The Greek Library Catalogue

Anonymous

Etymologicum Symeonis

Edition reference
Etymologicum Symeonis (α–ἁμωσγέπως), ed. F. Lasserre and N. Livadaras, Etymologicum magnum genuinum. Symeonis etymologicum una cum magna grammatica. Etymologicum magnum auctum, vol. 1, Rome: Ateneo, 1976: 2–462.
CTS identifier
urn:cts:greekLit:tlg4311.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

2

{ΕΤΥΜΟΛΟΓΙΚΟΝ ΣΥΜΕΩΝ ΤΟΥ ΜΕΓΑΛΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ

ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΟΥ ΑΛΦΑ ΣΤΟΙΧΕΙΟΥ}

<ἄλφα>· τὸ στοιχεῖον· παρὰ τὸ ἀφλῶ, τὸ εὑρίσκω· πρῶτον

γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολι-

τεύεσθαι, ἄλφειν γὰρ τὸ ἀμείβειν. Et. gen. p. 2, 1.

<ἀάλιον>· ἄτακτον, ἀκρατές· ἀπὸ τοῦ ἁλῶ, τὸ κρατῶ,

καὶ στερήσει τοῦ α̅ ἀάλιον. ἅλιον δὲ τὸ μάταιον. Et. gen. p. 2, 2.

<ἀασάμην> (Ι 116 ...)· 〈σημαίνει τὸ〉 ἐβλάβην· ἀπὸ

τοῦ ἄω, τὸ βλάπτω, ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἆσα, ὁ μέσος ἀσάμην

καὶ πλεονασμῷ τοῦ α̅ ἀασάμην c 1 Z2. Et gen. p. 2, 3.

<ἀάσχετον> (Ε 892)· ἀκατάσχετον· ἀπὸ τοῦ σχῶ σχήσω

ἔσχηκα ἔσχεμαι ἔσχεσαι ἔσχεται σχετόν καὶ ἄσχετον καὶ ἄσχετον καὶ ἀάσχετον

Z1. Et. gen. p. 2, 4.

4

<ἀάπτους> (Α 567)· Ὅμηρος (l. c.)·

ἀάπτους χεῖρας ἐφείω.

παρὰ τὸ ἅπτω ἁπτούς καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας

〈ἐπιτάσει τοῦ α̅〉· ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσίτους,

ἀπροσπελάστους. τὸ δὲ (Eur. Hypsip. 2)

καθαπτὸς [ἐν πεύκαισι Παρνασοῦ

παρ' Εὐριπίδῃ ἐκ τοῦ] καθάπτω γέγονε καθαπτός. οὕτως † Φίλων.

ὁ δὲ Ἡρωδιανὸς (II 30, 6; 185, 2) τὰς μὴ [δυναμένας φθαρῆναι

λέγει] σημαίνειν τὸ ὄνομα· κατασκευάζει γὰρ αὐτὸ οὕτως· [ἔστιν]

ἴψ ζῷον [ἐσθίον τὰ ξύλα καὶ] κλίνεται ἰπός· [ἐκ τούτου] γίνεται

ἰάπτω, ἐξ οὗ ῥηματικὸν ὄνομα ἰάπτους καὶ κατὰ στέρησιν ἀϊάπτους

καὶ κατ' ἔλλειψιν [τοῦ ι̅ ἀάπτους] Z1. Et. gen. p. 4, 1.

<ἀάπτους> (Α 567)· ἀπροσπελάστους. Et. Gud. (c) α 11.

<ἀάθη> (Π 685, Τ 113 ἀάσθη)· ἠπατήθη. Et. Gud. (c) α 15.

<ἄατος> (χ 5)· ἀβλαβής. Et. Gud. (c) α 4.

<ἀάθης>· ἥμαρτες. Et. Gud. (c) α 16.

<ἀαδεῖν>· ὀ[χλεῖν], ἀπορεῖν. Et. Gud. (c) α 13.

<ἄασας> (Θ 237)· ἔβλαψας· ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ὁ

μέλλων ἄσω, ὁ δεύτερος ἀόριστος ἆσα καὶ ἐπιτάσει [τοῦ α̅ ἄασα

(λ 61)·

ἆ]σέ με δαίμονος αἶσα κακή

Et. gen. p. 4, 3.

<ἄατος> (χ 5)· ἄνευ βλάβης, ὅ ἐστιν ἀβλαβής· 〈ἄτη

γὰρ ἡ βλάβη〉. δύναται δὲ [καὶ ὁ χαλεπὸς ἀ]κούεσθαι ἄατος

(φ 91) [καὶ ὁ βλα]βερός, ἴσως καὶ αὐτὸ παρὰ τὴν ἄτην ἐπιτάσει

τοῦ α̅. 〈οὕτως Μεθόδιος〉. ἢ ἀπὸ τοῦ [ἄω, 〈τὸ βλάπτω,〉 ἄσω

ἄτος] καὶ ἄατος Z1. Et. gen. p. 5, 1.

<ἄβαξ> (Cratin. Fr. 86?)· κυρίως ὁ μὴ ἔχων βάσιν·

καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱασδήποτε σανίδος. οὕτως Ὠρίων

(18, 17). 〈γίνεται δὲ παρὰ τὸ βῶ, τὸ βαίνω〉 Z4. Et. gen. p. 5, 2.

6a

<ἀβάκησαν> (δ 249)·

ἀντὶ τοῦ ἠγνόησαν.

καθίσταται δὲ ὁ σχημα-

τισμὸς οὗτος οὕτως· ἔστι ῥῆμα

φῶ, τὸ λέγω, παρ[άγωγον φάζω

καὶ κατὰ τρο]πὴν βάζω, ὁ μέλ-

λων βάξω, ὁ παρακείμενος βέ-

βαχα βέβαγμαι βέβ[ακται] βα-

κτός, ὡς

6b

<ἀβάκησαν> (δ 249)·

ἀντὶ τοῦ ἠγνόησαν, ἔστι δὲ ἡ

λέξις ῥητορική· οἷον (l. c.)·

«τῷ δ' ἴκελος Τρώων

κατέδυ πόλιν οἱ δ' ἀβάκησαν»,

ἀντὶ τοῦ ἠγνόησαν· σημαίνει δὲ

καὶ τὸ ἠσυνέτησαν, παρ' ἄλλοις

δὲ τὸ ἡσύχασαν.

ἔστι βάζω, τὸ λέγω, ὅπερ

ἀπὸ τοῦ βοάζω κατὰ συγκοπὴν

γίνεται, οἷον (σ 168)·

εὖ μὲν βάζουσι·

τούτου ὁ παθητικὸς παρακείμε-

νος βέβακται, οἷον (θ 408)·

«ἔπος δ' εἴ πέρ τι βέβακται»,

καὶ ὥσπερ παρὰ τὸ φυλάσσω

πεφύλακται φυλακτός καὶ

6

τέτακται τακτός, ἐξ οὗ καὶ τὸ ἄτακτος ἀτακτῶ, οὕτως καὶ βέβακται

βακτός καὶ ῥῆμα ἐξ αὐτοῦ ἀβακτῶ, 〈ὡς εἴπομεν ἄτακτος ἀτακτῶ,〉

καὶ ὑφαιρέσει τοῦ τ̅ ἀβακῶ, ὅθεν τὸ ἀβακῆσαι, σημαίνει δὲ τὸ

ἀγνοῆσαι· οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν, ὅ τι λέγουσιν· ἔστιν

οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι δι' ἄγνοιαν ἐγένοντο.

6a

Δύναται δὲ καὶ ἄλλως

γενέσθαι· παρὰ τὸ βάζω

γίνεται ἀβακής ἀβα-

κῶ, ὡς εὐσεβής εὐσεβῶ· κέχρη-

ται δὲ τῇ λέξει Σαπφώ (Fr. 120

Lobel—Page)·

6b

<ἀβακής>· ἀπὸ τοῦ βά-

ζω, τὸ λέγω, οἷον (σ 168)·

«εὖ μὲν βάζουσι, κακῶς

δ' ὄπισθεν φρονέουσιν»·

ἐξ αὐτοῦ γίνεται ἀβακής· κέχρη-

ται δὲ αὐτῷ Σαπφώ, οἷον (fr.

120 Lobel—Page)·

8

ἀλλά τις οὐκ ἄμμιν παλίγκοτον

ὄργανον, ἀλλ' ἀβάκην πάμφρενα ἔχω,

ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. παρὰ τὸ ἀβακής οὖν γίνεται ἀβακῶ,

ὥσπερ εὐσεβής εὐσεβῶ· γίνεται δὲ καὶ ἀβακίζω· φησὶν Ἀνακρέων

(Fr. 99 Gentili)·

ἐγὼ δὲ μισέω

πάντας, οἳ χθονίους ἔχουσι ῥυθμούς,

καὶ χαλεπῶς μεμάθηκα † ὡς μεγίστη †

τῶν ἀβακιζομένων,

ἀντὶ τοῦ τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. ἐξ οὗ καὶ ἐπίρρημα

〈ἀβακέως, τὸ ἡσύχως (Fr. poet. inc.)·〉

ἀβακέως εὕδοντι ἀφέλῃ,

ἤγουν ἡσύχως προορώμενος τὸ μὴ ἀναστῆσαι κοιμώμενον, 〈ὥσπερ

εὐσεβής εὐσεβέως〉. οὕτως 〈φησὶν〉 Ἡρωδιανὸς εἰς † τὸ Μέγα

Ἐπιμερισμόν † (I, XXXI + Schem. Hom. p. 337 Egenolff)

c 6 Z11, 12M. Et. gen. p. 7, 1.

<ἀβαρνίδα> (Ap. Rh. 1, 932)· [οἷον (l. c.)·

Περκώ]την δ' ἐπὶ [τῇ] καὶ Ἀβαρνίδα ἠμαθόεσσαν.

Περκώτη δέ ἐστι [πόλις] Τροίας, [Ἀβαρνὶς δὲ πόλις Λαμψάκου.]

ὠνομάσθη δὲ ἐκ τοιαύτης αἰτίας· Διονύσου ἐρασθεῖσα Ἀφροδίτη

9

ἐμίγη αὐτῷ καὶ ἔτεκεν ἐξ αὐτοῦ παῖδα, ὃν Πρίηπον ὀνομασθῆναί

[φασιν, ἄσχη]μον καὶ βαθυαίδοιον, καὶ τοῦτον ἀπαρνήσασθαι

[τὴν Ἀφροδίτην καὶ] ἀπὸ τούτου Ἀπαρνίδην καὶ κατὰ ἐναλλαγὴν

τοῦ π̅ εἰς β̅ Ἀβαρνίδα. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ τὸ θηλυκὸν

Ἀβαρναίη Z8. Et. gen. p. 8, 1 + St. Byz.

<ἀβάκαινον>· πόλις Σικελίας. † οὐ δύναται †. τὸ ἐθνι-

κὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος Βρεντησῖνος Ἀ〈ρ〉ρητῖνος

Ἀ〈σ〉σωρῖνος. St. Byz.

<ἀβαντίς> (Hes. Fr. 296)· ἡ Εὔβοια. St. Byz.

<ἄβαρνος>· πόλις. St. Byz.

<ἄβδηρα>· πόλις Θρᾴκης (Hellan. FGH 4 F 105) ἢ

Ἰβηρίας (Artemid. Fr. 15 Stiehle). St. Byz.

<ἀβίλη>· πόλις ἐν τῷ Ἰορδάνῃ Z8. St. Byz.

<ἄβολλα>· πόλις Σικελίας· τὸ ἐθνικὸν Ἀβολλαῖος Z8.

St. Byz.

10

<ἀβοριγῖνες>· ἔθνος Ἰταλικόν. οὐκ ἀπὸ τῆς Ἀβορι-

γῖνος εὐθείας, ὡς Λεοντῖνος, ἀλλ' ὡς δελφίν δελφῖνος. St. Byz.

<ἀβρε〈τ〉τινή ἢ Ἀβρεττηνή>· χώρα Μυσίας,

ἀπὸ Βρετ〈τ〉ίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνοί (Arrian. FGH

156 F 110).

<ἀβυδών> (Strab. 7, Fr. 20)· χώρα Μακεδονίας· καὶ

κλίνεται Ἀβυδῶνος, ὡς Καλυδῶνος· τὸ ἐθνικὸν Ἀβυδώνιος, ὡς

Καλυδώνιος. St. Byz.

<ἀβώνου τεῖχος>· πόλις ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ

Ἀβωνοτειχίτης τὸ ἐθνικόν. St. Byz.

<ἀβληχρόν> (Θ 178)· βληχρόν, τὸ ἀσθενές, καὶ κατ' ἐπί-

τασιν τοῦ α̅ ἀβληχρόν· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ. παρὰ

τὸ βάλλειν, ὃ ποτὲ μὲν τὸ καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναι-

ρεῖν 〈σημαίνει〉, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. οὕτως ὁ

Ὠρίων (7, 3). ἔστι δὲ ῥητορικὴ ἡ λέξις c 12 Z10. Et. gen. p. 11, 1.

† <ἀβδία> καὶ <ἄβδηρα>· ἡ θάλασσα. καὶ ὄνομα πό-

λεως, τὸ ἐθνικὸν Ἀβδηρίτης (frg. epistulae pseudo—Socraticae

inc.) «ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα, καὶ

πέπραγε κακῶς, ἐπειδὴ σὺ τὴν ταχίστην Ἀβδήραδε Ἀθήνηθεν

ἀναπέπλευκας.» c 13 Z8. Et gen. p. 11, 3.

<ἄβυσσος> (Ps. 35, 7)· δύω, τὸ ὑπεισέρχομαι, κατὰ

τροπὴν βύω βύσω βέβυκα βέβυσμαι βέβυσαι βυσσός καὶ ἄβυσσος,

ἐν ᾗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος Z8. Et gen. p. 11, 4.

<ἀβέλτερος>· ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων·

〈γίνεται δὲ〉 ἐκ τοῦ βέλτερος, καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀβέλ-

τερος. καὶ τὸ θηλυκὸν ἀβελτερία καὶ ἀβελτηρία (Procop. Bell.

2, 15, 18). τὸ βέλτερος ἀπὸ τοῦ βάλλω τύπου συγκριτικοῦ, οὐχὶ δὲ

συγκριτικόν· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ

βάλλω βέλτερος c 10 + 11 Z4. Et. gen. p. 11, 6 + Et. Gud. (c)

α 31.

12

<ἀβλεμέως> (Panyass. Fr. 13, 8 Kinkel)· 〈ὃ〉 σημαίνει

τὸ ἀφροντίστως· παρὰ τὸ † μέλλειν ἀμελέως καὶ 〈ἐν〉 ὑπερθέσει

ἀλεμέως καὶ κατὰ πλεονασμὸν τοῦ β̅ ἀβλεμέως. οὕτως Ὠρίων

(14, 21) c 14 Z12. Et. gen. p. 12, 1.

<ἀβέβηλα>· τὰ ἱερὰ καὶ ἀβδέλυκτα. Et. Gud.?

† <ἀββάλλου>· εἰς τὸ † <ἀββαλόμεθα> (Et. gen. α

625). Et. gen. p. 12, 3.

<ἀβλῆτα> (Δ 117)· καινόν· ἢ τὸν κακόβλητον· παρὰ

τὸ βέβληται. ἢ τὸν 〈καινὸν καὶ〉 μήπω βεβλημένον ἀλλὰ νεοπαγῆ

καὶ ἀκέραιον τὸν ἰὸν ἐν αὑτῷ ἔχοντα. κλίνεται δὲ διὰ τοῦ τ̅ο̅ς̅, οἷον

ἀβλής ἀβλῆτος· τὰ γὰρ εἰς Ϛ̅ λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημά-

των γινόμενα μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακει-

μένου διὰ καθαροῦ τοῦ τ̅ο̅ς̅ κλίνονται, εἴτε εἰς ω̅ς̅ ὦσιν, εἴτε εἰς

η̅ς̅, εἴτε εἰς α̅ς̅, οἷον κέκραται χαλκοκράς χαλκοκρᾶτος, ὁ χαλκῷ

κεκραμένος, νεοκράς (Aesch. Fr. 638) νεοκρᾶτος, ὁ νεωστὶ κεκρα-

μένος, βέβληται ἀβλής ἀβλῆτος, τέτρωται ἀτρώς ἀτρῶτος, ὁ μὴ

τρωθείς c 16 Z3. Et. gen. p. 12, 4.

<ἄβρα> (Men. Fr. 453, 371, 58)· οὔτε—7 παρὰ χεῖρα

θεράπαινα c 17 Z9. Et gen. 1.

14

<ἀβυρτάκη> (Theopomp. Com. Fr. 17)· βαρβαρικόν τι

ἔδεσμα—3 σινάπεως c 18. Et gen. 2.

<ἄβολος> (Soph. Fr. 408)· ὁ μηδέπω ἐκβεβληκὼς τοὺς

ὀδόντας 〈ἵππος, ἤγουν ὁ〉 πῶλος. καὶ γνώμων ὁ ὀδούς, ὅτι ἀπὸ

τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων—10

δυνάμενοι c 20 Z3. Et. gen. 3.

<ἁβροείμονες> (Com. adesp. 1275)· λαμπροφόροι—

13 τοῦ βάρους 〈ἄβαρος καὶ ἁβρός〉 c 26 Z7. Et. gen. 4.

<ἀβολήτωρ> (Antim. Fr. 76 Wyss)· βολῶ καὶ ἀντιβολῶ·

† παρὰ τὸ ἀβολήτωρ, 〈ὁ μὴ παρακαλῶν〉. Et. gen. p. 14, 15.

<ἀβρότων>· κογχυλίου εἶδος, οἱ δὲ ἀκρίδων, αἵτινες

πολλαὶ γινόμεναι—15, 3 φασίν, καί ἐστιν ἀντὶ τοῦ λῃστῶν c 19.

Et. gen. 5.

16

<ἀβίων> (Ν 6)· ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις

καὶ πολιτείαις. ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ τὸ α̅ ἐστὶν

ἐπιτατικόν, ἵνα ᾖ πολυβίων c 21 Z3. Et. gen. 6.

<ἄβρομοι> (Ν 41)· οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦν-

τες· παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον· τοῦτο παρὰ τὸ βρέμω

Z3. Et. gen. p. 17, 1.

<ἀβρότη> (Ξ 78)· ἡ νύξ· ἐν ᾗ βροτὸς οὐ φαίνεται. 〈ἢ〉

κατὰ παράλειψιν τοῦ μ̅ ἀβρότη· ἀμβρότη γὰρ ἦν, οἷον ἀθανάτη.

ἢ ἀβρότη, καθ' ἣν βροτοὶ οὐ φοιτῶσιν c 22 Z8. Et. gen. p. 17, 2.

† <ἀβρά>· ὀξυτόνως ἡ τρυ[φερὰ καὶ μαλα]κή. ἄβρα (Men.

Fr. 453, 371, 58) δὲ βαρυτόνως ἡ θεράπαινα. Et. Gud. (c) α 43.

<ἁβρός> (Anacr. Fr. 141 Gentili)· ὁ κούφως βαίνων,

κατὰ στέρησιν τοῦ βάρους· παρὰ τὸ βάρος καὶ μετὰ τοῦ στερητι-

κοῦ α̅ ἄβαρος καὶ κατὰ συγκοπὴν ἁβρός· τὸ δὲ βάρος παρὰ τὸ

βίᾳ αἴρεσθαι c 25 Z7. Et. gen. p. 17, 4.

<ἀβροτάξομεν> (Κ 65)· κυρίως ἐπὶ τῶν τοξοτῶν τοῦ

βροτοῦ ἀποτυχεῖν ὡς ἐν πολέμῳ. λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀπο-

τυχεῖν (Ε 287)·

〈ἤμβροτες οὐδ' ἔτυχες.〉

τὸ δὲ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω καὶ τὰ λοιπὰ δῆλα c 27

Z11. Et. gen. p. 17, 6.

{〈τὸ ἄλφα μετὰ τοῦ γ̅〉}

<ἀγαθός>· παρὰ τὸ ἀγάζω, τὸ θαυμάζω, ὁ μέλλων ἀγάσω,

ὁ παρακείμενος ἤγακα, ὁ παθητικὸς ἤγασμαι ἤγασαι ἤγασται καὶ

ἀγαστός, ἀποβολῇ τοῦ σ̅ καὶ τροπῇ τοῦ τ̅ εἰς θ̅ ἀγαθός, ὡς κρε-

μάστρα κρεμάθρα. τὸ δὲ ἀγάζω παρὰ τὸ ἀγῶ· 〈καὶ〉 ὡς σκεδῶ

σκεδάζω, οὕτως ἀγῶ ἀγάζω. ἐκ δὲ τοῦ ἀγῶ παράγωγον ἄγημι,

οὗ τὸ παθητικὸν ἄγαμαι. οὕτως Ὠρίων (29, 1) Z12. Et. gen. p. 17, 8.

18

<ἀγοράζειν>· † πολλοὶ μὲν παρ' αὐτοῖς ἐπὶ τοῦ ἐν

† ἀγοραῖς διατρίβειν· εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν. Et. gen. 7.

<ἄγαμαι>· ἄγαμαι αὐτοῦ—19, 2 πολλάκις· ἀπογνῶναι δὲ

αὐτοῦ καὶ αὐτόν, ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ καὶ τὸ ἀφελέσθαι

καὶ τὸ ἀφαιρεῖσθαι ἐπιλαθέσθαι ποθεῖν. Et. gen. 8.

<ἀγαίεται> (Hes. Op. 333)· βασκαίνει, ὀργίζεται, χο-

λοῦται (l. c.)·

τῷ δ' ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται.

τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ φθονεῖν πολλάκις καὶ ἐπὶ τοῦ θαυ-

μάζειν c 28. Et. gen. p. 19, 3.

<ἄγγαροι> (Theopomp. FGH 115 F 109)· οἱ ἐκ διαδο-

χῆς γραμματηφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. λέγεται δὲ καὶ ἀγ-

γαροφορεῖν (cf. Men. Fr. 353) ἐπὶ † τὸ φορτία φέρειν c 24 Z17.

Et. gen. 9.

† <ἀγκαλιαγωγοί>· οἱ ἀγκαλίδας—19, 11 ἀγκαλιδο-

πῶλαι δὲ οἱ πιπράσκοντες. Et. gen. 10.

<ἄγαλμα> (Δ 144)· ἀγαλλίαμα, καλλώπισμα, πᾶν ἐφ' ᾧ

τις ἀγάλλεται. ἄλλοι δὲ ἄγαλμα εἶπον τὸ ξόανον. τὸ δὲ ἄγαλμα

παρὰ τὸ ἀγάλλω, τοῦτο παρὰ τὸ ἀγλαόν, τοῦτο παρὰ τὸ αἴγλη. ἢ

παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ πηδῶ c 29 Z29. Et. gen. p. 19, 13.

<ἀγάλακτες> (Call. Hy. 2, 52)· οἱ ἀδελφοί, οἱονεὶ

ὁμογάλακτές τινες ὄντες. ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. οὕτως

Ὠρίων c 30 Z14. Et. gen. p. 19, 15.

<ἀγαθίς> (Com. adesp. 827)· τὸ τοῦ σχοινοῦ † καρβάνιον

cf. Z23 ἀγαθῶν ἀγαθίδες. Et. gen. (?) p. 19, 17.

20

<ἄγη> (Γ 367)· κλάσις ξίφους. Et. Gud. (c) α 141.

<ἀγαυός> (Γ 268)· ὁ θαυμαστός. Et. Gud. (c) α 100.

<[ἄ]γαμαί> σου τοῦδε· (Dem. Or. 18, 204) «τίς γὰρ

ἂν οὐκ ἄγαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς». καὶ ἄγαμαί σε

τοῦδε· (Plat. Parm. 130a) «Ὦ Σώκρατες, ὡς ἄξιος εἶ ἄγασθαι

τῆς ὁρμῆς τῆς ἐπὶ τοὺς λόγους». καὶ «ἀγασθέντες αὐτά». Synt.

<ἀγαπῶ> ταῦτα καὶ ἀγαπήσας τούτοις ἀντὶ τοῦ ἀρκε-

σθείς, οἷον (Dem. Or. 1, 14)· «οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς

πεπραγμένοις ἡσυχίαν σχήσει», ἀντὶ τοῦ ἀρκεσθείς. Synt.

<ἀγανακτῶ> τούτοις καὶ ἀγανακτῶ τούτων, καὶ πάλιν

ταῦτα ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ καὶ τούτοις ἀγανακτῶ.

Synt.

<ἄγλιθες> (Nic. Ther. 874)· ἐξ ὧν—2 σύγκειται c 76.

Et. gen. 11.

<ἀγαμέμνων> (Α 102)· τὸ ἄγαν τιθέμενον καθόλου

συστέλλει τὸ δεύτερον α̅ καὶ μονὴν ποιεῖ τοῦ ν̅ καὶ τροπὴν καὶ

ἀποβολήν· μονὴν μὲν οὖν ποιεῖ ἐν τῷ ἀγάννιφος (Α 420 ...), τροπὴν

δὲ ἐν τῷ (Υ 474)

Ἀγήνορος,

ἀποβολὴν δὲ ἐν τῷ ἀγακλειτός (Β 564 ...) Ἀγασθένης (Β624)

Ἀγαμέμνων. ἔστι δὲ ὅτε καὶ τὸ κατ' ἀρχὰς α̅ τρέπει, ὡς ἐν τῷ

(Ζ 133)

κατ' ἠγάθεον Νυσήϊον·

τοῦτο δὲ ποιητικόν Et. gen. p. 20, 3.

<ἀγανοῖς> (Β 180)· προσηνέσι—21, 2 ἄγαν γίνεται καὶ

τοῦ αἰνεῖσθαι, ὅθεν καὶ ἀγανή c 38 Z14. Et. gen. 12.

22

<ἀγαπήνωρ> (Θ 114 ...)· ὁ ἀγαπῶν τὴν ἠνορέην, τουτ-

έστι τὴν ἀνδρείαν ἐπιτηδεύων. Et. gen. 13.

<ἀγάπη>· παρὰ τὸ ἄγαν † πιότητα ἔχειν Z25. Et. gen. 14.

<ἀγασάμενοι> (Η 41 ...)· θαυμάσαντες· παρὰ τὸ ἀγάζω,

τὸ θαυμάζω. Et. gen. 15.

<ἀγαστόρων> (Lycophr. 264)· τῶν ὁμογάστρων—

23, 2 τρόφον· κλίνεται δὲ τρόφις † τρόφιδος c 37 Z22. Et. gen. 16.

<ἀαγές> (λ 575)· ἄθραυστον—23, 5 ἀαγής καὶ τὸ οὐδέτερον

ἀαγές· 〈ἢ τὸ ἄθραυστον κατὰ στέρησιν ἢ τὸ πολύθραυστον〉

c 39 Z1. Et. gen. 17.

<ἀγαυός> (Γ 268 ...)· ἐκ τοῦ ἀγῶ—23, 9 ἢ παρὰ τὸ γαίω—

11 ἀγαυός Z13. Et. gen. 18.

<ἀγαυρός> (Hes. Th. 832)· 〈ὁ ἔνδοξος·〉 παρὰ τὸ—

23, 13 γαυριῶ γίνεται γαῖος· ἢ παρὰ τὸ ἄγη—14 ὑπερήφανον

c 40 Z13. Et. gen. 19.

24

<ἀγαυρίαμα> (LXX Jerem. 31, 2 ...)· παρὰ τὸ—2

γίνεται γαῖρος καὶ τροπῇ τοῦ ι̅, ὡς κλαίω κλαύσω, 〈καίω

καύσω,〉 καὶ—3 ἀγαυριᾶν, τὸ—4 Μεθόδιος Z31. Et. gen. 20.

† <ἀγαυγή> (Call. Fr. 273)· οἷον (l. c.) 1—8 αὐγή.

Et. gen. 21.

<ἀγερσικύρηλιν> (Cratin. Fr. 62)· κύβηλις—25, 2 πέ-

λεκυν c 91. Et. gen. 22.

<ἀγελαῖος> (Isocr. 12, 18)· ἰδιώτης—25, 3 ἄγω c 42.

Et. gen. 23.

<ἀγορὰ ἐφορία> (Dem. Or. 23, 37)· ἡ σύνοδος ἡ πρὸς

τοῖς—25, 8 οἱ ὅμοροι ⟦ὅπου⟧ συνιόντες—9 ἐβουλεύοντο c43.

Et. gen. 24.

<ἀ̅γ̅α̅ί̅· τραύματα, τρώσεις. αἰγιαλοὶ κατὰ τοὺς [Ἴωνας.]

Et. Gud. (c) α 138.>

<ἀγωνίζεσθαι> περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ

πρᾶγμα (Ar. Eq. 614)·

† ἀνάγγειλον ἡμῖν· † περὶ τὸ πρᾶγμα ἠγωνίσω

Z36. Synt.

<ἀγαπώμενος> ὑπὸ τούτων καὶ ἀγαπώμενος τούτοις.

Synt.

26

<ἀγ[γε]λή>· δῆμος τῆς Πανδιονίδος φυλῆς· καὶ ὁ

δημότης ἐπιρρηματικῶς Ἀγγελῆθεν ἐκ τόπου, εἰς τόπον Ἀγγελῆν-

[δε, ἐν τό]πῳ Ἀγγελῆσιν. ὀξύνεται δὲ ὡς τὸ Περγασή καὶ κε-

φαλή. St. Byz.

<ἀγγεῖλαι> (Ο 159)· κυρίως—2 τροπῇ τοῦ ν̅ εἰς τὸ γ̅

c 48 Z37. Et. gen. 25.

<ἀγγεῖον>· ἀπὸ τοῦ δι' αὐτοῦ—5 Ὠρίων (19, 12) c 49

Z31. Et. gen. 26.

<ἀγγαροφορεῖν> (Men. Fr. 353)· τὸ κατὰ—7 φορτίον

Z36. Et. gen. 27.

<ἄγγελος>· ὥσπερ ἀπὸ τοῦ—9 τὸ ἄγω ἄγελος καὶ

ἄγγελος· τὰ γοῦν—10 ἀρχάγγελος 〈εὐάγγελος χαράγγελος〉

Z15. Et. gen. 28.

<ἀγγελίην> (Λ 140)· οἷον (l. c.)·

ἀγγελίην ἐλθόντα,

ἀντὶ τοῦ—27, 2 ἤτοι † πρέσβιν, ὡς ἐνταῦθα c 50. Et. gen. 29.

28

<ἀγερμός>· οὐκ ἀγυρμός—2 συναθροισμόν c 54.

Et. gen. 30.

<ἀγελείη> (Δ 128)· ἡ Ἀθηνᾶ—5 ὅ ἐστι 〈λαφυραγω-

γίαν, ἤτοι〉 ἡ λαφυραγωγὸς 〈Ἀθηνᾶ〉 c 51 Z25. Et. gen. 31.

<ἄγγωνες> (Agath. Hist. 2, 5, 4)· δοράτια σμικρά. Et.

Gud. 8.

<ἀγγρίς>· σημαίνει τὴν ὀδύνην· παρὰ τὸ ἀγγρίζειν, τὸ

ὀδυνᾶν Z26. Et. gen. p. 28, 7.

<ἀγέρωχος>· ῥητορικὴ—9 γερουχεῖν. οὕτως Ὠρίων

(5, 16) c 55 Z13. Et. gen. 32.

<ἀγησίλαος> καὶ ἀ̅γ̅ε̅σ̅ί̅λ̅α̅ο̅ς̅ (Call. Hy. 5, 130)·

ἐπώνυμον—11 Καλλίμαχος (l. c.)·

φοιτάσει μεγάλῳ † Ἀγεσιλάῳ.

εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γὰρ τῶν θανόντων

c 56 Z14. Et. gen. 33.

<ἀγέραστος> (Α 119)· οἱ μὲν—29, 4 γεράσω γεγέρακα

γεγέρασμαι γεγέρασαι 〈γεγέρασται〉 γεραστός καὶ ἀγέραστος.

Et. gen. 34.

30

<ἀγείρατον>· ἀγέρατον· γέρας γὰρ ἡ τιμὴ—2 τοῦ ι̅.

Et. gen. 35.

<ἀγήραον> (ε 136 ...)· ἄφθαρτον, μὴ γηράσκοντα· παρὰ

τὸ γῆρας. Et. gen. 36.

<ἀγείρω>· τὸ γ̅ε̅ι̅—6 ἐκ τοῦ ἄγω. Et. gen. 37.

<ἄγη> (Φ 221)· σημαίνει—9 θαυμάζω· γέγονε δὲ παρὰ—

16 ἔμεινεν. Et. gen. 38.

<ἀγειρέθω> (Β 304)· ἐκ τοῦ—31, 5 κατὰ παραγωγὴν

〈Ἀττικήν〉. ἀγερέθω ἀπέβαλε τὸ ι̅. Et. gen. 39.

32

<ἀγήνωρ> (Β 276 ...)· ἐκ τοῦ ἄγαν—3 εὐήνωρ Ἀντήνωρ

〈ἀγήνωρ〉· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ

η̅ εἰς α̅ c 59. Et. gen. 40.

<ἀγῆλαι> (Eur. Med. 1027)· τιμῆσαι θεόν—12 ἀγελοῦμεν

c 61. Et. gen. 41.

<ἀγή> (Ap. Rh. 1, 554)· ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ

ἀγῶ, τὸ κλάνω, ἀγή c 57 Z26. Et. gen. p. 32, 14.

<ἀγηλάτῳ> (Lycophr. 436)· ἐὰν μὲν δασέως, τῷ τοὺς

ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυνομένῳ. λέγει δὲ

τῷ κεραυνῷ c 58. Et. gen. p. 32, 15.

34

<ἀγήνωρ> (Β 276 ...)· ὁτὲ μὲν ἐπὶ ἐπαίνου λαμβάνεται καὶ

σημαίνει τὸν ἀνδρεῖον, ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ

χρῆσθαι, ὅ ἐστι τῇ ἀνδρείᾳ (Ι 398)·

ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ·

ὁτὲ δὲ ἐπὶ ψόγου, ὡς ἐνταῦθα (Ι 699)·

ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως,

ὁ ἄγαν ὑβριστὴς καὶ διὰ τὴν ἀνδρείαν εἰς ὕβριν ἐκπεπτωκώς c 59

Z14. Et. gen. p. 34, 1.

<ἀγητοί> (Ε 787)· θαυμαστοί Z15. Et. gen. p. 35, 2.

<ἄγημα>· τὸ προϊὸν τοῦ βασιλέως τάγμα Z29. Et. gen.

p. 35, 1.

<ἀγηνορίαις> (Ι 700)· αὐθαδείαις, ὑπερηφανίαις. ἡ

ἀγηνορία c 67 Z24. Et. gen. p. 35, 4.

<ἀγήοχα>· ἄγω ἄξω ἦχα καὶ Ἀττικῶς ἄγηχα, καὶ ἐπεὶ

<οὐκ> ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον,

ἐπλεόνασεν ἡ γ̅ο̅ συλλαβὴ καὶ ἐγένετο ἀγήγοχα, ὥσπερ ἀπὸ τοῦ

ἔδω, ὁ μέσος παρακείμενος ἦδα καὶ Ἀττικῶς ἔδηδα, ἐξ οὗ καὶ

τὸ ἐδηδώς· τοῦτο τὸ ἀγήγοχα τροπῇ τοῦ η̅ εἰς τὴν ε̅ι̅ δίφθογγον

καὶ ἀποβολῇ τοῦ γ̅ γίνεται ἀγείοχα. τὸ μέντοι ἀγείοχα Βοιώτιόν

ἐστιν. Et. gen. p. 35, 6.

<ἀγηγέρατο> (Δ 211)· συνηθροισμένοι ἦσαν· ἐκ τοῦ

ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς

ἤγερμαι, τὸ τρίτον ἤγερται 〈καὶ Ἀττικῶς ἀγήγερται〉 καὶ Ἰακῶς

ἀγηγέραται προσόδῳ τοῦ α̅ 〈ὡς ἐσπάραται〉, ὁ ὑπερσυντέλικος

ἠγέρμην 〈καὶ Ἀττικῶς ἀγηγέρμην, ἤγερσο καὶ ἀγήγερσο,〉

ἤγερτο καὶ ἀγήγερτο καὶ Ἰακῶς ἀγηγέρατο. 〈ἰστέον δέ, ὅτι καὶ

τὸ ρ̅ στοιχεῖον ἕν ἐστι τῶν ἀμεταβόλων. λέγει δὲ ὁ κανών, ὅτι

πᾶν τρίτον ἑνικῶν ἔχον πρὸ τοῦ τ̅ ψιλὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ

καὶ προσθήκῃ τοῦ α̅ ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν πληθυντικῶν.

καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ δύνασθαι ἀγηγέρατο γενέσθαι,

οὐ γάρ ἐστι τὸ πρὸ τοῦ τ̅ ρ̅ ψιλόν; μανθανέτω, ὡς κανών ἐστιν

ἕτερος ὁ λέγων «τὸ ρ̅ μετὰ τῶν δασέων δασύ ἐστι καὶ μετὰ τῶν

ψιλῶν ψιλόν ἐστιν». εἰκότως οὖν ἀγηγέρατο γέγονεν, ὡς ἐσπά-

ρατο· ἐδείχθη γὰρ τὸ ρ̅ ψιλόν〉 c 68 Z35. Et. gen. p. 35, 8.

36

<ἀγινεῖ> (Arat. Phaen. 23)· ἐκ τοῦ ἄγω τοῦ σημαίνοντος

τὸ φέρω γίνεται κατὰ πλεονασμὸν τοῦ ν̅ ἄγνω ἀγνῶ καὶ ἀγινῶ.

τὸ δὲ ν̅ πέφυκε πλεονάζειν Z35. Et. gen. p. 37, 1.

<ἀγκάς> (Ε 371 ...)· τὰς ἀγκάλας. Et. gen. p. 37, 3.

<ἀγκύλος>· παρὰ τὸ ἄγω γίνεται ἀγκύλος· δεῖ δὲ γινώ-

σκειν, ὅτι τὸ ἀγκύλον τρία σημαίνει· τό τε σκολιόν, ὡς ἐνταῦθα

(Β 205 ἀγκυλομήτεω), καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ

(Ε 209)

ἀγκύλα τόξα,

καὶ τὸ ἰσχυρόν, ὡς ἐν τῷ (Ζ 39)

ἀγκύλον ἅρμα.

οὕτως εὗρον ἐν Ὑπομνήμασιν Ἰλιάδος. τὸ κ̅υ̅ ψιλὸν διὰ τί; τὰ

διὰ τοῦ υ̅λ̅ο̅ς̅ ὀνόματα διὰ τοῦ υ̅ ψιλοῦ γράφονται, οἷον Κρωβύλος,

σημαίνει δὲ τὸν πορνοβοσκόν, Αἰσχύλος ἀγκύλος Z30. Et. gen.

p. 37, 4.

† <ἀγκονίδες>· αἱ ὑπηρέτιδες· εἴρηται δὲ παρὰ τὸ

ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν c 69 Z26. Et. gen. p. 37, 6.

<ἀγάθεια> (Hellanic. FGF 4 F 11)· πόλις Φωκίδος.

ὁ πολίτης Ἀγαθεύς. St. Byz.

† <ἀγάθυρσος> (Polyb. 9, 27, 10)· πόλις Σικελίας. ὁ

πολίτης † Ἀγαθυρσαῖος. St. Byz.

<ἀγκύριον>· πόλις Ἰταλίας. ὁ πολίτης Ἀγκύριος ἢ

Ἀγκυρεύς, ὡς Σκοτιεύς, ἢ Ἀγκυριανός, ὡς Ἀδριανός Z30. St. Byz.

<ἄγκυρα>· πόλις Γαλατίας. St. Byz.

[<ἀγκυρῶν>] (Alex. Polyhist. FGH 273 F 10)·

πόλις Αἰγύπτου. St. Byz.

<ἀγκών>· πόλις Πικεντίνων. St. Byz.

<ἁγνώνεια>· πόλις Θρᾴκης. St. Byz.

<ἀγορά>· πόλις ἐν Χερρονήσῳ. St. Byz.

<ἀγοραῖον τεῖχος>· πόλις Εὐρώπης. St. Byz.

<ἀγορησσός>· πόλις. St. Byz.

<ἀγραυλή>· δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς Z28. St. Byz.

<ἀγραῖοι>· ἔθνος Ἀράβιον (Strab. 16, 4, 2). ἔστι δὲ

καὶ ἕτερον ἔθνος πλησίον Ἀκαρνάνων (Thuc. 3, 111, 4). St. Byz.

38

<ἀγκυλοχείλης> (τ 538)· παρὰ τὸ χεῖλος καὶ τὸ

ἀγκύλον γίνεται ἀγκυλοχείλης. Et. gen. p. 38, 1.

<ἀγκοίνη> (Ξ 213)· ἀπὸ τοῦ ἀγκών ἀγκώνη καὶ ἀγκοίνη

Z25. Et. gen. p. 38, 3.

<ἄγκιστρον> (δ 369)· παρὰ τὸ ἄγω ἄγιστρον καὶ

ἄγκιστρον Z31. Et. gen. p. 38, 4.

<ἀγραφίου> (Dem. Or. 58, 51)· εἶδος δίκης κατὰ τῶν

ὀφειλόντων τι τῷ δημοσίῳ καὶ ἐπιγεγραμμένων μέν, ἀπαλειφθέν-

των δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς

μὴ ὀφείλοντας c 71. Et. gen. p. 38, 8.

<ἀγκυλομήτεω> (Β 205 ...)· γίνεται ἐκ τοῦ ἀγκύλον,

〈τὸ πανοῦργον,〉 καὶ τοῦ μῆτις, ὅπερ ἀπὸ τοῦ μήδω, τὸ βουλεύο-

μαι, γέγονεν. 〈κλίνεται δὲ οὕτως·〉 ἀγκυλομήτης ἀγκυλομήτου

κοινῶς, Δωρικῶς 〈ἀγκυλομήτα, Βοιωτικῶς καὶ Αἰολικῶς〉 ἀγκυ-

λομήταο καὶ Ἰωνικῶς ἀγκυλομήτεω. Et. gen. p. 38, 10.

<ἀγμούς> (Nic. Al. 391)· τοὺς ὀρεινοὺς καὶ κρημνώ-

δεις τόπους c 72 Z17. Et. gen. p. 38, 11.

<ἀγκών> (Chrysipp. Fr. II 159 Arnim)· ἀπὸ τοῦ ἑτέρῳ

ὀστέῳ ἐγκεῖσθαι ἐγκών καὶ ἀγκών Z16. Et. gen. p. 38, 13.

40

<ἄγκη> (Σ 321 ...)· τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ

συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ ἄγω,

τὸ φέρω, ἄγη καὶ πλεονασμῷ τοῦ κ̅ ἄγκη· ἢ παρὰ τὸ κέω κῶ, τὸ

δηλοῦν τὸ κεῖσθαι, γέγονεν ἄγκος, ἐν ᾧ ἐστι συνάγεσθαί τε καὶ

κεῖσθαι Z30. Et. gen. p. 40, 1.

<ἀγλαά> (Α 23 ...)· τὰ λαμπρά· παρὰ τὴν αἴγλην, τουτ-

έστι τὴν λαμπρότητα, ἐφ' οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ ἄγαν

ἅλλεσθαι ἀγαλαά καὶ κατὰ συγκοπὴν ἀγλαά. ἔστι δὲ εὐθεῖα τῶν

πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν Z30. Et. gen. p. 40, 2.

<ἀγλαΐα>· ἀπὸ τοῦ ἀγλαός ἀγλαΐα· τὸ δὲ ἀγλαός παρὰ

τὴν αἴγλην. Et. gen. p. 40, 3.

<ἀγλευκής> (Epicharm. Fr. 140 Kaibel)· παρὰ τὸ

γλυκύς πλεονασμῷ τοῦ ε̅ 〈καὶ προσθήκῃ τοῦ στερητικοῦ α̅〉

ἀγλευκής· ἢ παρὰ τὸ γλεῦκος ἀγλευκής 〈κατὰ στέρησιν〉 καὶ

(Rhinthon Fr. 28 Kaibel?)

ἀγλευκέστατον,

ἀντὶ τοῦ ἀηδέστατον Z16. Et. gen. p. 40, 4.

<ἀγλαϊεῖσθαι> (Κ 331)· τὸ καλλωπίζεσθαι· ἀγλαΐζω

ἀγλαΐσω ἀγλαϊῶ. Et. gen. p. 40, 6.

<ἁγνός>· παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζος ἁγός ἁγανός καὶ

ἁγνός· τὸν γὰρ ἁγνὸν ⟦καὶ ἅγιον⟧ πάντες σεβόμεθα Z16. Et. gen.

p. 40, 8.

<ἄγνος> (Nic. Ther. 71)· τὸ φυτόν, ἄγονόν τι ὂν παρὰ

τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν Z16. Et. gen. p. 40, 9.

42

<ἀγνοῶ> (Α 537)· παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ̅

γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀγνοῶ Z36. Et. gen. p. 42, 1.

<ἀγνυμένων> (Π 769)· συντριβομένων. Et. gen. p. 42, 3.

<ἀγνώς>· ὁ ἄγνωστος· 〈διὰ τοῦ ω̅〉 μέγα, καὶ κλίνεται

ἀγνῶτος. Et. gen. p. 42, 4.

44

<ἀγορεύω>· παρὰ τὸ ἀγορά, τοῦτο παρὰ τὸ ἀγείρω, τοῦτο

παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· † ὁ πρὸς τὸ λέγειν † συναθροι-

ζόμενος. Et. gen. p. 44, 2.

<ἄγρει> (Ε 765)· ἀντὶ τοῦ ἄγε· 〈Ὅμηρος (l. c.)·

ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην〉

c 80. Et. gen. p. 44, 4.

<ἀγρεύς> (Ap. Rh. 2, 507)· ὁ Ἥρως· εἴρηται παρὰ τὸ

ἐν ἀγρῷ γεγεννῆσθαι· ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλωνος ἦν c 81.

Et. gen. p. 44, 6.

<ἄγραυλοι> (κ 410)· ἐν ἀγρῷ αὐλιζόμενοι c 88. Et.

gen. p. 44, 8.

<ἀγρόμενοι> (Η 134 ...)· ἀγειρόμενοι· ἀγείρω καὶ κατὰ

συγκοπὴν ἄγρω, ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω. Et. gen. p. 44, 10.

<ἀγοράασθαι> (Β 337)· ἐκ τοῦ ἀγορῶ· καὶ περισπᾶ-

ται· τὰ γὰρ εἰς ρ̅ω̅ λήγοντα ῥήματα τῷ ο̅ παραληγόμενα περισπῶν-

ται, οἷον δημηγορῶ ἀλληγορῶ ἐγρηγορῶ 〈συνηγορῶ κατηγορῶ

μακρηγορῶ〉. Et. gen. p. 44, 12.

46

<ἄγον> (Β 834 ...)· ῥῆμα ὁριστικὸν παρατατικόν· ποιητικὸν

γάρ ἐστι, τὸ γὰρ ἀκόλουθόν ἐστιν ἦγον. Et. gen. p. 46, 1.

<ἀγορητής> (Α 248 ...)· ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν

εἰδώς. Et. Gud. α 21.

<ἄγυλλα> (Lycophr. 1355)· πόλις Τυρρηνίας. St. Byz.

<ἀγορή> (Β 93 ...)· παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ

ἐκκλησιάζω, γίνεται ἀγορή, ὅπερ σημαίνει ἐκκλησίαν, συνέδριον.

τὸ δὲ ἀγείρω παρὰ τὸ ἄγω. Et. gen. p. 46, 2.

<ἀγοραῖος>· ὁ Ἑρμῆς ὁ ἐν τῇ ἀγορᾷ ἱδρυμένος. Et.

Gud. α 19.

<ἀγορανόμοι> (Arstt. Resp. Ath. 51)· οἱ τὰ κατὰ τὴν

ἀγορὰν διοικοῦντες ἄρχοντες c 89. Et. gen. p. 46, 3.

<ἀγοστός> (Soran. Fr. 3 Scheele)· ὁ ἀγκών· ὁ ἄγαν

ὀστώδης τόπος. παρὰ τὸ συναγωγὴν καὶ ἐπίκαμψιν ἔχειν τῆς χειρός.

⟦ἢ παρὰ τὸ δύνασθαι τούτῳ τινὰ ἄγχειν, 〈τουτέστι πνίγειν〉.⟧

ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ γὰρ παρὰ

τὸ πολλός πολλοστός, οὕτω παρὰ τὸ ἄγω ἀγοστός c 86 Z17. Et.

gen. p. 46, 5 et 7.

<† ἀγκών>· ⟦τὸ στόμα⟧· παρὰ τὸ ἄγαν ὀστῶδες εἶναι.

Et. Gud. α 28.

48

<ἄγρα>· Δήμητρος ἱερόν. Et. gen. p. 48, 1.

<ἀγρυπνία>· ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ γ̅ καὶ

τοῦ ρ̅ γίνεται ἀγρυπνία Z29. Et. gen. p. 48, 2.

<ἀγροτέρας ἐλάφους> (ζ 133)· ἀγηροτέρας καὶ

κατὰ συγκοπὴν ἀγροπτέρας, διὰ τὸ πολυχρόνιον τοῦ ζῴου, ὡς ὁ

χρησμὸς δηλοῖ (Hes. Fr. 304, 1—2)·

ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη

ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος.

ἢ ἀγριωτέρας καὶ κατὰ συγκοπὴν ἀγροτέρας. Et. gen. p. 48, 4.

<ἀγροτέρη> (Φ 471)· οὐκ ἀπὸ τοῦ ἄγριος, ἀγριώτερος

γὰρ ἦν ἄν, ἀλλὰ παρὰ τὸν ἀγρόν ἀγρότερος πεποίηται· ἀπαρασχη-

μάτιστον γάρ. Et. gen. p. 48, 6.

<ἄγριος> (Δ 23 ...)· ὁ ἀνήμερος· προπαροξυτόνως καὶ διὰ

τοῦ ι̅ γράφεται· ἀπὸ τοῦ ἀγρός πρὸς ἀντιδιαστολὴν τοῦ ἀγρεῖος,

τοῦ διὰ τῆς ε̅ι̅ διφθόγγου γραφομένου καὶ προπερισπωμένου Z17.

Et. gen. p. 48, 7.

50

<ἀγρός> (Ψ 832?)· παρὰ τὴν ἄγραν, ἐν ᾧ 〈αὕτη〉 γίνεται.

ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός. Et. gen. p. 50, 1.

<ἀγρώσσω> (ε 53)· παράγωγος ὁ χαρακτήρ· ἀπὸ τοῦ

ἀγρός ἀγρώσσω· καὶ ἀγρωσταί (Eur. Rh. 287), οἱ κυνηγέται,

ἀπὸ τοῦ ἀγρώσσω· τὰ γὰρ δύο 〈σ̅σ̅ τὰ ἓξ〉 λαμβάνει φωνήεντα

(τὸ ο̅ οὐ λαμβάνει), οἷον ἄλλος ἀλλάσσω τὸ α̅, παρὰ τὴν πυρός

γενικὴν πυρέσσω τὸ ε̅, πτήσσω τὸ η̅, δειδίσσω τὸ ι̅, τὸ δὲ ο̅ οὐκ

ἔχει (τὸ γὰρ ὄσσω ἀπὸ τοῦ ὄπτω ἐστὶ καὶ οὐ παράγωγον), ἀφύσσω,

τὸ ἀπαντλῶ, τὸ υ̅, † καταρώσσω ὀνειρώσσω ἀγρώσσω τὸ ω̅, ὥστε

ἔχεις μὲν δοῦναι τὸ ο̅, οὐκ ἐν παραγωγῇ δέ c. 90. Et. gen. p.

50, 3 et 4.

52

<ἀγχίσης>· παρὰ τὸ ἄγχι, τὸ ἐγγύς, γενέσθαι τῆς

Ἀφροδίτης. τὰ δὲ παρὰ τὸ ἄγχι καὶ ἀρι καὶ ἐρι καὶ τὴν ἀμφί καὶ

τὴν ἀντί καὶ τὴν ἐπί πρόθεσιν διὰ τοῦ ι̅ γράφονται· ἀρίδηλος

ἐριβρεμέτης ἀμφίρρυτος ἐπίρρημα ἀντίθεος ἀγχίσπορος ἀγχίθυρος

ἀγχίμαχος (τὸ γὰρ ἀγχέμαχος ἐτράπη δι' εὐφωνίαν τοῦ ι̅ εἰς ε̅)·

οὕτως καὶ Ἀγχίσης. τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά 〈εἰσι〉 χωρὶς

τοῦ Ἀγχίσης· ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη καί ἐστιν ἁπλοῦν. ἄλλως

τε τὰ διὰ τοῦ ι̅σ̅η̅ς̅ διὰ τοῦ ι̅ γράφονται· Ἀντίσης, Ἀμφίσης,

Ἐρίσης ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπενίσης

ἐθνικόν. Et. gen. p. 52, 1.

<ἀγύρτας> (Agath. Hist. 4, 8, 2)· λωποδύτας, ἐπαίτας, φι-

λοκερδεῖς. καὶ ἀγύρτης· εἶδος βώλου (Eubul. Com. Fr. 57, 5) καὶ

ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρω, τὸ περιιέναι καὶ περι-

νοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ. λέγονται δὲ ἀγυρτικὰ καὶ

τὰ χυδαῖα ψεύσματα c 94 Z18. Et. gen. p. 53, 2.

<ἀγροιώτης> (Λ 549 ...)· ὁ 〈ἄγροικος, ἢ ὁ ἀγροικικός·

ἔστιν〉 ἀγρός, ἐκ τούτου ἀγρότης, ὡς δῆμος δημότης, καὶ κατὰ

πλεονασμὸν τοῦ ι̅ ἀγροίτης καὶ κατ' ἐπένθεσιν τοῦ ω̅ ἀγροιώτης

c 91. Et. gen. 42.

<ἀγρίφη>· ἡ σ[κάφη] Z28. Et. gen. p. 53, 4.

<ἀγύρινα>· πόλις Σικελίας. St. Byz.

<ἀγυιά>· τόπος δηλῶν τὴν ἐν τῇ πόλει πορευτὴν ὁδόν.

ὁ τοπίτης ἀγυιεύς, καὶ «κίων ἀγυιεύς», καὶ ἀγυιάτης, τουτέστιν ὁ

ἐφόδιος, καὶ θηλυκὸν ἀγυιᾶτις, καὶ τὰ προπύλαια τοῦ ἀγυιέως

ἀγυιάτιδες (Eur. Ion 186) λέγονται. 〈τὸ〉 τοπικὸν ἀγυιαῖος·

Σοφοκλῆς (Fr. 202)·

ἀλλ' ὦ πατρῴας γῆς ἀγυιαίου πέδον.

St. Byz.

<ἀγχίση>· πόλις Ἰταλίας. St. Byz.

<ἀγχιάλη>· πόλις Κιλικίας. St. Byz.

<ἀγυιά> (Υ 254)· ἡ ὁδός· παρὰ τὸ ἄγω, τὸ πορεύομαι

Et. gen. 43.

<ἄγυρις> (γ 31)· ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω—53, 20

εἰς υ̅ ἄγυρις. Et. gen. 44.

54

<ἄγρωστις> (ζ 90)· ἔστιν ἔδω, τὸ ἐσθίω, —2 τὸ δεύ-

τερον ἦσαι, τὸ τρίτον ἦσται καὶ ἐξ αὐτοῦ ἦστις, 〈ὅθεν τὸ νῆστις

μετὰ τοῦ ν̅η̅ στερητικοῦ.〉 καὶ ἐπειδὴ τὰ ἀπὸ—5 γίνεται ἔστις,

καὶ μετὰ τοῦ ἀγρός ἀγροέστις, συναιρέσει τοῦ ε̅ο̅ ἄγρουστις καὶ

τροπῇ Δωρικῇ τῆς ο̅υ̅ διφθόγγου εἰς ω̅ μέγα ἄγρωστις, 〈ἡ ἐν τῷ

ἀγρῷ τροφὴ τῶν ἀλόγων ζῴων〉. Et. gen. 45.

<ἄγχι>· σημαίνει—7 ἀγχόθι καὶ ἄγχι κατὰ συγκοπήν

Z38. Et. gen. 46.

<ἄγχειν> (Γ 371)· παρὰ τὸ ἄγω ἄγειν· τὸ τὸν λάρυγγα

συνάγειν, 〈καὶ〉 πλεονασμῷ τοῦ χ̅ ἄγχειν. οὕτως Ὠρίων (15, 3)

Et. gen. 47.

<ἀγχλάσας> (Ap. Rh. 2, 585)· ἀναχαλάσας, ἀνακουφί-

σας, ἀναβαστάσας c 98 Z36. Et. gen. 48.

<ἀγχίμολον> (Δ 529 ...)· ἐγγύς, πλησίον· παρὰ τὸ

ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι c 99. Et. gen. 49.

56

<ἀγχιστῖναι> (Ε 141)· ἀπὸ τοῦ ἄγχιστος—3 ἄγχιστος

καὶ ἀγχιστίνδην, τὸ κατὰ ἀγχιστείαν, 〈ὡς παρὰ τὸ ἄριστος ἀρι-

στίνδην ἐπίρρημα ἀντὶ τοῦ ἀρίστως καὶ παρὰ τὸ πλοῦτος πλουτίνδην

ἀντὶ τοῦ πλουσίως· εὕρηται δὲ τὰ τοιαῦτα ἐπιρρήματα παρὰ τῷ

σοφῷ † Ἀριστείδῃ (Arstt. Pol. 1273a23, 1293b10)〉. et gen. 50.

<ἄγχαυρον> (Ap. Rh. 4, 111)· τὸ καλούμενον λυκόφως·

σημαίνει δὲ τὴν ὀρθρινὴν τὴν πλησίον τῆς αὔρας, 〈ἤγουν τῆς

ἡμέρας·〉 ἀγχίαυρος καὶ ἄγχαυρος· αὔρα δὲ ἡ ἡμέρα. Et. gen. 51.

<ἀγών>· οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν. ἐγὼ δέ φημι·

παρὰ τὸ ἄγω γίνεται ἀγών, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημο-

νίαν. σημαίνει δὲ τὸ ἀγών πέντε· ἀγών καὶ τὸ ἄθροισμα (Υ 33)·

Ἥρη μὲν μετ' ἀγῶνα νεῶν·

ἀγών καὶ τὸ ἆθλον (θ 529), καὶ ὁ ναός (Η 298)·

θεῖον δύσονται ἀγῶνα·

ἀγών καὶ ὁ τόπος (θ 260)·

λείηναν δὲ χῶρον, καλὸν δ' εὔρυναν ἀγῶνα·

ἀγών καὶ τὸ πλῆθος (Ω 1)·

λῦτο δ' ἀγών

c 100 Z18. Et. gen. 52.

<ἀγχώμαλα> (Agath. Hist. 5, 1, 8)· παρὰ μικρὸν ἴσον,

ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλόν

γέγονεν ἀγχώμαλον. Et. gen. 53.

<ἀγυιά> (Υ 254)· τὰ διὰ τοῦ υ̅ι̅α̅ θηλυκὰ ὀνόματα ὑπὲρ

δύο συλλαβὰς προπαροξύτονα τῷ ι̅ θέλουσι παραλήγεσθαι, οἷον

Ἅρπυια Εἰλείθυια αἴθυια ἄγυια Ὠρείθυια μάθυια. σεσημείωται

τὸ μητρυιά παραληγόμενον τῷ ι̅ καὶ ὀξυνόμενον. 〈ὡσαύτως καὶ

τὸ ἀγυιά, ὃ δηλοῖ τὴν ὁδόν.〉 Et. gen. 54.

58

<ἀγωνία> (Chrysipp. Fr. III 408 Arnim)· ἐπὶ τοῦ εἰς

ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς

φόβου. Et. gen. 55.

<ἀγγελλόντων> (Θ 517)· ἀντὶ τοῦ ἀγγελλέτωσαν—

8 ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ δυϊκῶν—12 τυπτέσθωσαν, 〈λέ-

γετε λεγόντων ἀντὶ τοῦ λεγέτωσαν. καὶ ὁ θεολόγος Γρηγόριος (Or.

39, 7)· «ἀλλὰ ταῦτα μὲν παιζόντων Ἑλλήνων παῖδες», ἀντὶ τοῦ

παιζέτωσαν.〉 Et. gen. 56.

60

{〈τὸ ἄλφα μετὰ τοῦ δ̅〉}

<ἀδαγμός> (Soph. Tr. 770)· ὁ κνησμός. Et. gen

p. 61, 12.

<ἄδανα>· Κίλισσα πόλις, ἀπὸ Ἀδάνου τινός. ὁ πολίτης

Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν

μεσογείῳ τῆς Ἀραβίας Z43. St. Byz.

<ἀδαρούπολις> (Marcian. Peripl. mar. ext. p. 528

Müller) 〈πόλις〉 Περσική. St. Byz.

<ἀδέρκων>· πόλις Ἰβηρίας. ὁ πολίτης Ἀδερκωνίτης,

ὡς Ἀσκαλωνίτης Z41. St. Byz.

<ἀδιαβηνή>· ... ὁ πολίτης Ἀδιαβηνός. St. Byz.

<ἄδουλις>· πόλις Αἰθιόπων. St. Byz.

<ἀδράμυττις>· νῆσος κατὰ τὴν Λυκίαν. τὸ ἐθνικὸν

Ἀδραμυττίτης, ὡς Ναύκρατις Ναυκρατίτης Z41. St. Byz.

<ἀδέκαστος>· δίκαιος—2 δῶρα c 107 Z39. Et. gen. 57.

<ἀδελφός> (Soran. Fr. 4 Scheele)· δελφὺς—61, 2 κα-

λεῖν Z40. Et. gen. 58.

<ἀδελφιδοῦς>· ἰστέον, ὅτι τὰ εἰς δ̅ο̅υ̅ς̅ λήγοντα εἰς

ο̅υ̅—61, 5 ἀδελφιδοῦ, 〈ἔστι δὲ ὁ ἀνεψιός,〉 ὁ θυγατριδοῦς τοῦ

θυγατριδοῦ, 〈ἔστι δὲ ὁ ἔγγονος〉. γέγονε δὲ ἀπὸ τοῦ ἀδελφιδέος

καὶ θυγατριδέος κατὰ κρᾶσιν, οὐχ ὥς τινες λέγουσι, τὸ ἐναντίον

ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφιδέος· οὐδέποτε γὰρ εὐθεῖα διαλύεται,

τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε̅. πρὸς δὲ τοὺς λέγοντας, ὅτι

εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἐκ τοῦ ἀδελφιδέος 〈καὶ

θυγατριδέος〉 ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα

τῶν εἰς ο̅υ̅ς̅ ἁπλῶν περισπῶνται Z40. Et. gen. 59.

<ἀδαξῆσαι>· σημαίνει τὸ κνῆσαι Z48. Et. gen. 60.

62

<ἀδαήμων> (Ν 811 ...)· ἄπειρος· ἀπὸ τοῦ δαίω, τὸ

μανθάνω, δαῶ δαήσω δαήμων καὶ ἀδαήμων· ἐκ τοῦ δαίω δαῶ

συστολῇ—3 τοῦ τόνου Z39. Et. gen. 61.

<ἀδδεές> (Θ 423 ...)· ἄφοβε· ἀπὸ τοῦ δέος—5 καὶ ἀδεής,

τὸ θηλυκὸν ἀδεής καὶ τὸ οὐδέτερον τὸ ἀδεές καὶ ἐν πλεονασμῷ

ἑτέρου δ̅ γίνεται ἀδδεές Z39. Et. gen. 62.

<ἀδευκής> (δ 489)· ὁ ἀπροσδόκητος καὶ ἄγνωστος—

10 ἀδευκής c 106 Z40. Et. gen. 63.

<ἀδήριτος> (Ρ 42)· ἔστι δῆρις δηρίω, ὥσπερ κόνις—

63, 2 τὴν ε̅ι̅ δίφθογγον· ἀδήριτος ἄτιτος—3 Θεοδώρητος λήϊτος

ἐπίκτητος σῖτος λιτός μιτός, χωρὶς εἰ—9 διὰ τοῦ ι̅τ̅ο̅ς̅. Et. gen. 64.

<ἀδευκέος> (Ap. Rh. 1, 1037)· ἀπεοικυίας—63, 12 Πολυ-

δεύκης ἐκλήθη c 109 Z40. Et. gen. 65.

<ἀδέψητον> (υ 2)· σημαίνει ὠμόν—63, 15 γίνεται c

110 Z46. Et. gen. 66.

64

<ἀδηφάγος>· παρὰ τὸ ἄδην—2 † ἀδδηφάγος Z39. Et.

gen. 67.

<ἁδεῖν> (Γ 173)· τὸ ἀρέσαι—5 ἐξ οὗ καὶ τὸ (Μ 80)

ἅδε δ' Ἕκτορι μῦθος,

ὁ δεύτερος μέλλων ἁδῶ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν c 111 Z48.

Et. gen. 68.

<ἀδράνη> (Theopomp. FGH 115 F 360)· πόλις Θρᾴ-

κης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται. τὸ ἐθνικὸν † Ἀδρη-

νήτης, ὡς Συήνη † Συηνήτης· δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς

Κυρήνη Κυρηναῖος Z43. St. Byz.

<ἀδρανόν>· πόλις Σι[κελίας], ποταμὸν ὁμώνυμον ἔχουσα.

St. Byz.

<ἀδράστεια>· πόλις, [ἀπὸ Ἀ]δράστου βασιλέως. St.

Byz.

<ἀδρία>· πόλις, καὶ παρ' αὐτὴν κόλπος Ἀδρίας· ἡ χώρα

δὲ τοῖς βοσκήμασίν ἐστιν ἀγαθή, καὶ δὶς τίκτειν τὸν ἐνιαυτὸν καὶ

διδυμοτοκεῖν, πολλάκις δὲ καὶ τρεῖς, τέσσαρας καὶ πέντε ἐρίφους

τίκτειν. ὁ πολίτης Ἀδριανός, ὡς Ἀσία Ἀσιανός· καὶ Ἀδριάτης

Ἀδριατικός Z44. St. Byz.

66

<ἄδην> (Ε 203 ...)· τὸ κεκορεσμένως—4 ἐξ οὗ παράγωγον

ἀέδω καὶ ἄδην—4 ἡδονήν, οἷον (ι 353)·

ἥσατο δεινῶς.

λαμβάνεται—67, 3 ἢ ἀπὸ τοῦ † ἄσω ὦ ᾆς ᾆ, τὸ δηλοῦν—5 ἄδην.

οὕτως Ὠρίων (25, 20) c 116. Et. gen. 69.

<ἀδικίου> (Arstt. Resp. Ath. 54, 2)· ὄνομα δίκης κατὰ

τῶν ὁπωσοῦν ἀδικούντων· τῆς δὲ—67, 9 ἀποτιννύμενον ἁπλοῦν

c 117. Et. gen. 70.

<ἀδηκότες> (Κ 98 ...)· κεκμηκότες—67, 11 ἀηδῶ † οὖν

ἀηδήσω, 〈συγκοπῇ τοῦ η̅ ἀδήσω〉 c 120 Z48. Et. gen. 71.

<ἅιδης>· χωρίον ἀφεγγὲς καὶ σκότους αἰωνίου πεπλη-

ρωμένον. ἐτυμολογεῖται ἀπὸ τοῦ α̅ στερητικοῦ μορίου καὶ τοῦ

εἴδω, τὸ βλέπω, εἰς ὃν οὐδεὶς δύνα[ται] βλέψαι. ἢ ἀπὸ τοῦ α̅ στερη-

τικοῦ μορίου καὶ τοῦ ἥδω, τὸ εὐφραίνω, ὁ εὐφρ[αίνων οὐδένα]

Z39. Et. gen. p. 67, 13.

68

<ἄδδιξ> (Aristoph. Fr. 709)· μέτρον—1 τετραχοίνικον

c 118 Z39. Et. gen. 72.

<ἀδινάων> (Β 87 ...)· παρὰ τὸ—4 ἀδινῶν καὶ ἀδινάων

—6 ἀδινός, τάχα ταχινός c 121 Z41. Et. gen. 73.

<ἀδίοπον> (Aesch. Fr. 256)· ἄναρχον καὶ ἀφύλακτον·

ἀπὸ τοῦ διέπω, δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες c 119

Z46. Et. gen. 74.

<ἀδινώτερος>· παρὰ τὸ—10 ἀδινός, τὸ θηλυκὸν ἀδινή,

τὸ συγκριτικὸν—13 ἀδιαλείπτως c 121. Et. gen. 75.

<ἀδινῷ> (Ap. Rh. 3, 1104)· ἀδιαλείπτῳ· παρὰ τὸ ἄδην

ἐπίρρημα c 122 Z41. Et. gen. 76.

<ἄδροττα>· οὐδετέρως, χωρίον ἐν Λυδίᾳ. St. Byz.

<ἀδρύμης> Ἀδρύμητος· πόλις Λιβύης. λέγεται καὶ

ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. St. Byz.

70

<ἀδμολίη> (Call. Fr. 717)· ἡ ἄγνοια· εἴρηται δὲ παρὰ—

2 καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη c 126 Z45.

Et. gen. 77.

<ἀδμήτην> (Κ 293)· ἀδάμαστον—5 τὸ δαμάζω, ὁ μέλλων

δμήσω δέδμηκα δέδμημαι δέδμηται δμήτης καὶ ἀδμήτης. 〈καὶ

ἀδμής ἀδμῆτος, ὡς ἀκμής ἀκμῆτος, ὃ δηλοῖ τὸν ἰσχυρὸν καὶ ἀκο-

πίαστον.〉 c 127 Z43. Et. gen. 78.

<ἀδῄωτον> (Procop. Bell. 1, 16, 5)· ἀπόρθητον· παρὰ

τὸ δῃῶ, τὸ σημαῖνον—9 δῃῶ, τοῦ ι̅ ἀνεκφωνήτου ὄντος c 124

Z46. Et. gen. 79.

<ἀδρηστίνη> (Ε 412)· τὰ διὰ τοῦ ι̅ν̅η̅—16 ὄνομα

κύριον. Et. gen. 80.

72

<ἀδολεσχία> (Ar. Nub. 1480)· ἀδολεσχίαν ἐκάλουν

τινὲς—3 οὐ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκείμενον—7 ἐξ ἰδίας

λέξεως καὶ ἀρεσκούσης ὑπολήψεως. διὸ καὶ ἀδολέσχας τοὺς φυ-

σικοὺς ἐκάλουν (Eupol. Fr. 352).

λέγω δ' Ὦρον καὶ Σωκράτην πτωχὸν ἀδολέσχην

ἔφη † καὶ Εὔπολις † (Fr. 353)·

ἀλλ' ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά.

ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον—

73, 6 λέσχη, τοῦτο παρὰ—8 ποιοῦντες καὶ ἐν αὐτῷ καθεζόμενοι—

12 σημαίνει δὲ τέτταρα· τὸ φιλοσοφῶ (Ps. 118, 23)·

ὁ δὲ δοῦλός σου ἠδολέσχει 〈ἐν τοῖς δικαιώμασί σου〉·

καὶ τὸ παίζω, ὡς τὸ (LXX Genes. 24, 63) «ἐξῆλθεν—15 πεδίον»·

τὸ φλυαρῶ· «τί ἀδολεσχεῖς, ἄνθρωπε;» καὶ τὸ ὀλιγωρῶ, ὡς

τὸ (Ps. 76, 4)

ἠδολέσχησα καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου

c 128—130 Z48. Et. gen. 81.

<ἀδράφαξυς> (Pherecr. Fr. 75)· λάχανόν τι ἄγριον

Z40. Et. gen. p. 73, 21.

<ἄδρυξ>· [ὡς Ἔρυξ Ἄ]δρυξ ἀρσενικῶς, πόλις Συρακο-

σίων. St. Byz.

<ἁδρός>· ὁ χονδρός—73, 24 χονδροῖς. οὕτως Ὠρίων (26, 16)

c 134. Et. gen. 82.

74

<ἀδόροισιν> (Antim. Fr. 109 Wyss)· Ἀντίμαχος (l. c.)·

ἐν δ' ἀδόροισι χεύειν εὐήλατον ἄλφι·

† δοροὶ—3 δοροί, καὶ κατὰ πλεονασμὸν ἄδοροι. ἢ ἀντὶ τοῦ κακό-

δοροι. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 167, 11) c 135. Et.

gen. 83.

<ἀδρανής>· δραίνω, τὸ πράττω, 〈παράγεται ἀπὸ τοῦ

δρῶ,〉 δρανῶ—7 ἀνίσχυρος καὶ μηδὲν πρᾶξαι δυνάμενος—8 θη-

λυκόν c 136 Z39. Et. gen. 84.

<ἀδραστεϊδῶν> (Pind. O. 2, 49)· Ἄδραστος—11 θά-

λος. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 275, 11). Et. gen. 85.

<ἀδρίας>· τὸ πέλαγος—75, 2 Εὔδοξος δὲ † ἐννάτῳ Ἱστο-

ριῶν (FGH 79 F 1)—4 τοῦ Μεσαππίου † Πάσωνος. Φλέγων ἐν

Ὀλυμπιάσιν (FGH 257 F 23). οὕτως † Ὠρίων. Et. gen. 86.

<ἀδύτῳ> (Ε 448)· τῷ ἐνδοτάτῳ—75, 9 ἄδυτος c 137.

Et. gen. 87.

76

<ἄδωνις>· δύναται ὁ καρπὸς εἶναι ὁ ἄδωνις—2 〈ὁ〉 ἀρέ-

σκων. οὕτως Ὠρίων. Et. gen. 88.

<ἁδρύνω> (Nic. Ther. 377)· τὸ…

†…

The complete text is available when the reading interface loads.