Collectio verborum utilium e differentibus rhetoribus et sapientibus multis
- Edition reference
- Collectio verborum utilium e differentibus rhetoribus et sapientibus multis (Σ b) (recensio aucta e cod. Coislin. 345), ed. L. Bachmann, Anecdota Graeca, vol. 1, Leipzig: Hinrichs, 1828: 3–422.
- CTS identifier
urn:cts:greekLit:tlg4289.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
alpha
3
μαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊ-
κῆς λίθου, ἐν ᾗ δοκιμάζουσιν τὸ χρυσίον. ἐχρήσατο
δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας τρίτῳ τῷ <ἀβα-
σανίστως> ἀντὶ τοῦ ἄνευ ὀδύνης.
<ἀβδέλυκτα>: ἀμύσακτα, ἀμίαντα, τὰ μὴ μιαίνοντα,
4
ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειεν. τραγικω-
τέρα δὲ ἡ λέξις. Αἰσχύλος·
<καὶ μὴν φιλῶ γε, κἀβδέλυκτά μοι τάδε>.
<ἀβέβηλος>: καθαρός.
<ἀβελτερία>: ἀνοησία.
<ἀβέλτερος>: ἀνόητος, μωρός.
<ἀβίωτον>: κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον
ζωῆς.
<ἀβλεπτήματι>: ἁμαρτήματι.
<ἀβληχρήν>: ἀσθενῆ. <βληχρόν> γὰρ τὸ ἰσχυρόν.
<ἄβολος>: οὐδέπω ἔχων τι ἐπὶ τῶν ὀδόντων γνώρισμα.
<ἀβούλητον κακόν>: ἀθέλητον, ὃ οὐ θέλει τις.
<ἀβουλία>: ἀπαιδευσία, ἄγνοια.
<ἀβούλως>: ἀφρόνως, ἀμαθῶς.
<ἀβουλεῖν>: μὴ βούλεσθαι ἢ μὴ βουλεύεσθαι. Πλάτων.
<ἀβόλως>: ποταμὸς ἐπὶ Ταυρομενίων.
<ἀβολήσας>: συντυχών.
<ἀβολητύς>: ἔντευξις, ἀπάντησις.
<ἄβου>: βάλλει, θορυβεῖ.
<ἁβρὰ βαίνων>: θρυπτόμενος, βλακευόμενος.
<ἄβρα>: ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα.
<ἄβραι>: νέαι δοῦλαι. οἱ δέ φασιν, οὔτε ἁπλῶς ἡ
θεράπαινα λέγεται, οὔτε ἡ εὔμορφος, ἀλλ' ἡ οἰκό-
τριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς
εἴτε μή.
<ἀβραμιαῖος>: γιγαντιαῖος, ἱεροπρεπής.
<ἁβροδιαίτῃ>: τρυφερᾷ ζωῇ καὶ ἁπαλῇ.
<ἁβροδίαιτος>: τρυφητής, τρυφερόβιος.
<ἁβρὸς λειμών>: καινότερος καὶ εὐθαλής.
<ἁβρός>: τρυφερός, λαμπρός, ἁπαλός.
5
<ἁβροσύνη>: φαιδρότης.
<ἁβροκόμης>: ὄνομα κύριον.
<ἀβροτήμων>: ἁμαρτωλός.
<ἁβρότητι>: τρυφερότητι.
<ἄβροτον>: ἄψυχον, ἀσθενές.
<ἁβροχίτων>: τρυφερὰ φορῶν.
<ἁβρύνεται>: κοσμεῖται, θρύπτεται, καυχᾶται.
<ἀβύρβηλον>: πολύ, ἀναίσχυντον, ἀπεχθές, μάταιον.
<ἄβυδον>: φλυαρίαν τὴν πολλήν.
<ἄβυδος>: ἐπὶ ταραχῇ καὶ εὐχερείᾳ λόγου.
<ἀβυδοκόμης>: ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν. τοιοῦ-
τοι γὰρ οἱ Ἀβυδηνοί. καὶ ἡ παροιμία· μὴ <εἰκῆ
τὸν Ἄβυδον>· ᾗ ἐχρῶντο ἐπὶ τῶν εἰκαίων καὶ
οὐδαμινῶν.
<ἄβαρις>: ὄνομα κύριον.
<ἄβρωτος>: ὁ νῆστις.
<ἀβακέως>: ἀσυνέτως.
<ἀβακηνούς>: τοὺς γυναικὶ μὴ ὁμιλήσαντας.
<ἀβακήμων>: ἀσύνετος, ἄλαλος.
<ἀβακῆσαι>: ἁμαρτῆσαι, δυσκωφῆσαι.
<ἀβάκητον>: ἀνεπίφθονον.
<ἀβάκιον>: ἐφ' οὗ ἐκύβευον καὶ ἐφ' οὗ τοὺς λογι-
σμοὺς ἐποιοῦντο.
<ἄβακτον> καὶ <ἄβυκτον>: τὸ μὴ μακαριστόν. Δω-
ριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ.
<ἄβατος ὁδός>: ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοι-
πορεῖν.
<ἀβέβηλος>: καθαρός. καὶ <ἀβέβηλα> τὰ ἄβατα χω-
ρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις
6
δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο
τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς.
<ἄβιος>: ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων
βίας. καὶ ἄβιοι οἱ νομάδες παρ' Ὁμήρῳ, οἷον οἱ
τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ
μέντοι Εὐριπίδης ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ
λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου
τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ' ἐπίτασιν τοῦ
α̅ <ἄβιος> λέγεται παρὰ τοῖς παλαιοῖς.
<ἀβούλητον κακόν>: ἀθέλητον, ὃ οὐκ ἄν τις
ἕλοιτο.
<ἀβυρτάκη>: ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευα-
ζόμενον, φημὶ ἐκ καρδάμων καὶ σκορόδων καὶ σι-
νάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.
Θεόπομπος Θησεῖ·
<ἵξῃ δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
πλείστων ποιεῖται καὶ πράσων ἀβυρ-
τάκη>.
ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα.
<ἀγάθαρχος>: κύριον ὄνομα. ἦν δὲ ζωγράφος ἐπιφα-
νής, Εὐδήμου υἱός.
<ἀγαθά>: ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σι-
τίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει.
<ἄγαλμα>: πᾶν ἐφ' ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ
τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν.
<ἀγαθικά>: τὰ σπουδαῖα.
7
<ἀγάλλει>: ποιεῖ, σκευάζει, κοσμεῖ.
<ἀγάλλων>: ἑαυτὸν σεμνοποιῶν.
<ἀγαλματοφορούμενος>: ἀγάλματα ἤτοι τύπους
τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων.
<ἀγάμενος>: θαυμάζων.
<ἀγάννιφον>: λίαν χιονιζόμενον.
<ἀγανοφροσύνη>: προσήνεια, πραότης.
<ἀγανώπιδος>: πραέα βλεπούσης.
<ἄγνον>: λύγον.
<ἄγνοια>: τὴν τελευταίαν ἐκτείνουσιν.
<ἀγνῶτα>: τὴν ἀγνοουμένην.
<ἀγωνιᾷν>: ὀρέγεσθαι, οὐ μόνον τὸ ἀγωνίζεσθαι.
<ἄγμα>: σύντριμμα. καὶ τὸ κατειργασμένον ἔριον.
<ἄγος>: τὸ μύσος, κατὰ ἀντίφρασιν. κυρίως δὲ τὸ
ἁγνόν.
<ἀγαπητὰ ἤθη>: τὰ καλὰ καὶ ἀγαθά.
<ἀγαπητόν>: τὸ ἠγαπημένον καὶ μονογενές.
<ἀγαπᾷν>: ἀποδέχεσθαι. ἢ τὸ ἀρκεῖσθαί τινι καὶ μη-
δὲν πλέον ἐπιζητεῖν.
<ἀγάσαιτο>: θαυμάσειεν.
<ἀγαστοῦ>: θαυμαστοῦ.
<ἀγαπησμός>: λέγουσιν καὶ <ἀγάπησιν> τὴν φιλο-
φρόνησιν. Συναριστώσαις Μένανδρος·
<καὶ τὸν ἐπὶ κακῷ
γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν>.
<ἀγάστονος>: πολυστένακτος.
<ἀγασθῶ τινί>: ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν·
<ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν>.
<ἀγαπῴην ἄν>: ἀγαπητόν μοι ἦν ἄν.
<ἄγγαρος>: ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν
8
ἀγγαρείαν λέγομεν ἀνάγκην ἀκούσιον καὶ τὴν ἐκ βίας
γινομένην ὑπηρεσίαν. καὶ ἄλλως ἄγγαρος λέγεται ὁ
νωθρός. παρὰ τοῖς βαρβάροις δὲ ὁ δημόσιος γραμμα-
τοφόρος· ὅθεν ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν
ὑπηρετεῖν.
<ἀγαυρίαμα>: ἔπαρμα.
<ἀγγελιαφόρος>: πρεσβευτής.
<ἀγγαροφορεῖν>: τὸ κατὰ διαδοχὴν πεμπόμενόν τι
φορτίον. τίθεται δὲ καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ἐπὶ
τῶν τοῦ λιμένος παραφυλακῶν. ὁ δὲ ἄγγαρος Περσικόν.
<ἄγγαροι>: οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ
καὶ <ἀστάνδαι>. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος
Ἀγαμέμνονι·
<φρυκτὸς δὲ φρυκτὸν δεῦρ' ἀπ' ἀγγά-
ρου πυρὸς
ἔπεμπεν>.
<ἄγε δῆτα>: φέρε, κόμιζε, δεῦρο.
<ἄγειν καὶ φέρειν>: τὸ λῃστεύειν καὶ ἁρπάζειν.
ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ
κομίζειν ἀδιαφόρως.
<ἀγάσματα>: σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφο-
κλῆς κέχρηται.
<ἀγηοχώς>: ἐνέγκας.
<ἀγείρει>: συναγείρει.
<ἀγελαίων>: ἰδιωτικῶν, ἀγροίκων.
<ἀγελαῖος>: ἰδιώτης. ἢ ὁ ἐν ἀγέλῃ διάγων. καὶ <ἀγε-
λαίων> τῶν πολλῶν καὶ τυχόντων. εἴη δ' ἂν ἐκ
μεταφορᾶς τῶν ἀγελαίων ζώων, ἢ ἀπὸ τῶν ἰχθύων,
οὓς βόσκεσθαι ῥίβδην καὶ ἀγεληδόν φασιν.
Ἀγελαῖος δὲ ἀντὶ τοῦ ἰδιώτης, ῥεμβώδης καὶ
εὐτελής. ἢ ὁ ἐν ἀγέλῃ διάγων. τὸ μὲν ὄνομα ἴσως
ἀπὸ τῶν ζώων συναγελαζομένων, ἐφ' οὗ σημαινο-
μένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ, μετ-
9
ῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους.
οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ.
καὶ ἀγελαῖον ἄρτον τὸν χυδαῖον.
<ἀγεννῶς>: ἀνάνδρως.
<ἀγέραστος>: ἄτιμος.
<ἀγερωχία>: ὑπερηφανία.
<ἀγέρωχος>: ἔντιμος, ἀνδρεῖος.
<ἄγεται>: τὸ ἡγεῖσθαι καὶ οἴεσθαι.
<ἀγεύστου θοίνης>: ἀστείως βίου ἔχων.
<ἄγευστοι>: ἄπειροι.
<ἀγητός>: θαυμαστός.
<ἄγη>: θαῦμα, χαρά, ἀπιστία, ζῆλος, παρ' Ἡροδότῳ
βασκανία, παρ' Ὁμήρῳ ἔκπληξις. πληγή, θραῦσις,
κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα.
<ἀγερσικύβηλιν>: Λάμπωνα τὸν μάντιν καὶ θύτην·
κύβηλις γὰρ λέγεται ὁ μαντικὸς πέλεκυς.
<ἄγραυλος>: μία τῶν Κέκροπος θυγατέρων.
<ἄγασθαι>: ἀποδέχεσθαι, θαυμάζειν ἄγαν.
<ἀγόρασιν>: τὴν ὠνὴν σημαίνει.
<ἀγών>: ὁ τόπος, τὸ πλῆθος, τὸ ἐνέργημα.
<ἀγερμός>: πᾶν τὸ ἀγειρόμενον.
<ἀγοράσω>: οὐκ ἀγορῶ.
<ἄγυνον>: ἀγύναιον.
<ἄγραι>: χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ
μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ
ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν·
<εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας>.
καὶ Ἀρτέμιδος καὶ Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλά-
των Φαίδρῳ· <ᾗ πρὸς τὸ> τῆς <Ἄγρης διαβαίνο-
10
μεν>. Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· <τὰ μὲν οὖν
ἄνω τὰ τοῦ Ἰλισοῦ πρὸς ἀγορὰν Εἰληθυῖα.
τῷ δ' ὄχθῳ πάλαι ὄνομα τούτῳ, ὃς νῦν
Ἄγρα καλεῖται, Ἑλικών. καὶ ἡ ἐσχάρα τοῦ
Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπ' ἄκρου>. καὶ
ἐν τῷ τετάρτῳ: <εἰς τὸ ἱερὸν τὸ μητρῷον τὸ
ἐν Ἄγραις>.
<ἀγλευκής>: ἀηδής, εἰδεχθής.
<ἀγκωλιάδειν>: ἅλλεσθαι. Κρῆτες.
<ἀγαθὸν δαίμονα>: ὃν μετὰ τὴν ἄρσιν τῶν τρα-
πεζῶν ἔπινον.
<ἀγκαλίδας ἕλκειν>: αἴρειν ξύλα.
<ἀγοραῖος>: Ζεὺς Ἀθήνῃσι καὶ Ἑρμῆς.
<ἀγκυρίσας>: κάμψας τὸν πόδα· σχῆμα δέ ἐστι πα-
λαιστρικόν. Εὔπολις Ταξιάρχοις.
<ἁγίζειν>: ἐναγίζειν, ἅγια ποιεῖν.
<ἀγάλματα Ἑκάτης>: αἱ κύνες· θύονται γὰρ αὐτῇ.
<ἀγκαλίζει>: ἄγχει.
<ἄγλιθες>: ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται.
τὸ δ' αὐτὸ καὶ γέλγιθες.
<ἀγυιεύς>: κίων εἰς ὀξὺ ἀπολήγων, ὃν πρὸ τῶν
θυρῶν ἵστασαν.
<ἀγκύλη>: ἡ δεξιὰ χεὶρ ἀπηγκυλωμένη εἰς ἀποκοττα-
βισμόν.
<ἄγις>: εἶδος ποτηρίου.
<ἀγαθῶς>: σφοδρῶς.
<ἀγορά>: συνέδριον φυλετῶν ἢ δημοτῶν, οἱονεὶ ἄθροι-
σις ἢ σύλλογος.
<ἄγυρμα>: πᾶν τὸ ἀγειρόμενον.
11
<ἀγοράν>: τὴν ὠνήν. Νικόχαρις Κενταύρῳ.
<ἄγημα>: τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων
καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακε-
δονικῆς συντάξεως.
<ἀγήνωρ>: ὁ ἄγαν ἀνδρεῖος, ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ.
σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ κύριον
ὄνομα.
<ἀγήρω>: τὰ μὴ γηρῶντα. μετὰ δὲ τοῦ ν̅ ἐστὶν αἰτιατι-
κῆς πτώσεως.
<ἁγιάσαι>: καρπῶσαι, καῦσαι ἁγίως.
<ἀγενής>: Ἰσαῖος ἀντὶ τοῦ ἄπαις.
<ἁγιάσατε>: προευτρεπίσατε, κηρύξατε.
<ἁγιστείας>: ἁγιωσύνης, καθαρότητος, λατρείας.
<ἁγιστεύειν>: ἁγιάζειν. καὶ <ἁγιασθέντων> ἀφιερω-
θέντων.
<ἁγιστεύσαντες>: τὰ τῆς θυσίας ἐπιτελέσαντες.
<ἀγκαλίδα>: μερίδα.
<ἀγῆλαι>: τιμῆσαι θεόν, ἀγλαΐσαι. ἔστι δὲ ἡ λέξις τῶν
πάνυ Ἀττικῶν. καὶ <ἀγήλω> καὶ <ἀγαλοῦμεν> ἐρεῖς,
καὶ <ἄγαλλε> καὶ <προσαγαλεῖ> τὸν θεόν, ἀντὶ τοῦ
εὔξεται καὶ τιμήσει. καὶ <ἄγω> ἀντὶ τοῦ τιμῶ. τό τε
οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν
πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώτ-
της. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν, εἰδέναι
δὲ εἰ ἀρχαία φωνὴ καὶ σπουδῇ σεμνότητος λόγων
χρήσαιο τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν
ὁ Φρύνιχος. Εὔπολις δὲ τῷ ἀγῆλαι ἐχρήσατο ἐν
Δήμοις·
<ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τὰς
διττὰς εἰρεσιώνας>,
12
<καὶ προσαγήλωμεν ἐπελθόντες>.
Ἀριστοφάνης·
<καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε
μεγάλαισι διὰ παντὸς ὦ πότνι' ἀγα-
λοῦμεν ἡμεῖς ἀεί>.
Ἕρμιππος Ἀρτοπώλισι·
<φέρε νῦν ἀγήλω τοὺς θεούς, ἰοῦς'
ἔσω,
καὶ θυμιάσω, τοῦ τέκνου σεσωσμένου>.
Θεόπομπος Πηνελόπῃ·
<καί σε τῇ νουμηνίᾳ
ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ>.
<ἀγλαΐσαι>: οὕτως Εὔπολις.
<ἀγηλατεῖν>: ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν.
<ἀγκιστρεύει>: δελεάζει.
<ἀγκύλια>: οἱ κρίκοι τῶν ἁλύσεων.
<ἀγκυλομῆται>: σκολιόβουλοι.
<ἀγκύλον>: καμπύλον, ἐπικαμπές.
<ἀγκυλόχειλος>: σκολιόχειλος.
<ἀγανόφρονες>: ἡδυλόγῳ σοφίᾳ περὶ βροτῶν περισ-
σοκαλεῖς.
<ἀγασικλῆς>: ὄνομα κύριον, ὃς λέγεται Ἁλιμουσίους
δεκάσαι, καὶ διὰ τοῦτο, ξένος ὤν, ἐγγραφῆναι τῇ
πολιτείᾳ.
<ἀγησίλαος>: ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων
13
ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ
πολλοῖς τῶν ῥητόρων.
<ἀγίσαι>: τὸ καρπῶσαι.
<ἀγνούσιος>: Ἀγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαν-
τίδος, ἧς ὁ φυλέτης Ἀγνούσιος.
<ἀκρατῶς ἐλαύνοντα>: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ
ἐλαύνοντα.
<ἀγλαΐα>: λαμπρότης.
<ἀγλαόκοιτος>: πάνυ τίμιος.
<ἀγλαότιμον>: λαμπρόν.
<ἀγλευκές>: ἀηδές.
<ἀγλευκέστερον>: ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι.
<ἀγλωττία>: ἡσυχία, σιωπή.
<ἄγμασιν>: κλάσμασι, τροπαῖς.
<ἄγλαυρος>: ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ ἐπώνυμον
Ἀθηνᾶς.
<ἁγνίας>: ὄνομα κύριον.
<ἁγνεία>: καθαρότης.
<ἀγνῶτας>: μὴ ἐπιγινωσκομένους.
<ἄγνυται>: κλᾶται.
<ἀγνωμόνως>: ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ πα-
ρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς.
<ἄγοι>: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν
καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· <ἔβλαψε γάρ μέ>
φησι <Ξενοκλῆς, ἀφελόμενος Εὐμάθην εἰς
ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν>.
Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφεν·
φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας <τοὺς νόμους με-
γάλους ἄγοι>.
<ἀγομένων τῶν ἡμετέρων>: ἀντὶ τοῦ λῃστευομέ-
νων καὶ ἁρπαζομένων.
14
<ἀγοράζει>: τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρί-
βειν.
<ἀγοραίαν>: τὴν δίκην, τὴν δικαιολογίαν.
<ἀγοράς>: Ὑπερίδης ἀντὶ τοῦ συνόδους. λέγει γὰρ ἐν
τῷ περὶ Πολυεύκτου· <οἷον οὗτοι πολλάκις
ἀγορὰς ποιοῦνται>.
<ἀγορανόμοι>: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοι-
κοῦντες ἄρχοντες.
<ἀγοραῖοι>: οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι.
<ἀγορήν>: ἐκκλησίαν, συνέδριον.
<ἀγορᾷν>: ἡ γραφή.
<ἀγορανομίας>: λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπι-
σκοπούντων τὰ τῶν πόλεων ὤνια.
<ἀγορᾶς ὥρα>: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων
πράξεων τῶν κατ' ἀγορὰν ἕωθεν ἢ καὶ πρὶν ἀγορὰν
πεπληθέναι. Φερεκράτης καὶ ἐν Αὐτομόλοις·
<πίνειν ἀεὶ
καὶ μεθύειν, πρὶν ἀγορὰν πεπληθέναι>.
<ἀγορηταί>: σύμβουλοι, φρόνιμοι.
<ἀγός>: ἡγεμών.
<ἄγος>: κατ' ἀντίφρασιν τὸ μύσος. καὶ <ἐναγής ὁ>
ἐνεχόμενος τῷ μύσει. καὶ <ἀγηλατεῖν> τὸ τοὺς ἐνα-
γεῖς ἐλαύνειν. ὁ δὲ <παναγής> τὸν ἁγνὸν καὶ καθα-
ρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ
τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθα-
15
ροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν. σημαίνει
δὲ καὶ τὸν ἀγκῶνα. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον
καὶ ἄξιον σεβάσματος· ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς.
καὶ ἄλλα τινά.
<ἄγραυλοι>: οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζό-
μενοι.
<ἀγροῖκος>: ἄφρων, δύσκολος.
<ἄγραφα>: ἀδικήματα, ὑπὲρ ὧν νόμος οὐ γέγραπται.
<ἀγροῖκος>: σκληρὸς καὶ ἀπαίδευτος. ἢ ὁ ἐν ἀγρῷ
κατοικῶν.
<ἀγρόμενοι>: συναθροίζοντες.
<ἀγριόθυμος>: ἄγριος τῇ ψυχῇ.
<ἀγυρμός>: ἐκκλησία, συναγωγή.
<ἄγουσιν ἑορτὴν οἱ κλέπται>: χαριεστάτη ἡ σύν-
ταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν·
σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας.
<ἀγύρτης>: ἐπαίτης, φιλοκερδής. ἢ ὁ ἀλαζὼν καὶ ἀπα-
τεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιϊέναι
καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ σεμνύνειν.
<ἄγριον ὑποβλέπει με>: μᾶλλον χρηστέον ἢ ὑποβλέ-
πεται.
<ἀγρονόμοι>: οἱ ἐν ἀγροῖς διατρίβοντες.
<ἀγρότας>: ἀγροίκους.
<ἀγραφίου>: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν
τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρὶν ἢ δὲ
ἐκτῖσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δεί-
ναρχος.
16
<ἀγοράσω>: ἀγοράσω λέγουσιν, τὸ δ' ἀγορῶ βάρβα-
ρον. Ἀριστοφάνης·
<ἀλλ' ἄνυσον· οὐ μέλλειν ἐχρῆν· ὡς
ἀγοράσω
ἁπαξάπανθ' ὅς' ἂν κελεύῃς, ὦ γύναι>.
καὶ <ἀγοράσματα> αὐτὰ τὰ ἠγορασμένα.
<ἀγύῤῥιος>: δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής.
<ἀγυιᾶς>: ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον
τὰς ὁδούς· βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας·
ἀγυιεὺς δ' ἐστὶν κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ
τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἡλίου, οἱ
δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον
ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, καὶ κατὰ
συναίρεσιν ἀγυιᾶς. σημαίνει δὲ τοὺς πρὸ τῶν οἰκιῶν
βωμούς, ὡς Σοφοκλῆς, μετάγων τὰ Ἀθηναίων ἔθη
εἰς Τροίαν, φησί·
<λάμπει δ' ἀγυιεὺς βωμός, ἀτμίζων πυρὶ
σμύρνης σταλαγμούς, βαρβάρους εὐοσ-
μίας>.
<ἀγρῶσται>: οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος.
Ὅμηρος·
<ἰχθύσιν ἀγρώσσων>.
<ἀγυρτικά>: χυδαῖα ψεύσματα.
<ἀγυρτώδη>: συρφετώδη.
<ἀγυιαί>: ἄμφοδα, ῥύμαι. καὶ Ὅμηρος εὐρυάγυιαν λέγει
τὴν πλατυάμφοδον, οἷον·
<νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν>.
ἢ ἐπιμήκεις ὁδοί, παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ
μέλη καὶ κάμψεις· τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν
17
διεξόδους, καὶ ταύτῃ διαφέρει. ἢ παρὰ τὸ ἄγω τὸ
πορεύομαι, οἷον·
<Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος
ἀρίστην>.
οὕτως Ὠρίων.
<ἀγχίμαχος>: ἐγγύθεν μαχόμενος.
<ἄγχι>: ἐγγύς.
<ἀγχίθυρος>: γείτων.
<ἀγχίσποροι>: ἐγγὺς γένους ὄντες.
<ἀγρίους>: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφό-
δρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε.
καὶ Μένανδρος δὲ <ἄγριον> εἶπεν <κυβευτὴν> τὸν
λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα.
<ἀγρυλῆθεν>: ἀγρύλη δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐ-
δος. ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγρυλεύς.
<ἀγχίμολον>: ἐγγὺς ἐλθών.
<ἀγχίνοια>: σύνεσις.
<ἀγχίνους>: συνετός, [ὀξὺς] τὸν νοῦν.
<ἄγχιστα>: ἔγγιστα.
<ἀγχιστεία>: συγγένεια. καὶ <ἀγχιστεῖς> οἱ ἀπὸ ἀδελ-
φῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέ-
ρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων
<συγγενεῖς> μόνον. οἱ δὲ κατ' ἐπιγαμίαν μιχθέντες
τοῖς οἴκοις <οἰκεῖοι> λέγονται.
<ἀγχιστίνδην>: τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίν-
δην καὶ πλουτίνδην, ἐπιῤῥηματικῶς.
<ἀγχίστροφοι>: συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι.
<ἀγχοῦ>: ἐγγύς.
<ἀγχωμάλου>: ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ. ἢ ἰσό-
πεδον.
<ἀγώγιον>: τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕ-
τως Ξενοφῶν.
18
<ἀγχιτέρμων>: ὁ γείτων, ὁ ὅμορος.
<ἀγώγιμος>: ἄγων, ἀγόμενος.
<ἀγωγεῖ>: τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ
<ῥυτὴρ> καλεῖται.
<ἀγωνίᾳ>: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι.
<ἀγωγή>: ἀναστροφή, τρόπος. ἢ κομιδή. καὶ τὸ ἀγόμε-
νον βάρος.
<ἀγωγίμων>: φορτίων ἐμπορικῶν.
<ἀγωγόν>: ἐπακτικόν.
<ἀγωγούς>: προπομπούς.
<ἀγωνιῶ>: κινδυνεύω.
<ἀγωνιᾷν>: Ἰσοκράτης ἀντὶ τοῦ ἀγωνίζεσθαι.
<ἀγωνιῶντες>: ἀντὶ τοῦ ἀγωνιζόμενοι. ὁ αὐτός.
<ἀγωνοθέτης>: ἀγωνοθέτης μὲν κυρίως ὁ ἐν τοῖς
σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς.
<ἀγαθοεργοί>: Ἀττικοὶ τοὺς ἀγαθὸν ἐργασαμένους
τι. ἔστιν δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγα-
θοεργοί· ἄρχουσιν δὲ καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν
ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος
ἐν τῇ τροπικῇ λέξει.
<ἀγαθὸς φαγεῖν>: σημαίνει τὸν ἐσθίοντα πολλά.
<ἀγαθοῦ πόματος>: τὸ μετὰ τὸ δεῖπνον ἄκρατον
πινόμενον παρὰ Ἀθηναίοις. τὴν δευτέραν γὰρ πόσιν
οὕτως ἐκάλουν.
<ἄγαιον>: ἐπίφθονον. οἱ δὲ θαυμαστόν, οἱ δὲ φθο-
νερόν.
<ἀγνώμονες>: οἱ κακογνωμονοῦντες. Πλάτων δὲ ἐν
Πολιτείᾳ ἀγνώμονας ἔφη τοὺς γνῶσιν μὴ ἔχοντας,
ἀλλ' ἀνεπιστήμονας.
<ἄγραι>: χωρίον ἔξω τῆς πόλεως, ἱερὸν Δήμητρος, ἐν
ᾧ τὰ μικρὰ μυστήρια ἄγεται. ὀνομασθῆναι δὲ αὐτὸ
οἱ μὲν ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλού-
19
μενον, οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες
ἀγρεύματος.
<ἀγαλμός>: λοιδορία.
<ἀγάλλιος>: λοίδορος.
<ἄγαλμα>: πᾶν ἐφ' ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ τὰς
γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς
ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, ἢ ξόανον ἤ
τι ἄλλο τοιοῦτον εἴη.
<ἀγανακτῶν>: τίθεται παρὰ Πλάτωνι καὶ ἐπὶ τῶν
λυπουμένων.
<ἀγανακτῶ σου>: καινὸν τὸ σχῆμα. τὸ μὲν γὰρ θαυ-
μάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγα-
νακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ
σχήματι διὰ τὴν καινότητα, φησὶν ὁ Φρύνιχος.
<ἀγανακτικόν> καὶ <ἀγανακτητέον>: τὸ μὲν ἐν Πο-
λιτείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς Πλάτων ἔφη.
<ἀγανάκτησις>: ἐπὶ τύχης. Θουκυδίδης· <οὔτε τῷ
πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει>.
<ἄγαν ἐγκεῖσθαι τῷδε>: οἷον ἐναντιοῦσθαι καὶ ἀπο-
τείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν·
<οἶδ' ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν
ἐγκείμεθα,
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν
πραγμάτων>.
<ἀγαλματοποιία>: <ἀγαλματοποιία> καὶ <ἀγαλμα-
τουργία> ἐρεῖς καὶ <ἀγαλματοποιός>. ἀγαλματο-
ποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον
ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων.
Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ ἀγαλμα-
20
τοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ
πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης.
<ἄγανον>: τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τρα-
γικώτερον τὸ ὄνομα.
<ἀγανόν>: καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ·
<ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν>.
Κρατῖνος Χείρωσιν·
<μακάριος ἦν ὁ πρὸ τοῦ βίος
βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον
ἄνδρες
ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ,
βροτῶν περισσοκαλλεῖς>.
<ἀγγέλη>: δῆμος Πανδιονίδος.
<ἄγκιστρον>: τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτως Πλάτων.
<ἄγειν>: μεγαλύνειν. Ὅμηρος·
<καί μευ κλέος ἦγον Ἀχαιοί.>
καὶ ἄγειν ἀντὶ τοῦ ἔχειν, Ὑπερίδης. καὶ ἄγειν ἀντὶ
τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν ἀντὶ τοῦ τιμᾷν. καὶ
ἄγειν ἀντὶ τοῦ πίνειν, ὅπερ ἐπάγειν ἔλεγον οἱ Ἀτ-
τικοί. Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμο-
κράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς,
φάσκων· <καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου,
ὃς ἦγε τριακοσίους δαρεικούς.> κατὰ Δημά-
<δου· ἦγεν δὲ πέντε μνᾶς.>
21
<ἄγαμαι>: ἄγαμαι τούτου, ἄγαμαι κεραμεῖ, Εὔπολις
καὶ Ἀριστοφάνης.
<ἄγαν τείνειν>: ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ
εἴκειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον. συγγρα-
φικὴ ἡ φωνή.
<ἀγαστά>: ἀγαστά καὶ <ἀγαστός> ἐρεῖς, καὶ ἐπιῤῥη-
ματικῶς <ἀγαστῶς>, ὡς Ξενοφῶν.
<ἀγάζεις>: ἀντὶ τοῦ θρασύνεις. Σοφοκλῆς.
<ἀγάμητος>: ἀντὶ τοῦ ἄγαμος. Σοφοκλῆς.
<ἀγάσσει>: ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς
λίαν λιάζει.
<ἀγαί>: οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ
τραύματα. καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται.
<ἀγαπητός>: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς
πατήρ. καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον,
καὶ ἐπὶ κόρης ἀγαπητή.
<ἀγερσικύβηλιν> Κρατῖνος Λάμπωνα τὸν μάντιν, ὡς
ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ
<ἐγερσικύβηλιν> ἐν τῷ δράματι γράφουσι, τὸν ἐφ'
ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν.
<ἀγενὲς καὶ στενὸν φθέγμα>: ἐπὶ τῶν ἀφώνων
καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων.
<ἀγέρωχος ταῦρος>: σεμνός, ὑπερόπτης, θρασύς.
<ἀγεωργίου δικάζεσθαι>: εἴρηται μὲν ὡς λειποτα-
ξίου, ἀγαμίου, ἀλογίου· σημαίνει δέ, ἐπειδάν τις χω-
ρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ,
ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι.
<ἀγαλαξία>: Αὐτοκράτης·
<ἀμνοὶ δὲ βληχάζουσιν ὑπ' ἀγαλαξίας.>
<ἀγελαιοκομική>: Πλάτων ἐχρήσατο.
22
<ἀγέλας πόνων> Εὐριπίδης εἶπεν, <ἀνδρῶν δὲ ἀγέ-
λας> Πλάτων. <ἀγέλαστα δὲ πρόσωπα> Αἰσχύλος.
<ἄγαλμα Ἑκάτης>: τὴν κύνα οὕτως εἴρηκεν Ἀριστο-
φάνης διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας, ἢ ὅτι καὶ
αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶν δὲ οἳ καὶ γενέ-
σθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατ' ὀργὴν Ἀρτέμιδος,
εἶτα ἐλεηθεῖσαν πάλιν ὑπ' αὐτῆς ἀποκαταστῆναι,
ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώ-
νης ἀπάγξασθαι, τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν
ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ, καὶ Ἑκάτην προσ-
αγορεῦσαι.
<ἀγέλαστος>: ὁ μὴ πρὸς γέλωτα ἐπιτήδειος, καὶ ὁ
στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνῃσιν οὕτω λεγομέ-
νη. Αἰσχύλος δέ φησι καὶ <φρὴν ἀγέλαστος>. οὐ-
κοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ
διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια.
<ἀγηλατῶν>: ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως
Νικόμαχος.
<ἀγής>: τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγής
ἢ παναγής. Ἐμπεδοκλῆς·
<ἄθρει μὲν γὰρ ἄνακτος ἐναντίον ἀγέα
κύκλον.>
<ἅγιος>: ὁ σεβάσμιος· καὶ <ἅγιον> τὸ σεβάσμιον καὶ
τίμιον. λέγοιτο δ' ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ
ἄγους, ὡς Κρατῖνος.
<ἀγκαλιδαγωγοί>: οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις
ἢ ἐπὶ θρεμμάτων. <ἀγκαλιδοφόροι> δὲ οἱ αὐτοὶ
φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκα-
λιδαγωγοῖς ὄνοις. λέγονται δὲ οἱ πιπράσκοντες τὰς
23
ἀγκαλίδας <ἀγκαλιδοπῶλαι>. εἰσὶ δὲ ἀγκαλίδες αἱ
τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι.
<ἀγκαλιδοπῶλαι>: οἱ τὰς ἀγκαλίδας πιπράσκοντες.
ἀγκαλὶς δέ ἐστιν ἡ τῶν φρυγάνων δέσμη.
<ἄγκαθεν>: κατὰ ἀποκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως
Αἰσχύλος.
<ἀγκράτος ἐλαύνω>: εἶπε Ξενοφῶν κατὰ συγκοπήν,
ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δ' ἄμεινον ποιήσεις μὴ
χρώμενος τῇ λέξει.
<ἀγκύλη>: ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγε-
ται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη, ὅθεν καὶ τὰ δόρατα
ἀγκύλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται καὶ ἀγ-
κύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοτ-
τάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ. ἀλλὰ
καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ, διὰ τὸ ἀπαγ-
κυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς
παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότ-
ταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς
σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἔῤῥιπτον εἰς
τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος,
ὡς Ἄλεξις Ἀχαιΐδι·
<ἀγκύλην τῆς ἐμβάδος
οὐ καλῶς ἔσφιγξας .. λυθεῖσαν.>
ἐχρήσαντο δὲ καὶ ἄλλοι τῇ λέξει.
<ἀγκύλη> καὶ <Ἀραφήν>: δῆμος Αἰγηΐδος.
<ἄγλαι>: ὄμμα. Εὐριπίδης.
<ἀγκῦραι>: ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς·
<ἀλλ' εἰσὶ μητρὶ παῖδες ἀγκῦραι βίου>.
<ἄγλιθες>: τὸ δὲ αὐτὸ καὶ αἱ γέλγιθες, ἐξ ὧν ἡ
τοῦ σκορόδου κεφαλὴ σύγκειται.
24
<ἁγνεύεται τὴν πόλιν>: ἀντὶ τοῦ ἐκ κατηγορίας
παρασήμου ἀντὶ τοῦ ἁγνίζεται.
<ἀγίτης>: ἱκέτης καὶ καθάρσιος. καὶ γὰρ ὁ μύσους
ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως ἐλέγοντο.
<ἀγνόδικος>: ἀγνοοῦσα τὸ δίκαιον.
<ἀγνοδικεῖς>: οἱ θεοί.
<ἀγνοίη>: λύπη. καὶ τὸ <ἀγνοεῖν> λυπεῖσθαι.
<ἄγνοια>: ὀλιγωρία.
<ἁγνοπολεῖσθαι>: τὸ σφαγίοις καθαίρεσθαι.
<ἄγος>: ὁ Ζεὺς παρὰ Κυζικηνοῖς.
<ἄγναπτος>: καὶ διὰ τοῦ γ̅ καὶ διὰ τοῦ κ̅ ἔλεγον
τοὔνομα· σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ
καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως, ἀρσενι-
κῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος
χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον.
<ἀγοραῖος Ζεύς>: βωμὸς Ἀθήνῃσιν, ὃς ἐκαλεῖτο ἀγο-
ραίου Διός.
<ἀγοραῖος Ἑρμῆς> ἐν Ἀθήνῃσιν ἵδρυτο κατὰ τὴν
ἀγοράν.
<ἀγοράσματα> τὰ ὤνια λέγουσιν. καὶ ἀγορασμάτων.
καὶ <ἀγοράσεως> τῆς ὠνήσεως.
<ἄγορος> καὶ <ἄγοροι>: Εὐριπίδης Ἀνδρομέδᾳ·
<οἱ κατ' οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν>.
Αἰθίοπες σημαίνει.
<ἁγνίσαι>: τὸ θῦσαι. διαφθεῖραι, κατ' ἀντίφρασιν.
οὕτως Σοφοκλῆς.
<ἀγοραῖος νοῦς>: ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης
οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι
ἀμαθεῖς καὶ ἀπαίδευτοι. οὕτως Εὐριπίδης.
<ἀγοραστήν>: τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι
ὀψωνιάτορα καλοῦσιν.
25
<ἀγόμφιος αἰών>: οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ
τις ὡρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γέ-
ρουσι τοὺς γομφίους. Διοκλῆς·
<μηδείς ποθ' ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω
γέρων γενέσθαι>, [τοῦτο] δὲ <προνοησάτω
ὅπως νέος ὤν, ἀγαθόν τι τῇ ψυχῇ
παθών,
ὥρα καταλύσει, μηδ' ἀγόμφιόν ποτε
αἰῶνα τρίψει>.
<ἄγριοι>: τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι
ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοι-
ούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον
ὅτι καὶ τὰ ἀνήμερα τῶν ζώων ἄγρια καλεῖται. καὶ
ἄγριος ὁ τὸ ἦθος δύσκολος, ὀργίλο̅ς̅.
<ἄγριος ἔλαιος>: ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν.
ἔστιν παρὰ Πινδάρῳ ἐν Ὕμνοις.
<ἀγροβόας ἀνήρ>: ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ
ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος.
<ἀγρόμενοι>: συναθροίζοντες.
<ἀγρευτικὴ στολή>: ἡδεῖα ἡ λέξις καὶ ἀστεία.
<ἄγρυκτα καὶ ἄλεκτα πέπονθα>: τὸ μὲν ἄγρυκτά
ἐστιν ὥστε. μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κα-
κῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ
καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον.
κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης·
26
<τί δ' ἔπαθες; ....
ἄγρυκτα κἄλεκτ'· ἀλλὰ βούλομαι μόνῃ
αὐτῇ φράσαι σοι>.
<ἀγρύλη>: δῆμος Ἐρεχθηΐδος.
<ἀγροῖκος ὀπώρα>: ἀπ' ἐναντίου τῇ γενναίᾳ, ὡς ἐν
διαφορᾷ τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς
ἀπόθεσιν καὶ οἰνοποιίαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ
Πλάτων σαφῶς ἐν Νόμοις· <ὠνούμενος τὴν γεν-
ναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται>.
καὶ πάλιν· <τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν
βούληται· τῆς δὲ ἀγροίκου λεγομένης καὶ
τὸν τοιοῦτον ὁ νόμος εἰργέτω>.
<ἀγρεύματα> τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων
εἶπεν. σημαίνει δὲ καὶ σκύλα.
<ἀγροικεῖν> καὶ <ἀγροίκων>: τῶν σωφρόνων. παρὰ
δὲ τὸ ἀγροίκως γέγονε τὸ ῥῆμα ἀγροικεῖν.
<ἀγυιάτιδες>: παρ' Εὐριπίδῃ οἱ πρὸ τῶν θυρῶν
βωμοί.
<ἄγχασκε>: ἀντὶ τοῦ ἀνάχασκε. οὕτω Φερεκράτης.
<ἄγχαζε>: ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς. χάζω
γὰρ καὶ ἀναχάζω.
<ἄγχιμος>: ἀντὶ τοῦ πλησία. Εὐριπίδης·
<ἀλλ' ἄγχιμος γὰρ ἥδε φοιβεία γυνή>.
<ἀγωγεύς>: ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως
Σοφοκλῆς.
<ἀδαξῆσαι>: τὸ κνῆσαι, οὐκ ἐν τῷ ο̅ ὀδαξῆσαι. καὶ
<ἀδαχεῖν> τὸ κνήθειν·
27
<ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχῶρα ἐκλέγει
τ' ἀεί,>
Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσιν.
<ἀδαήμονες>: ἄπειροι.
<ἀδαμάντινα>: στεῤῥά.
<ἀδείμαντα>: ἄφοβα.
<ἀδελφά>: ὅμοια, παραπλήσια.
<ἀδέητος>: Ἀντιφῶν ἀντὶ τοῦ ἀνενδεής.
<ἀδεκάστως>: ἀμερίστως, δικαίως, ἀδωροδοκήτως,
ὀρθῶς.
<ἀδημονῶν>: ἀγωνιῶν. ἀδημονεῖν γὰρ κυρίως ἐστὶ
τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν.
<ἀδῄωτον>: ἀπόρθητον, ἀπραίδευτον.
<ἀδήριτος>: ἄμαχος.
<ἀδηφάγος>: πολυφάγος, ἀθρόως ἐσθίων, γαστρίμαρ-
γος. ἄδην γὰρ τὸ κεκορωμένον.
<ἀδιάκριτος>: ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν
μὴ γινωσκόντων τὰ δέοντα. ἢ ἀφρόνως φλυαροῦντα.
<ἀδιαίτητος>: ἀλλότριος, ἀήθης.
<ἀδιαλώβητον>: ἀβλαβές.
<ἄδην>: ἅλις ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρ-
μίδῃ· <ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν>.
<ἀδιάρθρωτον>: ἄσημον, ἀτράνωτον.
<ἀδιαφορία>: ἀμέλεια, χωρὶς παρατηρήσεως.
<ἀδολεσχία>: ἀκαιρία, φλυαρία, συνέχεια.
<ἀδιεξίτητον>: ἀδιεξέλευστον.
<ἀδηνέως>: ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν
τῶν δηνέων καὶ μεριμνῶν.
<ἀδελφίζειν>: ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσο-
κράτης καὶ ὁ Μιλήσιος ἐχρήσατο.
<ἀδημονούσης>: ἀπορούσης.
28
<ἀδόνητον>: ἀσάλευτον.
<ἀδιάστατον> τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμέ-
νον Ἀντιφῶν εἶπεν.
<ἀδικίου>: οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης.
ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης
πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλ-
λεται.
<ἀδοκίμαστος>: δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας
ἐγγραφῆναι. ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος.
<ἀδόλως>: ἁπλῶς, ἀληθῶς.
<ἀδρανές>: ἀσθενές.
<ἁδρύνοιτο>: αὐξάνοιτο.
<ἁδρόν>: μέγα, δαψιλές, πλούσιον. καὶ <ἁδρότης> ἡ
ὑψηλότης.
<ἀδράστεια>: οἱ μὲν τὴν αὐτὴν τῇ Νεμέσει λέγουσι,
λαβεῖν δὲ τοὔνομα παρ' Ἀδράστου τινὸς βασιλέως,
ἢ ἀπὸ Ἀδράστου τοῦ παλαιοῦ, νεμεσηθέντος ἐφ'
οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱε-
ρὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδρα-
στείας. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν
εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμέ-
νην. ὁ δὲ Ἀντίμαχος λέγει·
<ἔστι δέ τις Νέμεσις, μεγάλη θεός, ἣ τάδε
πάντα
πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵ-
σατο πρῶτος
Ἄδρηστος, ποταμοῖο παρὰ ῥόῳ>.
ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν
τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος.
29
<ἀδύνατα εἶναι>: ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ
κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν,
μάλιστα δ' ἐπὶ ταύτης τῆς λέξεως.
<ἀδαγμός>: ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως
Σοφοκλῆς.
<ἄδασμος>: οὐδένα δασμὸν ἐκτίνουσα, οὐδὲ μερίζουσα
δασμὸν τῆς οἰκήσεως.
<ἄδδιξ>: μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης.
<ἀδεκατεύτους>: ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς
θεοῖς.
<ἁδήν>: τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γί-
νεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ
τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται πα-
ραλόγως, ὥς φησιν Ἡρωδιανός.
<ἀδίαντον>: ξηρόν, ἄβροχον. ἢ φυτὸν παρ' ὕδασι
φυόμενον, τὸ λεγόμενον <πολύτριχον>.
<ἀδιάφθορον>: ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ
τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ
περὶ ψυχῆς. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρα-
κεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νό-
μων ἕκτῳ· <ἀδιαφθόρους ταῖς δεήσεσι δικά-
ζειν>. παράγεται δὲ ἡ λέξις καὶ ἐπιῤῥηματικῶς, ὡς
Αἰσχίνης φησὶν <ἀδιαφθόρως>.
<ἀδικότροπος> ἐρεῖς καὶ <ἀδικοχρήματος>, ὡς Κρά-
της, καὶ <ἀδικόχειρας>, ὡς Σοφοκλῆς.
<ἀδικοπήμονας>: τοὺς ἄνευ τοῦ δικαίου πράττοντάς
τι καὶ βλάπτοντας.
<ἄδικος>: ὁ μὴ ἔχων δίκην διὰ τὸ μὴ δικάζεσθαί τινι.
Ἄρχιππος·
<ἀμαθὴς σοφός, δίκαιος ἄδικος>.
καὶ τὸ <ἀμαθής> δὲ ἐνταῦθα ἀντὶ τοῦ μηδὲν φύσει
30
εἰδώς. σημαίνει δὲ τὸ <ἄδικος>, ὡς καὶ ἡ συνήθεια,
τὸν καταφρονοῦντα καὶ διαφθείροντα τὸ δίκαιον.
καὶ τὸ <ἀμαθής> τὸν μὴ ἐπιστάμενόν τι.
<ἀδικομήχανος>: Ἀριστοφάνης·
<τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον
ἀδικομηχάνῳ τέχνῃ>.
<ἀδιάβατος>: ὁ μὴ ῥᾴστως ἢ ὁ μὴ δυνάμενος εὐκό-
λως διαβῆναι.
<ἀδηφάγον ἅρμα>: τὸ τέλειον.
<ἀδηφάγοι τριήρεις>: αἱ μεγάλαι οὕτως ἐλέγοντο. ἢ
ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ <ἀδηφάγα ἅρ-
ματα> τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον
ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς.
<ἀδίαυλος τόπος>: ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως
Εὐριπίδης·
<θεοὶ χθόνιοι
ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν
τὴν φθειρομένων, Ἀχεροντείαν
λίμνην>.
<ἀδιάλλακτον ἐχθρόν>: Δημοσθένης. <ἀδιάπαυ-
στον> Ξενοφῶν.
<ἀδικομάχους ἵππους> Ξενοφῶν τοὺς δυσπειθεῖς
λέγει, καὶ <δίκαιον ἅρμα> τὸ εὐπειθές.
<ἀδίοπον>: ἄναρχον καὶ ἀφύλακτον. δίοποι γὰρ οἱ τῆς
νεὼς φύλακες.
<ἀδιούνιος ταῦρος>: ὁ ἥλιος ὑπὸ τῶν Κρητῶν οὕ-
τως λέγεται. φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ
προσεικασθέντα προηγεῖσθαι.
<ἀδολεσχεῖν>: σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε
31
φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα· <λεσχαίνειν>
δέ ἐστι τὸ διαλέγεσθαι, καὶ <λέσχαι> οἱ τόποι, εἰς
οὓς συνιόντες λόγοις διημέρευον.
<ἀδιάγλυπτον>: ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν.
λαβεῖν γάρ φησιν ἄφυκτον ἀδιάγλυπτον.
<ἀδιάλυτον>: τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν
τῷ περὶ ψυχῆς.
<ἀδίδακτος>: ὁ αὐτὸς ἐν τῷ κατὰ Μειδίου· <ἀδίδα-
κτος ἂν εἰσῆλθεν ὁ χορός>.
<ἀδινοῖο γόοιο>: τοῦ ἀθρόως ἐκχεομένου. <Σειρή-
νων> δὲ <ἀδινάων> τῶν συνεχῶς ᾀδουσῶν, ὁ Ἡλιό-
δωρος ἔφη.
<ἄδοξον>: τὸ ἄτιμον, ὡς Ἰσοκράτης καὶ Δημοσθένης
ἐν Φιλιππικοῖς.
<ἄδοξα>: τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν.
<ἀδόξαστον>: ἀνέλπιστον. Σοφοκλῆς.
<ἄδουλος βίος> ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων.
ἐρεῖς δὲ καὶ <ἀδιάλεκτος βίος> καὶ <ἀγέλαστος
βίος> καὶ <ἄγαμος βίος> Φρύνιχος ἐν Μονοτρόπῳ·
<ὄνομα δὲ μοὔστι Μονότροπος .....
........ ζῶ δὲ Τίμωνος βίον,
ἄγαμον, ἄζυγον .. ὀξύθυμον, ἀπρόσ-
οδον,
ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα>.
<ἄδορπος>: ὁ δόρπου καὶ δείπνου μὴ μετασχών.
32
<ἄδορον>: τὸ μὴ ἐκδεδαρμένον θῦμα.
<ἀδοξοῦνται πρὸς τῶν πόλεων>: ἀντὶ τοῦ ἐν ἀδο-
ξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσι. Ξενοφῶν ἐσχημάτισεν
ἐν τῷ Οἰκονομικῷ· <καὶ γὰρ οἵ γε βάναυσοι
καλούμενοι ἐπίῤῥητοί τέ εἰσι καὶ εἰκότως
ἀδοξοῦνται πρὸς τῶν πόλεων>.
<ἀδράφαξυς>: τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδρά-
φαξυν καλοῦσιν. Κοριαννοῖ Φερεκράτης·
<ἀδράφαξυν ἑψοῦς', εἶτ' ὀκλὰξ καθη-
μένη>.
<ἁδρῦναι>: ἁδρὸν καὶ μέγα ποιῆσαι. Σοφοκλῆς.
<ἀδρύφακτον>: ἄπονον καὶ ἀταλαίπωρον.
<ἀδύνατοι>: οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος,
ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ
ζῇν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν
ἐν τοῖς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκι-
μάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων
βουλῆς, καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας·
λέγει, ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε· Ἀρι-
στοτέλης δὲ δύο ἔφη.
<ἀδυσώπητον>: ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεή-
σεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν.
<ἄδυτον>: σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ.
<ἀδυναμία> ἐρεῖς, ὡς Δημοσθένης, καὶ <ἀδυνασία>,
ὡς Ἀντιφῶν καὶ Θουκυδίδης, καὶ <ἀδυνατία>, ὡς
Δεινόλοχος.
<ἀδώνια>: βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀρι-
στοφάνης καὶ Φερεκράτης διὰ τῶν μέτρων μαρτυρεῖ.
ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν
33
Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοι-
νίκων καὶ Κυπρίων.
<ἀδώνιος> Φερεκράτης εἶπεν ἀντὶ τοῦ Ἀδώνιδος. λέγει
δὲ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτως δὲ καὶ Πλά-
των καὶ Κρατῖνος, ἀλλὰ καὶ Ἀριστοφάνης καὶ ἕτε-
ροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις.
<ἀδρηστία>: πόλις περὶ τὸν Ἑλλήσποντον.
<ἀδρίας>: ὃ καὶ Ἰωνικὸν πέλαγος λέγεται. λέγεται δὲ
καὶ Ἀδριατικὸν πέλαγος τὸ αὐτό. τὸ δὲ ἐθνικὸν
Ἀδριανός, ὡς ἀπὸ τοῦ Φάσιδος Φασιανός.
<ἀδριαναὶ γυναῖκες>: Αἰσχύλος Ἰλιάσιν·
<Ἀδριαναί τε γυναῖκες τρόπον ἕξουσι
γόων>.
<ἀδώρητος>: ἐρεῖς, ὡς Εὐριπίδης·
<οὐδ' ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν>.
καὶ Θουκυδίδης· <χρημάτων τε ἀφανῶς ἀδώ-
ρητος γενόμενος>. Πλάτων μέν τοί γε ἐν Συμ-
ποσίῳ ἄδωρος εἶπε· καὶ γάρ φησιν <ἄδωρος δυσ-
μενείας> ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ
καὶ <ἀδωροδόκητος>. ἀλλὰ καὶ ἀδωροδοκήτους, ὡς
ὁ αὐτός.
<ἄδωρος χάρις>: ἡ ἐπὶ τέλους ἐλθοῦσα δωρεά. οὕτως
Εὐριπίδης.
<ἀεί>: κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ
ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ
μέχρι. Πλάτων ἐν Συμποσίῳ· <ἐπειδὴ δεδειπνή-
καμεν, διελεγόμην ἀεὶ πόῤῥω τῶν νυκτῶν>·
καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ·
<ἄπαις γὰρ δεῦρ' ἀεὶ τείνεις βίον>.
πολλοὶ ἄλλοι.
34
<ἀελλάδες ἵπποι>: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν.
<ἀειθαλής>: ἀεὶ θάλλων.
<ἀειφυγία>: ἡ εἰς ἀεὶ φυγή.
<ἀειλογία>: πολυλογία ἢ ταυτολογία.
<ἀελλόπους>: ταχύπους.
<ἄελλα>: ἀνέμων συστροφή.
<ἀεθλεύων>: ἀγωνιζόμενος.
<ἀέθλευον>: ἐμόχθουν, ἠγωνίζοντο.
<ἀεθλοφόρους>: ἀγωνιστάς.
<ἄερκτον>: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώ-
μενον.
<ἀεροβατεῖν>: εἰς τὸν ἀέρα περιπατεῖν.
<ἀείνως>: γλῶττα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπι-
θυμία, καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ·
<γλῶττάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν
καλῶν λόγων ἀείνων,
ᾗ πάντα κινήσεις λέγων>.
ἐρεῖς δὲ καὶ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη, διὰ
τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅ πέρ ἐστι ῥεῖν· ἴδιον
δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν
καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν.
<ἀείζων>: ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί,
καὶ ἀείζωον τετρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνων,
ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐ-
θείας δισυλλάβου γίνεται <σῶς> εὐθεῖα μονοσύλλαβος,
καὶ ἡ αἰτιατικὴ <σῶν>, οὕτω καὶ ἀπὸ τῆς <ζῶς> εὐθείας
μονοσυλλάβου, ᾗ κέχρηται καὶ Ὅμηρος, γίνεται ἡ
αἰτιατικὴ <ζῶν>, καὶ κατὰ σύνθεσιν ἀείζων, ὡς Αἰ-
σχύλος Γλαύκῳ Ποντίῳ·
<ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών>.
Σοφοκλῆς δὲ τὴν εὐθεῖαν εἶπεν <ἀείζως γενεά>.
ἀπὸ δὲ τῆς ζωός δισυλλάβου εὐθείας φιλόζωος εἶπεν.
35
ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προ-
άγει, εἰπών·
<καὶ γεύομαί πως τῆς ἀειζώου πόας>.
<ἀείζων πένθος> ἐρεῖς, ὡς Σοφοκλῆς <ἀείζωον
ἕλκος>.
<ἄειλα>: τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ἕλης.
οὕτως Αἰσχύλος.
<ἀείνων>: τὸ ἀένναον.
<ἀείταν>: τὸν ἑταῖρον. Ἀριστοφάνης δὲ τὸν ἐρώμενον.
<ἀετός>: τό τε πτηνὸν ζῶον, καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ,
ὃ νῦν <ἀέτωμα> λέγουσιν. ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις
κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα, ἀποτετακότος τὰ
πτερά. ἔστι δὲ καὶ βοτάνη ἐν Λιβύῃ.
<ἀελλησιθύμοις>: ἀνυποστάτοις μετὰ παῤῥησίας.
<ἀέσαι>: ἐπὶ πολὺ κοιμηθῆναι, κατὰ στέρησιν τοῦ ἔσαι,
ὅ ἐστιν ὁρμῆσαι. ἢ ὡς ὁ Ἀπίων, ἐπὶ πολὺ ἡσθῆναι.
<ἄζυξ>: ὁ μὴ συνεζευγμένος γάμῳ.
<ἀζήτητον>: τὸ ζητούμενον οὐδ' ὅλως.
<ἀζηνιεύς>: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοων-
τίδος, ἀφ' ἧς ὁ φυλέτης Ἀζηνιεύς.
<ἄζα>: ξηρασία. σημαίνει δὲ καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον
ὑγρόν. οὕτω Πραξιφάνης.
<ἀζάλιον>: ξηρόν, ἢ ἄγαν ζέον.
<ἄζειν>: τὸ στένειν. Σοφοκλῆς.
<ἄζειν>: τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέ-
γουσιν Ἀττικοί, μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος.
οὕτω Νικόχαρις.
<ἀζήν> ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρω-
διανοῦ.
36
<ἀζηνία> καὶ <Ἁμαξάντεια> καὶ <Ἀνακαία>, ἔτι δὲ
<Ἀχερδοῦς> καὶ <Ἀγριάδαι>, δῆμοι. ταῦτα πάντα
Ἱπποθοωντίδος.
<ἀζησία>: οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται.
οἱ δὲ τὴν εὐτραφῆ.
<ἀζύμου κράσεως>: ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ
<ἄζυμον>. ἐν Τιμαίῳ· <τὴν δὲ δὴ τῶν νεύρων
φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κρά-
σεως μίαν ἐξ…
τὰ…
ἐπίπ…
The complete text is available when the reading interface loads.