πρᾶγμα μὴ γενόμενον, δυ-
νηθὲν δὲ γενέσθαι, εἰ μή τι συμβὰν ἐκώλυεν, οἷον
”εἰ μὴ τὴν Ἑλένην Ἀλέξανδρος ἥρπασεν, οὐκ ἂν Τροία
ἀπώλετο.” ἠδύνατό φησι μὴ ἀπολέσθαι Τροία, εἰ μὴ
τῆς ἀπωλείας τὴν αἰτίαν παρέσχε, τὴν Ἑλένην ἁρπά-
ξας, Ἀλέξανδρος.
Πέντε τοίνυν ἐγκλίσεων οὐσῶν, μετὰ προστακτι-
κοῦ. ῥήματος οὐ συντάσσεται· οὐδεὶς γὰρ λέγει ἀνά-
γνωθι ἄν. ταῖς μέντοι ἄλλαις πάσαις συντάσσεται.
Ἓξ οὖν ὑπαρχόντων χρόνων, ἐνεστῶτος, παρατα-
τικοῦ, παρακειμένου καὶ ὑπερσυντελικοῦ, ἀορίστου,
μέλλοντος, ἐνεστῶτι καὶ παρακειμένῳ καὶ μέλλοντι οὐ
συντάσσεται, τοῖς μέντοι τρισὶ τοῖς λοιποῖς παρὰ πᾶ-
σι τοῖς σοφοῖς εὑρίσκεται. Καὶ μετὰ παρατατικοῦ μὲν
Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου· „ἔγραφον δ' ἂν
διαῤῥήδην, ἡλίκα ὑμᾶς εὖ ποιήσω.“ καὶ ἐν τῷ περὶ
τοῦ στεφάνου· ”εἰ μὲν οὖν περὶ ὦν ἐδίωκε μόνον κα-
τηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβου-
λεύματος εὐθὺς ἂν ἀπελογούμην.” Μετὰ δὲ ὑπερσυν-
τελικοῦ ἐν τῷ περὶ στεφάνου πάλιν· „ὥστε τῆς εἰρή-
νης ἂν διημαρτήκει.“ καὶ πάλιν· ”ἐπεὶ διά γε ὑμᾶς
αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε.” καὶ πάλιν· „ὅτι τῶν
127
ἀδικημάτων ἂν ἐμέμνητο τῶν ἑαυτοῦ.“ καὶ πάλιν ἐν
τῷ αὐτῷ· ”καὶ εἰ μὴ βουλὴ ἡ ἐξ Ἀρείου πάγου, τὸ
πρᾶγμα αἰσθομένη, ἐπεζήτησε τὸν ἄνθρωπον, ἐξήρ-
παστο ἂν ὁ τοιοῦτος.” Μετὰ δὲ ἀορίστου Δημοσθένης
ἐν τῷ αὐτῷ πάλιν· „οὐ γὰρ ἂν ἥψατο αὐτῶν, παρ-
όντων ἡμῶν.“ καὶ πάλιν· ”καὶ μὴν ὅτι πολλὰ μὲν
ἂν χρήματα ἔδωκε Φιλιστίδης.” καὶ πάλιν· „ἀλλ' ὁ
μὲν γράφων οὐκ ἂν ἐπρέσβευσεν, ὁ δὲ πρεσβεύων
οὐκ ἂν ἔγραψεν.“
Ἐπεὶ τοίνυν κατὰ δύο χρόνους εἰσὶ τὰ ἀπαρέμ-
φατα συμπεπλεγμένα, πλὴν τοῦ ἀορίστου καὶ μέλλον-
τος, πᾶσιν ὁ ἄν σύνδεσμος συντάσσεται τῷ μὲν ἐνε-
στῶτι διὰ τὸν παρατατικόν, τῷ δὲ παρακειμένῳ διὰ
τὸν ὑπερσυντελικόν, τῷ δὲ ἀορίστῳ μονωτάτῳ. Καὶ
ἐνεστῶτι μὲν ἐν τῷ περὶ τοῦ στεφάνου Δημοσθένης·
”τί ποιεῖν ἂν ἢ τί λέγειν τοὺς ἀσεβεῖς τούτους ἀν-
θρώπους οἴεσθε;” παρακειμένῳ καὶ ὑπερσυντελικῷ
Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „ἐκείνως ὑμᾶς
ἡγοῦμαι τάχιστα ἂν ἀφεῖσθαι.“ ἀορίστῳ Δημοσθένης
Ὀλυνθιακῷ πρώτῳ· ”ἀντὶ πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι,
χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω.” καὶ ὑποκατιών·
„ἀλλὰ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν
δεόντων ἐκ τοῦ παραχρῆμα ἐνίοις ἂν ἐπελθεῖν εἰ-
πεῖν.“ Μέλλοντι ὁ μὲν τῶν γραμματικῶν κανὼν οὐκ
ἐπιτρέπει, παρὰ τοῖς ἀρχαίοις δὲ οὐκ ὀλίγα παραδεί-
γματα εὑρίσκεται. Δημοσθένης πέμπτῳ Φιλιππικῶν·
”οὐδὲν ἂν τούτων ἡμῖν οἴομαι πολεμήσειν.” καὶ ἐν
τῷ πρὸς Λεπτίνην· „οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν
ἂν ὑμᾶς ὁ νόμος φαίνεται.“ καὶ ἐν πρώτῳ τῶν Φι-
λιππικῶν· ”ὡς μηδ' ὁτιοῦν ἂν δεινὸν πείσεσθαι.”
Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „ἡγούμενος ἐκ
τοῦ παραινεῖν τήν τε διάνοιαν τὴν ἐκείνου μάλιστα
ἂν ὠφελήσειν, καὶ τὸν τρόπον τὸν ἐμαυτοῦ δηλώσειν.“
128
Εὐκτικοῖς ἐνεστῶσι καὶ παρατατικοῖς ἐν τῷ περὶ
τοῦ στεφάνου· ”εἰπὲ τὸν εἰπόντα, δεῖξον· ἀλλ' οὐκ
ἂν ἔχοις.” παρακειμένοις καὶ ὑπερσυντελικοῖς Σο-
φοκλῆς Φθιώτισιν·
.... ἡ πατροκτόνος δίκη
κέκλητ' ἂν αὐτῷ.
ἀορίστῳ ἐν τῷ περὶ στεφάνου· „ἀλλὰ γὰρ παρείς, ὧν
τὴν πενίαν αἰτιάσαιτο ἄν τις.“
Ὑποτακτικοῖς δὲ ἐνεστῶτι καὶ παρατατικῷ Ἰσο-
κράτης ἐν τῷ πρὸς Νικοκλέα· ”πιστοὺς ἡγοῦ μὴ τοὺς
ἅπαντα, ὅ τι ἂν ποιῇς ἢ λέγῃς, ἐπαινοῦντας.” παρακει-
μένῳ καὶ ὑπερσυντελικῷ Ἰσοκράτης ἐν τῷ πρὸς Εὐθύ-
νουν· „καὶ τούτοις ἐγκαλοῦσιν, οἷς ἂν μήτε αἰσχύ-
νωνται μήτε δεδίωσιν.“ ἀορίστῳ καὶ μέλλοντι, ἐν τῷ πε-
ρὶ στεφάνου· ”τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου
ἂν ῥηθῇ.” ἐν τῷ αὐτῷ· „ὡς ἂν ὁ δαίμων βουληθῇ.“
Μετοχῇ, ἐνεστῶτι καὶ παρατατικῷ Δημοσθένης
ἐν τῷ πρὸς Εὔβουλον· ”εἰ τῶν λαμβανόντων δίκην
ὄντες δικαίως ἂν μεθ' ὑμῶν, ἐν τοῖς διδοῦσι γενοί-
μεθα.” παρακειμένου καὶ ὑπερσυντελικοῦ παράδει-
γμα οὐχ εὗρον. ἀορίστου δέ· „ἐγὼ δὲ τίνων εἰμί; τῶν
ἡδέως μὲν ἂν ἐλεγχθέντων, ἡδέως δ' ἂν ἐξελεγξάν-
των,“ Πλάτων Γοργίᾳ. μετὰ μέλλοντος Ἰσοκράτης ἐν
τῷ περὶ τῆς ἀντιδόσεως· ”οὐχ ὡς οὐχ ἡδέως ἄν τινών
μου καταψευσομένων.”
Σημειωτέον δὲ ὅτι καὶ δὶς καὶ τρὶς χρῶνται αὐ-
τῷ ἐν μιᾷ συντάξει, ὡς παρὰ Σοφοκλεῖ εὕρηται·
...πῶς ἂν οὐκ ἂν ἐν δίκῃ
θάνοιμ' ἂν.
σὺ δὲ μὴ δὶς αὐτῷ χρῶ, ἀλλ' ἅπαξ ἐν μιᾷ συντάξει.
Δημοσθένης πάλιν κατὰ Ἀφόβου πρώτῳ· „οὐκ ἂν δή
που τὰ μὲν πλεῖστα τῶν χρημάτων ἐνεχείρισε, τῶν δὲ
οὐκ ἂν κυρίους ἐποίησεν.“
129
Δεῖ δὲ γινώσκειν ὅτι ἐν τοῖς εὐκτικοῖς τοῖς τοιού-
τοις πολλάκις ἐλλείπει ὁ ἄν. Δημοσθένης ἐν τῷ περὶ
στεφάνου· ”νομίζων, ὅσα τῆς πόλεως προλάβοι.” καὶ
πάλιν· „ὅπως μὴ ἄπιμεν ἐκ Μακεδονίας, ἕως τὰ τῆς
στρατείας τῆς ἐπὶ Φωκέας εὐτρεπῆ ποιήσατο.“ καὶ
πάλιν· ”ἐγὼ μὲν προὔλεγον καὶ διεμαρτυρούμην, καὶ
παρ' ὑμῖν ἀεί, καὶ ὅποι πεμφθείην.” καὶ πάλιν ἐν
τῷ αὐτῷ· „πᾶν ὅ τι βουληθείη μέρος ἡ τύχη τοῦ
σώματος παρελέσθαι.“ Λείπει δὲ καὶ ἐν ὑποτακτι-
κοῖς·
εἴ τις δ' ὑμῶν κάλλει προκριθῇ.
καὶ πάλιν·
πρὶν παροῦσα διδάσκῃ,
Κρατῖνος Δηλιάσιν.
<Αἰπολῶ>: δοτικῇ. Λυσίας ἐν τῇ ὑπὲρ Δεξιοῦ ἀπολο-
γίᾳ· ”καθίστησιν αὐτὸν ἐπὶ τὰς αἶγας, καὶ ᾐπόλει
αὐταῖς.”
alpha
129
<Ἀντιδικῶ>: δοτικῇ. Λυσίας ἐν τῷ αὐτῷ λόγῳ· „ἐχρῆν
τὸ Κλειτοφῶντα καὶ τοὺς ἀντιδικοῦντας αὐτῷ.“
<Ἀποκείρομαι>: οὗ μὲν χάριν, δοτικῇ, ἡ δὲ ὕλη αἰτια-
τικῇ. Λυσίας ἐν τῷ ἐπιταφίῳ· ”ὥστε ἄξιον ἦν ἐν
τῷδε τῷ τάφῳ ἀποκείρασθαι τῇ Ἑλλάδι.”
<Ἀγαπῶ>: δοτικῇ. Λυσίας ἐν τῷ ἐπιταφίῳ· „ὁ γὰρ τῆς
Ἀσίας βασιλεύς, οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγα-
θοῖς.“ καὶ πρὸς αἰτιατικήν.
<Ἀμελητέα>: γενικῇ τὸ πρᾶγμα, τὸ δὲ πρόσωπον δοτι-
κῇ. Ἀῤῥιανὸς ἐν τῷ πρώτῳ τῶν περὶ Ἀλεξάνδρου·
”ἦσαν μὲν νεωστὶ πρὸ τῆς στρατείας γεγαμηκότες,
καὶ τούτων ἔγνω οὐκ ἀμελητέα οἱ εἶναι Ἀλέξανδρος.”
καὶ Ἀππιανός· „ἀλλήλων ἠμέλουν.“
<Ἀφικόμην>: γενικῇ. Πολυαίνου Μέμνων· ”τὰ μὲν οὖν
ἄνω πάντα διεξῆλθον, τὰ δὲ κάτω οὐκ ἀφικόμην
τῆς θέας.”
beta
130
{Β.}
<Βασκαίνω>: αἰτιατικῇ. Δημοσθένης. ἐκ τοῦ περὶ τῆς
ἐν Χεῤῥονήσῳ μάχης· „χρὴ οὐχ ἣν Διοπείθης πειρᾶ-
ται δύναμιν τῇ πόλει παρασκευάζειν, ταύτην βα-
σκαίνειν καὶ διαλύειν πειρᾶσθαι.“ ἐκ τοῦ πρὸς Λε-
πτίνην, δοτικῇ· ”εἰ μὲν γάρ τις ἔχει πολλά, μηδὲν ὑμᾶς
ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν.”
<Βασιλεύειν>: γενικῇ. τρίτῳ Δίωνος βιβλίῳ· „οὐχ
ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ
πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίνεται.“
<Βουλεύω>: ἐνεργητικῇ διαθέσει κέχρηται ὁ Ἀῤῥιανὸς ἐν
πᾶσιν. ἐν πέμπτῳ τῶν μετὰ Ἀλέξανδρον· ”σὲ δὲ εἶ
τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώτατα,
καὶ ἐπαγγέλλοντα πᾶν ὅ τί περ ἂν ξυλλογισμῷ τύ-
χῃ ξυμβουλευθέν·” ἵνα τὸ μὲν βουλεῦον πρόσωπον
καὶ ἐνεργοῦν ἐνεργητικῶς προφέρηται, τὸ δὲ ἐνεργού-
μενον καὶ βουλευόμενον παθητικῶς.
gamma
131
{Γ.}
<Γλίχομαι>: τὸ ἐπιθυμῶ, γενικῷ. Δημοσθένη. ἐκ τοῦ
περὶ τῆς εἰρήνης· „καὶ ταῦτ' ἦν ὧν μάλιστα ἐγλί-
χετο.“
gamma
131
<Γράφομαι>: πρὸς αἰτιατικήν. ἐκ τοῦ πρὸς Λεπτίνην·
”καίτοι τοῦτο ἀκούω σε λέγειν, ὡς ἄρα τρεῖς σέ τινες
γραψάμενοι πρότεροι τοῦδε οὐκ ἐξῆλθον.”
<Γεμίζω>: γενικῇ. κατὰ Μειδίου· „Μειδίας δ' ἀπολει-
φθεὶς τοῦ στόλου, καὶ γεμίσας τῆν ναῦν ξύλων καὶ
χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν.“
<Γέμω>: γενικῇ. Δίωνος ἑνδεκάτῳ βιβλίῳ· ”οἱ δὲ Καρ-
χηδόνιοι, τὰς ναῦς αὐτῶν ἀναπλεούσας οἴκαδε τη-
ρήσαντες, συχνὰς χρημάτων γεμούσας εἷλον.” καὶ
Ἰσοκράτης· „γεμούσας πονηρῶν ἐπιθυμιῶν.“
<Γεύομαι>: γενικῇ. Ἀῤῥιανός· ”μήτε σίτου γεύσασθαι
Ἀλέξανδρον, μή τέ τινα θεραπείαν ἄλλην θεραπεῦ-
σαι τὸ σῶμα.”
<Γνωσιμαχῶ>: ἅπαξ ἐχρήσατο τῇ λέξει Ἀῤῥιανὸς ἐν πά-
σῃ τῇ πράξει αὑτοῦ, ἐν δευτέρῳ τῶν μετ' Ἀλέξανδρον·
„οἱ δὲ γνωσιμαχήσαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα.“
delta
131
{Δ.}
<Διακρίνομαι>: δοτικῇ τὸ ὄργανον τῆς διακρίσεως. ἐκ
τῆς ἐπιστολῆς Φιλίππου· ”καίτοι σκοπεῖτε, πότερον
κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι.” καὶ
πάλιν ὑποκατιών φησι· „καὶ Μαρωνείτας ἀναγκάσαι
περὶ Στρύμης διακριθῆναι λόγοις.“
<Διήμαρτεν>: γενικῇ· ”ὅταν δὲ μηδενὸς ἀκούητε τῶν
δεόντων γίνεσθαι, πολλῶν διαμαρτεῖν εἰκότως ὑμῖν
συμβαίνει.”
delta
131
<Δίκην λαβεῖν> τὸ ἐκδικηθῆναι. <Δίκην δοῦναι> τι-
132
μωρηθῆναι. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· „ἀν-
τὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι
πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκε δίκην ἐκινδύ-
νευον.“
delta
132
<Διαφέρομαι>: δοτικῇ. ἐκ τοῦ περὶ τοῦ στεφάνου·
”ὑπὲρ οὗ καὶ τότε καὶ νῦν ἀεὶ ὁμολογῶ πολεμεῖν καὶ
διαφέρεσθαι τούτοις.”
<Διώκω>: κατηγορῶ, γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· „ἃ
μὲν διώκει τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι,
ταῦτά ἐστιν.“
<Διακεχείρηκα>: γενικῇ. ἐκ τοῦ αὐτοῦ· ”ὥσθ' ἅπαντα
τὸν βίον ὑπεύθυνος εἶναι ὁμολογῶ, ὧν ἢ διακεχεί-
ρηκα ἢ πεπολίτευμαι παρ' ὑμῶν.”
<Διαπιστῶ>: δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὥστε καὶ
εἴ τις ἐμοὶ διαπιστεῖ.“
<Δηλῶ>: δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· ”ἀλλ' ἐὰν ἀδι-
κοῦντα λάβωσί τινα αὐτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ
δηλοῦσιν.”
delta
132
<Δικάζω>: ἀντὶ τοῦ ἐγκαλῶ, δοτικῇ. ἐκ τοῦ παραπρες-
βείας· „οὐ στρατηγῷ δικάζομεν.“ καὶ ἐπὶ τοῦ κρί-
νειν. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· ”βουλομένων εἰς
τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζετε ἡμῖν.”
Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην βλάβης· „οὗτος ἐμοὶ
βλάβης δεδίκασται.“
<Διαφθείρω>: αἰτιατικῇ. ἐκ τοῦ κατὰ Μειδίου· ”ἀλλὰ
καὶ τὸν διδάσκαλον, ὦ θεοί, διέφθειρέ μου τοῦ χο-
ροῦ.” καὶ πάλιν· „ἐπεχείρησε διαφθείρειν τὸν στέ-
φανον.“
delta
132
<Δέον πῶς συντάσσεται>: ὡς τὸ ἐξόν καὶ παρόν καὶ
ὄν. κατὰ Μειδίου· ”ὡς ὅσοι, δέον ἐξιέναι, κατέμενον.”
<Δέομαι>: πρὸς αἰτιατικήν. ἐκ τοῦ κατὰ Ἀριστοκρά-
τους· „τοῦτο τοίνυν ἐροῦμεν, ἃ δὴ δέομαί τε καὶ
133
ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γ' ἐμαυ-
τὸν πείθω.“
<Δορυφοροῦντες>: αἰτιατικῇ. ἐκ τοῦ κατὰ Ἀριστο-
κράτους· ”καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, κα-
λόν, εἰ τῶν Ἑλλήνων ἐπ' ἐλευθερίᾳ προεστᾶναι φά-
σκοντες, τοὺς ἰδίας δυνάμεις ἐπὶ τοῖς πλήθεσι κε-
κτημένου δορυφοροῦντες φανούμεθα;”
<Δωροῦμαι>: ἐπὶ τοῦ παρέχω, δοτικῇ. Δίωνος τετάρ-
τῳ βιβλίῳ· „καὶ τῇ γε κόρη καὶ ὅπλα, ὥς φασί τι-
νες, καὶ ἵππον ἐδωρήσατο.“ ἐπὶ δὲ τοῦ τιμῶ αἰτια-
τικῇ, τὸ δὲ δεδομένον ἤτοι τὸ δῶρον δοτικῇ. Προκοπίου
Γαζαίου ἐπιταφίῳ Σαλαμινίου· ”λάφυρα δὲ τῷ κει-
μένῳ προσέφερον, τοῖς ἀριστείοις καὶ τεθνηκότα δω-
ρούμενοι.” τοῦτο πολὺ παρὰ Ἰωσήπῳ καὶ Προκο-
πίῳ τῷ Καισαρεῖ.
<Διαλλάττω>: γενικῇ. Δίωνος τετάρτῳ βιβλίῳ· „καὶ
τά τε ἄλλα αὐτοῖς πολὺ διαλλάττοντα ἀλλήλων, καὶ
τὰς ἐπικλήσεις διαφόρους παρέθεσαν.“
<Δικαιῶ>: τιμωροῦμαι, αἰτιατικῇ. Δίωνος ἑβδόμῳ βι-
βλίῳ· ”καὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς
ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τί-
μημα ἀπολάβῃς.”
<Δειπνίζω>: αἰτιατικῇ, ἀντὶ τοῦ ἑστιῶ. Δίωνος ἑνδε-
κάτῳ βιβλίῳ· „τὸν δῆμον ἐδείπνισεν.“
<Δέ> περισσόν, ἢ μᾶλλον ὑπερβεβηκός. Δίωνος δωδεκάτῳ
βιβλίῳ· ”τεθνᾶσι δὲ οἱ μέν, οἱ δὲ ἑαλώκασιν οἵ γε
καὶ λόγου τινὸς ἄξιοι,” ἀντὶ τοῦ οἱ δὲ λόγου ἄξιοι
οἱ μὲν τεθνᾶσιν, οἱ δὲ ἑαλώκασιν.
<Διατίθημι>: ἀντὶ τοῦ διαπράττομαι, αἰτιατικῇ. Δίω-
νος ὀκτωκαιδεκάτῳ βιβλίῳ· „καὶ πάντα μὲν τὰ βέλ-
τιστα τῆς φιλοσοφίας ἄνθη δρεπόμενος.“
<Δημοσιῶ>: ἀντὶ τοῦ ἀπέκτεινεν, αἰτιατικῇ. Δίωνος
134
τριακοστῷ πρώτῳ βιβλίῳ· ”κἀνταῦθα ἀπογνοὺς μη-
δέν οἱ τὸν θεὸν ἐπαρκέσειν, Νικομήδην ἐδημοσίωσεν.”
<Δεσπόζω>: γενικῇ. Δίωνος τεσσαρακοστῷ πρώτῳ βι-
βλίῳ· „δεσπόζειν τε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν
ἡγουμένων ἀφ' ὧν ἀξιοῦσιν.“
<Διαβάλλω>: αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ἑβδό-
μῳ βιβλίῳ· ”φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις
ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον.”
<Διαχειρίζω>: αἰτιατικῇ. Δίωνος τεσσαρακοστῷ ὀγδόῳ
βιβλίῳ· „καὶ αὐτὴ τὰ πράγματα διεχείρισεν,“ ἀντὶ
τοῦ κατεῖχεν. καὶ Δημοσθένης· ”σφίσιν αὐτοῖς τὴν
ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες,” ἐν τῷ κατὰ
Ἀφόβου.
<Διαστασιάζω>: δοτικῇ. Δίωνος πεντηκοστῷ τετάρτῳ
βιβλίῳ· „ἐπεὶ Βαθύλλῳ, ὁμοτέχνῳ τέ οἱ ὄντι καὶ τῷ
Μαικήνᾳ προσήκοντι, διεστασίαζεν, εἰπεῖν λέγεται.“
<Δοκεῖ>: δοτικῇ. Δίων πεντηκοστῷ ὀγδόῳ βιβλίῳ· ”ὅτι
αὕτη τε αὐτῷ ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ
δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα.”
<Δουλοῦμαι>: δοτικῇ. Δίων ἑξηκοστῷ ὀγδόῳ βιβλίῳ·
„καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο.“
<Διαιτῶ>: δοτικῇ. τοῦ Θεολόγου ἐκ τοῦ εἰς τὸν κατά-
πλουν· ”τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις,
κακῶς θεότητι διαιτῶν, ἵνα ἐμοὶ τέμῃς τὸ χάρισμα.”
<Δυσχεραίνω>: δοτικῇ. ἐκ τοῦ ἐπιταφίου· „πολλὰ τῆς
ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες.“ Ἰσοκράτης· ”ἀποδέ-
χου τῶν ἑτέρων μὴ μόνον τοὺς ἐπὶ τοῖς κακοῖς δυς-
χεραίνοντας.”
delta
134
<Δυσμενῶς ἔχω>: δοτικῇ. Νικοκλῆς· „ὥστε οὐκ αἰσθά-
νονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες.“ ὁμοίως
καὶ τὸ δυσμεναίνω: ”καὶ Ῥωμαίοις δυσμεναίνοντας
ἀεί.”
delta
135
<Διαψεύδομαι>: γενικῇ. Ἰσοκράτης περὶ τῆς εἰρήνης·
„πλεῖστον δὲ διεψεύσμεθα τῆς ἀληθείας.“
<Διαφέρω>: γενικῇ. Ἰσοκράτης περὶ τῆς εἰρήνης· ”το-
σούτῳ δὲ διαφέρομεν τῶν προγόνων.”
<Διήνεγκα>: γενικῇ. Ἰσοκράτης· „τοσούτῳ δὲ διήνεγκα
ἀνοίᾳ πάντων ἀνθρώπων.“
<Δασμολογῶ>: αἰτιατικῇ. Ἰσοκράτης· ”ἀλλ' ὑπομένομεν
τὴν πόλιν διαβολὴν ἔχουσαν, ὡς λυμαίνεται καὶ δα-
σμολογεῖται τοὺς Ἕλληνας.”
<Δανείζω>: ὁ μὲν λαμβάνων δοτικῇ, τὸ δὲ διδόμενον
γενικῇ. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως· „δα-
νεῖσαι τῶν τοῦ θεοῦ χρημάτων αὐτῷ.“
<Διαλλάττω>: ἐπὶ τοῦ συμβιβάζω, δοτικῇ. Προκοπίου
ἐκ τοῦ ἐπιταφίου Σαλαμινίου· ”χρηστὸς ὁ Φωκίων,
τοὺς ζυγομαχοῦντας ἀλλήλοις διαλλάττων.”
<Δρέπομαι>: γενικῇ. Χωρικίου ἐν τῷ πρὸς Μαρκια-
νόν· „ἰδοὺ γὰρ ἀναπετάσαντες τὰ πτερά, τῶν παρα-
κειμένων τε δένδρων ἀποδρεψάμενοι, φιλονεικοῦσι
μετάρσιοι φέρεσθαι.“
<Διαπολεμῶ>: δοτικῇ. Θουκυδίδης ἑβδόμῳ· ”διαπο-
λεμῆσαι αὐτοῖς.”
<Διψῶ>: γενικῇ. Δημοσθένης ὁ μικρὸς ἐν τῇ σιωπῇ
Σωκράτους· „καὶ διψᾷ τοῦ κωνείου.“
epsilon
135
{Ε.}
<Ἐνοχλῶ>: δοτικῇ. Δημοσθένης· οὐκ ἂν ἠνώχλει νῦν
”ἡμῖν ὁ Φίλιππος τότε σωθείς.” ὁ αὐτὸς καὶ πρὸς
αἰτιατικήν· „μηδέ γε ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δὲ
ἐνοχλεῖτε.“
epsilon
135
<Ἐξόν>: μετὰ ἀπαρεμφάτου. ἐκ τῶν Ὀλυνθιακῶν· ”ἰδεῖν
ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γι-
γνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέ-
136
ροις αὐτὸν βοηθεῖν.” καὶ πάλιν· „ἐξὸν ἡμῖν καὶ τὰ
ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν, καὶ τὰ τῶν ἄλλων
δίκαια βραβεύειν, ἀπεστερήμεθα δὲ χώρας“ καὶ τὰ
ἑξῆς.
<Ἐπειλημμένοι>: Ὀλυνθιακῷ τρίτῳ· ”ἀλλ' ὅσης ὁρᾶ-
τε πάντες ἐρημίας ἐπειλημμένοι.”
<Ἐπιχειρῶ>: δοτικῇ. κατὰ Φιλίππου πρώτῳ· „νῦν δὲ
ἐπιχειρῶν ἀεί τινι, καὶ τοῦ πλείονος ὀρεγόμενος,
ἴσως ἂν ἐκκαλέσαιτο ὑμᾶς.“
<Ἐγκαλῶ>: δοτικῇ. ἐκ τοῦ αὐτοῦ· ”ἐγκαλῶν γὰρ ὑμῶν
τοῖς διαβάλλουσι τὸν Φίλιππον.”
<Ἐπιτιμῶ>: δοτικῇ. ἐκ τοῦ περὶ Ἁλοννήσου· „ἐκέλευσεν
οὖν τοὺς λέγοντας ἐν τῷ δήμῳ τῇ μὲν εἰρήνῃ μὴ
ἐπιτιμᾷν.“ καὶ ἐν τῷ περὶ συντάξεως· ”ἐπιτιμήσαν-
τα τοῖς νέοις.”
<Ἐπιλανθάνομαι>: γενικῇ. ἐκ τοῦ περὶ Ἁλοννήσου·
„τῆς δὲ ἐπιστολῆς, ἣν πρὸς ὑμᾶς ἔπεμψεν, ὅτε Ἀμ-
φίπολιν ἐπολιόρκει, ἐπιλέλησται.“
<Εὐπορῶ> καὶ <συνευπορῶ>: γενικῇ. περὶ τῆς ἐν Χεῤ-
ῥονήσῳ· ”καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων.” καὶ
ἐν τῷ περὶ στεφάνου· „πολλῶν δὲ στρατιωτῶν εὐπο-
ρήσας.“
epsilon
136
<Ἐφεδρεύειν>: δοτικῇ. περὶ Χεῤῥονήσου· ”οὔκουν βού-
λεται τοῖς ἑαυτοῦ καιροῖς τὴν παρ' ὑμῶν ἐλευθερίαν
ἐφεδρεύειν.”
epsilon
136
<Ἐγχειρῶ>: δοτικῇ. ἐκ τοῦ περὶ συντάξεως· „εἰ δέ τις
καὶ τοιοῦτός ἐστιν ἐγχειρεῖν ἔργῳ.“
<Ἐπιβουλεύω>: δοτικῇ. ἐκ τοῦ περὶ συμμοριῶν· ”μήτε
ἐκεῖνος ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλη-
σι.” καὶ Δίων εἰκοστῷ ὀγδόῳ βιβλίῳ· „καὶ τοῖς
ὑπάτοις ἐπιβουλεύοντα.“ καὶ πρὸς αἰτιατικήν. ὁ αὐ-
τός· ”ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόν-
137
τες, ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων, Κότ-
ταν τε καὶ Τορκούατον.”
<Ἐπιπλήττω>: δοτικῇ. τῆς τῶν Ῥοδίων ἐλευθερίας·
„ἀλλὰ γὰρ οὐχ ὅ τί τίς κατηγορεῖ τούτων ἢ τοῖς ἄλ-
λοις ὑμῖν ἐπιπλήξει, χαλεπὸν εὑρεῖν.“ καὶ Ἰσοκράτης
περὶ τῆς εἰρήνης· ”ὁ τολμῶν τοῖς ἁμαρτανομένοις ἐπι-
πλήττειν.”
epsilon
137
<Ἐντυγχάνω>: δοτικῇ. ἐκ τοῦ παραπρεσβείας· „αὐτὸς
δὲ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ' ὁτι-
οῦν ἐπαύσατο Φιλίππῳ.“ καὶ Ἰσοκράτης· ”φιλίας
εὑρεῖν πιστοτάτας καὶ συνουσίαις ἐντυχεῖν.”
<Ἐγχειρίζω>: δοτικῇ. ἐκ τοῦ αὐτοῦ· „καὶ καθ' ὑμῶν
ἐγκεχειρίκασι Φιλίππῳ.“
<Εὐεργετῶ>: αἰτιατικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· ”πολλὰ
ἂν ἔχων εἰπεῖν, ὅσα εὐεργέτηκεν ὑμᾶς οὗτος ἀνήρ.”
<Εὖ ποιῶ>: αἰτιατικῇ. Ἰσοκράτης πρὸς Δημόνικον·
„τοὺς ἀγαθοὺς εὖ ποίει.“
<Ἐπιμνησθῆναι>: γενικῇ. ἐκ τοῦ πρὸς Λεπτίνην· ”οὐ
μὴν κωλύει γε οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆ-
ναι τῶν πεπραγμένων αὐτῷ.” καὶ Δίωνος τριακοστῷ
πρώτῳ βιβλίῳ· „τῶν δὲ ἄλλων, ὡς καὶ ἐπικουρίας τι-
νὸς παρ' ἑαυτοῦ δεομένων, ἐπιμνησθείς.“
<Ἐλαττοῦμαι>: γενικῇ. ἐκ τοῦ περὶ στεφάνου· ”πολλὰ
μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα
Αἰσχίνου.”
epsilon
137
<Ἐπιτρίβω>: καταπονῶ. αἰτιατικῇ. ἐκ τοῦ αὐτοῦ· „αὐ-
τοῖς μὲν μικρὰ καὶ οὐδὲν ἀναλίσκουσι, τοὺς δ' ἀπό-
ρους τῶν πολιτῶν ἐπιτρίβουσιν.“
<Ἐπηρεάζω>: δοτικῇ. ἐκ τοῦ περὶ στεφάνου· ”τοῖς μὲν
ἐχθροῖς ὑπηρετῶν, ἐμοὶ δὲ ἐπηρεάζων εὑρέθη.”
<Ἐγκωμιάζω>: αἰτιατικῇ. ἐκ τοῦ περὶ στεφάνου· „πολλὰ
μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δὲ ὑμῶν κατη-
γοροῦντες.“
epsilon
138
<Ἐξίσταμαι>: ἀντὶ τοῦ ἀποφεύγω, αἰτιατικῇ. ἐκ τοῦ
αὐτοῦ· ”πρὸς ὅν τινα βούλεται τῶν ἁπάντων· οὐδένα
ἐξίσταμαι.”
epsilon
138
<Ἐφίκωμαι>: γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „ὅλως
δ' οὐδ' ἂν εἷς δύναιτ' ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ
κακῶν νῦν ὄντων.“ καὶ Ἰσοκράτης ἐν τῷ πρὸς Δη-
μόνικον· ”ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπο-
ρεύθησαν, οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνη-
σίως ἠδυνήθησαν.”
<Ἐναντίον>: γενικῇ. ἐκ τοῦ παραπρεσβείας· „πάντα
τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες·“ τὸ
δὲ ῥῆμα δοτικῇ. ἐκ τοῦ κατὰ Μειδίου· ”ὅσα μὲν
οὖν, τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι
τῆς στρατείας, ἠνώχλησεν.” ἀλλὰ καὶ τὸ ὄνομα πολ-
λάκις δοτικῇ. ἐκ τοῦ κατὰ Ἀριστοκράτους· „ὁ δὲ τὸ
ψήφισμα γράφων πολλοῦ γε δεῖ διώρισεν, ὅς γε πάν-
τα τούτοις τἀναντία εἴρηκεν.“
<Ἐκ πλείστου>: ἀντὶ τοῦ πρὸ πολλοῦ. ἐκ τοῦ κατὰ Μει-
δίου· ”μὴ παρορᾷν τὰ τοιαῦτα, μηδὲ ἐφ' ἑαυτὸν ἐλ-
θεῖν περιμένειν, ἀλλ' ὡς ἐκ πλείστου φυλάττεσθαι.”
<Ἓν οὐδέν>: ἀντὶ τοῦ οὐδέν. εἰσὶ γὰρ δύο ἕν καὶ ἓν οὔ·
ἀπὸ κοινοῦ οὖν γινόμενον τὸ οὔ, ποιεῖ οὐδὲν οὐ-
δέν. ἐκ τοῦ κατὰ Μειδίου· „ἓν γὰρ οὐδέν ἐστιν,
ἐφ' ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι
φανήσεται.“ ἐπανέλαβε τὸ οὐδέν, ἵνα βεβαιώσῃ τὸ
μηδὲν ὅλως εἶναι τὸ κωλῦον αὐτὸν μὴ ἀπολωλέναι.
ἐπιτατικὴ γάρ ἐστιν ἡ ἀναίρεσις, διὰ τῶν δύο οὐδέν
ἐμφαινομένη. Ὅμοιον αὐτῷ καὶ ἐν τῷ κατὰ Ἀριστο-
κράτους· ”ἓν γὰρ οὐδ' ὁτιοῦν” ἀντὶ τοῦ οὐδὲν
οὐδ' ὁτιοῦν. τὸ οὔ πάλιν ἀπὸ κοινοῦ. Καὶ ἄλλο ὅμοι-
ον, οὐχὶ κατ' αὐτὸ τὸ ἀπὸ κοινοῦ εἶναι τὴν οὔ ἀπό-
φασιν, ἀλλὰ κατὰ τὸ ἀπὸ κοινοῦ ἔχειν τὴν δευτέραν
σύνταξιν τὸ ῥῆμα τῆς πρώτης συντάξεως, ἐκ τοῦ αὐ-
139
τοῦ μετ' ὀλίγον· „ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ-
δένα προεδώκατε τῶν φίλων, Θετταλοὶ δὲ οὐδένα
πώποτε ὅν τινα οὔ.“ ἐξακούεται ὧδε τὸ ἄνω ῥῆμα
τὸ προέδωκαν, οἷον Θετταλοὶ δὲ οὐδένα πώποτε οὐ
προέδωκαν. Ὅτι δὲ πέφυκε τὸ οὔ διπλασιάζεσθαι, ἀλ-
λὰ καὶ τριπλασιάζεσθαι πολλάκις ἐπὶ βεβαιώσει ἀναι-
ρέσεως, δηλοῖ τὸ κατὰ Ἀριστοκράτους, οἷον· ”οὐ γὰρ
ἔστιν, οὐκ ἔστι παρὰ τούτοις τοῖς ἐπὶ τῇ τοῦ πλεο-
νεκτεῖν προαιρέσει ζῶσιν οὐδὲν οὔτε βέβαιον οὔ-
θ' ὅσιον.” καὶ Ἀῤῥιανός· „ἕν τε οὐδὲν ἐδόκει ἀπεῖ-
ναι τῶν ἑαλωκυίᾳ ἤδη πόλει ξυμφερομένων.“
<Ἐπίπροσθεν>: τὸ ἐμπόδιον, γενικῇ. Δίωνος δευτέρῳ
βιβλίῳ· ”δόξαν τὴν ἐκείνων ἐπίπροσθέν σφισι τῆς
αὐξήσεως ἔσεσθαι.”
<Ἐπιτιθέναι>: δοτικῇ. Δίωνος βιβλίον δεύτερον· „καὶ
μηδὲν ἕτερον δεινὸν προσδεχομένοις ἐπιθέμενος.“
<Ἐξεργάζομαι>: αἰτιατικῇ. Δίωνος βιβλίον δεύτερον·
”καὶ τὸν ἀδελφόν, ὅτι μὴ συνῄρετο, λάθρᾳ διὰ τῆς
γυναικὸς αὐτοῦ φαρμάκοις ἐξειργάσατο.”
<Ἔν>: μετὰ γενικῆς, συνυπακουομένης τῆς δοτικῆς. ἐν
δευτέρῳ βιβλίῳ Δίων· „ἔπειτα ἐν τοῦ Πυθίου εὑ-
ρέθη,“ ἀντὶ τοῦ ἐν τοῖς Πυθίου. καὶ Προκόπιος
εἰς τὸν σωφρόνως ἄρχοντα· ”καὶ ζῶσι τάχα μὴ δι-
κάζειν εἰδώς, εἰς τοὺς ἐν ᾅδου κατέφυγεν.” Ἀῤῥια-
νός· „οὐκέτι ἐν αὑτοῦ ὄντα.“
<Ἐφιέναι>: γενικῇ. Δίωνος τρίτῳ βιβλίῳ· ”ὅτι μὲν γὰρ
ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε, ἢ
ὅτι τοῦ τε βίου τοῦ παρ' ὑμῖν ἐφίεται.”
<Ἐπισκήπτω>: παραγγέλλω, δοτικῇ. Δίωνος τρίτον βι-
βλίον· „ὥς πέρ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν.“
ἐπὶ δὲ τοῦ παρακαλεῖν πρὸς αἰτιατικήν. Ἀππιανὸς
τρίτῳ Αἰγυπτιακῶν· ”ἐπισκήπτω σε τῆς ἀξιώσεως.”
<Ἔνοχος>: δοτικῇ. ἐκ τοῦ κατὰ Ἀριστογείτονος· „ἐκείνοις
140
μὲν γὰρ ἐξῆν, μικρὸν ἀργύριον δοῦσι τούτῳ, μὴ
ἀκούειν ταῦτα.“ καὶ κατὰ Νεαίρας· ”μηδὲ τῇ γυ-
ναικὶ ἐξέστω εἰσιέναι εἰς τὰ ἱερὰ ταῦτα.”
<Ἐγγυῶ>: ἐπὶ τοῦ μνηστεύειν, αἰτιατικῇ. ἐκ τοῦ κατὰ
Νεαίρας· „ἐγγυῶντα δὲ τὰς τῶν ἑταιρῶν θυγατέρας
ὡς αὑτοῦ οὔσας.“ καὶ ἐπὶ ἑτέρου σημαινομένου, ἐγ-
γυῶ ἐπὶ τοῦ διδόντος, ἐγγυῶμαι δὲ ἐπὶ τοῦ λαμβά-
νοντος. καὶ ἐπὶ τοῦ περιποιοῦμαι καὶ ἀντιφωνῶ,
”ἐγγυῶμαί σοι σωτηρίαν.”
<Ἐπελπίζω>: τὸ ὑποσχέσθαι, αἰτιατικῇ. Δίων πέμπτῳ
βιβλίῳ· „ἐπελπίζοντές τινα αὐτοὺς οἱ δυνατοί.“ καί·
”αὐτὸν μὲν πολλὰ ἐπελπίσας,” ἤγουν ἐλπίσαι ποιήσας.
<Ἐπιδικάζομαι>: μετὰ γενικῆς. Δημοσθένης ὁ μικρὸς
ὑπὲρ Παυσανίου· „οὐκ ἐπιδικάσεσθε ταύτης τῆς
πράξεως,“ ἀντὶ τοῦ ὑπερμαχήσεσθε, ἀντιποιήσεσθε,
ἰδιοποιήσεσθε.
<Ἐφ' ᾧ>: μετὰ ὁριστικοῦ καὶ ὑποτακτικοῦ. Δίων πεν-
τηκοστῷ βιβλίῳ· ”ἐφ' ᾧ καὶ τήν τε χώραν σφῶν παν-
τελῶς ἐκλίπωσιν.”
<Ἐπικουρῶ>: δοτικῇ. Δίων ἑνδεκάτῳ βιβλίῳ· „οὐ πρό-
τερον αὐτοῖς ἐπείσθη ὁ Ῥηγοῦλος, πρὶν Καρχηδο-
νίους οἱ ἐπιτρέψαι.“
<Ἐπέστησεν>: ἀντὶ τοῦ ἔπαυσεν, γενικῇ. Δίων βιβλίῳ
ἑπτακαιδεκάτῳ· ”ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.”
<Ἐπαρκῶ>: δοτικῇ. Δίων τριακοστῷ πρώτῳ βιβλίῳ· „κἀν-
ταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρκέσειν,
ἑαυτὸν διεχρήσατο.“
<Ἐπιβαίνω>: δοτικῇ. Δίων τεσσαρακοστῷ πρώτῳ βι-
βλίῳ· ”ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσ-
έπταισεν, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρα-
τιῶται ἰδόντες ἠθύμησαν, καὶ δυσανασχετήσαντες
ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλ' ἐκτείνας τὴν χεῖ-
ρα, τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε
141
καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν, ἔχω σε
Ἀφρική.”
epsilon
141
<Εἶπον>: ἀντὶ τοῦ ἐκάλεσαν, αἰτιατικῇ. Δίωνος τεσσαρα-
κοστῷ τετάρτῳ βιβλίῳ· „καὶ αὐτὸς μὲν οὐκ ἔφη βα-
σιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι, οἱ δὲ δήμαρχοι
ἐκεῖνοι καὶ δίκην τῷ πρώτῳ αὐτὸν εἰπόντι ἔλαχον.“
<Εὐνοῶ>: δοτικῇ. Δίωνος τεσσαρακοστῷ ἕκτῳ βιβλίῳ·
”καὶ ἐγὼ μόνος ὑμῖν εὐνοῶ.”
<Ἐκκλίνω>: δοτικῇ αἰτιατικῇ. Δίων τεσσαρακοστῷ ἑβδό-
μῳ βιβλίῳ· „τῶν μὲν ὀριγνᾶσθαι, τῶν δὲ ἐκκλῖναι.“
<Ἐπιλαμβάνομαι>: γενικῇ. ἐκ τοῦ παραπρεσβείας·
ἐπελαμβάνετο γὰρ αὐτῆς τῷ συνειδέναι.” καὶ Δίων
τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ· ”ὥστε καὶ τοὺς ἐν τῷ
πρὶν τὸν Καίσαρα φοβουμένους, τότε προστατῶν ἐπι-
λαμβανομένους ἀναθαρσῆσαι.“
<Ἔχεσθαι>: γενικῇ. Δίων τεσσαρακοστῷ ὀγδόῳ βιβλίῳ·
„κελευσάσης αὐτῷ τῶν προκειμένων ἔχεσθαι.”
<Ἐπικηρυκεύω>: δοτικῇ. Δίων τεσσαρακοστῷ ἐνάτῳ
βιβλίῳ· ”ἐπεκηρύκευσαν τότε αὐτῷ, οὐδὲν ὅ τι οὐκ
ἐπαγγελλόμενοι.“
epsilon
141
<Ἐκφρονήσειν>: γενικῇ. σημαίνει δὲ τὸ καταφρονῆσαι
καὶ ἐναντία φρονῆσαι. Δίων πεντηκοστῷ τετάρτῳ βι-
βλίῳ· „καὶ μέντοι καὶ αὐτὸν ἐκείνου ὑποπτεύσας πῃ
ἐκφρονήσειν.”
epsilon
141
<Ἑστιῶ>: αἰτιατικῇ. Δίων πεντηκοστῷ δευτέρῳ βιβλίῳ·
”καὶ μέντοι καὶ αὐτὸν ἐκεῖνον τὸν Αὔγουστον ἑστιῶν,
εἶτ' ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν.“
<Ἔπειτα>: ἀντὶ τοῦ πάλιν ἢ εὐθέως. Δίων πεντηκοστῷ
δευτέρῳ περὶ θυμοῦ τοῦ Αὐγούστου· „ἐκπηδήσας δὲ
ἐκ τοῦ βουλευτηρίου, ἔπειτα μετ' ὀλίγον ἐπανῆλ-
θεν.” κατὰ δὲ τὸ ἀκριβὲς παρέλκει.
<Ἐπεξιέναι>: τιμωρεῖσθαι, αἰτιατικῇ. Δημοσθένης. ἐκ
τοῦ κατὰ Μειδίου· ”ἐπέξιμεν τοῦ φόνου τὸν Ἀρί-
142
σταρχον.“ καὶ Ἰσοκράτης· „Πελοποννησίους δὲ τοὺς
μετ' Εὐρυσθέως εἰς τὴν χώραν ἡμῶν εἰσβαλόντας
ἐπεξελθόντες ἐνίκησαν.” ἐν δὲ τῷ περὶ τῆς εἰρήνης
δοτικῇ· ”ἐπεξιέναι τοῖς πολεμίοις.“
<Εἰσπράττω>: αἰτιατικῇ ἀντὶ τοῦ τιμωροῦμαι. Δίων
ἑξηκοστῷ δευτέρῳ βιβλίῳ· „ᾧ γε καὶ παῤῥησιάζεσθαί
τινες ἀσφαλῶς ἐδύναντο καὶ μάλα αὐτὸν εἰσέπρατ-
τον.”
epsilon
142
<Ἐργάζομαι>: αἰτιατικῇ. Δίων ἑξηκοστῷ δευτέρῳ βι-
βλίῳ· ”καὶ κακὰ ἀμύθητα πολλὰς πόλεις εἰργάζετο.“
<Ἐπιβοῶμαι>: αἰτιατικῇ. Δίων ἑβδομηκοστῷ τετάρτῳ
βιβλίῳ· „καὶ οὐκ ἐπαύσατο οὔτε ἐκεῖνον ποθῶν, οὔτε
τὸν Ἰουλιανὸν λοιδορῶν, οὔτε τοὺς θεοὺς ἐπιβοώμε-
νος.” καὶ ὑποκατιών· ”οὐ βοηθῶ τῷ δήμῳ· οὐ γάρ
με ἐπεβοήσατο.“
<Ἐπιστρατεύω>: δοτικῇ. τοῦ Θεολόγου ἐπιταφίῳ· „οὐ
Σκύθας χειρούμενοι, οὐκ ἄλλο τι βαρβαρικὸν ἔθνος
ἀνακαθαίροντες, ἀλλ' ἐκκλησίᾳ ἐπιστρατεύοντες.”
<Ἐπιμελοῦμαι>: γενικῇ. Ἰσοκράτης. ἐκ τοῦ πρὸς Δημό-
νικον· ”ἀλλ' ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς
θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνα-
τος.“
epsilon
142
<Ἐπιθυμῶ>: γενικῇ. Ἰσοκράτης. ἐκ τοῦ πρὸς Δημόνικον·
„σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ τοὺς φιλο-
σοφοῦντας ἐπανορθῶ.”
<Εἰσηγοῦμαι>: ἀντὶ τοῦ παραινῶ, συμβουλεύω, δοτικῇ·
”ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται.“
<Ἐφικέσθαι>: γενικῇ. Ἰσοκράτης· „οὗτοι μόνοι τῆς
ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν.”
<Εὐλαβοῦμαι>: αἰτιατικῇ. Ἰσοκράτης· ”εὐλαβοῦ τὰς
διαβολάς, κἄν τε ψευδεῖς ὦσι, κἄν τε ἀληθεῖς.“
<Ἐπιτάττω>: δοτικῇ. Ἰσοκράτης. ἐκ τοῦ αὐτοῦ λόγου·
„τὸν γὰρ αὐτῷ τὰ βέλτιστα πράττειν ἐπιτάττοντα.”
143
<Ἐπικρατῶ>: αἰτιατικῇ. Ἰσοκράτης· ”μόλις γὰρ ἄν τις
ἐκ ταύτης τῆς ἐπιμελείας τὰς τῆς φύσεως ἁμαρτίας
ἐπικρατήσειεν.“
epsilon
143
<Ἔτυχον>: γενικῇ. Ἰσοκράτης· „ἀλλ' ἐπειδὴ θνητοῦ σώ-
ματος ἔτυχες.”
<Ἐπιστατῶ>: δοτικῇ· ”οἱ δὲ τοῖς ἀεὶ αὐτοῖς ἐπιστα-
τοῦντες.“ καὶ πρὸς γενικήν· „ὅλων μὲν τῶν πρα-
γμάτων ἐπιστατοῦντες.”
<Ἔξεστιν>: δοτικῇ. Ἰσοκράτης· ”τούτοις ἔξεστι ζῆν ὡς
αὐτοὶ βούλοιντο.“
<Ἐπιθειάσας>: δοτικῇ. Ἀππιανὸς Μακεδονικοῖς· „ἐπι-
θειάσας δὲ καὶ τοῖσδε.”
<Ἐπαμύνω>: δοτικῇ. Ἰσοκράτης· ”ἀλλ' ὑπολαμβάνον-
τες αἰσχύνην αὑτοῖς εἶναι τὴν τῶν πολιτῶν ἀπορίαν,
ἐπήμυνον ταῖς ἐνδείαις.“
<Ἐνθυμοῦμαι>: γενικῇ. Ἰσοκράτης· „ὧν ἄξιον ἐνθυ-
μηθέντας μὲν ἀγανακτῆσαι ἐπὶ τοῖς παροῦσιν.”
<Ἐμποδίζω>: αἰτιατικῇ. Ἰσοκράτης· ”ἢ νομίζων ἐμπο-
διεῖν αὐτὸν πρὸς πολλὰ τῶν πραγμάτων.“
<Εὐτυχῶ>: αἰτιατικῇ. Προκόπιος· „σὺ δὲ λόγων εὐτυ-
χήσας ἰσχύν, τὸ πικρὸν ἐκεῖνο κατέλιπες.”
<Ἐρίζω>: εἰς τὴν ἔκφρασιν τῆς εἰκόνος· ”καὶ Μαρσύας
μετ' ἐκείνους ἐρίσων ἦλθεν Ἀπόλλωνι.“
<Ἐπισπῶμαι>: Προκόπιος περὶ ἔαρος· „ὑπὸ τὴν θη-
λὴν ὑπέχει τὸ στόμα, καὶ ἐπισπᾶται τοῦ γάλακτος.”
<Ἐμπαροινῶ>: δοτικῇ. Χωρικίου ἐν τῷ εἰς Μαρκια-
νόν· ”ἐμπαροινήσαντες δὴ τούτῳ πολλά, μᾶλλον δὲ
σφίσιν αὐτοῖς—θεῷ γὰρ ἐνυβρίζειν οὐ θέμις—, τε-
λευτῶντες τῷ πάντων αἰσχίστῳ θανάτου τρόπῳ παρ-
έδωκαν.“
epsilon
143
<Ἐξηγεῖσθαι>: δοτικῇ. Θουκυδίδης τρίτῳ· „ἃ δὲ ἑκά-
τεροι ἐξηγεῖσθε τοῖς συμμάχοις, οὐχ οἱ ἑπόμενοι αἴ-
τιοι, εἴ τι μὴ καλῶς ἐδρᾶτο.”
144
<Ἐπιμαχῶ>: δοτικῇ. Θουκυδίδης τετάρτῳ· ”ὥστε τῇ ἀλ-
λήλων ἐπιμαχεῖν.“
<Εἴ>: μετὰ ὁριστικῆς ἐγκλίσεως καὶ εὐκτικῆς εὕρηται·
ἀναλογώτερον δὲ τὸ μετὰ ὁριστικῆς, καὶ δεύτερον τὸ
μετὰ εὐκτικῆς, οὐ μέντοι τὸ μετὰ ὑποτακτικῆς, πλὴν
τῶν ποιητικῶν. Δημοσθένης ἐν τῷ τετάρτῳ τῶν Φι-
λιππικῶν· „εἰ μὲν ἤρεσέ τί μοι.” καὶ ἐν τῷ πρὸς Ναυ-
σίμαχον καὶ Ξενοπείθην· ”εἰ μεγάλα ὑμῖν εἶναι καὶ
θαυμαστὰ τὰ δίκαια ταῦτα ὑπολαμβάνετε.“ καὶ ἐν
τῷ κατὰ Ἀφόβου· „εἰ κατελείφθην ἐνιαύσιος.” καὶ
ἐν τῷ κατ' Εὐέργου· ”εἰ μὲν τὴν ἄνθρωπον παρα-
δώσουσι.“ καὶ πάλιν· „εἰ μή τις αὐτὸν ἀφήσει.” καὶ
γὰρ μετὰ τοῦ μή τῇ αὐτῆ ἐγκλίσει συντάσσεται. καὶ
ἐν τῷ πρὸς Ναυσίμαχον· ”εἰ μὴ τῶν δικαίων ἐγὼ
παρ' ὑμῶν τεύξομαι.“ καὶ ἐν τῷ κατὰ Διονυσιοδώρου·
„δεινὸν οὖν εἰ μὴ ἡμεῖς συγχωρήσομεν.” Μετὰ δὲ εὐ-
κτικῶν ἐν τῷ πρὸς Ναυσίμαχον· ”οὐ τοίνυν θαυμά-
σαιμι, εἰ καὶ δακρύειν καὶ ἐλεεινοὺς πειρῷτο ποιεῖν.“
καὶ ἐν τῷ κατὰ Ἀφόβου· „εἰ δέ τις ἐλλείποι, αὐτὸς
ἔφη προσθήσειν.” Μετὰ δὲ ὑποτακτικῶν.
εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε.
καὶ Σοφοκλῆς ἐν Οἰδίποδι τυράννῳ·
ὕβρις εἰ πολλῶν ὑπερπλήθῃ.
ὁ αὐτός·
δυστάλαινά τ' ἆρ' ἐγώ,
εἴ σου στερηθῶ.
Κρατῖνος Γείτοσιν·
εἰ σοφὸς ᾖ.
Ξενοφῶν Παιδείας· ”εἰ μὴ πρόσθεν ἠσκηκότες.“ καὶ
Πλάτων Νόμων δωδεκάτῳ· „εἴ τέ τις θῆλυς ῃ.”
<Ἐάν>: καὶ τοῦτο, ὥσπερ τὸ εἴ, ὁριστικοῖς, εὐκτικοῖς,
ὑποτακτικοῖς συντάσσεται. σὺ δέ, ὦ φιλολόγε, ἀνάλο-
γον φυλάττων, ὑποτακτικοῖς ἀεὶ σύντασσε.
145
<Ἕως>: ὁριστικοῖς, εὐκτικοῖς. ὁριστικοῖς μὲν Δημοσθέ-
νης ἐν τῷ πρὸς Περικλέα· ”ἕως μοι μάρτυρες παρῆ-
σαν.“ ἐν δὲ τῷ πρὸς τὴν Λακρίτου καραγραφὴν εὐκτι-
κῷ· „ἕως ὅτου κομισαίμεθα τὰ ἡμέτερα.” μετὰ δὲ
ὑποτακτικῶν, συνόντος καὶ τοῦ ἄν, Δημοσθένης· ”δή
που ἐπιλιπεῖν ἡμᾶς.“ καὶ ἐν τῷ κατὰ Ὀλυμπιοδώρου·
„ἕως ἂν οἱ ἀγῶνες γένωνται.”
<Ἐπιδικάζομαι>: γενικῇ. Λυσίας ἐν τῷ πρὸς Διογέ-
νην περὶ χωρίου· ”ἆρα οὐκ ἀπράγμων εἶναι δοκεῖ
ὑμῖν Διογένης, ὃς ἐπιδικάζεται μὲν τῶν κλήρων.“
<Εἰσποιοῦμαι>: ἀντὶ τοῦ καλλωπίζομαι καὶ ἀνέρχομαι
νοσφιζόμενος, δοτικῇ. Ἀῤῥιανὸς τετάρτῳ· „οὔκουν οὐδὲ
Ἀλέξανδρον ἀνασχέσθαι ἄν, εἰ τῶν ἰδιωτῶν τις εἰς-
ποιοῖτο ταῖς βασιλικαῖς τιμαῖς χειροτονίᾳ ἢ ψήφῳ οὐ
δικαίᾳ. πολὺ ἂν οὖν δικαιότερον τοὺς θεοὺς δυσχεραί-
νειν, ὅσοι ἄνθρωποι εἰς τὰς θείας τιμὰς σφᾶς εἰς-
ποιοῦσιν, ἢ πρὸς τῶν ἄλλων εἰσποιούμενοι ἀνέχονται.”
<Ἐκπολεμῶ>: ἐχθρὸν ποιῶ, αἰτιατικῇ· ”αὐτὸς δὲ ἐς
Ἀθήνας ἐλθών, ὡς ἐκπολεμώσων τοὺς Ἀθηναίους
πρὸς Ἀλέξανδρον.“
<Ἐπιστρέφομαι>: ἀντὶ τοῦ ἐπιμέλειαν ποιοῦμαι καὶ
φροντίζω, μετὰ γενικῆς. Ἡρακλείδου Ποντικοῦ τῶν
εἰς Ἄβαριν ἀναφερομένων· „ἔφη δὲ τὸ δένδρον αὐτῷ
τὸν δαίμονα, νεανίαν γενόμενον, ἐπιθεῖναι, προστά-
ξαι δὲ πιστεύειν περὶ θεῶν, ὅτι ὡς οἷόντε καὶ τῶν
ἀνθρωπίνων ἐπιστρέφονται πραγμάτων.”
<Ἐπιτροπεύω>…
The complete text is available when the reading interface loads.