The Greek Library Catalogue

Anonymous

De differentia vocabulorum

Edition reference
De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων) (e cod. Vat. gr. 2226, servante litteram α tantum), ed. V. Palmieri, "Un anonimo excerptum Vaticanum di sinonimi greci," Byzantion 58 (1988) 440–450.
CTS identifier
urn:cts:greekLit:tlg4307.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

22

δὲ οἱ ἐκ τοῦ αὐτοῦ γένους ὄντες, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ

23

ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ' ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

24

8. <αἰδώς> ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὅν τις σεβασμίως ἔχει· αἰσχύνη δὲ

25

ἐφ' οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται, ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται

26

μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι. διαστέλλει δὲ καὶ Ἀρι-

27

στόξενος ὁ μουσικὸς ἐν Νόμῳ παιδευτικῷ (fr. 42a Wehrli)· φησὶ γοῦν

28

διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς

29

ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος

30

αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχὴν προσέρχεται οὕτω δια-

31

κείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς

32

προειρημένας ὑπεροχάς. ἡ δὲ αἰσχύνη πρὸς πάντα ἄνθρωπον ἐπὶ τοῖς

33

νομιζομένοις αἰσχροῖς.

34

9. <αἰτῶ, αἰτοῦμαι>· τὸ μὲν αἰτεῖν ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ

35

αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. αἰτεῖ μὲν γὰρ ὁ μηκέτι ἀποδίδω-

36

σιν, αἰτεῖται δὲ τὸ ἀποδοθησόμενον πάλιν.

37

10. <αἴθ〈ε〉, ὤφελον>· τὸ μὲν αἴθε ἀπαρεμφάτου ἐστὶ προσώπου· τὸ δὲ

38

ὤφελον ἐμφαίνει πρόσωπον, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος.

39

καὶ ἄλλως· τὸ μὲν αἴθε ἐπίρρημά ἐστιν, τὸ δὲ ὤφελον ῥῆμα.

40

11. <ἄελλα> μέν ἐστιν ἄημα συνεστραμμένον, φύελλα δὲ ἄελλα θύουσα καὶ

41

ὁρμῶσα.

42

12. <ἀκόντιον> τὸ ἀκοντιζόμενον ἔλαττον τοῦ δόρατος, δόρυ δὲ τὸ μεῖζον,

43

ᾧ ἐκ χειρὸς ἐχρῶντο. ἀκοντιστὴς μὲν ὁ ῥίπτων τὸ ἀκόντιον, αἰχμητὴς δὲ ὁ

44

ῥίπτων καὶ βάλλων.

45

13. <ἁλίσπαστον> μὲν ἔλεγον τὸ ἁλσὶ πεπασμένον, κρέας ἢ ἰχθύας, ἁλίσ-

46

παρτον δὲ τὴν ἁλὶ κατεσπαρμένην χώραν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων

47

δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας τὰς χώρας αὐτῶν ἁλσὶ κατέσ-

48

πειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς· ὅθεν καὶ ὁ βίος τοὺς

49

ᾐκισμένους δεινῶς καὶ δυσθεράπευτα ἔχοντα〈ς τὰ〉 σώματα ἁλισπάρτους

50

καλεῖ.

51

14. <ἁλοᾶν> δασύνεται, τὸ ἐπὶ τῆς ἅλω πατεῖν· ἀλοιᾶν δὲ ψιλοῦται, τὸ

52

τύπτειν.

53

15. <ἀγχιστεῖς>· συγγενεῖς ἀπὸ ἀδελφῶν καὶ θείων κατὰ πατέρα καὶ

54

μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ ἔξω τούτων συγγένεια μόνον,

55

αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοί, συγγένεια οἱ γαμβροί.

56

16. <ἁγνεύειν> τὸ ἀπὸ ἀφροδισίων, καθαρεύειν δὲ τὸ ἀπὸ νεκροῦ. ἔλεγον

57

δὲ καὶ καταχρηστικῶς· ἡ συνήθεια δὲ τὴν βρομάτων ἀπόσχεσιν.

58

17. <ἀγωνοθέται> οἱ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέται δὲ οἱ ἐν τοῖς γυμνικοῖς

59

ἀγῶσιν.

60

18. <αἱρετέος, αἱρετός>· αἱρετέος ὁ δι' ἀπορίαν, αἱρετὸς ὁ δι' ἑαυτὸν

61

ἐπιδέξιος.

62

19. <ἕτερος, ἄλλος>· τὸ μὲν ἕτερος ἐπὶ τοῦ δυοῖν τάσσεται·

63

‘χολὸς δ' ἕτερον πόδα’ (Hom., Il., II, 217).

64

τὸ δὲ ἄλλος ἐπὶ πλειόνων·

65

‘οἶσε δ' ἄρν’, ἕτερον λευκόν, ἕτερον δὲ μέλανα·

66

Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον' (Hom., Il., III, 103 sq.).

67

ὡς καὶ τὸ ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πλειόνων τάσσεται.

68

20. <ἀλλοίωσις, ἑτεροίωσις>· ἀλλοίωσις μὲν οὐ μόνον μεταχαρακτηρισμός,

69

ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ'

70

ἑτέρου χρώματος εἰς ἔτερον μεταβάλῃ, ὡς ἡ Νιώβη εἰς λίθον.

71

21. <ἀμφότεροι 〈ἑκάτεροι〉>· ἀμφότεροι μὲν ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ

72

κατὰ τὸ αὐτὸ πράττουσιν· «ἀμφότεροι τὴν δόκον μίαν οὖσα〈ν〉 φέρου-

73

σιν». ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· «ἑκάτε-

74

ρος αὐτῶν ἰδίᾳ μίαν φέρει».

75

22. <ἅμα, ὁμοῦ>· τὸ ἅμα χρονικὸν ἐπίρρημα, τὸ ὁμοῦ τοπικόν·

76

‘ἔνθα δ' ἅμ' οἰμω〈γή 〉’ (cf. Hom., Il., IV, 450; VIII, 64).

77

ἀντὶ «κατὰ τὸν αὐτὸν χρόνον». ἐπὶ τοπικοῦ δέ·

78

‘ὁμοῦ ἐτρεφόμην’ (Hom., Od., XV, 365),

79

ἀντὶ «ἐν τῷ αὐτῷ τόπῳ». ἔσθ' ὅτε δὲ Ὅμηρος τὸ ὁμοῦ ἐπὶ χρονικοῦ τάσσει·

80

‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ 〈καὶ λοιμὸς Ἀχαιούς’〉

81

(Hom., Il., I, 61), εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ «ἐν τῷ αὐτῷ τόπῳ»,

82

οἷον ‘ἐν Τροίᾳ ὅ τε πόλεμος καὶ λοιμὸς δαμᾷ τοὺς Ἀχαιούς’. καὶ ἐκ τοῦ

83

ἐναντίου τὸ ἅμα ἐπὶ τόπου·

84

‘τοὺς ἅμα σοι πάντας πῦρ ἐσθίει’ (Hom., Il., XXIII, 182),

85

ἐν τῇ αὐτῇ πυρκαιᾷ, εἰ μὴ καὶ νῦν «κατὰ τὸν αὐτὸν χρόνον» ἀκούσοι.

86

περιεργόρετον δ' ἂν συλλογίσαιτό τις συλληπτικῶς λαμβάνειν τὸ ἅμα

87

«ἕνεκεν τῶν πολλῶν σκηνομάτων» καὶ οὐ τοπικῶς.

88

23. <ἀμυγδαλῆ> περισπωμένως τὸ δένδρον· ἀμυγδάλη παροξυτόνως

89

σημαίνει τὸν καρπόν. οὕτω Πάμφιλος (fr. 1 Schmidt)· Φιλόξενος (fr. 437

90

Theod.) 〈δὲ〉 ἀμφότερα οἴεται περισπᾶν.

91

24. <ἀμύνεσθαι> τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

92

25. <ἀμφισβήτησις> μέν ἐστιν ἑτέρου πρὸς ἕτερον· περὶ γὰρ τοῦ προκει-

93

μένου πράγματος ὁ λόγος. ἄγνοια δὲ ἡ παντελὴς ἀνεπιστεμοσύνη τοῦ

94

προκειμένου.

95

26. <ἀναβάτης> μὲν ἵππου λέγεται, ἐπιβάτης δὲ νεώς.

96

27. <ἀναβάλλεσθαί> ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν

97

τῶν πράξεων· ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἐπιτήδειον καιρὸν τῶν

98

πράξεων.

99

28. <ἀναγόμενοι> καὶ ἀναχθέντες διαφέρει. ἀνήγοντο μὲν οἱ πλέοντες,

100

ἀναγόμεναί τε οἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρα-

101

τήγιον.

102

29. <ἀμφίπολος> μὲν κοινὸν ἄρρενος καὶ θηλείας· ἄτμενος δὲ οὐ μόνον ὁ

103

δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.

104

30. <ἀνάθημά> ἐστι διὰ τοῦ η̅ τὸ ἀφιερούμενόν τε καὶ ἀνατιθέμενον ἱερῷ

105

τινι· ἀνάθεμα δὲ τὸ ὕβρεως ἐχόμενον καὶ ἀνεθεματισμοῦ.

106

31. <ἀνακεῖσθαι> διαφέρει τοῦ κατακεῖσθαι. ἀνάκειται μὲν ὁ ἀνδριὰς καὶ

107

ἡ εἰκὼν τῷδε κατὰ τιμήν· κατάκειται δὲ ὁ εὐωχούμενος.

108

32. <ἀνακωχὴ> μὲν γὰρ ἐπὶ νεῶν, οἷον πόση τις ἀναχώρησις· ἀνοκωχὴ διὰ

109

τοῦ ο̅ ἀνοχὴ μικρὰ πολέμου· διοκωχὴ καὶ ἀκωχὴ ἐπὶ νοῦ, οἷον διάλειψίς

110

τις καὶ ἄνεσις.

111

33. <ἀναλγὴς> ὁ μὴ ἀλγῶν, ἀνάλγητος ὁ ἀνεπί〈σ〉τρεπτος τοῦ καθήκον-

112

τος.

113

34. <ἀνάμνησις> μέν, ὅταν τις ἀφ' αὑτοῦ εἰς μνήμην ἔλθῃ τῶν παρελ-

114

θόντων· ὑπόμνησις δέ, ὅταν ὑπό τινος ἑτέρου ἐπὶ τοῦτο προαχθῇ.

115

35. <ἀναστῆναι> μὲν τὸ ἐπὶ πρᾶξίν τινα ὁρμῆσαι·

116

‘τοῖσι δ' ἀνιστάμενος’ (Hom., Il., I, 58; IX, 52; XIX, 55),

117

ἐγερθῆναι δὲ τὸ ἐκ τῆς κοίτης, ὥσπερ ἐστὶν ἀναστῆναι μὲν ἐπὶ ἔργον,

118

ἐγερθῆναι δὲ ἐς ὕπνου.

119

36. <ἀνεψιοὶ> καὶ ἐξανεψιοὶ διαφέρει. ἀνεψιοὶ μὲν οἱ τῶν ἀδελφῶν

120

παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν.

121

37. <ἀνοχὴ> μέν ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ 〈τῆς μάχης〉

122

κατὰ συνθήκην κοινὴν τοῦ μὴ ἐπιέναι ἀλλήλοις, ἐπικηρυκεία δέ, ὅταν οἱ

123

ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην.

124

38. <ἀνὴρ> μὲν κυρίως λέγεται ὁ ἐπ' ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ

125

ὁ μὴ διαπρέπων.

126

39. <ἀνδρεία> μέν ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος, ὅθεν τὴν μὲν

127

ἀνδρείαν ἐπὶ ψυχῆς τακτέον, τὴν δὲ ῥώμην ἐπὶ σώματος· ἀνδρεία μέν ἐστι

128

δύναμις ἐπαινουμένη, ἀνδραγαθία δέ, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει

129

μαρτυροῦσαν· ἢ ἀνδραγάθημα ἀνδραγαθίας διαφέρει.

130

40. <ἄξονες> καὶ κύρβεις· οἱ μὲν ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις

131

τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους,

132

οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον. ξύλινοι δέ

133

εἰσιν ὁμοίως ἀμφότεροι καὶ νόμους ἔχουσιν ἐγγράφους.

134

41. <ἀνατολὴ> μὲν ἡ τοῦ ἡλίου λάμψις, ἐπιτολὴ δὲ ἡ τῶν ἄστρων.

135

42. <ἀπαράσκευος>· ὁ μὲν δι' ἑαυτοῦ τὴν χορηγίαν 〈ἀνέχων〉 ἀπαρά-

136

σκευος ἂν λέγοιτο· ὁ δὲ δι' ἑτέρου ἀπαρασκεύαστος. ὁ μὲν γὰρ ἀρχιερεὺς

137

〈ὁ〉 μονομάχους δοῦναι 〈θέλων〉 ἀπαράσκευος, ὅσοι δὲ μονομάχοι

138

ἀπαρασκεύαστοι. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ' ἑτέρου

139

πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ.

140

43. <ἀπελεύθερος> μέν ἐστιν ὁ ἐκ τοῦ δούλου ἠλευθερωμένος· ἐξελεύθε-

141

ρος δὲ ὁ γενόμενος διὰ χρέα προσβλητὸς ἢ κατὰ ἄλλην τινὰ αἰτίαν

142

δουλεύσας, εἶτα ἀπολυθεὶς 〈εἶτα ἐλευθερωθείς〉. ἤδη μέντοι καὶ ἀδια-

143

φόρως χρῶνται τοῖς ὀνόμασιν ἀπελεύθερος, ἐξελεύθερος.

144

44. <ἁπλότης> μέν ἐστι φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλῆ

145

τις οὖσα, μωρία δὲ ἐρημία φρενῶν. λαμβάνεται δὲ πολλάκις καὶ ἡ ἁπλότης

146

ἐπὶ κουφότητος· ὁπότε παρὰ δυσμενοῦς ἐπιφέρεται, ἐπικαλεῖται τὴν

147

μωρίαν.

148

45. <ἀποδρᾶν〈αι〉> μέν ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου

149

ἐστίν· ἀποφυγεῖν δὲ τὸ μὴ δύνασθαι ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν

150

διαφορὰν ἐν τῇ Ἀναβάσει (I, 4, 8)· ‘οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου

151

οἴχονται—οὔτε ἀπο〈πε〉φεύγασιν’.

152

46. <ἀποκριθῆναι> μέν ἐστι τὸ διαχωρισθῆναι, ἀποκρίνεσθαι δὲ τὸ

153

ἐρωτηθέντα λόγον ἀποδοῦναι.

154

47. <ἀπολογίζεσθαι> μὲν ῥητέον τὸ ἀποδιδόναι λόγον τῶν δαπανημάτων·

155

καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι, οἱ ἀριθμητικοὶ λογισταί. ἀπολογεῖσθαι δὲ

156

ἐπὶ τοῦ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν. ἐν ἄλλῳ τοὐναντίον.

157

48. <ἀποκήρυκτος> μέν ἐστιν ὁ ἐπ' ἀδικήμασί τισιν αἰτίας ἐκβληθεὶ〈ς〉

158

ἐκ τοῦ οἴκου· ἐκποίητος δὲ 〈ὁ〉 ἑτέρῳ εἰσποιητός.

159

49. <ἀπορία> μέν ἐστιν ἀργυρίου σπάνις, ἀφορία δὲ ἡ τῶν καρπῶν ἔνδεια.

160

50. <ἀποφορὰ> τὸ ὑπὸ τῶν ὑποτεταγμένων δούλων τελούμενον τοῖς

161

δεσπόταις, τὰ δὲ ὑπὸ 〈τῶν〉 πολιτῶν δημοσίᾳ διδόμενα ἀποτελέσματα

162

εἰσφορά.

163

51 <〈ἆρα, ἄρα〉>· ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος

164

ἀπορηματικός ἐστιν· «ἆρά γε πῶς ἔξει τὸ πράγμα;» ὁ δὲ κατὰ συστολὴν

165

συλλογιστικός· «ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἄρα ἐστιν».

166

52. τὸ μὲν <ἀριθμῆσαι> ἐπὶ ὀλίγων παραλαμβάνεται, ὡς ὅταν λέγῃ τις «εἷς,

167

δύο, τρεῖς» (cf. Plat., Tim., 17a)· τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον σίτου,

168

κριθῆς καὶ τῶν ὁμοίων. ἢ σημειωτέον ὅτι ἐπὶ μὲν τοῦ συνεχοῦς τὸ μετρεῖν

169

λέγεται, ἐπὶ δὲ τοῦ διακεκριμένου τὸ ἀριθμεῖν.

170

53. <ἄρνες> μὲν οἱ νέοι, ἀ〈ρ〉νεοὶ δὲ οἱ τέλειοι, ὁμοίως ἀρνειούς τε

171

τράγους τε καὶ ἀρνῶν πρωτογόνων πρωΐμως γεννηθέντων.

172

54. <ἄρρωστος> μέν ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν 〈τι〉 κατὰ τὰς ὀρέξεις·

173

ἀρρωστεῖ δὲ ὁ νοσῶν.

174

55. 〈<ἀρρωδεῖν>,〉 <ὀρρωδεῖν>· τὸ μὲν γὰρ ὀρρωδεῖν διὰ τοῦ ο̅ σημαίνει τὸ

175

εὐλαβεῖσθαι. ἐξηγοῦνται δὲ τὴν λέξιν οὕτως· ὄρρος λέγεται ὁ περὶ τοὺς

176

γλουτοὺς τόπος, ὅντινα ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος

177

οὗτος ὀρροπύγιον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. οἱ δὲ

178

εὐλαβόμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ τὰ ἄλογα

179

ὑποστέλλειν εἴωθε τὴν οὐρὰν, ὅταν εὐλαβῆται. εὔλογον οὖν ἀπὸ τοῦ

180

παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τῆς εὐλαβείας. τὸ δὲ ἀρρωδεῖν

181

οἷον κατὰ στέρησιν τοῦ ὀρρωδεῖν, τουτέστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ κατα-

182

φρονεῖν καὶ τεθαρρηκέναι, 〈ὡς ἡ〉 χρῆσις·

183

‘δεινὸν κακοῦ παρόντος ἀρρωδεῖν βροτόν’

184

(Tragic. Fr. Adesp. 564c Snell).

185

56. τὸ μὲν <ἄρτι> χρονικόν ἐστιν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτι-

186

σμένου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 l.—p. =123, cf.

187

103, 10 Voigt)·

188

‘ἀρτίως + ἡ χρῆσις + Αὔω〈ς〉’.

189

παρὰ Ἀττικοῖς 〈δὲ〉 τὸ μὲν ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας, τὸ δὲ ἄρτι

190

παρατατικῶς καὶ ἐπὶ τοῦ παρῳχηκότος χρόνου.

191

57. <ἁρπαγή〈, ἁρπάγη〉>· ἐὰν μὲν ὀξυτόνως σημαίνει τὴν αἰφνίδιον καὶ

192

μετὰ βίας ἀφαίρεσιν, εἰ δὲ βαρεῖαν ἁρπάγη τὴν ἐκ τῶν φρεάτων τοὺς

193

κάδους ἐξαίρουσαν.

194

58. <ἄρχειν> μὲν τό τινων ἐπ' ὠφελείᾳ 〈προΐστασθαι ...〉.

{Συναγωγὴ τῶν πρὸς διάφορον σημαινομένων λέξεων κατὰ στοιχεῖαἈρχὴ τοῦ α̅λ̅?̅, 〈̅α̅〉̅β̅} <Ἄλφω> καὶ <ἀλφῶ> διαφέρει. ἄλφω τὸ ὠφελῶ, ἀλφῶ δὲ τὸεὑρίσκω.

2

<Ἄβαξ> καὶ <ἀβάκιον> διαφέρει. ἄβαξ μὲν γάρ, ἐφ' οὗ τὰ

3

πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ' οὗ ψηφίζουσιν.

4

<Ἀβέβηλον> καὶ <β[έ]βη[λον]> διαφέρει. ἄμφω ἐπ' ἀγαθῷ λαμ-

5

βάνεται. ἀβέβηλα μὲν τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα

6

δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς

7

ἐρρέθη, 〈εἰ〉 ἐπ' ἀγαθῷ ἄμφω λαμβάνοιτο· ἡ δὲ κοινὴ χρῆσις τοῦ βε-

βήλου τὴν ἐναντιωτάτην ἔχει διαφορὰν πρὸς τὸ ἀβέβηλον.

34

<Ἄγγελος>, <ἐξάγγελος> καὶ <αὐτάγγελος> διαφέρει. ἄγγελος μὲν

12

πᾶς ὁ διαγγέλλων τὰ ἔξωθεν τοῖς ἔνδον. ἐξάγγελος δὲ ὁ τὰ ἔνδον

14

τοῖς ἔξω διαγγέλλων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν

15

ἔνδοθεν’ (Thuc. VII 73, 3). αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ' ἑαυτοῦ διαγ-

γέλλων καὶ μὴ ὑφ' ἑτέρου διαπεμπόμενος.

34

<Ἀγχιστεῖς> καὶ <συγγενεῖς> καὶ <οἰκεῖοι> διαφέρει. ἀγχιστεῖς μέν,

οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖ-

22

σθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ἐκ τοῦ αὐτοῦ γένους ὄντες,οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι

23

δὲ οἱ κατ' ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

<Ἄελλα> καὶ <θύελλα> διαφέρει. ἄελλα μέν ἐστιν ἄημα συνε-

24

στραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

<Ἀκόντιον> καὶ <δόρυ> διαφέρει. ἀκόντιον μὲν τὸ ἀκοντιζόμενον

48

ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ὃ ἐκ χειρὸς ἐχρῶντο. καὶ ἀκοντι-

43

στὴς μὲν ὁ ῥίπτων τὸ ἀκόντιον· αἰχμητὴς δὲ ὁ ῥίπτων καὶ βάλλων.

<Ἁλοᾶν> καὶ <ἀλοιᾶν> διαφέρει. ἁλοᾶν μὲν τὸ ἐπὶ τῆς ἅλω

51

πατεῖν καὶ δασύνεται, ἀλοιᾶν δὲ τὸ τύπτειν καὶ ψιλοῦται.

55

<Αἷμα>, <γένος> καὶ <συγγένεια> διαφέρει. αἷμα οἱ παῖδες, γένοςοἱ ἀδελφοί, συγγένεια οἱ γαμβροί.

<Ἁγνεύειν> καὶ <καθαρεύειν> διαφέρει. ἁγνεύειν τὸ ἐπὶ ἀφροδι-σίων, καθαρεύειν δὲ τὸ ἀπὸ νεκροῦ· ἐλέγετο δὲ καταχρηστικῶς· ἡ

56

συνήθεια δὲ τὴν τῶν βρωμάτων ἀπόσχεσιν.

58

<Ἀγωνοθέται> καὶ <ἀθλοθέται> διαφέρει. ἀγωνοθέται μὲν οἱ ἐντοῖς σκηνικοῖς, ἀθλοθέται δὲ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν.

53

<Αἱρετέος> καὶ <αἱρετὸς> διαφέρει. αἱρετέος ὁ δι' ἀπορίαν, αἱρε-

60

τὸς ὁ δι' ἑαυτὸν ἐπιδέξιος.

62

<Ἄλλος> καὶ <ἕτερος> διαφέρει. τὸ μὲν ἕτερος ἐπὶ τοῦ δυοῖντάσσεται·

63

‘χωλὸς δ' ἕτερον πόδα’ (Hom., Il. II 217),

64

τὸ δὲ ἄλλος ἐπὶ τῶν πλειόνων·

65

‘οἷσε δ' ἄρν', ἕτερον μὲν λευκόν, ἕτερον δὲ μέλανα,

66

Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον’ (cf. Hom., Il. III 103—104),

67

ὡς καὶ τὸ ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πλειόνων τάσσεται.

68

<Ἀλλοίωσις> καὶ <ἑτεροίωσις> διαφέρει. ἀλλοί[ω]σις μὲν οὐ

69

μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησιςἑτέρα· ἐτερ[οί]ωσις δέ, ὅταν ἀφ' ἑτέρου χρωτὸς εἰς ἕτερον μεταβάλῃ,

70

ὡς ἡ Νιόβη εἰς λίθον.

71

<Ἀ[μφ]ότεροι> καὶ <ἑκάτεροι> διαφέρει. ἀμφότεροι μὲν ἐροῦμεν,ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττουσιν, οἷ〈ον〉· «ἀμφότεροι τὴν

73

δοκὸν μίαν οὖσαν φέρουσιν». ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ

74

ἑαυτοῦ πράττῃ, οἷον· «ἑκάτερος αὐτῶν ἰδίᾳ μίαν φέρει».

<Ἀμυγδαλῆ> καὶ <ἀμυγδάλη> διαφέρει. ἀμυγδαλῆ περισπωμέ-