Differentiae verborum
- Edition reference
- Differentiae verborum (= Συναγωγὴ τῶν πρὸς διάφορον σημαινομένων λέξεων κατὰ στοιχεῖα) (e cod. Paris. suppl. gr. 1238 servante litteram α tantum), ed. V. Palmieri, "Un' anonima raccolta di sinonimi greci nel cod. Par. suppl. gr. 1238," Koinonia di Studi e Testi 10 (1986) 199–207.
- CTS identifier
urn:cts:greekLit:tlg4307.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
16
νως τὸ δένδρον, ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν. οὕτω Πάμφι-
λος (fr. 1 Schmidt)· Φιλόξενος (fr. 437 Theod.) δὲ ἀμφότερα οἴεται
περισπᾶν.
17
<Ἀμφισβήτησις> καὶ <ἄγνοια> διαφέρει. ἀμφισβήτησις μὲν γάρ
ἐστιν ἑτέρου πρὸς ἕτερον περὶ τοῦ προκειμένου πράγματος ὁ λόγος.
ἄγνοια δὲ ἡ παντελὴς ἀνεπιστημοσύνη τοῦ προκειμένου πράγματος.
18
<Αἶθος> καὶ <αἰθὸς> διαφέρει. αἶθος μέν ἐστιν ὁ αἴθων, παρὰ τὸ
αἴθω τὸ καί[ω· αἰθ]ὸς δὲ ὁ αἰθόμενος, τουτέστι καιόμενος.
19
<Αἶνος> καὶ <αἰνὸς> διαφέρει. αἶνος ὁ ἔπαινος, αἰνὸς δὲ ὁ πονη-
ρός, ἤτοι φοβε[ρὸς] καὶ κακός.
20
<Ἀργὸς> ὁ λευκὸς καὶ ὁ ταχὺς καὶ ὁ νωθρὸς καὶ δυσκίνητος.
καὶ ὁ μὲν λευκὸς ἐτυμολογεῖται παρὰ τὸ ἀὴρ ἀέρος, ἀρὸς καὶ ἀργός·
διειδὴς γὰρ καὶ καθαρὸς ὁ ἀήρ. ὁ δὲ νωθρὸς ἀπὸ τοῦ ἀεργός, ὁ μὴ
δυνάμενος ἢ ὁ μὴ προθυ〈μού〉μενος ἐργάζεσθαι. <Ἄργος> δὲ ὄνομα πό-
λεως ἐν Πελοπον〈ν〉ήσῳ.
21
<Ἄγκυρα> καὶ <ἀγκύρα> διαφέρει. Ἄγκυρα μὲν ἡ πόλις καὶ
〈προ〉παροξύνεται, ἀγκύρα δὲ ἡ τοῦ πλοίου καὶ παροξύνεται.
22
<Ἄθροον> καὶ <ἁθρόον> διαφέρει. ἄθροον μὲν τὸ αἰφνίδιον προ-
παροξύνεται καὶ ψιλοῦται· ἁθρόον δὲ τὸ συνηθροισμένον παροξύνεται
καὶ δασύνεται.
23
<Ἀναβάτης> καὶ <ἐπιβάτης> διαφέρει. ἀναβάτης μὲν ἵππου λέ-
γεται, ἐπι[βάτης] δὲ [ἐπὶ] νεώς.
24
<[Ἀν]αβάλλεσθαί> ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπι-
τήδειον καιρὸν τῶν πράξεων· <ὑπερτίθεσθαι> δὲ τὸ [ἐ]πιμένειν τὸν
ἐπιτήδειον καιρὸν τῶν πράξεων.
25
<Ἀναγόμενοι> καὶ <ἀναχθέντες> διαφέρει. ἀνήγοντο μὲν οἱ
πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες
εἰς τὸ στρατήγιον.
26
<Ἀμφίπολος> μὲν κο〈ι〉νὸν ἄρρενος καὶ θηλείας· <ἄτμενος> δὲ
οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.
27
<Ἀνάκειται> μὲν ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν,
<κατάκειται> δὲ ὁ εὐωχούμενος.
28
<Ἀναλγὴς> ὁ μὴ ἀλγῶν, <ἀνάλγητος> ὁ ἀνεπί〈σ〉τρεπτος τοῦ
καθήκοντος.
29
<Ἀνάμνησις> μὲν ὅταν τις ἀφ' ἑαυτοῦ εἰς μνήμ〈ην〉 ἔλθῃ
τῶν παρελθό〈ν〉των, <ὑπόμνησις> δὲ ὅταν ὑπό τινος ἑτέρου ἐπὶ τοῦτο
προαχθῇ.
30
<Ἀναστῆναι> μὲν τὸ ἐπὶ πρᾶξίν τινα ὁρμῆσαι·
‘τοῖσι δ' ἀνιστάμενος’ (Hom., Il. I 58 IX 52 XIX 55),
<ἐγερθῆναι> δὲ τὸ ἐκ τῆς κοίτης. ὥστε ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερ-
θῆναι δὲ ἐξ ὕπνου.
31
<Ἀνοχὴ> μέν ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ
κατὰ συνθήκην κοινὴν τοῦ 〈μὴ〉 ἐπιέναι ἀλλήλοις· <ἐπικηρυκεία> δέ,
ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰ-
ρήνην.
32
<Ἀνατολὴ> μὲν ἡ τοῦ ἡλίου λάμψις, <ἐπιτολὴ> δὲ ἡ τῶν
ἄστρων.
33
<Ἀπελεύθερος> μέν ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· <ἐξελεύ-
θερος> δὲ ὁ γενόμενος διὰ χ[ρέα] προσβλητὸς ἢ κατὰ ἄλλην τινὰ
αἰτίαν δουλεύσας, εἶτα ἀπολυθείς, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι
[ἀ]διαφόρως χρῶνται τοῖς ὀνόμασιν.
34
<Ἁπλότης> μέν ἐστι φρόνησις ἀπηλ〈λ〉αγμένη πανουργίας
καὶ οἷον ἁπλῆ τις οὖσα, <μωρία> δὲ ἐρημία φρενῶν. λαμβάνεται δὲ
πολλάκις καὶ ἡ ἁπλότης ἐπὶ κουφότητος, ὁπότε περὶ δυσμενοῦς ἐπι-
φέρεται, ἐπὶ καλοῦ δὲ ἡ μωρία.
35
<Ἀποδρᾶν〈αι〉> μέν ἐστι τὸ ἀποχωρήσαντά τινα ἄδηλον εἶναι
ὅπου ἐστίν· <ἀποφυγεῖν> δὲ τὸ μὴ δύνασθαι ἐπιληφθῆναι. λέγει δὲ Ξε-
νοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβάσει (I 4, 8)· ‘οὔτε ἀποδεδράκασιν
—οἶδα γὰρ ὅπου οἴχονται—οὔτε ἀποπεφεύγασιν’.
36
<Ἀποκριθῆναι> μέν ἐστι τὸ ἀποχωρισθῆναι, <ἀποκρίνεσθαι> δὲ
τὸ ἐρωτηθέντα λόγον ἀποδοῦναι.
37
<Ἀπορία> μέν ἐστιν ἀργυρίου σπάνις, <ἀφορία> δὲ ἔνδεια
καρπῶν.
38
<Ἀριθμῆσαι> καὶ <μετρῆσαι> διαφέρει. τὸ μὲν ἀριθμῆσαι ἐπὶ
ὀλίγων παραλαμβάνεται, ὡς ὅταν λέγῃ τις «εἷς, δύο, τρεῖς»· τὸ
δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον σίτου, κριθῆς καὶ τῶν ὁμοίων. ἐγὼ
δὲ εὗρον εἰς τὸν Εὐστάθιον (Locus ignotus) ‘τοῦ πόσου· τὸ μέν ἐστι
διακεκριμένον, [ὡς] τὸ «πολλοὶ ἄνθρωποι», τὸ δὲ συνεχές, ὡς ἐπὶ
τοῦ «δεκάπηχυς ὁ κίων μέγας ἐστίν». σημειωτέον δὲ [ὅ]τι ἐπὶ μὲν
τοῦ συνεχοῦς τὸ μετρεῖν λέγεται, ἐπὶ δὲ τοῦ διακρινομένου τὸ ἀριθ-
μεῖν’.
39
<Ἄρχειν> καὶ <κρατεῖν> διαφέρει. ἄρχειν μὲν τό τινων ἐπ'
ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ἐπὶ δουλείᾳ.
καθὸ καὶ ὁ ἄνθρωπος τῶν θηρίων κρατεῖν, οὐκ ἄρχειν λέγεται· ἄρχειν
μετὰ λόγου, κρατεῖν ἄνευ λόγου.
40
<Ἀδίοπον> καὶ <ἀδίοπτον> διαφέρει. ἀδίοπον μὲν γάρ ἐστι τὸ
ἄναρχον καὶ ἀφύλακτον· δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες.
ἔστι δὲ δίοπος ἀπὸ τοῦ διέπω, τὸ φυλάσσω. ἀδίοπτον δὲ πᾶν τὸ
στερ〈ρ〉ὸν καὶ μὴ διαφανὲς ὄν.
41
<Ἀληθὲς> μὲν τὸ μὴ λήθῃ ὑποπίπτον τοῦ δικαίου, τὸ ἐναν-
τίον τῷ ψεύδει· <ἄληθες> δὲ τὸ ἐπ' ἐρώτησιν λεγόμενον.
42
<Ἀπονίψασθαι> μὲν λέγεται τὸ μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς
δὲ ὕδωρ αἰτῆσαι καὶ πρὸ τοῦ φαγεῖν καὶ μετὰ [τὸ] φαγεῖν. λέγεται
δὲ καὶ ἄνευ τῆς προθέσεως <νίψασθαι>.
43
<Ἄρνησις> καὶ <ἀπαγόρευσις> διαφέρει. ἡ μὲν ἄρνησις ἐπὶ
ἐγκλήματος ἐπιφερομένου λέγεται, ἡ δὲ ἀπαγόρευσις ἀποτροπὴ πράγ-
ματός τινός ἐστιν.
44
<Ἀπόπληκτος> μὲν ὁ ἠλίθιος, <ἔμπληκτος> δὲ ὁ εὐμετάβολος
καὶ φορᾶς μεστός.
45
<Ἀποστασίου> μὲν δίκην ἔλεγον, ὁπόταν ἀπελεύθερος κρίνοιτο
ὡς ἀποστὰς τοῦ δεσπότου· <ἀπροστασίου> δέ, ὁπόταν μέτοικος ἐγκα-
λοῖτο ὡς μὴ ἔχων προστάτην.
46
<Ἄσιτος> μέν ἐστιν ὁ μηδὲν φαγών, <ἀπόσιτος> δὲ ὁ διά τινα
ἀσχολίαν μὴ φαγών.
47
<Ἀστεῖος> μὲν ὁ πιθανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν
πολιτικῇ ὁμιλίᾳ· <ἀστυκὸς> δὲ ὁ ἐν ἄστει διατρίβων.
48
<Αὐχὴν> καὶ <δέρη> διαφέρει. αὐχὴν μὲν λέγεται τὸ ὄπισθεν
τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ' ὅ ἐστιν ὁ λάρυ〈γ〉ξ.
49
<Ἀφείς> ἐστιν, ὅταν τις ἀπολύσῃ τινὰ [τῶν ἐ]γκλημάτων
ὧν ἐγκαλεῖ αὐτῷ· <ἀπαλλάξας> δέ, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀπο-
στῆναι καὶ μηκέτι ἐγκαλεῖν.