Glossae rhetoricae
- Edition reference
- Glossae rhetoricae (e cod. Coislin. 345), ed. Bekker, op. cit., 195–318.
- CTS identifier
urn:cts:greekLit:tlg4289.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
alpha
201
ὃν ἤθελε τῶν πολιτῶν τινὰ προστάτην, τὸν ἐπιμελη-
σόμενον καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ,
ὥσπερ ἐγγυητὴν ὄντα.
<Ἀποψηφισθέντα>: τὸν ἀποψηφισθέντα ἐν ταῖς δια-
ψηφίσεσι τῶν δήμων, καὶ εἰσαγόμενον εἰς δικαστήριον,
καὶ ξενίας κρινόμενον. καὶ εἰ μὲν νικήσειε, κατεδέ-
χετο εἰς τὴν πολιτείαν· εἰ δὲ μή, ὡς ξένος ἐπιπρά-
σκετο. καὶ τοῦτο ἐκαλεῖτο ἀποψήφισις.
<Ἀπόλειψις>: σημαίνει μὲν ἁπλῶς τὸ ἀπολείπειν· ἰδίως
δὲ καὶ ὅταν γαμετὴ τὸν ἄνδρα ἀπολείπῃ καὶ χρημα-
τίζῃ πρὸς ἄνδρα ἀπόλειψιν.
<Ἀποτιμηταί>: οἱ πεμπόμενοι παρὰ τοῦ ἄρχοντος ἀπο-
τιμῆσαι τὰ ἐνέχυρα, ἃ οἱ μισθούμενοι τὸν τῶν ὀρ-
φανῶν οἶκον παρὰ τοῦ ἄρχοντος παρεῖχον τῆς μι-
σθώσεως.
<Ἀποτιμᾷν>: αὐτὸ τὸ πρᾶγμα.
<Ἀποτιμήματα>: ὅταν τις, προικὸς ὀφειλομένης, κτῆμά
τι τοῦ λαβόντος τὴν προῖκα ἐνεχυριάσῃ.
<Ἀργυρίου δίκη>: ὄνομα δίκης, ὁπότε τις ἀπαιτοίη
202
ἀργύριον ὡς προσῆκον αὑτῷ, καὶ μὴ λαμβάνων δίκην
λαγχάνει ἀργυρίου τῷ ἔχοντι.
<Ἀῤῥηφορεῖν>: τὸ λευκὴν ἐσθῆτα φορεῖν καὶ χρυσία.
ἦσαν δὲ τέσσαρες παῖδες, χειροτονητοὶ κατ' εὐγένειαν,
ἀῤῥηφόροι ἀπὸ τῶν ἑπτὰ μέχρι ἕνδεκα.
<Ἀῤῥηφορία>: ἑορτὴ Διονύσου.
<Ἀτίμητος ἀγὼν καὶ τιμητός>: ἀτίμητος μέν ἐστιν
ἐφ' ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐδέν ἐστιν,
ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμῆσαι, ὅ τι χρὴ παθεῖν ἢ
ἀποτῖσαι· τιμητὸς δὲ ἐφ' ᾧ ὡρισμένον ἦν τὸ τίμημα.
<Ἀφεὶς καὶ ἀπαλλάξας>: τὸ μὲν ἀφείς ἐστιν ὅταν τις
ἀπολύσῃ τινὰ τῶν ἐγκλημάτων, ὧν ἐγκαλεῖ αὐτῷ· τὸ
δ' ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι
καὶ μηκέτι ἐγκαλεῖν.
<Ἀναγκαῖον>: δεσμωτήριόν ἐστι παρὰ Βοιωτοῖς οὕτω
καλούμενον, ὡς καὶ παρὰ Κυπρίοις ὁ κέραμος.
<Ἄλληκτα>: ἀκλήρωτα, ἀδιαίρετα, ἀμέριστα, κοινά.
<Ἀκεστῷ>: τῷ ἰασίμῳ καὶ θεραπευσίμῳ πράγματι.
<Ἄλφιτα>: τῆς κριθῆς τὰ ἄλευρα.
<Ἀετὸς προπύλαιος>: τὸ νῦν λεγόμενον ἀέτωμα ἢ
δέλτα.
<Ἀφιδρύματα ἐν ταῖς σφενδόναις>: ἀφιδρύματα
μὲν τὰ ἀγάλματα, σφενδόναι δὲ τόπος Ἀθήνῃσιν.
<Ἀκροστόλιον τριήρους>: τὸ ἄκρον τῆς πρύμνης τὸ
ἀνατεταμένον εἰς τὸ ἄνω μέρος.
<Ἀμφιδέῤῥεα>: κόσμος τραχήλιος.
<Ἀρχώνης>: ὁ ἄρχων ὠνῆς οὑτινοσοῦν.
<Ἀρχιτέκτων>: ὁ τῶν οἰκοδομημάτων ἐπιστάτης, καὶ ὁ
ἄρχων τῶν τεκτόνων, καὶ ὁ κατὰ σκευωρίαν κατασκευ-
άζων τι πρᾶγμα.
<Ἀμφοτερόπλου>: τὸ δύο πλοῦς ποιήσασθαι ἐπὶ τοὺς
αὐτοὺς λιμένας.
<Ἀνακτορίου>: τὸ ἅγιον ἱερὸν τῶν ἀνακτόρων.
203
<Ἄλογοι τίνες λέγονται>: οἱ μήπω ἀνῃρημένοι τὸν
ἔρανον ἐρανισταί, οἱ μὴ καταθέμενοι τοῦ ἐράνου
τὴν καταβολήν, οἷς οὐδείς ἐστι λόγος πρὸς τὸ μὴ
ὀφείλειν.
<Ἀταλάντη τριήρης>: ὠνομάσθη οὕτως ἡ τριήρης ἤτοι
ἀπὸ Ἀταλάντης τῆς ἡρωΐνης, ἥτις ἦν ὠκίστη δραμεῖν,
ἢ ἀταλάντη καὶ ἰσόζυγος, ὡς τὸ
Διῒ μῆτιν ἀτάλαντον.
<Ἀντλία>: ἄγγος ἐν ᾧ τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γινόμε-
νον ἀπαντλοῦσιν εἰς θάλασσαν, ὁ καὶ νῦν καλούμε-
νος καδίσκος.
<Ἀκροθίνιον>: κυρίως μὲν ἡ τῶν θινῶν ἀπαρχή· θῖνες
δέ εἰσιν οἱ τῶν πυρῶν καὶ τῶν κριθῶν σωροί· κατα-
χρηστικῶς δὲ ἡ ἀφ' ὁτουοῦν ἀπαρχή.
<Ἄφυα>: ὄνομα ἑταίρας. ἐκλήθη δὲ οὕτως ἀπὸ τῆς ἀφύ-
ης, ὅ πέρ ἐστιν ἰχθύδιον φαῦλον καὶ λυπρόν. τοιαύτη
δὲ ἦν καὶ ἡ ἑταίρα, ὡς ἔοικεν, ἀφ' οὗ καὶ τὴν προς-
ηγορίαν ἔσχεν.
<Ἀδηφάγους τριήρεις>: τὰς μεγάλας τριήρεις, ἢ τὰς
ἐχούσας ἐντελῆ τὰ πληρώματα. παρ' ὃ καὶ ἀδηφάγα
ἅρματα λέγουσι τὰ μεγάλα καὶ τέλεια.
<Ἀποστολεῖς>: ἄρχοντες δέκα τὸν ἀριθμόν, ἐπὶ τῶν ἐκ-
πλεουσῶν τριήρων καὶ τῶν ἀποστόλων ἀναγομένων,
παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα.
<Ἀκαριαῖον>: τὸ βραχύ.
<Ἀνέπαφα>: τὰ ἀνεπίληπτα, ὧν οὐκ ἄν τις ἅψαιτο.
ἀφάσεσθαι γάρ ἐστι τὸ ψηλαφᾷν καὶ ἅπτεσθαι.
<Ἀναδενδράδες>: τὰ κλήματα τῆς ἀμπέλου τὰ ὑπερ-
μήκη.
<Αὐχμοί>: αἱ ἀνομβρίαι, ἀφ' οὗ καὶ αἱ ἐκπυρώσεις τῶν
φυτῶν καὶ ἀφορίαι καὶ ἀκαρπίαι.
<Αἱμασιά>: τὸ αὐτοσχέδιον περιτείχισμα τὸ ἐν τοῖς
204
ἀγροῖς γινόμενον ἔξωθεν τῶν ἀμπέλων, πρὸς τὸ μηδέ-
να τῶν ὁδῷ παριόντων ῥᾳδίως εἰσιόντα ὀπωρίζεσθαι.
<Ἄξονες>: ξύλα τετράγωνα, ἀπὸ γῆς κάτωθεν ἄνω διή-
κοντα μέχρι τοῦ ὀρόφου, καὶ στρεφόμενα ἀπό τινος
περόνης. ἐπὶ τούτων οἱ νόμοι ἀνεγράφοντο.
<Ἀγορὰ καὶ ἐφορία>: ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς
ὅροις γινομένη τῶν ἀστυγειτόνων, οὗ οἱ ὅμοροι ὁμοῦ
συνιόντες περὶ τῶν κοινῶν ἐβουλεύοντο.
<Ἀμόργινα>: τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά.
<Ἀντίθετα>: εἶδος σχήματος ῥητορικοῦ. ἀντιτίθεται δὲ
πολλά, κῶλον κώλῳ καὶ νόημα νοήματι καὶ ἐπιχείρη-
μα ἐπιχειρήματι καὶ κεφαλαῖον κεφαλίῳ καὶ λόγος
λόγῳ, καὶ ὅλως πολύ ἐστι τὸ εἶδος τῶν ἀντιθέτων.
<Ἀμοιγέποι>: ἀντὶ τοῦ ὁπηδή.
<Ἀμφίθυρος οἰκία>: ἡ ἔχουσα ἑκατέρωθεν θύρας φε-
ρούσας ἔξω εἰς τὴν ὁδόν.
<Ἄττων>: ὁρμῶν καὶ πηδῶν, ἀπὸ τοῦ ἀΐσσων, ὅ πέρ ἐστιν
ὁρμῶν.
<Ἀφ' ἑστίας μυηθῆναι>: ὁ ἐκ τῶν προκρίτων Ἀθη-
ναίων κλήρῳ λαχὼν παῖς δημοσίᾳ μυηθείς.
<Ἄρτημα>: ὁ δεσμὸς τοῦ βαλλαντίου, ἢ ὁ τελαμὼν ἐξ οὗ
ἤρτηται τὸ βαλλάντιον· ὅπερ καὶ πιθανώτερον.
<Ἀβρότων>: κογχυλίου εἶδος· πολλάκις δὲ αὐτὰ ἀγελη-
δὸν νέμονται. οἱ δὲ εἶδος ἀκρίδων, αἵτινες πολλαὶ γε-
νόμεναι ὁμοῦ τοὺς καρποὺς διαφθείρουσιν. οἱ δὲ με-
λιττῶν. οἱ δὲ ἀπρότων φασὶν εἶναι ἀντὶ τοῦ λῃστῶν.
<Αὐτολήκυθος>: ὁ πένης, ἀπὸ τοῦ ἑαυτῷ τὰς ληκύ-
θους φέρειν εἰς τὰ βαλανεῖα. οἱ δ' ἄσωτοι, παρὰ τὸ
τὰς συμβολὰς ἐν ταῖς ληκύθοις ἔχειν καὶ φέρειν εἰς
τὰ συμπόσια.
<Ἀποφράδες>: αἱ ἐναγεῖς καὶ μιαραὶ ἡμέραι καὶ μέ-
λαιναι.
205
<Ἀστράγαλοι διάσειστοι>: οἱ μεγάλοι καὶ κυβευτι-
κοὶ ἀστράγαλοι ἐν τῷ βάλλεσθαι.
<Ἀστράβη>: σκεῦός τι ἐπὶ τῶν ὄνων ἢ τῶν ἵππων ἢ τῶν
ἡμιόνων ἐπιτήδειον.
<Ἄμιππος>: ἐὰν διὰ τοῦ ν̅ γράφηται ἡ συλλαβή, ἄνιπ-
πος, σημαίνει τοὺς ἵππους μὴ ἔχοντας ἀλλὰ πεζούς.
ἐὰν δὲ διὰ τοῦ μ̅, ἅμιππος, ὅπερ καὶ μᾶλλον, σημαί-
νει τοὺς δύο ἔχοντας ἐζευγμένους ἵππους ἱμᾶσι χωρὶς
ζυγοῦ, καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον.
<Ἀποσέσχεν τοὺς ὅρμους τοῦ μετάλλου>: ἀποσέ-
ξαι τὸ διασεῖσαι καὶ κινῆσαι. ὅρμοι δέ εἰσιν ὥσπερ
κίονες τοῦ μετάλλου. οὗτοι δ' ἦσαν καὶ ὅροι τῆς ἑκά-
στου μερίδος, ἣν ἐμισθώσατο παρὰ τῆς πόλεως.
<Ἄμφοδον>: ἡ ὥσπερ ἐκ τετραγώνου διαγεγραμμένη ὁδός.
<Ἀπόταφον>: τὸν χωρὶς ταφέντα καὶ ἀλλαχῇ τοῦ τῶν
ἄλλων νεκρῶν τάφου.
<Ἀμνόν καὶ ἀμνήν>: τὸ βραχὺ καὶ νεογνὸν καὶ ἄρτι
τεχθὲν πρόβατον.
<Ἀκρατοκώθωνες>: οἱ νέοι οἱ πίνοντες ἄκρατον ἐκ τῶν
κωθώνων, ἐξ ὧν καὶ οἱ κώθωνες ἐκλήθησαν, ἐπεὶ ἐν
τοῖς συμποσίοις τὸν ὅλον βίον διάγουσιν ἀκρατοπο-
τοῦντες καὶ μεθύοντες καὶ παροινοῦντες.
<Ἀκινάκης>: εἶδος ξίφους βαρβαρικοῦ.
<Ἀρκτοῦρον>: τὸν ἀρκτοφύλακα, ὃν καὶ Βοώτην κα-
λοῦσιν. οὗτος δέ ἐστιν ὁ τοῦ Ὠρίωνος. δύνει δὲ ἀρ-
χομένου χειμῶνος.
<Ἀπατούρια>: ἑορτή τις Ἀθήνῃσιν, ἀπὸ τῆς ἀπάτης
τῆς Μελανθίου ὀνομασθεῖσα, ἣν ἠπάτησε Ξάνθον
μονομαχοῦντα περὶ γῆς ὅρων.
<Ἅπλας>: ὑποδήματος εἶδος Λακωνικοῦ. ὠνόμασται δὲ
ἀπὸ τοῦ ἁπλῶς καὶ οὐ τετεχνιτευμένως γεγενῆσθαι.
ἁπλοῖ δὲ οἱ Λάκωνες καὶ οὐ περίεργοι περὶ τὰς κα-
τασκευάς.
206
<Ἀλαβαστοθήκας>: τὰ ἀγγεῖα, ὅπου τίθεται τὰ ἀπὸ
τῆς ἀλαβάστου γινόμενα ληκύθια. σημειωτέον δὲ ὅτι
χωρὶς τοῦ ρ̅ ἀλάβαστος λέγεται, οὐχὶ ἀλάβαστρος.
<Ἀρκτεῦσαι>: τῇ Ἀρτέμιδι καὶ τῇ ἄρκτῳ ἀφοσιώσασθαι
καὶ θῦσαι, ὅπερ ἐποίουν πρὸ τῶν γάμων αἱ κόραι
διὰ τὸν τῆς θυσίας χρησμόν.
<Ἄγρας>: ὁ Δημοσθένης οὕτως ἐκλήθη ὡς κακῶν ἔργων
ποιητής. οἱ δὲ ἄργαν ὄφιν εἶναί φασιν.
<Ἀλάστωρ>: ὁ ἁμαρτωλός, παρὰ τὸ ἀλιτεῖν, ὅ πέρ ἐστιν
ἁμαρτεῖν.
<Ἄρτι καὶ ἀρτίως>: ἀντὶ τοῦ πρὸ ὀλίγου. τάσσουσι γὰρ
αὐτὸ ἐπὶ τοῦ ἤδη εἰρημένου ἢ πεπραγμένου, ἐπὶ δὲ
τοῦ μέλλοντος οὐδέποτε.
<Ἄγειν καὶ φέρειν>: ἀντὶ τοῦ λῃστεύειν καὶ ἁρπάζειν.
ἤγετο μὲν τὰ ἔμψυχα, ἐφέρετο δὲ τὰ ἄψυχα.
<Ἁρμοσταί>: οἱ φρούραρχοι τῶν Λακεδαιμονίων, παρὰ
τὸ ἁρμόζειν τὰς πόλεις τοῖς Λακεδαιμονίοις.
<Ἄμη>: τὸ ἐργαλεῖον, ἐν ᾧ ὀρύττουσι τὴν γῆν.
<Ἀκίβδηλον>: τὸ καθαρὸν καὶ γνήσιον καὶ ἀδιάφθορον.
<Αὐλών> τόπος τῆς Ἀττικῆς καλεῖται, ἐπειδὴ ἐπιμήκης
καὶ στενός, ὡς αὐλῷ ἐοικέναι.
<Ἀφανίσαι> οἱ παλαιοὶ οὐχὶ τὸ μολῦναι λέγουσιν, ὡς
νῦν, ἀλλὰ τὸ τελέως ἀφανὲς ποιῆσαι.
<Ἀπενιαυτίσαι>: ἐπ' ἐνιαυτὸν φυγεῖν. ἢ ἐπὶ τοῦ ἐντὸς
ἐνιαυτοῦ ἀποθνήσκοντος.
<Ἁψιμαχία>: ἡ πρὸς ὀλίγον διαφορά, ἀπὸ τοῦ ἅψα-
σθαι μάχης.
<Ἀποσημάνασθαι> τὸ σφραγίζειν λέγεται.
<Ἀστεῖος>: ὁ γέλωτα κινεῖν δυνάμενος καὶ βωμολόχος.
σημαίνει δὲ καὶ τὸν εὖ ἐσταλμένον, καὶ τὸν εὔλαλον,
ᾧ ἐναντίος ἐστὶν ὁ γριτικὸς ἄνθρωπος καὶ ἄγροικος.
σημαίνει δὲ καὶ τὸν ἐν ἄστει διατρίβοντα, καὶ τὸν
διὰ ἦθος ἐπαινούμενον.
207
<Αὐτομαχεῖν>: τὸ ἑαυτῷ μάχεσθαι ἢ ἄλλῳ μόνον.
<Ἄρδηττος> τόπος ἐστὶν Ἀθήνῃσιν, ἀπὸ Ἀρδήττου τινὸς
ἥρωος, ὃς στασιάζοντας τοὺς Ἀθηναίους κατήπειγεν ὅρ-
κοις ὁμονοεῖν. ἐν τούτῳ οὖν τῷ χωρίῳ ὤμνυον οἱ δι-
κασταὶ τὸν δικαστικὸν ὅρκον.
<Ἀπὸ μισθωμάτων θύειν>: τὸ τὰς θυσίας μισθω-
σαμένους παρέχειν τῇ πόλει καὶ τοῖς ἄρχουσι τὰ
ἱερεῖα εἰς τὰς ἑορτάς, ὥστε δοκεῖν μὲν τὴν πόλιν καὶ
τοὺς ἄρχοντας θύειν, τῇ δ' ἀληθείᾳ τοὺς μισθωτὰς
παρέχεσθαι τὰ ἱερεῖα. ἔθος γὰρ ἦν τοῖς βουλομένοις
μισθοῦσθαι τὰς θυσίας, καὶ τέλος ἦν τῶν θυσιῶν
πωλούμενον τῷ βουλομένῳ.
<Ἀμφιδρόμια>: ἑστίασις ἀγομένη ἐπὶ τοῖς βρέφεσι
μετ' ὀλίγας ἡμέρας τοῦ τεχθῆναι. ἐκλήθη δὲ ἀπὸ τοῦ
ἀμφιδρομεῖν καὶ περιτρέχειν πανταχοῦ μετὰ τοῦ παι-
δίου, ἐπιθύοντας τοῖς θεοῖς.
<Ἀτιμαζόμενοι>: ἀντὶ τοῦ πληττόμενοι. εἴρηται δὲ ἡ
λέξις ἀπὸ τῆς ἄτης.
<Ἀπηχῆ>: ἀπεχθῆ καὶ λυπηρά. ὅπου γὰρ ἀνάγκη καὶ οὐ
προαίρεσις, ἐκεῖ ἐστὶ καὶ λύπη.
<Ἀναίσχης>: ὁ ἄπειρος κληδόνος. εἴρηται δὲ κατὰ στέ-
ρησιν τοῦ αἴσχους καὶ τῆς αἰσχύνης.
<Ἀναγωγή>: ἡ ἀπόδοσις τοῦ κακῶς πραθέντος ἀνδρα-
πόδου.
<Ἄτης ὕης>: τὸ μὲν ὕης υἱός, τὸ δὲ ἄτης θεᾶς Ἀβά-
ζιος. οἱ δέ φασι μυστικὰ εἶναι ἐπιφθέγματα. ἄλλοι
δὲ ὕην μὲν εἶναι τὸν Διόνυσον ἀπὸ τοῦ συμβάντος
ἐπὶ τῇ γεννήσει αὐτοῦ ὑετοῦ· ὗσε γὰρ ἀμβροσίαν
ἐπ' αὐτῷ ὁ Ζεύς· ἄττης δέ ἐστιν ὁ Διόνυσος ἀπὸ τῆς
γενομένης ἐκ Τιτάνων εἰς αὐτὸν ἄτης καὶ φθορᾶς.
οἱ δὲ ἐπίθετα Διονύσου.
<Ἀθηνᾶ ἱππία>: ἐκλήθη οὕτως ἡ Ἀθηνᾶ, ἐπεὶ ἐκ τῆς
κεφαλῆς τοῦ Διὸς μεθ' ἵππων ἀνήλατο, ὡς ἔπ' αὐτῇ
208
ὕμνος δηλοῖ. ἢ ὅτι, Ποσειδῶνος οὖσα θυγάτηρ καὶ
Κορυφῆς τῆς Ὠκεανοῦ, ἔχουσα ἅρμα οὕτως ἐγεννή-
θη. ἢ ὅτι Ἄδραστος Θήβηθεν φεύγων, ἐπὶ Κολωνῷ
στήσας τοὺς ἵππους, Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους
προσαγορεῦσαι ...
<Ἄρτι μῦς πίττης γεύεται>: παροιμία ἐπὶ τῶν δει-
νὰ πεπονθότων ἢ πασχόντων.
<Ἀναβάλλειν>: ὑπερτίθεσθαι.
<Ἀπὸ μηχανῆς>: μηχανή ἐστι παρὰ τοῖς κωμικοῖς ἐγ-
κυκλήματός τι εἶδος ἀπὸ συνθήκης πρὸς ὃ φέρεται ὁ
εἰς τὴν σκηνὴν δείξεως χάριν θεοῦ ἢ ἄλλου τινὸς
ἥρωος.
<Ἀντίπαλος>: δύο σημαίνει ἡ λέξις, ἤτοι τοὺς ἴσους καὶ
ἰσοῤῥόπους, ἢ ἁπλῶς τοὺς πολεμίους. ὅπερ καὶ μᾶλ-
λον παρὰ τοῖς ῥήτορσιν.
<Ἀποκτυπῆσαι>: πᾶσαι.
<Ἁλίπεδον>: ἀμμῶδες πεδίον ἀπὸ ἁλός, ὅ πέρ ἐστι θά-
λασσα, πέδον δέ, ὅ πέρ ἐστι γῆ, πεποιημένον παρὰ τὸ
ἀλίζεσθαι ἐκεῖ τοὺς ἵππους. ἐν γὰρ τοῖς τοιούτοις χω-
ρίοις ἀμμόδρομοι ἦσαν.
<Ἀδημονεῖν>: ἀντὶ τοῦ ἀθυμεῖν καὶ λυπεῖσθαι.
<Ἁλῶα>: ἑορτή τις τὰ ἁλῶα, προσαγορευθεῖσα ἀπὸ τῆς
ἀλοήσεως τῶν καρπῶν.
<Ἄσας>: τὰς ἀνίας.
<Ἄῤῥιχος>: ὁ κόφινος καὶ τὸ τοιοῦτον πλέγμα.
<Ἀστικὸν ἐμπόριον>: ὅπου οἱ ἀστοὶ ἐμπορεύονται. ἦν
δὲ καὶ ἄλλο ξενικόν, ὅπου οἱ ξένοι.
<Ἀνθεστηριών>: μὴν Ἀθήνῃσιν.
<Ἀπόκριναι γάρ μοι δεῦρο ἀναστάς· οὐ γὰρ δι'
< Ἀπειρίαν ἀγνοήσεις, ὅ τι εἴπῃς>>: οἱ μὲν τὸ ἀπό-
κριναί φασιν αὐτὸν εἰρηκέναι οὐκ ἐπὶ τῶν ἑξῆς πρα-
γμάτων, ἀλλ' ἐπὶ τῶν ἤδη εἰρημένων, ἵνα μὴ ζητῆται ἡ
209
ἐρώτησις. οἱ δὲ τὸ ἀπόκριναί φασιν εἶναι ἀντὶ τοῦ
ἀπολόγησαι.
<Ἄτιμον τόπον>: ᾧ παντὶ προσπελάσαι οὐκ ἔξεστιν.
<Ἀγαθοεργοί> εἰσιν οἱ ἐκ τῶν ἱππέων ἐξιόντες ἑκάστου
ἔτους, ὡς Ἡρόδοτος. ἢ οἱ τῶν ἀρχόντων ὑπηρέται. ἢ
οἱ ἀγαθόν τι εἰργασμένοι.
<Ἀβούλητα>: ἀκούσια.
<Ἁβρά>: μαλακά, τρυφερά.
<Ἁβρύνεται>: τρυφερεύεται.
<Ἀγασθείς>: χαρείς, θαυμάσας.
<Ἀγαθὴ τύχη>: ἡ Νέμεσις καὶ ἡ Θέμις.
<Ἀγαθοί>: οἱ εὖ γεγονότες καὶ πεπαιδευμένοι καὶ ἐνά-
ρετοι. ἔνιοι πλουσίους.
<Ἀγαθοῦ δαίμονος πόμα>: τὸ μετὰ δεῖπνον ἄκρατον
πινόμενον παρ' Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν
οὕτως ἐκάλουν.
<Ἀγακλεές>: λίαν ἀγαθόν, εὐκλεές.
<Ἀγάλλεται>: τέρπεται, σεμνύνεται, σοβαρεύεται, γαυ-
ριᾷ.
<Ἄγαμαι>: φιλῶ, ἥδομαι, θαυμάζω, φθονῶ, ἀγαπῶ, ἀπο-
δέχομαι.
<Ἄγαν>: ἐπὶ τοῦ πολλοῦ καὶ μεγάλου καὶ λίαν.
<Ἀγαπητόν>: κεχαρισμένον ἢ μονογενῆ.
<Ἀγγαρεία>: δουλεία.
<Ἀγέρωχοι>: οἱ ἔντιμοι, ἐπὶ γέρως ὀχούμενοι. οἱ δὲ ὑπε-
ρηφάνους ἢ μεγαλαύχους.
<Ἄγκυρα>: τὸ αἰδοῖον παρὰ Ἐπιχάρμῳ. Κύπριοι δὲ τὸ
τριώβολον ἄγκυραν λέγουσι. καὶ τὸ ναυτικὸν σκεῦος.
καὶ ἡ ἀσφάλεια.
<Ἁγνεύειν>: τὸ ἀπὸ ἀφροδισίων καθαρεύειν. ἡ συνή-
θεια δὲ τὴν τῶν βρωμάτων ἀπόσχεσιν.
<Ἀξιόχρεως>: ἱκανός, ἐχέγγυος, ἀξιόπιστος.
<Ἀγλαΐζει>: σκευάζει, κοσμεῖ, ποιεῖ.
210
<Ἀναδύεσθαι>: φεύγειν, ἀναβάλλεσθαι.
<Ἀμφορεύς>: κάδος. οἱ δὲ κοινῶς μὲν πᾶν κεράμιον.
<Ἀναγυράσιος>: ὁ Ἀναγυροῦς δῆμος τῆς Ἀττικῆς, ἔνθα
καὶ φυτὸν φύεται δυσῶδες ὁ ἀνάγυρος, ἐφ' οὗ λέγεται
μὴ κινεῖν τὸν ἀνάγυρον.
<Ἀποινᾷν>: ἄποινα λαμβάνειν.
<Ἀγχίνοια>: ταχύνοια.
<Ἀγορά>: τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ
δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκ-
κλησίαν. παρ' Ὁμήρῳ καὶ πάντα ἁθροισμόν.
<Ἀθυμία>: ἀψυχία καὶ τὸ ἀπαγορεῦσαι.
<Ἄμυνα>: ἡ βοήθεια.
<Ἀδηφάγοι>: οἱ πολὺ καὶ ἀναιδῶς ἐσθίοντες.
<Ἆθλος>: κυρίως ὁ πόνος καὶ τὰ ἔπαθλα.
<Ἀνδριάντα>: σημαίνει καὶ τὴν γραφήν, ὥσπερ ὁ Πλά-
των.
<Ἀποψύχειν>: ἀφοδεύειν. κυρίως δὲ καὶ τὸ ἀποθνή-
σκειν.
<Ἀδικοχρημάτους>: τοὺς κακοπράγμονας. οἱ δὲ τοὺς
ἐξ ἀδίκων πλουτοῦντας.
<Ἀπογενομένους>: σημαίνει καὶ τοὺς ἀποθνήσκοντας
καὶ τοὺς πόῤῥω γενομένους.
<Ἀπαρτί>: ἀπηρτισμένως. σημαίνει δὲ καὶ τὸ κατ' ἐναν-
τίον καὶ ἄντικρυς.
<Ἀπόφασις δίκης>: σημαίνει τὴν διάγνωσιν καὶ τὴν
μετὰ τὴν διάγνωσιν τῶν δικαστῶν ἀπόφασιν.
<Ἄρτι>: τὸ παρὸν καὶ ὑπόγυον, τὸ παραυτίκα μέλλον γί-
νεσθαι.
<Ἀμοργὶς τί ἐστι>: τοῦ καλάμου τῆς ἀνθήλης τὸ
λεπτότατον· ἔοικε δὲ βύσσῳ. ὅθεν ἀμόργινα ἱμάτια.
<Ἀναποδίζειν>: τὸ τοῖς ποσὶν ἀναμετρεῖν χωρίον. ση-
μαίνει δὲ καὶ τὸ ἐξετάζειν καὶ ἀναζητεῖν.
211
<Αὐτήκοοι>: ἀφ' ἑαυτῶν πιθήνιοι. κατήκοοι δὲ οἱ ἑτέ-
ροις ὑπακούοντες καὶ ἐπιτασσόμενοι.
<Αὐτίκα μάλα>: ἀντὶ τοῦ εὐθύς.
<Αὐτίκα>: μικρὸν ὕστερον.
<Ἀπογνῶναι>: ἀπελπίσαι.
<Ἀνωμαλία>: καὶ ἡ ἀνισότης καὶ ἡ νῆσος.
<Ἁρμοστής> παρὰ Λακεδαιμονίοις ἐκαλεῖτο ὁ ἐκπεμπό-
μενος ἐπιμελητὴς εἰς ὑπήκοον πόλιν φρούραρχος.
<Ἀνάστατον τὴν πόλιν ποιήσας>: ἀνοικίσας ἢ με-
ταστήσας ἢ μεταγαγών. <Καὶ ἀνάστατος> ὁ καταλιπὼν
τὴν οἰκείαν καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ζῇν αἱρούμενος.
<Ἁλοίη>: ληφθείη.
<Ἀπαρτᾷν>: ἀποκρεμᾷν.
<Ἀνδριάντα>: τὸν χαλκοῦν ἢ τὸν λίθινον, ἢ καὶ τὴν
γραφήν.
<Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως>: οὗτοί εἰσι κρι-
ταὶ τῶν κατοιχομένων.
<Ἀλάστωρ>: ὁ μεγάλα τετολμηκὼς ἀδικήματα, ὧν οὐκ
ἂν ἐπιλάθοιτό τις, ἀλάστωρ καλεῖται.
<Ἀλιτήριος>: ὁ πολλὰ ἠδικηκὼς καὶ ὃν κολάζειν προς-
ῆκε περὶ ὧν ἐξήμαρτεν.
<Ἀνομολόγητα>: τὸ ἐπ' ἀργυρίῳ ἐκ δευτέρου συνθήκας
ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς δεδανεικότας καὶ τοὺς
ὀφείλοντας τοῦ τε τόκου καὶ τῆς προθεσμίας, εἰ χρό-
νος ἱκανὸς διέλθοι καὶ μὴ διαλύοιντο οἱ δεδανεισμέ-
νοι, τοῦτο ἀνομολογεῖσθαι καλεῖται.
<Ἀριστεῖον>: βραβεῖον, γέρας, ἔπαθλον.
<Ἀκκώ>: γυνὴ εὐήθης.
<Ἀμφιετίδης καὶ Μελιτίδης>: οὗτοι ἐπὶ ἀνοίᾳ διε-
βάλλοντο.
<Ἄνυτος>: οὗτος πρῶτος δικαστήριον κατέδειξεν.
<Ἀρουραῖος Οἰνόμαος>: ὁ Αἰσχίνης, ὅτι τὸν Οἰνόμαον
212
ὑποκρινόμενος ἔπεσεν. ἀρουραῖος δέ, ὅτι ἐν τοῖς δή-
μοις ἐπεδείκνυτο, ἀνάξιος ὢν τῶν ἐν ἄστει ἀγώνων.
<Ἀγγάρους>: οἱ μὲν τοὺς πρέσβεις, οἱ δὲ τοὺς ἐκ δια-
δοχῆς γραμματηφόρους, οἱ δὲ τοὺς ἀπράκτους καὶ
νωθεῖς. ἔλεγον δὲ καὶ τοὺς σταθμοὺς <Ἄγγαρα>. καὶ
τοὺς ἐπὶ τὸ καθοδηγεῖν παραλαμβανομένους ἄκοντας.
Αἰσχύλος γοῦν ἐν Ἀγαμέμνονι τὸν ἐκ διαδοχῆς πυρσὸν
<Ἀπ' ἀγγάρου πυρὸς> ἔφη.
<Ἄρειος πάγος>: ὄχθος Ἀθήνῃσιν.
<Ἀκρόπολις>: τόπος ὑψηλός. τὰ δὲ ὑπ' αὐτὴν ὑπόπολις
ὠνομάσθη.
<Ἀνακεῖον>: Διοσκούρων ἱερόν, οὗ νῦν οἱ μισθοφοροῦν-
τες δοῦλοι ἑστᾶσιν.
<Ἀνδοκίδου Ἑρμῆς>: ὁ παρὰ τῇ οἰκίᾳ τοῦ Ἀνδοκίδου.
<Αἰάκιον>: τόπος, οὗ φασὶ τὸν Αἰακὸν οἰκῆσαι.
<Ἀστραπὴ δι' ἅρματος>: τόπος Ἀθήνῃσιν ἐν τῇ Πάρ-
νηθι, ὅπου Διὸς ἀστραπαίου ἐστὶ βωμός.
<Ἀκαδημία> τόπος λέγεται διὰ τοῦ α̅, ἀπό τινος Ἑκα-
δήμου. ἔστι δὲ γυμνάσιον.
<Ἄγονον> πήγανον μεγαλοπρεπὲς πρᾶον παρ' ἐνίοις ἢ
ἄγνος.
<Ἀγόντων>: ἀντὶ τοῦ ἀγέτωσαν.
<Ἀγορὰ ἀργείων>: καὶ ἐν τῇ Τρωάδι τόπος καὶ Ἀθή-
νῃσιν.
<Ἀγορανόμος>: δικαστὴς ἐν ἀγορᾷ νέμων τὸ δίκαιον.
<Ἀγορητάς>: τοὺς ἐν ἀγορᾷ ἀναστρεφομένους.
<Ἀγός>: ἡγεμών, βασιλεύς. καὶ ἐν Πέργῃ ἡ ἱέρεια τῆς
Ἀρτέμιδος.
<Ἀγοστούς>: τοὺς ἀγκῶνας. οἱ δὲ ἄκρα χειρῶν. οἱ δὲ
ἀγκύλας καὶ πήχεις.
<Ἄγος>: μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον
καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ αἱ ἱέρειαι ἀναγεῖς,
καὶ ἄγη τὰ μυστήρια καὶ ἄλλα τινά.
213
<Ἄγραυλοι>: οἱ ἐν ἀγρῷ διανυκτερεύοντες.
<Ἀγριόθυμος>: ἄγριος τῇ ψυχῇ.
<Ἄγροικος>: ἄφρων, δύσκολος.
<Ἀγοσταί>: κριθαὶ ὑπὸ Κυπρίων. καὶ τὸ <Ἀγοστήσας>
ἐκκριθιάσας, οἷον ὑψαυχενίσας.
<Ἀγρῶσται>: οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος.
Ὅμηρος·
ἰχθῦς ἀγρώσσων.
<Ἀγύρτης>: ἐπαίτης, φιλοκερδής.
<Ἀγυρτικά>: χυδαῖα ψεύσματα.
<Ἀγυρτώδη>: συρφετώδη.
<Ἀγχέμαχος>: ἐγγύθεν μαχόμενος.
<Ἀγχίθυρος>: γείτων.
<Ἀγχίμολος>: ἐγγὺς ἐλθών.
<Ἀγχιστεία>: συγγένεια. <καὶ ἀγχιστεῖς> οἱ ἀπὸ ἀδελ-
φῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέ-
ρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων
<Συγγενεῖς> μόνον. οἱ δὲ κατ' ἐπιγαμίαν μιχθέντες
τοῖς οἴκοις <Οἰκεῖοι> λέγονται.
<Ἀδωροδοκήτως>: ὀρθῶς.
<Ἀδεκάστως>: ἀμερίστως, δικαίως.
<Ἀδιάκριτος>: ἀδιαχώριστος. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν
μὴ γινωσκόντων τὰ δέοντα ἢ ἀφρόνως φλυαρούντων.
<Ἀκονιτί>: ἄνευ ἀγῶνος καὶ μάχης, ἢ εὐμαρῶς· ἀπὸ
μεταφορᾶς τῶν ἀθλητῶν τῶν οὕτως εὐμαρῶς περιγι-
νομένων, ὥστε μηδὲ κονίσασθαι.
<Ἄκομψον>: ἀπάνουργον.
<Ἀναδήσασθαι>: στεφανώσασθαι. <καὶ ἀναδήσοντες>
στέψοντες.
<Ἀνδρολήψιον καὶ ἀνδροληψία>: ἀνδρολήψιόν ἐστι
τὸ φόνου πραχθέντος ἔν τινι πόλει, καὶ τοῦ φονέως
μὴ ἐκδιδομένου ὑπὸ τῶν πολιτῶν, τρεῖς ἀντ' αὐτοῦ
τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς δικαστήριον, δίκην
214
ὑφέξοντας τοῦ φόνου. καὶ τοῦτο ἀνδρολήψιον κα-
λεῖται.
<Ἀσκοφορεῖν>: τὸ ἐν ταῖς Διονυσιακαῖς πομπαῖς τοὺς
ἀστούς, ἐσθῆτα ἔχοντας ἣν βούλονται, ἀσκοὺς κατὰ
τῶν ὤμων φέρειν. καὶ οἱ τοῦτο ποιοῦντες <Ἀσκοφό-
ροι> καλοῦνται. ὥσπερ νόμος τοὺς μετοίκους χιτῶνας
ἐνδεδύσθαι χρῶμα ἔχοντας φοινικοῦν, καὶ τὰς σκά-
φας φέρειν· ὅθεν καὶ <Σκαφηφόροι> καλοῦνται.
<Ἀναγωγὴ οἰκέτου>: δίκης ὄνομα. ἀναγωγὴ γὰρ ἐστι
τὸ τὸν πωλοῦντα οἰκέτην νόσημα ἔχοντα, καὶ μὴ προ-
ειπόντα τῷ ὠνουμένῳ, ἐφεῖσθαι τῷ ὠνησαμένῳ δια-
κρίνεσθαι πρὸς τὸν πεπρακότα, ἀπογραψάμενον πρὸς
τοὺς ἄρχοντας τὴν αἰτίαν, δι' ἣν ἐγκαλεῖ. καὶ τὸ οὕ-
τως ἀπογράφειν <Ἀνάγειν> καλεῖται, καὶ ἡ ἀπογραφὴ
<Ἀναγωγή>.
<Ἀνάγειν εἰς πράτην καὶ ἀνάγειν ὠνήν>: δίκης
ὄνομα. ὅταν ἀμφισβητῇ τις περὶ οἰκέτου ὡς οὐ δεόν-
τως πραθέντος, ὁ τὸν οἰκέτην διακατέχων παραγίνε-
ται ἐπὶ τὸν πεπρακότα, καὶ ἀναγκάζει αὐτὸν συνί-
στασθαι τὴν δίκην πρὸς τοὺς ἀμφισβητοῦντας. καὶ
τοῦτο καλεῖται ἀνάγειν εἰς πράτην.
<Ἀμέλει>: τοιγαροῦν, δηλαδή, πάντως. ἐπίῤῥημα γάρ
ἐστι συγκατάθεσιν δηλοῦν. ἔστι δὲ καὶ ἀντὶ τοῦ κα-
λῶς παρὰ Ἀριστοφάνει.
<Ἀναίδην>: ἀθρόως, σφοδρῶς, ἀπηρυθριασμένως.
<Ἀναῤῥηθῆναι>: ἀνακηρυχθῆναι.
<Ἀνεῖλεν>: ἀντὶ τοῦ ἐμαντεύσατο. διφορεῖται γὰρ ἡ λέ-
ξις, ἐπεὶ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἐφόνευσεν.
<Ἀπροόπτως>: ἀπροοράτως, ἀπροσδοκήτως.
<Ἀράβιος αὐλητής>: ἐπὶ τῶν ἀκαταπαύστως τι δια-
πραττομένων ἢ διοχλούντων. ἔστι δὲ παροιμιῶδες.
<Αὐτοβοεί>: παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς
ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ.
215
οὕτω Θουκυδίδης. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κα-
τὰ κράτος.
<Ἀρχαιρεσίας> ἐν τῷ καιρῷ λέγουσιν, ἐν ᾧ προβάλλε-
σθαι τοὺς ἄρχοντας εἰώθασιν.
<Ἄβυδος>: ἐπὶ συκοφάντου τάττεται ἡ λέξις, διὰ τὸ δο-
κεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ <Ἀβυδο-
κόμης> ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν· τοιοῦτοι γὰρ
οἱ Ἀβυδηνοί.
<Ἄμπωτις>: ἡ ἀνάποσις. καὶ ἡ εἰς βάθος μετάστασις
τῶν ὑγρῶν.
<Ἀναπεπτωκότες>: τὰς διανοίας ἀνατετραμμένοι.
<Ἀνασεσυρμένη>: ἡ συρόμενον ἱμάτιον ἐπαίρουσα καὶ
γυμνοῦσα μέρος.
<Ἀνθερεῶνα>: τὸν ὑπὸ τὸ γένειον τόπον. καὶ βοτάνη δέ
τις ἀνθερεὼν καλεῖται.
<Ἀνθεστηριάδας> Ῥόδιοι λέγουσι τὰς ἐχούσας ὥραν
γάμου, μηδέπω δὲ γεγαμημένας.
<Ἀοίδιμος>: διαβόητος, ὀνομαστός, ὑμνητός.
<Ἀποκήρυκτος>: ὁ ἐπὶ ἁμαρτήμασιν ἐκπεσὼν τῆς πα-
τρῴας οἰκίας· <Ἐκποίητος> δὲ ὁ ἑτέρῳ δοθεὶς εἰς-
ποιήσασθαι. οὕτως Ἐρατοσθένης.
<Ἄξιον>: τὸ ἄξιον παρὰ τοῖς ῥήτορσι καὶ ἐπὶ τοῦ δι-
καίου τέτακται. τάσσουσι δὲ αὐτὸ καὶ ἐπὶ τῶν ὠνίων,
ὅταν εὔωνόν τι πιπράσκηται. τάσσουσι δὲ αὐτὸ καὶ
ἐπ' ἐκείνων, ἐπειδάν τις ὢν πολυχρήματος τόπον ὠνή-
σαιτο πολλοῦ ἄξιον.
<Ἀναγινώσκειν>: ἀναπείθειν. ἔστι γὰρ ἀναγινώσκειν
τὸ γνῶναι διαλεχθέντα.
<Ἀρεστήρ>: πόπανον τὸ ἐν ταῖς θυσίαις ἐπιτιθέμενον
κατὰ τοῦ πυρὸς ἀρεστὴρ καλεῖται.
<Ἀπόμισθος>: ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἄμισθος
ἀφειμένος ἀπόμισθος καλεῖται.
<Ἀρχαίου>: ἐχρήσαντο τῷ ἀρχαῖον πάντες οἱ ῥήτορες ἐπὶ
216
τοῦ δανειζομένου ἀργυρίου, ὅπερ ἔνιοι κατά τινα συ-
νήθειαν κεφάλαιον ὀνομάζουσι. παρείληπται δὲ τὸ
ἀρχαῖον ὑπὸ τῶν ῥητόρων καὶ ἐπὶ τοῦ παλαιοῦ.
<Ἅμα>: Δημοσθένης μὲν ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα
ἔταξεν, Αἰσχίνης δὲ τὸ ἅμα ἔταξεν ἐπὶ τοῦ κατὰ τὸν
αὐτὸν καιρόν.
<Αἴσθεσθαι>: αἴσθεσθαί ἐστι τὸ εἰδέναι τι ἀκριβῶς.
<Αἰσθάνεσθαι>: ἀντὶ τοῦ ὑποπτεύειν καὶ ὑπονοεῖν.
<Ἀνάργυρος τί ἐστιν>: ὁ ἀργύριον μὴ κεκτημένος
ἀνάργυρος καλεῖται, εἰ καὶ ἱκανή ἐστιν ἡ οὐσία αὐ-
τῷ ἐξ ἑτέρων χρημάτων.
<Ἄτακτοι>: οἱ περίεργοι καὶ παρὰ τὸ προσῆκόν τι ποι-
οῦντες. καὶ οἱ ἐν πολέμῳ συμβολῆς ἀγομένης πρὸς
τοὺς ἐχθρούς, τάξιν παρὰ τῶν στρατηγῶν μὴ λαβόντες.
<Ἀνάπηρος>: ὁ καθ' ὑπερβολὴν πεπηρωμένος μέρει τινὶ
τοῦ σώματος ἀνάπηρος καλεῖται.
<Ἀπεψηφισμένοι>: οἱ εἰς τὸ ληξιαρχικὸν γραμματεῖον
παρεγγεγραμμένοι τῶν ξένων καὶ ἀποψηφισθέντες ὡς
μὴ ὄντες ἀστοί.
<Ἀνάδικος δίκη>: δίκης ὄνομα. ὅταν γνώσεως δικα-
στῶν γενομένης περί τινος πράγματος αὖθις ὁ ἡττη-
θεὶς εἰς δικαστήριον ἔρχηται περὶ τῶν αὐτῶν κριθη-
σόμενος, ἢ καὶ ἕτερος ἐγκαλῇ περὶ ὧν πρότερον ἐγένετο
κρίσις, τοῦτο δίκη ἀνάδικος καλεῖται.
<Ἀροῦν ἐπὶ καλάμῳ πυρούς>: τὸ ἀεὶ σπείρειν καὶ
μηδεμίαν ἄνεσιν διδόναι τῇ γῇ.
<Ἀπειπεῖν>: τέτακται ὑπὸ τῶν ῥητόρων τὸ ἀπειπεῖν
καὶ ἐπὶ τοῦ κελεῦσαι μὴ πράττειν.
<Ἅψασθαι>. θίγειν καὶ ἅπτεσθαι.
<Ἀπόῤῥησις>: τὸ κελεύειν τι μὴ γίνεσθαι, καὶ τὸ ἀπο-
κηρύσσειν.
<Ἀποστελλόμενοι> οὐ μόνον οἱ ἐκπεμπόμενοι ἐκ προσ-
217
ταγμάτων ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι
ἐλέχθησαν παρὰ τοῖς ῥήτορσιν.
<Ἀπολαχεῖν>: τὸ διανείμασθαι τὰ πατρῷα ἢ καὶ ἄλλα
κοινά, δόντα πρός τινας καὶ ἀπολαβεῖν τὸ προσῆκον
μέρος ἕκαστον τῶν διανειμαμένων, παρὰ τοῖς ῥήτορ-
σιν ἀπολαχεῖν εἴρηται.
<Ἀσπαλιεύεσθαι>: ὅπερ ἡμεῖς ἁλιεῦσαι καλοῦμεν, οἱ
ῥήτορες καὶ οἱ κωμικοὶ ἀσπαλιεύεσθαι καλοῦσιν.
<Ἀσέλγεια>: ἡ περὶ τὰ ἀφροδίσια καθ' ὑπερβολὴν
σπουδή. οἱ δὲ ῥήτορες ἐπὶ ὕβρεως καὶ αἰκίας ἐχρή-
σαντο.
<Ἀμύνεσθαι>: κέχρηνται οἱ ῥήτορες τῷ ἀμύνεσθαι καὶ
ἐπὶ τοῦ ἀντιπράττειν τοὺς κακόν τι προδιαθέντας, καὶ
ἐπὶ τοῦ ἀντευποιεῖν τοὺς εὐεργέτας.
<Ἀμείβεσθαι>: κέχρηνται οἱ ῥήτορες τῷ ἀμείβεσθαι
καὶ ἐπὶ τοῦ χάριν ἐκτίνειν, καὶ ἐπὶ τοῦ ποιῆσαί τι
κακὸν τοὺς ἄρξαντας ἀδικεῖν.
<Ἀτυχεῖν>: οὐκ ἐπὶ μόνου τοῦ χρῆσθαι δυστυχίᾳ ἔτα-
ξαν οἱ ῥήτορες τὸ ἀτυχεῖν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀπο-
τυχεῖν.
<Ἀναυμαχίου>: εἶδος ἐγκλήματος· καὶ ζημίας. ὥσπερ
γὰρ τοῦ μὴ στρατεύεσθαι καὶ τοῦ λιπεῖν τὴν τάξιν
καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦσαν ὡρισμέναι
ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ μὴ ναυμαχῆσαι. καὶ
τοῦτο τὸ ὄφλημα ἀναυμαχίου ἐκαλεῖτο.
<Ἀπόστολος>: ὁ ἐκπεμπόμενος μετὰ στρατιᾶς καὶ πα-
ρασκευῆς ἐπὶ πόλεμον ἀπόστολος καλεῖται.
<Ἀμνίδας>: τὰ σταμνία Δημοσθένης.
<Ἀσκεῖν>: οἱ ῥήτορες χρῶνται μὲν καὶ ἐπὶ τῶν ἄλλο τι
ἔργον σκοπούντων, τιθέασι δὲ καὶ ἐπὶ ἀνδρὶ ἀγαθῷ
λόγων ἄσκησιν ποιουμένῳ. ὅταν δ' αὐτὸ καθ' αὑτὸ
τάξωσι τὸ ἀσκεῖν, εἰδέναι χρὴ τότε, ὅτι τῆ λέξει ἐχρή-
218
σαντο ἐπὶ τῶν ἀγωνιζομένων τοὺς στεφανίτας, τουτέ-
στιν ἐπὶ τῶν ἀθλητῶν.
<Ἀποδεδύσθαι ἢ ἐκδεδύσθαι>: τὸ μὲν ἀποδεδύσθαι
τάσσουσιν οἱ ῥήτορες, ὅταν δηλῶσαι βουληθῶσιν ὅτι
τὸ ἱμάτιον ἀπολώλεκέ τις λωποδύτῃ περιτυχὼν ἢ κα-
κούργῳ ἀνδρί· τὸ δὲ ἐκδεδύσθαι ἐπὶ τῶν τὸν χιτῶνα
ἀποδεδυκότων τάσσουσιν.
<Ἀδούλευτος>: ὁ ἀεὶ ἐν ἐλευθερίᾳ διάγων.
<Ἀχαριστεῖν>: τέτακται μὲν ὡς ἐπὶ τὸ πλεῖστον πρὸς
τοὺς εὖ παθόντας, ὅταν μὴ βούλωνται χάριν ἐκτίνειν
τοῖς εὖ πεποιηκόσιν. ἔσθ' ὅτε δὲ καὶ ἐπὶ τῶν χαρίζε-
σθαι μὴ θελόντων χρῶνται τῷ ἀχαριστεῖν.
<Ἀνατιθέναι>: καὶ ἐπὶ τῶν ἀνατιθεμένων τοῖς θεοῖς
ἀναθημάτων ἐχρήσαντο οἱ ῥήτορες τῇ λέξει, καὶ ἐπὶ
τοῦ προσάπτειν τισὶ βλασφημίας ἢ διαβολάς.
<Ἀκροθίνια>: οἱ μὲν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς, οἱ
δὲ τὰς ἀπὸ τοῦ πολέμου σκυλεύσεις ἀπαρχὰς ἐξαιρέ-
τους εἶναι.
<Ἀρκάδας μιμούμενος>: παροιμία ἐπὶ τῶν ἄλλοις
πονούντων καὶ μοχθούντων. οἱ γὰρ Ἀρκάδες πολλὰ
πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον.
<Ἄτεγκτος>: ἄπιστος καὶ ἀναίσθητος, ὁ μήτε παραινέ-
σει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκλη-
ρὸν τεγγόμενος καὶ μαλαττόμενος. λέγεται δὲ ἄτεγκτος
κυρίως καὶ ὁ ἄβροχος, ἐξ οὗ ὁ μὴ δακρύων καὶ ὁ μὴ
ἱδρῶν ἄτεγκτος.
<Ἄπαγε ξένων ἐν χειμῶνι>: παροιμία ἐπὶ τῶν ὀχλη-
ρῶν.
<Ἀλώπηξ δωροδοκεῖται>: παροιμία ἐπὶ τῶν ῥᾳδίως
δώροις ἁλισκομένων.
<Ἀριστίνδην>: κατ' ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων
νομοθετῶν.
<Ἄσμενοι>: πρόθυμοι, ἑκούσιοι.
219
<Ἀπόῤῥητ̅α>: τὰ ἀπειρημένα λέγεσθαι ἢ πράττεσθαι.
<Ἀνδραποδιστής>: ὁ τοὺς δούλους ἀπὸ τῶν δεσποτῶν
ἀποσπῶν εἰς ἑαυτόν, ἢ ὁ τοὺς ἐλευθέρους εἰς δου-
λείαν ἀπάγων.
beta
219
{Β.}
<Βάραθρον>: πάγη τὰ μὲν ἄνω ἴσχουσα ἰσχυρά πως,
τὰ δὲ κάτω ὑπόχαυνα, ὥστε τὸν ἐπιβάντα καταδῦναι.
Ἀθήνῃσι δὲ ἦν ὄρυγμά τι ἐν Κειριαδῶν δήμῳ τῆς
Οἰνηΐδος φυλῆς, εἰς ὃ τοὺς ἐπὶ θανάτῳ καταγνωσθέν-
τας ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι εἰς τὸν Κεά-
δαν ἐνέβαλλον.
<Βασιλεύς>: βασιλεύς ἐστιν εἷς τῶν ἐννέα ἀρχόντων. ὁ
δὲ βασιλεὺς μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμε-
λητῶν, οὓς ὁ δῆμος ἐχειροτόνησε. γραφαὶ δὲ λαγχά-
νονται πρὸς αὐτὸν ἀσεβείας. καὶ ἄν τις ἱερωσύνης
ἀμφισβητήσῃ, προστιμᾷ. διαδικάζει δὲ καὶ τοῖς γένε-
σι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν
γερῶν. λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι
πρὸς τοῦτον.
<Βοώνης>: ἄρχων ὁ τοὺς βοῦς ὠνούμενος τῇ πόλει πρὸς
τὰς θυσίας. ᾑρεῖτο δὲ ὑπὸ τῆς πόλεως, ἵνα βοῦς
ὠνήσηται.
<Βουλευτήριον>: συνέδριον.
<Βουλή>: γνώμη, καὶ συνέδριον, καὶ σύνεσις, καὶ σκέ-
ψις καὶ συμβουλία περὶ τῶν πάντων.
<Βῆμα>: πλείονα σημαίνει κοινότερον. ἔστι δὲ οὕτω πως
καὶ τὸ λογεῖον, ὥσπερ καὶ τὸ ἐν ἐκκλησίᾳ καὶ τὸ ἐν
δικαστηρίοις. ἴσως δὲ καὶ τὸ ἐκκύκλημα, ἦν δὲ καὶ ἐν
Ἀρείῳ πάγῳ βῆμα.
<Βδελυρός>: μισητός, κακός.
<Βεβαιώσεως>: δίκης ὄνομά ἐστιν, ἣν ἐδικάζοντο οἱ
220
ὠνησάμενοι κατὰ τῶν ἀποδομένων, ὅτε ἕτερος ἀμφισβητοῖ
τοῦ πραθέντος, ἀξιοῦντες βεβαιοῦν αὐτοῖς τὸ πραθέν.
ἐνίοτε δὲ καὶ ἀῤῥαβῶνος μόνου δοθέντος. ἐπὶ τούτοις
οὖν ἐλάγχανον τὴν τῆς βεβαιώσεως δίκην οἱ δόντες
τὸν ἀῤῥαβῶνα τοῖς λαβοῦσιν, ἵνα βεβαιωθῇ ὑπὲρ οὗ
ὁ ἀῤῥαβὼν ἐδόθη.
<Βομβυλιός>: εἶδος μελίττης, ὠνομασμένον ἀπὸ τοῦ
βόμβου καὶ τοῦ βομβεῖν. καὶ ποτηρίου τι εἶδος στε-
νοπόρου. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ' ὁμοιότητα
τοῦ ποτηρίου βομβυλιὸς ἐκλήθη.
<Βουλεύσεως>: ἐγκλήματος ὄνομα ἐπὶ δυσὶ ταττόμενον
πράγμασι. τὸ μὲν γάρ ἐστιν ἐπιβουλῆς, ὅταν τίς τινι
ἐπιβουλεύσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευ-
θείς, ἐάν τε μή. τὸ δὲ ἕτερον, ἐάν τις ἐγγεγραμμένος
ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι τῷ μὴ
δικαίως αὐτὸν ἐγγράψαντι.
<Βακτηρία>: ὁμόχρωμοι τοῖς δικαστηρίοις ἐδίδοντο βα-
κτηρίαι, ἵνα ὁ λαβὼν οἱουδὴ χρώματος βακτηρίαν
εἰς τὸ ὁμόχρωμον εἰσέλθῃ δικαστήριον, καὶ μὴ εἰς
ἕτερον πλανᾶται διὰ τὸ πολλὰ εἶναι τὰ δικαστήρια.
<Βρόχος>: σχοινίον ἀγκύλην ἔχον, ὅπερ ἐπισπασθὲν ἀπο-
πνίγει τὸν ἔχοντα. ἢ ξύλινόν τι ὥσπερ ὁ κύφων, προς-
τιθέμενον τοῖς τραχήλοις τῶν νομοθετούντων ἐν Λο-
κροῖς, ἵνα ἐπισπασθὲν πιέσῃ καὶ ἀποκτείνῃ τὸν μὴ
κυρώσαντα τὸν νόμον.
<Βραυρωνία>: Ἄρτεμις, οὕτω καλουμένη ἀπὸ Βραυρῶνος
τόπου, ἐν ᾧ μάλιστα ἡ θεὸς τιμᾶται. ἐκλήθη δὲ ὁ
τόπος ἀπὸ Βραυρῶνος ἥρωός τινος.
<Βαλανάγρα>: ἡ κλεῖς ἐκλήθη οὕτως ἀπὸ τοῦ τὰς βα-
λάνους ἀγρεύειν.
<Βαλβίς>: ξύλα δύο τῶν δρομέων, ἀφ' ὧν σχοινίον τι
διατέταται, ὃ καλεῖται βαλβίς, ἵνα ἐντεῦθεν ἐκδρά-
μωσιν οἱ ἀγωνιζόμενοι.
221
<Βουτύπος>: ἱερεύς τις. ἐκλήθη δὲ ἀπὸ τοῦ τύπτειν
τοὺς βοῦς ἐν τῇ θυσίᾳ καὶ οὕτως ἀναιρεῖν.
<Βουλοκοπίδαι>: οἱ τὴν βουλὴν κόπτοντες, ὥς πέρ εἰσι
καὶ <Δημοκόποι> οἱ τὸν δῆμον κόπτοντες.
<Βουτρόφος>: τάξις τις ἱερέων ἡ τρέφουσα τοὺς βοῦς
καὶ ἐπιμελουμένη αὐτῶν ἐν ταῖς πομπαῖς, ὥστε θῦσαι
τοῖς θεοῖς δημοσίᾳ τραφέντας καὶ λιπαρῶς.
<Βουζυγία>: γένος τι Ἀθήνησιν, ἱερωσύνην τινὰ ἔχον.
Βουζύγης γάρ τις τῶν ἡρώων, πρῶτος βοῦς ζεύξας,
τὴν γῆν ἤροσε καὶ εἰς γεωργίαν ἐπιτήδειον ἐποίησεν,
ἀφ' οὗ γένος καλεῖται Βουζυγία.
<Βωμολοχεύεσθαι>: τὸ γέλωτα κινεῖν, ἐπεὶ τὸ πα-
λαιόν, ὥς φασιν, οἱ πένητες πρὸς τοῖς βωμοῖς δια-
τρίβοντες ἐλόχων τοὺς θύοντας καὶ προσῄτουν, γέλω-
τα κινοῦντες.
<Βλιμάζειν>: τὸ πειράζειν καὶ ψηλαφᾷν, ἐπεὶ οἱ προς-
κνώμενοι ταῖς γυναιξὶ βλιμάζουσι καὶ ψηλαφῶσι τοὺς
τιτθοὺς καὶ τὰς πυγὰς καὶ τὰ ἄλλα μέρη, ἐγείροντες
τὰς ἐπιθυμίας. ἄλλοι δέ φασι <Κλιμάζειν> τὸ διαστρέ-
φειν· χλίμαξ γάρ ἐστιν εἶδος ὀργάνου βασανιστικοῦ,
οἱ τῇ κλίμακι διαστρέφονται τὰ μέλη στρεβλούμενοι.
<Βουφονία>: ἑορτὴ Ἀθήνῃσιν, ἀπὸ τοῦ θύεσθαι βοῦς
πολλοὺς ἐν ταύτῃ τῇ ἡμέρᾳ.
<Βάτος>: περίφραγμά τι, γινόμενον ἐξ ἀκανθώδους φυ-
τοῦ, ὥσπερ ἡ χάραξ πρὸς τοῖς χωρίοις.
<Βάταλος>: ἐπωνύμιόν ἐστι Δημοσθένους. ὁ δὲ Βάτα-
λος ἐκαλεῖτο παρὰ τοῖς παλαιοῖς μαλακός, ἀπὸ Βα-
τάλου τινὸς αὐλητοῦ μαλακοῦ, ὃς καὶ Βατάλεια ταῦ-
τα ἐξεῦρεν.
<Βοηδρομιών>: μὴν Ἀθήνῃσίν ἐστιν ὁ τρίτος.
<Βατίειαν>: τὴν οἰκίαν τὴν ἀπὸ Βάτωνος δεσπότου, ἢ
σκεῦός τι, ἢ κόσμον, ἢ χωρίον.
<Βολεῶνες>: οἱ τόποι, ἔνθα ἀποπατοῦσιν.
222
<Βοήθειαν>: συμμαχίαν.
<Βοηθεῖν>: τὸ ἅμα τῷ πυθέσθαι τὴν ἔφοδον τῶν πο-
λεμίων ἐκδραμεῖν κατ' αὐτῶν.
<Βάκηλος>: ὁ κατὰ θεοῦ μῆνιν ἀπόκοπος.
<Βρύτος>: ζύθος.
<Βουλαὶ πόσαι ἦσαν>: βουλαὶ ἦσαν δύο, ἡ μὲν Ἀρεο-
παγῖτις, εἰς ἣν ἀνέβαινον οἱ ἐννέα ἄρχοντες μετὰ εὐ-
θύνας τὰς ἐκ τῆς ἀρχῆς· ἡ δὲ ἐκ τῶν πρυτάνεων συ-
νεστῶσα. πρυτάνεις δὲ ἦσαν πεντακόσιοι· ἀπὸ γὰρ
ἑκάστης φυλῆς πεντήκοντα ἦσαν πρυτάνεις ἀποδε-
δειγμένοι.
<Βωμολόχος>: ὁ ἀσελγῶς παίζων. μετενήνεκται δὲ ἀπὸ
τῶν πενήτων τῶν πρὸς τοῖς βωμοῖς ἐνεδρευόντων καὶ
κολακευόντων τοὺς θύοντας.
<Βοσκήματα>: θρέμματα.
<Βάσκανος>: ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα, καὶ
πειρώμενος εἰς ἀπέχθειαν ἄγειν, καὶ βλαβερὸς καὶ
δηλητικός.
<Βασκαίνει>: μέμφεται, ἐγκαλεῖ, συκοφαντεῖ, λυπεῖ.
<Βάναυσοι>: κυρίως οἱ διὰ πυρὸς ἐργαζόμενοι χρυσο-
χόοι, χαλκεῖς καὶ οἱ τοιοῦτοι, ἀπὸ τοῦ τοὺς βαύ-
νους ἐναύειν. βαῦνοι δὲ λέγονται αἱ κάμινοι. καὶ κλί-
βανοι, ἔνθα καὶ οἱ τῶν κριθῶν βαῦνοι. καταβέβηκε
δὲ ἡ λέξις εἰς πάντα χειροτέχνην. ἔνιοι δὲ χειρὸς τῆς
ὑβριστικῆς.
<Βασσάραι>: χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾳκίαι Βάκ-
χαι, καλούμενοι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου.
ἦσαν δὲ ποικίλοι καὶ ποδήρεις.
<Βασίλειος στοά>: Ἀθήνῃσι δύο εἰσὶ βασίλειοι στοαί, ἡ
τοῦ λεγομένου βασιλέως Διὸς καὶ ἡ τοῦ Ἐλευθερίου.
<Βρενθύεται>: δυσχεραίνει καὶ ὀργίζεται καὶ θυ-
μοῦται.
<Βρέμει>: ταράσσει, ἠχεῖν ποιεῖ.
223
<Βρενθύεσθαι>: διὰ θυμὸν μετεωρίζεσθαι, ἢ προς-
ποιεῖσθαι ὀργίζεσθαι.
<Βρενθυόμενος>: ἐπαιρόμενος, μέγα φρονῶν.
<Βρέτας>: εἴδωλον, ἄγαλμα καὶ μορφήν. Κυρηναῖοι δὲ
τὸν ἀναίσθητον βρέτας εἶπον.
<Βριαροί>: βαρεῖς, ἄγριοι, στερεοί, φοβεροί.
<Βριθομένη>: βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν.
<Βρίθων>: εὐθηνῶν ἢ βαρῶν.
<Βρέμεται>: πλήθει παταγεῖ.
<Βρένθειον>: μύρον τῶν παχέων, ὡς ἡ βάκχαρις. οἱ δὲ
ἄνθινον μύρον. καλεῖται δὲ καὶ ὄρνεόν τι βρένθος,
ὃν ἔνιοι κόσσυφον. Κύπριοι δὲ βρένθισιν τὴν θρίδα-
κα λέγουσιν.
<Βρένθος>: τύμβος καὶ ὄρνεον.
<Βρεττηνοί>: ἔθνος τι ἐν Ἰταλίᾳ συνῳκίσθη. ἔνιοι οὕτω λέ-
γεσθαι ὑπὸ Λευκανῶν τοὺς ἐπὶ νεωτερισμῷ συνισταμένους.
<Βρέτη>: ἀπεικονίσματα.
<Βρέττια>: μέλαινα πίσσα. καὶ βάρβαρος, ἀπὸ τοῦ Βρετ-
τίων ἔθνους.
<Βραῦκος>: ἡ μικρὰ ἀκρὶς ὑπὸ Κρητῶν.
<Βρεχμός>:
<Βρῆγμα>: ἀπόπτυσμα ἀπὸ θώρακος παρὰ Ἱπποκράτει.
<Καὶ βρήσσειν> τὸ βήσσειν.
<Βέβηλον>: τὸ μὴ ἱερὸν καὶ ἄθεον. <Καὶ ἀβέβηλα> τὰ
θεῖα. οἱ δὲ τὸ βάσιμον χωρίον καὶ ὅσιον, μὴ καθιε-
ρωμένον τε θεῷ, ἐφ' οὗ κέχρηται καὶ Θουκυδίδης ἐν
τῷ τετάρτῳ.
<Βέβλωκεν>: ἠρεμεῖ, φύεται, φαίνεται. <Βεβλωκὼς> δὲ
ἐληλυθώς.
<Βάβαξ>: μάταιος, λάλος, φλύαρος, ἐνθουσιῶν, ἀναιδής.
<Βαβάκτης>: ὑμνῳδός, ὀρχηστής, κραυγαστής, μανιώδης.
<Βάρηκες>: τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ
τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς ἐνισχόμενα.
224
<Βαθμός>: παρὰ τοῖς στρατηγικοῖς ἡ ἐφ' ἕνα τῆς φά-
λαγγος στάσις.
<Βαθμοί>: ἴχνη, πόδες. καὶ οἱ παρὰ τοῖς στρατηγοῖς
δίφροι.
<Βάθος>: στίχος, ἐπίστασις, καὶ τὸ βαθὺ καὶ μέλαν καὶ
ὑψηλόν.
<Βάθρον>: βῆμα, καὶ τὸ ἐφ' οὗ καθέζομεν, καὶ ἡ βά-
σις τοῦ ἀνδριάντος, καὶ τὸ ὑποπόδιον, καὶ τὸ ὑπόδη-
μα, ὃ καὶ ἐμβάς.
<Βαίτυλος>: λίθος. οὕτως ἐκαλεῖτο ὁ δοθεὶς τῷ Κρόνῳ
ἀντὶ τοῦ Διός, παρὰ τὸ τύλον ὄντα κεκρύφθαι.
<Βατήρ>: τὸ ἄκρον τοῦ τῶν πενταέθλων σκάμματος,
ἀφ' οὗ ἅλλονται τὸ πρῶτον. Σέλευκος. Σύμμαχος δὲ
τὸ μέσον, ἀφ' οὗ ἁλόμενοι πάλιν ἐξάλλονται. ἄμεινον
ὡς Σέλευκος. σημαίνει δὲ καὶ τὸν τῆς θύρας οὐδόν,
ὃν Ὅμηρος <Βηλόν>, οἱ δὲ τραγικοὶ <Βαλόν>.
<Βέβλημαι>: βεβούλευμαι ἢ τετάραγμαι ἢ ὠδύνημαι.
<Βάτια>: συκαμίνου ὁ καρπός, ὑπὸ Σαλαμινίων. καλεῖ-
ται δὲ καὶ <Ἅβρυνα καὶ μόρα>.
<Βατίδες>: ἰχθύες ποιοί. διαφέρουσι δὲ τοῦ βάτου ἰχθύος,
ὡς φανερὸν ποιεῖ Ἀριστοτέλης.
<Βατραχίς>: ἱματίου χρόα, ὃ βάπτεσθαι ὑπὸ βατρα-
χείου τῆς πόας φασίν.
<Βατταρίζειν>: ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φω-
νῆς πεποιῆσθαι, ὡς τὸ ποππύζειν· λέγουσι δέ τινες
ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ
Πυθία εἶπε
Βάττ' ἐπὶ φωνὴν ἦλθες.
ἔστι δὲ φθέγγεσθαι, ποππύζειν, τραυλίζειν.
<Βάττου σίλφιον>: παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλού-
σας τιμὰς εὑρισκομένων.
<Βάκχος>: ὁ ἱερὸς Διονύσου ἀνήρ, καὶ κλάδος ὁ ἐν ταῖς
225
τελεταῖς. ὡς δὲ ἔνιοι, στεφάνους ὑπὸ Δωριέων. οἱ δὲ
τὸν φανὸν βάκχον. καὶ ἰχθύς. οἱ δὲ ὄμβρικος ὑπὸ
Ἁλικαρνασέων βάκχος.
<Βάκχου διώνη>: οἱ μὲν βακχεύτριαν Σεμέλης, οἱ δὲ
Διονύσου καὶ Ἀφροδίτης.
<Βαλανομφάλους>: τὰς φιάλας τὰς ἐχούσας ὀμφα-
λοὺς ἄνευ τῶν προσώπων, ὁποῖοι οἱ τῶν βαλανείων
θόλοι.
<Βάλανοι>: τὰ ἐξηρτημένα τῶν ὅρμων. καὶ ὁ τῶν δρυ-
ῶν καρπὸς κυρίως ὑπὸ Ξενοφῶντος, καὶ οἱ τῶν φοι-
νίκων. καὶ αἱ κλεῖδες βάλανοι, καὶ τὰ ἐμπίπτοντα
τῇ κλειθρίᾳ. Κρῆτες δὲ τὰ ἀμύγδαλα βαλάνους. οἱ
ἰατροὶ δὲ βαλάνους τὰ ἐντιθέμενα τῇ ἕδρᾳ λέγουσιν.
<Βάσιμον>: εὔπλωτον, εὐεπίβατον.
<Βραδυπλοήσας>: δυσκόλως ἐκπλεύσας ἢ παρὰ καιρόν.
<Βαρύ>: θυμιαμάτιόν τι εὐῶδες. σημαίνει δὲ καὶ τὸ μέ-
γα, χαλεπόν, καὶ ἰσχυρόν, ἀναιδές.
<Βαρύηχος>: μεγαλόηχος, μεγαλόψοφος, μεγαλόκτυπος.
<Βασανίτης λίθος>: οὕτω λέγεται Λυδικοῦ λίθου
γένος καὶ λίθου βάσανος, ᾧ παρατρίβοντες τὸ χρυ-
σίον ἐδοκίμαζον.
<Βασιλέως ὀφθαλμός>: ὁ ἐπίσκοπος ὑπὸ βασιλέως
πεμπόμενος.
<Βαυκίδες>: ὑπόδημα πολυτελὲς γυναικεῖον. Καὶ <Βαυκόν>
δὲ τρυφερόν. σημαίνει καὶ τὸ θρύπτεσθαι <Βαυκίζειν>.
<Βαυκιζόμενον>: τρυφερὸν καὶ ὡραϊστήν.
<Βαυκίσματα>: τρυφερεύματα.
<Βαρυσυμφορώτατος>: βαρυτάτας συμφορὰς φέρων.
<Βῆλος>: ὁ οὐρανός, βαρυτόνως, καὶ Ζεύς, καὶ Ποσει-
δῶνος υἱός. ὀξυτόνως δὲ ὀδὸς οἴκου ἢ σταθμός.
<Βίβλινος>: εἶδος οἴνου καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ.
καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος δὲ ἀπὸ ὀρῶν Βιβλί-
νων· ἔστι δὲ Θρᾴκης.
226
<Βήρηκες>: μᾶζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας ἀπάνω κέ-
ρατα ἐχούσας. παρὰ Λακεδαιμονίοις δὲ τὴν ἑορτὴν
<Βηρηκίαν> λέγεσθαι, ἐν ᾗ τοῖς θύουσι προτιθέασι
τοὺς βήρηκας.
<Βῆσσαν>: κοιλάδα ὕδωρ ἔχουσαν. καὶ μεσότητα ὀρῶν,
τὴν συνάγκειαν. ἄλλοι τὸ ἔνυδρον. οἱ δὲ βήσσας τό-
πους βασίμους. ἔστι δὲ καὶ πόλις Βῆσσα παρὰ τῷ
ποιητῇ,
Βῆσσάν τε Σκάρφην τε.
οἱ δὲ ὁμαλάθρη.
<Βητάρμονας>: ὀρχηστάς, τοὺς βαίνοντας ἡρμοσμένως.
<Βιβλιαίγισθος> Ἀνδρέας ὁ ἰατρὸς ἐκλήθη ὑπὸ Ἐρα-
τοσθένους, ὅτι λάθρᾳ αὐτοῦ τὰ βιβλία ἔγραφεν.
<Βιβλίδες>: τὰ βιβλία. ἢ σχοινία τὰ ἐκ βίβλου πεπλε-
γμένα.
<Βίκον>: φιάλην. οἱ δὲ ἄμβικον καὶ χύτρον.
<Βάσανος καὶ βασανίζειν>: χρῶνται μὲν τῇ βασάνῳ
καὶ τῷ βασανίζειν οἱ ῥήτορες καὶ ἐπὶ τοῦ μαστιγοῦν
καὶ στρεβλοῦν τοὺς καταδικασθέντας καὶ κολαζομέ-
νους, τάσσουσι δὲ αὐτὰ καὶ ἐπὶ τοῦ δοκιμάζειν καὶ
ἀκριβῶς ἀνερωτᾷν.
gamma
226
{Γ.}
<Γλίχεσθαι>: προθυμεῖσθαι, ἐπιθυμεῖν.
<Γραμματεῖον> τὸ πινακίδιον λέγουσιν.
<Γραφή>: δίκης ὄνομα, καθ' ἣν ὑπὲρ τῶν κοινῶν ἀλλή-
λους γράφονται, καὶ ἁλόντος τοῦ διωκομένου τιμᾷ τὸ
δικαστήριον, ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι.
<Γραμματεύς>: καὶ τὸν γραμματέα ὁ δῆμος χειροτο-
νεῖ, ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῆ, καὶ οὗτος
οὐδενὸς τὸ σύνολον ἄλλου ἐστὶ κύριος ἢ τοῦ ἀναγνῶ-
ναι. ἔστιν οὖν ὁ ἀναγνώστης.
227
<Γέῤῥα>: γέῤῥα ἐστὶ σκηναὶ ἔξωθεν διδιφθερωμέναι.
ἔστι δὲ γέῤῥον καὶ εἶδος ὅπλου δερματίνου.
<Γνώμην>: διάθεσίν τινα ποιάν. καὶ τὴν ἐπιστήμην.
<Γνῶμαι>: τὰ ψηφίσματα.
<Γεισίπους καὶ γεισιπόδισμα τί ἐστιν>: ἔστιν
οὖν γεισίπους τὸ ξύλον τὸ ὑποβληθὲν καὶ φέρον τὴν
γεῖσαν· <Γεῖσα> δέ ἐστιν ἡ στεφάνη, δι' ἧς δῆλον ὅτι
παραυτῶν ὑδροῤῥόη ἐφέρετο.
<Γεννῆται τίνες εἰσίν>: γένος ἐστὶ σύστημα ἐκ τριά-
κοντα ἀνδρῶν συνεστώς, οὗ οἱ μετέχοντες ἐκαλοῦντο
γεννῆται, οὐ κατὰ γένος ἀλλήλοις προσήκοντες, οὐδ' ἀπὸ
τοῦ αὐτοῦ αἵματος, ἀλλ' ὥσπερ οἱ δημόται καὶ φρά-
τορες ἐκαλοῦντο…
…
The complete text is available when the reading interface loads.