The Greek Library Catalogue

Anonymous

Etymologicum Symeonis

Edition reference
Etymologicum Symeonis (ἀνακωχῆς– βώτορες), ed. F. Lasserre and N. Livadaras, Etymologicum magnum genuinum. Symeonis etymologicum una cum magna grammatica. Etymologicum magnum auctum, vol. 2, Athens: Parnassos Literary Society, 1992: 3–528.
CTS identifier
urn:cts:greekLit:tlg4311.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

3

†δευτέραν συλλαβὴν † ἀνεγκαῖον, ὅπερ ἐστὶ τὸ Διοσκούρειον. Lex. rhet.

<ἀνυπόδητον>· διὰ τοῦ η̅ Z177. Lex. rhet.

<ἀνθρώπινον> (Diog. Laert. 4, 7) καὶ ἀνθρωπινώτερον· καὶ

(loc. inc.) «ἀνθρωπικῶς ἀνακαλεῖσθαι» ἐπὶ τοῦ οἰκτροῦ καὶ περιπαθοῦς.

Lex. rhet.

<ἀνεμιαῖα> (Plat. Theaet. 210b)· εἴρηται καὶ ὑπηνέμια (Aristoph.

Fr. 194, 2)· Lex. rhet.

<ἀνασκευασάμενοι>· ἐπὶ τῶν μετοικιζόντων λέγεται.

Lex. rhet.

<ἀνελεύθερος>· ἐπὶ τοῦ σμικρολόγου 〈καὶ φειδωλοῦ〉. Lex. rhet.

<ἀνέγνωκας> (Plat. Theaet. 152a), οὐ μόνον ἀνέγνως φησίν.

Lex. rhet.

4

<ἀνταναγνῶναι> (Cratin. Fr. 289)· καὶ ἀντεξετάσαι βιβλίον·

τὸ γὰρ ἀντιβάλλειν βάρβαρον φαίνεται. Lex. rhet.

<ἀνάρσιος>· 〈ὁ σκληρὸς καὶ ἀνελεήμων·〉 αἴρω, τὸ ἐπαίρω,

ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἄρσιος καὶ ἀνάρσιος, ὁ μὴ συναιρόμενος

μηδὲ συναντιλαμβανόμενος κατά τι Z168.

<ἀναψύχειν> τοῦδε καὶ τόδε, οἷον (E 795)·

ἕλκος ἀναψύχοντα,

καὶ (Fr. trag. inc.)

μακρὰν ἐλθὼν τοῦδε ἀναψῦξαι θέλω.

Lex. Synt.

<ἀνάριστος> (Men. Com. Fr. 821)· καὶ ἀναρίστητος (Aristoph.

Fr. 470 alii), 〈ὁ ἄγευστος〉. Lex. rhet.

<ἀνασπᾶν> (Pherecr. Fr. 194)· τὸ ἀντλεῖν ὕδωρ. Lex. rhet.

<ἀναθύειν> (Pherecr. Fr. 185)· τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ

χρόνου. Lex. rhet.

<ἀναζυγῶσαι> (Aristoph. Fr. 685)· τὸ τὰς θύρας ἀναπετάσαι·

Ἀριστοφάνης (l. c.)·

〈τὴν θύραν ἀναζυγώσας〉

Z199. Lex. rhet.

<ἀνασκινδυλεῦσαι>· τὸ ἀνασκολοπίσαι, τὸ σταυρῶσαι Z206.

Lex. rhet.

<ἀναισιμοῦν>· τὸ ἀναλίσκειν Z206. Lex. rhet.

<ἀναθέσθαι> (Antiph. Or. Fr. 84)· τὸ μεταθέσθαι, ἀπὸ τῶν

πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. Πλάτων

δὲ (Hipparch. 229 e) τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι. Lex. rhet.

<ἀνεπάγγελτος> (Cratin. Fr. 46)· ἄκλητος. Lex. rhet.

<ἀνεπικλήτως> (Thuc. 1, 92, 1)· μὴ ἐγκληθέντες. Lex. rhet.

<ἀνορταλίζειν> (Ar. Eq. 1344)· παίζειν, σκιρτᾶν Z223. Lex. rhet.

<ἀνθιππασία>· ἵππων ἅμιλλα, ἱππικὸς ἀγών Z185. Lex. rhet.

5

<ἀνέσπακεν> (Thugenid. Com. Fr. 6)· 〈ἐπῆρεν· οἷον (Fr. com. ?)·

ἀνεσπακότες τὸ ἐπισκύνιον,

ἤτοι ἐπάραντες τὰς ὀφρῦς· ἔστι καὶ ἀντὶ τοῦ〉 εὕρηκεν, εἴληφε· 〈οἷον〉

(Men. Com. Fr. 362)·

πόθεν γάρ, ὧ φίλοι θεοί,

τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους.

Z220. Lex. rhet.

<ἀνθρήνιον> (Ar. Vesp. 1080)· σφηκίον ἢ μελίσσιον· λέγεται

δὲ καὶ αὐτὸ τὸ κηρίον. † Ἀρίσταρχος (Ar. Nub. 946—947)·

τὸ πρόσωπον κεντούμενος ὥσπερ ὑπ' ἀνθρηνῶν.

Lex. rhet.

<ἀνδρολήψιον> (Dem. Or. 23, 84)· ἐγκλήματος εἶδος· ἐὰν ἔξω

τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος τελευτήσῃ καὶ μὴ ἐκδίδωσιν οἱ ἐν ἐκείνῃ

τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι,

ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας

δίκην ὑφέξοντας τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον καλεῖται Z189.

Lex. rhet.

<ἀναβὰς ἐπὶ τὸν ἵππον 〈ἀπῄει〉> (Xen. Hell. 4, 1, 39), καὶ

〈πάλιν〉 (ibid.)· «ἀναπηδήσας ἐπὶ τὸν ἵππον κατεδίωκε τὸν πατέρα»,

〈καὶ (Xen. Hipparch. 6, 5) «ἀρξαμένους δ' ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς

ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν». τὸ δ' «ἀναβὰς

τὸν ἵππον» οὐ πάνυ δόκιμον· Ἀριστοφάνης Θεσμοφοριαζούσαις (Fr. 344)·

ἀναβῆναι τὴν γυναῖκα βούλομαι〉

Z195. Lex. Synt.

<ἀναμνησθεὶς> τοῦτο καὶ τούτου, οἷον (Dem. Or. 36, 23)·

«ταῦτ' ἀνεμνήσθητε», καὶ (Isocr. 1, 9) «τὰς τοῦ πατρὸς προαιρέσεις

ἀναμνησθείς». Lex. Synt.

6

<ἀναλίσκων> εἰς τούτους καὶ ἀναλίσκων τούτους καὶ ἀνα-

λίσκειν εἰς τόνδε καὶ πρὸς τόνδε καὶ ὑπὲρ τοῦδε, οἷον (Dem. Or.

3, 19)· «ἂν τὰ παρόντα ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ». Lex. Synt.

<Ἀνάζαρβα>· πόλις Κιλικίας· ἀπὸ † Ζάρβα τοῦ κτίσαντος.

Ἀναζαρβεύς, ὡς Καρυανδεύς. ἀφ' ἧς ἦν Διοσκορίδης ἰατρὸς χρηματίζων

καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς Z179. St. Byz.

† <Ἀναργυροῦς>· δῆμος Ἐρεχθηΐδος φυλῆς. ὁ δημότης

† Ἀναργυρουντόθεν (Ar. Lysistr. 67), ὁμοίως τῇ ἐκ τόπου, 〈ὡς Σταγειρόθεν

καὶ ὁ Ἄσκρηθεν, ἤγουν ὁ ἀπὸ Σταγείρων, ὁ ἀπὸ Ἄσκρης, ὁ ἀπὸ

† Ἀναργυροῦντος. ἢ † Ἀναργυρούντιος, ὡς Τραπεζούντιος.〉 καὶ

† Ἀναργυροῦντάδε εἰς τόπον. λέγεται δὲ καὶ † Ἀναργυράσιος. ἐζήτηται

δὲ πῶς ἔχει τὸ α̅, ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλ' ἔοικε τὸ ρ̅ αἴτιον

εἶναι, φιληδοῦν τῇ συν〈τ〉άξει τοῦ α̅ ὡς τὸ Φλιοῦς Φλιάσιος. 〈τὸ ἐκ τόπου

† Ἀναργυρουντόθεν, καὶ † Ἀναργυροῦντάδε εἰς τόπον.〉 St. Byz.

<Ἀναία> (Ephor. FGH 70 F 166)· παροξύνεται, οὐχ ὡς Λίλαια

Ἱστίαια Κά〈ρ〉θαια. ἔστι δὲ Καρίας (Fr. epicum inc.)

ἀντικρὺ Σάμου.

ἀπὸ Ἀναίας Ἀμαζόνος. Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς

φιλόσοφος Z177. St. Byz.

<ἀνέγγυος>· ὁ μὴ ἀπό τινος ἔχων τὸ πρὸς τὴν ὕπαρξιν ἀσφαλές.

Lex. rhet.

<ἀνέθεσαν> ἐν τῷδε τῷ τόπῳ καὶ εἰς τόνδε τὸν τόπον. Lex. Synt.

<ἀνέῳγεν ἡ θύρα> οὐχ Ἑλληνικόν, ἀλλ' «ἀνέῳγε τὴν

θύραν ὅδε» ἢ «ἀνέῳκται ἡ θύρα»· τὸ γὰρ ἀνέῳγεν ἐνεργητικῷ

ἰσοδυναμεῖ. Lex. Synt.

<Ἀνακαία>· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης

Ἀνακαιεύς. τὸ τοπικὸν Ἀνακαίαθεν Z180. St. Byz.

† <Ἀνακτόρειον>· Ἀκαρνανίας πόλις· οὐδέτερον. Θουκυδίδης

7

δὲ (4, 49, 1) † ἀρσενικόν. τὸ ἐθνικὸν † Ἀνακτορειεύς, καὶ †

Ἀνακτορεία ἡ γῆ (Thuc. 1, 29, 3). Σοφοκλῆς δὲ διὰ τοῦ † ι̅ (Fr. 1009)·

† Ἀνακτόριον τῆσδ' ἐπώνυμον χθονός.

St. Byz.

† <Ἄναια> (Hdt. 7, 30, 1)· πόλις Φρυγίας. ὁ πολίτης †

Ἀναιαῖος. St. Byz.

<ἀνελεῖν>· λέγεται ἐπὶ τῶν ἐκ Δελφῶν χρησμῶν, οἱονεὶ ἀνελκύσαι,

ἀναπέμψαι· κοῖλον γὰρ ἦν τι ἐπὶ πολὺ καὶ βάθος, ἀφ' οὗ πνεῦμα

ἐνθουσιῶδες ἀναθορὸν ἐπλήρου τὴν Πυθίαν περιβάδην ἀπολαβοῦσαν

ἐκεῖνο τὸ χάσμα ἐπὶ τοῦ μαντικοῦ λέβητος, ὃς ἐπέκειτο τῷ προειρημένῳ

βόθρῳ τοῦ κατὰ γῆς κοίλου· πληρουμένη δὲ ἀπεφοίβαζε τὸ ἐπελθόν

EM 1378. Lex. rhet. (unde Areth. schol. Plut. vit. Thes. 3, 5).

<ἀνέχεσθαι> τούτων καὶ τούτους καὶ ταῦτα, οἷον (Dem. Or.

18, 160)· «μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε», καὶ (Fr. inc.) «τίς

δὲ ἀνασχήσεται ταῦτα;» Lex. Synt.

<ἀνήκει πρὸς ἑτέραν αἰτίαν>, οἷον (Antiph. Fr. 103 Blass ?)·

«τὰ μὲν πρὸς ἑτέραν αἰτίαν ἀνήκειν δοκοῦντα παραλείψωμεν». Lex. Synt.

<ἀνεσόβουν>· σοβῶ, τὸ τρέχω, ἔνιοι δὲ τὸ ἐκδιώκω· τὸ οὖν

ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα. Et. Gud. D α 480.

<ἀνεῖλεν>· ἀντὶ τοῦ ἐμαντεύσατο, σημαίνει δὲ καὶ τὸ ἐφόνευ-

σεν. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα

καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. ἐπὶ δὲ

τοῦ φονεύειν, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός,

ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν

τὰ ἔκθετα βρέφη EM 1378, Z215. Lex. rhet.

<ἀνείρειν> (Plat. Com. Fr. 225)· ἀναπείρειν· Πλάτων (l. c.)·

σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.

ὅθεν καὶ ἡ ἄνερσις (Thuc. 1, 6, 3)· «χρυσῶν στεφάνων ἀνέρσει»·

οὕτως Θουκυδίδης EM 1377, Z220. Lex. rhet.

<ἀνεμιαῖα> (Plat. Theaet. 210b)· τὰ ὑπηνέμια τῶν ᾠῶν.

Lex. rhet.

8

<ἀναποδίζειν> (Hdt. 5, 92, 6, 2)· τὸ ἐξετάζειν καὶ ὡσανεὶ

συγκρούειν· Ἡρόδοτος (l. c.)· «ἐπερωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα».

τὸ δ' αὐτὸ καὶ ποδίζειν ἔλεγον· ποδίζειν δὲ κυρίως τὸ τοῖς ποσὶ μετρεῖν

τι χωρίον καὶ τὸ τὴν σκιὰν μετρεῖν, πρὸς ἣν ἐπὶ τὸ δεῖπνον ἐβάδιζον

Z207, 208. Lex. rhet.

<ἀνεχρήσαντο> (Thuc. 1, 126, 11)· ἀντὶ τοῦ διέφθειραν. Πλάτων

(Com. Fr. 229)·

ἐμαυτὸν οὐ διεχρησάμην.

Lex. rhet.

<ἀνέχειν> (Thuc. 4, 53, 3)· τὸ ἐξέχειν καὶ προέχειν, Θουκυδίδης

(l. c.)· σημαίνει δὲ καὶ τὸ ἀνατέλλειν. καὶ ἀνέχοντας (Thuc. 6, 86, 4)

ἀντὶ τοῦ κωλύοντας· Ἀριστοφάνης (Fr. 632)·

σὺ δ' οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.

Lex. rhet.

<ἀντιβολία> (Eupol. Fr. 168)· δέησις. Lex. rhet.

<ἀνακλῖναι> (E 751)· τὸ ἀνοῖξαι, καὶ γὰρ τὸ κλεῖσαι ἐστὶ τὸ

ἀσφαλίσαι· Ὅμηρος (l. c.)·

ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι.

Lex. rhet.

<ἀναφορά> (Eur. Or. 414 ?)· τὸ ἀνενεγκεῖν ἔκ τινος πταίσματος.

Lex. rhet.

<ἀναθέσθαι> (Plat. Hipparch. 229e)· ἀναλαβεῖν τὰ λελεγμένα

καὶ μηκέτι ταῦτα λέγειν. Lex. rhet.

<ἀνακογχυλιάσαι> (Plat. Symp. 185d)· τὸ ἀνακλῦσαί πως

τὴν φάρυγγα ὑγρῷ τινι Z201. Lex. rhet.

<ἀνηνέχθη> (Men. Com. Fr. 369, Theopomp. Com. Fr. 67)· ἀντὶ

τοῦ ἀνήνεγκεν. Ἡρόδοτος (1, 116, 2)· «ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ

χρόνον ἄφθογγος ἦν· μόγις δέ ποτε ἀνενεχθεὶς εἶπεν». Ὅμηρος (Τ 314)·

μνησάμενος δ' ἁδινῶς ἀνενείκατο φώνησέν τε,

9

ἀντὶ τοῦ ἀθρόως καὶ ἐλεεινῶς ἀνεστέναξεν, 〈καὶ〉 ἀνέπνευσεν Z216.

Lex. rhet.

<ἀνδανία>· πόλις Μεσήνης· τὸ ἐθνικὸν Ἀνδανιεύς (Philo Bybl.

FGH 790 F 16). ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός·

τοῦτον 〈δὲ〉 οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες,

ὡς μόλις ἐκράτησαν, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιπούς

ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐνηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν.

Ἀνδανιάς τὸ θηλυκόν Z183. St. Byz.

<Ἄνδειρα> (Strab. 13, 1, 56)· πόλις, οὐδετέρως, ἐν ᾗ (l. c.)

«λίθος, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς

ἀποστάζει ψευδάργυρον, εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος». Ἀνδειρηνός

καὶ Ἀνδειρηνή. St. Byz.

<Ἄνδρος>· νῆσος μία τῶν Κυκλάδων· ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου.

Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος Z183. St. Byz.

<Ἀνεμούριον>· πόλις Κιλικίας· κεῖται δὲ ἐφ' ὑψηλοῦ τόπου.

παρὰ τὸν ἄνεμον καὶ τὸ οὔριον εἰκὸς λέγεσθαι. Ἀνεμουριεύς καὶ †

Ἀνεμούριον Z191. St. Byz.

<Ἀνεμώρεια>· πόλις Φωκίδος· Ὅμηρος (Β 521)·

οἵ τ' Ἀνεμώρειαν ἀμφενέμοντο.

ὁ πολίτης Ἀνεμωρεύς ὡς 〈Λυκώρεια〉 Λυκωρεύς. St. Byz.

<Ἀνήτουσσα> (Alex. Polyhist. FGH 273 F 115)· πόλις Λιβύης·

ὁ πολίτης Ἀνητουσσαῖος. St. Byz.

<Ἀνθήνη> (Charax FGH 109 F 49)· πόλις Λακωνική. ὁ πολίτης

Ἀνθανεύς Z184. St. Byz.

<Ἄνθεια> (Philo Bybl. FGH 790 F 25)· πόλις Πελοποννήσου.

Ἀνθεύς. ἔστι καὶ ἑτέρα τοῦ Πόντου (Phileas Ath.) ἔστι καὶ Ἰταλίας

〈ἄλλη〉. St. Byz.

<Ἀνθεμοῦς>· πόλις Μακεδονίας, ἀπὸ Ἀνθεμοῦντος. Ἀνθεμούσιος

καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη. St. Byz.

<Ἀνθηδών> (B 508)· πόλις Βοιωτίας· ἀπὸ Ἀνθηδόνος τινός.

〈ὁ πολίτης〉 Ἀνθηδόνιος. ἔστι 〈δὲ〉 καὶ ἑτέρα πλησίον Γάζης· ὁ πολίτης

Ἀνθηδονίτης. St. Byz.

10

† <Ἀνθήνη>· κώμη· Ἡρόδοτος (7, 200, 2). Ἡρωδιανὸς

(I 322, 13) δὲ πόλιν φησίν. Ἀνθηναῖος. St. Byz.

<Ἄνθιον> (Asin. Quadrat. FGH 97 F l)· πόλις Ἰταλίας.

Ἀνθιανός. St. Byz.

<Ἄνθυλλα> (Hdt. 2, 98, 1)· πόλις Αἰγύπτου. Ἀνθυλλαῖος.

St. Byz.

<ἀνία>· τὰ διὰ τοῦ ν̅ι̅α̅ μακρὸν ἔχοντα τὸ α̅, μὴ ἔχοντα ῥῆμα

ἀντιπαρακείμενον διὰ τοῦ ε̅υ̅ω̅, διὰ τοῦ ι̅ γράφονται, 〈οἷον〉 μανία

πενία 〈ξενία λειμωνία〉 ῥοδωνία, 〈ἃ καὶ λειμωνιά καὶ ῥοδωνιά καὶ

κρινωνιά καὶ ἰωνιά ὀξυτόνως γράφονται, ὡσαύτως〉 ἰσωνία, σημαίνει

δὲ τὸ μὲν τὸν τῶν ῥόδων τόπον, τὸ δὲ τὴν ἴσην πρᾶσιν 〈ἀπὸ τοῦ

ἴσον καὶ τοῦ ὠνῶ, τὸ πιπράσκω,〉 ἰμωνία, τὸ ἀντλητήριον, οὕτως καὶ

ἀνία. πρόσκειται «μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ε̅υ̅ω̅»

διὰ τὸ ἑρμηνεία σαλακωνεία, σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται

«μακρὸν ἔχοντα τὸ α̅» διὰ τὸ σαφήνεια εὐμένεια εὐγένεια ἀπήνεια.

τὸ μνεία οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ἔστιν ἀπὸ τοῦ ν̅ι̅α̅. Choerob. Orth.

169, 1.

<ἀνιῶμαι> διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα

Z216. Lex. Synt.

<ἀνιστάμενος ἕωθεν> (Plat. Charm. 155b), καίτοι φησὶ

(cf. Ammon. De diff. α 50) μὴ λέγεσθαι ἀνίστασθαι ἐπὶ τῶν ἀφυπνισμένων,

ἀλλὰ μόνως ἐγείρεσθαι, εἰ μὴ ἄρα προσυπακουστέον τὸ ἀνιστάμενος

ἐκ τῆς κλίνης. Lex. Synt. ?

<Ἄννα> (Jos. Ant. Jud. 5, 1, 12)· πόλις τῆς Ἰουδαίας.

Ἀννίτης, καὶ Ἀννιανός ἀπὸ τοῦ Ἀννία Z173, 179. St. Byz.

<Ἀνταιούπολις>· πόλις ἐν Αἰγύπτῳ Ἀνταιουπολίτης.

St. Byz.

<Ἄντανδρος>· πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ, ἀπὸ

Ἀντάνδρου στρατηγοῦ Αἰολέων. Ἀντάνδριος. St. Byz.

<Ἄντεια>· πόλις Ἰταλίας. Ἀντεάτης ὡς Ἀρδεάτης. ἔστι καὶ

Ἄντιον τὸ οὐδέτερον Ἀντιεύς ὡς 〈Σ〉ουνιεύς. St. Byz.

11

<Ἀντισάρη>· πόλις 〈***〉· Ἡρωδιανός (II 191, 2).

St. Byz.

<Ἄντισσα> (Strab. 13, 2, 4)· πόλις Λέσβου, ἀφ' ἧς Τέρπανδρος

ὁ Ἀντισσαῖος, ὁ κιθαρῳδός Z185. St. Byz.

<ἄντρον>· τὸ σπήλαιον. τὸ τοπικὸν ἔδει ἀντρίτης, ὡς λίκνον

λικνίτης· εὕρηται δὲ ἀντραῖος (Eur. Fr. 13) καὶ ἀντραία Z193. St. Byz.

<Ἀντρών> (Β 697)· πόλις Θετταλίας· διὰ τὸ τοὺς τόπους

ἀντρώδεις εἶναι. (CPG I 185, 1) «Ἀντρώνιος ὄνος» St. Byz.

<ἀντιγραφεύς>· μέμνηται Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος

λέγων οὕτως (Or. 22, 70)· «ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι».

ἔστιν οὖν δοῦλός τις ἢ ἐλεύθερος, ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος

τρόπον γραμματέως, παρὰ τοῦτο δὲ καὶ ὠνομάσθη, ὅτι ἐπὶ τῶν

εἰσφερομένων ἀντιγράφεται. Lex. rhet.

<ἀνταρσία>· ἡ ἐξ ἐναντίας ἄρσις Z185. Lex. rhet.

<ἀντιλαχεῖν> (Dem. Or. 32, 27)· τὸ δίκην ἐπὶ διαιτητοῦ

λαχόντα ἐρήμην ὀφείλειν καὶ πάλιν περὶ τούτου δικάζεσθαι. Lex. rhet.

<ἀντικαταλλάξασθαι ἀντὶ τοῦδε>, τόνδε, καὶ ἐπὶ τῷδε

τιμήν, καὶ τοῦδε τόδε. Lex. Synt.

<ἀντίδικός> μοι κατέστης, καὶ ἀντίδικος πρός με καθέστηκεν

Z176. Lex. Synt.

<ἀντιβλέψας> αὐτοὺς καὶ αὐτοῖς, οἷον (loc. inc.)· «μηδέποτε

μηδὲ τοὺς πολεμ〈ί〉ους ἀντιβλέψας». Lex. Synt.

<ἀντιάζομεν>· (Fr. trag. inc. ?)

αὐτὸν ἀντιάζομεν.

Lex. Synt.

<ἀντιποιούμενος ἀρχῆς>· καὶ (Xen. Anab. 2, 3, 23 ?)

«ἀντιποιούμενος βασιλεῖ τῆς ἀρχῆς». Lex. Synt.

<ἀντίος>· τὰ διὰ τοῦ ε̅ι̅ο̅ς̅ πρὸ μιᾶς 〈τὸν τόνον〉 ἔχοντα 〈καὶ〉

ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α̅, μεθ' οὗ ἐπιφέρεται δύο σύμφωνα ἢ

καὶ πλείονα, διὰ τῆς ε̅ι̅ διφθόγγου γράφεται, 〈οἷον Βακχεῖος〉 ἀνδρεῖος

12

〈ἀστεῖος〉 Ἀργεῖος 〈ἀχρεῖος〉 Καδμεῖος, πλὴν τοῦ ἀντίος καὶ ἐναντίος.

εἰδέναι δὲ δεῖ, ὅτι τὰ μετὰ προθέσεως συντεθέντα ῥήματα, εἰ ἀλλοιοῦνται

τῷ σημαινομένῳ, ἔσωθεν κλίνονται, βάλλω καταβάλλω κατέβαλλον·

εἰ δὲ τηροῖτο ἐν ταύτῃ, ἔξωθεν κλίνονται, μύω καμμύω ἐκάμμυον,

εὕδω καθεύδω ἐκάθευδον· τὸ δὲ ἤθελον ἤμελλον καὶ τὰ ὅμοια Ἀττικά·

φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τοῦ παρῳχημένου. Cf. Choerob.

in Theod. 54, 12—55, 27.

<ἀντίξουν> (Agath. Hist. 2, 4)· ἐναντίον ἢ ἁρμόζον, οἷον

ἀντισούμενον, τροπῇ τοῦ σ̅ εἰς ξ̅ Z193. Et. Gud. α 532.

<Ἄνυσις> (Hdt. 2, 137, 1)· πόλις Αἰγύπτου. Ἀνυσίτης ὡς

Ὄασις Ὀασίτης Z187. St. Byz.

<Ἄνωλος>· πόλις Λυδίας· ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου

παιδός. οἱ πολῖται Ἄνωλοι, 〈καὶ〉 τὸ θηλυκὸν Ἀνωλιάς Z187. St. Byz.

15

<ἀνάβλησις> (Β 380)· ἀναβολὴ καὶ ὑπέρθεσις· ἀπὸ τοῦ βάλλω

βλῶ βλήσω βέβληκα βέβλημαι βέβλησαι βλῆσις καὶ ἀνάβλησις. ἢ

ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ ἀνάβλησις Z179. Et. gen. 761.

<ἀναδοιδυκίζει> (Fr. Com. adesp. 926)· ἀναταράττει· ἀπὸ

τοῦ δοίδυξ Z198. Et. gen. 762.

<ἀναζυγῶσαι> (Aristoph. Fr. 685)· ζύγωθρον—8 κλεῖσαι.

Et. gen. 764.

<Ἀνακληθρίς>· πέτρα—9 καθεσθεῖσα ἐπ' αὐτὴν— 10

ἀνακλήσεως Ἀνακληθρίδα τὴν πέτραν † κληθῆναι. Et. gen. 765.

<Ἀνακοί> (Fr. com. ?)· οἱ Διόσκουροι—16, 3 συνθέτως

16

εἴωθεν Ἀττικῶς ἀνακῶς καλεῖν Z167. Et. gen. 766.

<ἀνακῶς> (Hdt. 8, 109, 4; Thuc. 8, 102, 2)· ἐπιμελῶς,

πεφροντισμένως—7 ἀναχθείσης, ὡς 〈φύλαξ φύλακος ὁ〉 φυλακός—

10 φύλαξ ἢ ἅρπαξ ἢ ἄναξ γίνεται ἐπίρρημα. Et. gen. 767.

<ἀνεκυμβαλίαζον> (Π 379)· ἀνεκρότουν, 〈ἢ ἀνε-

τρέποντο·〉 ἀπὸ τοῦ κύμβαλον Z219. Et. gen. 768.

<ἀνάλογος>· παρὰ 〈τὸ〉 λόγος ἄλογος—18 γίνονται δὲ

πολλαὶ ἐν ταῖς συνθέσεσι—20 ἐπιστερήσεις. Et. gen. 769.

<ἄναλτος>· ἀηδής—17, 2 ἢ ἀνα〈υ〉ξὴς καὶ ἀτελής· παρὰ

18

τὸ † ἄλλω, τὸ αὐξάνω, —1 ἐπιφέρει (σ 113)·

ὃς τοῦτον τὸν ἄναλτον.

παρὰ τὸ ἅλις, τὸ σημαῖνον τὸ δαψιλές, γίνεται—4 ἄναλτος. Et.

Gen. 770.

<ἄναλκις> (Β 201)· ὄνομα σύνθετον· ἔστιν ἀλκή, καὶ

ῥῆμα ἀλκῶ, τὸ βοηθῶ, ὁ μέλλων ἄλξω, ὄνομα ῥηματικὸν ἄλξις

καὶ ἔπαλξις. ἐκ τοῦ οὖν ἀλκῶ 〈ἄλξω ἄλξις, καὶ τροπῇ τοῦ ξ̅

εἰς τὸ συγγενὲς κ̅ ἄλκις· καὶ γὰρ τὸ ξ̅ ἐκ τοῦ κ̅ καὶ σ̅ σύγκει-

ται· ἄλκις οὖν καὶ μετὰ τοῦ στερητικοῦ α̅〉 καὶ πλεονασμῷ τοῦ

ν̅ ἄναλκις. 〈ἢ ὥσπερ ἀπὸ τοῦ ἀκή ἀκίς, οὕτως ἀλκή ἀλκίς καὶ

μετὰ τῆς στερήσεως καὶ τοῦ πλεονασμοῦ ἄναλκις.〉 καὶ κλίνεται

ἀνάλκιδος· τὰ εἰς ι̅ς̅ βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προση-

γορικὰ διὰ τοῦ δ̅ο̅ς̅ κλίνονται, κύρια μὲν 〈οἷον〉 Ἀδώνιδος 〈Πά-

ριδος〉, παρώνυμα δὲ ἀνάλκιδος 〈ἄκιδος〉. Et. Gud. α 432.

<ἀναπαυόμενον ὕδωρ>· πηγὴ ἐν Δωδώνῃ, ὅτι οὐκ

ἀέναον—19, 3 τὰς δὲ ἄλλας ὥρας συνεχῶς φέρεται, ὥσπερ ἐπὶ—

4 ἀπολειπόντων. Et. gen. 774.

20

<ἀνάρρυσις> (Ar. Pac. 890)· ἡ θυσία—2 τὰ ἄνω.

〈ὅπερ ὁ Ὅμηρος (Α 459)·

αὖ ἐρύειν

λέγει, ἤγουν εἰς τοὐπίσω ἕλκειν· ἔστι δὲ καὶ ἀνερύειν.〉 Et.

gen. 775.

<ἀνάσσω>· ὡς πατῶ πατάσσω, ἀνῶ ἀνάσσω, ὃ σημαίνει

τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ. Et. gen. 776.

<ἄναξ>· παρὰ τὸ ἄνω τάξιν—10 πάντα φέρομεν. σημαίνει

δὲ τὸν βασιλέα (Β 334), καὶ τὸν οἰκοδεσπότην (α 397)·

αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο·

〈σημαίνει δὲ καὶ τὸν φύλακα (Soph. Fr. 775)〉 f Z167. Et. gen. 777.

<ἀναστήσειεν> (Α 191)· ἀναστάτους καὶ φυγάδας ποιή-

σειεν· ἐκ τοῦ ἵστημι. Et. gen. 778.

22

<ἀνασταδόν> (Ι 671)· ἐπίρρημα ποιότητος, ἀντὶ τοῦ

ἀναστάντες· ἀπὸ τοῦ ἵστημι ἵσταμαι σταδόν 〈καὶ ἀνασταδόν〉

Z226. Et. gen. 779.

<ἀνασφῆλαι> τὸ—7 καὶ (Stes. Fr. 253)

ἐρίσφηλος,

ὁ Ἡρακλῆς f Z206. Et. gen. 780.

<Ἀνάχαρσις>· ὁ Σκύθης—11 χάριν, ἤγουν 〈τὴν〉

χαράν Z169. Et. gen. 781.

<ἄναυρος> (Dion. Per. 1118)· ὁ ἐξ ὑετῶν συνιστάμενος

ποταμός· παρὰ τὸ μὴ ἔχειν αὔραν. Et. gen. 782.

<ἀνάγκη>· παρὰ τὸ ἄγω ἄγη, καὶ πλεονασμῷ τοῦ κ̅

〈ἄγκη καὶ μετὰ τῆς ἀνά〉 ἀνάγκη. ἢ παρὰ τὸ ἀνάσσω, ἡ πάν-

των ἀνάσσουσα f Z178. Et. gen. 783.

24

<ἀναλῶ>· ἐξ οὗ—5 ἀαλῶ, τουτέστι τὸ τὰ συνηθροισμένα

διασκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν̅ ἀναλῶ, ὡς αἴτιος ἀναίτιος·

ἐκ δὲ τοῦ ἀναλῶ παράγωγον ἀναλίσκω. ἢ παρὰ τὸ ἅλις ἐπίρρημα

Z202. Et. gen. 784.

<ἀναλωτικός>· ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτικός· τοῦτο

παρὰ τὸ ἀναλῶ. Et. gen. 785.

<ἀνάρσιος>· ὁ ἀνάρμοστος—13 ὁ μέλλων 〈ἀρῶ, 〉 Αἰο-

λικῶς ἄρσω—13 ἀνάρσιος Z168. Et. gen. 786.

<ἄνασσα>· οὐκ—19 ἀμφιέλισσα. Et. gen. 787.

26

<ἀναφαίρετον>· 〈ἀΐδιον·〉 ἀπὸ τοῦ ἀφαιρῶ ἀφαίρε-

τον καὶ ἀναφαίρετον πλεονασμῷ τοῦ ν̅, ὡς ἐπὶ τοῦ ἀναιδής· τὸ

δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ, τὸ λαμβάνω Z189. Et. gen. 788.

<ἀναψύχω> (Ν 84)· ψύχω τὸ ἀνακτῶ καὶ ἀναλαμβάνομαι

Z208. Et. gen. 789.

<ἀνὰ δρυμά> (Euphor. Fr. dub. 177, 3 Powell)· ἀπὸ τοῦ

δρυμός. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν 〈τοὺς〉 δρυμούς καὶ κατὰ

μεταπλασμὸν δρυμά· τὸ δὲ δρυμός ἀπὸ τοῦ δρῦς, δρῦν γὰρ ἐκά-

λουν πᾶν ξύλον. Et. gen. 790.

<ἀναλογία> ἀπὸ τοῦ λόγος—27, 7 τὸν πεπηρωμένον Z184.

Et. gen. 791.

<ἀνάπλεων>· ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος, καὶ μετὰ

τοῦ στερητικοῦ α̅ ἄπλεως, ὁ ἐνδεής, καὶ μετὰ προσθήκης 〈τῆς〉

ἑτέρας στερήσεως καὶ πλεονασμῷ τοῦ ν̅ ἀνάπλεως· ἥτις ἐν τοῖς

τοιούτοις προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν δηλοῖ, ἀλλ'

οὐ στέρησιν Z168. Et. gen. 792 + 948.

<ἀναθηλήσει> (Α 236)· παρὰ τὸ ἀναθηλῶ· ἢ παρὰ

τὸ θάλλω, ὁ μέλλων θαλῶ καὶ θαλήσω, 〈καὶ〉 τροπῇ τοῦ α̅ εἰς

η̅. τοῦτο παρὰ τὸ θηλή, τοῦτο παρὰ τὸ θῶ, τὸ θηλάζω Et. gen.

793 + Et. Gud. α 422.

<ἀναπλήσεις> (Δ 170)· ἐκ τοῦ πλήθω πλήσω πλήσεις

καὶ ἀναπλήσεις. Et. gen. 794.

<ἀναπρήσας> (Ι 433)· ἐκ τοῦ πλήθω ἀναπλήσω, τροπῇ

τοῦ λ̅ εἰς ρ̅ ἀναπρήσω· οἱ γὰρ κακοῖς τισι συνεχόμενοι πνεύματος

28

τὰς γνάθους πληροῦντες τὰς ἐκφυσήσεις ἀποτελοῦσι Z205. Et.

gen. 795.

<ἀναπνεύσωσιν> (Π 42)· ἀναπνέω ἀναπνεύσω πλεο-

νασμῷ τοῦ ω̅ κατὰ τὸν μέλλοντα, ἐπειδὴ τὰ διὰ τοῦ ε̅ω̅ ἐπὶ δευ-

τέρου καὶ τρίτου προσώπου συναίρεσιν δεχόμενα πλεονάζουσι τὸ

υ̅ κατὰ τὸν μέλλοντα. 〈ἔστι δ' ὅτε καὶ κατὰ τὸν ἐνεστῶτα, ὡς

τὸ χεύω καὶ θεύω, τὸ τρέχω〉 Z205. Et. gen. 796.

<ἀνασχέσθαι> (Δ 511)· ἀνέχω ἀνέξω, ὁ δεύτερος ἀόρι-

στος ἀνέχον, πλεονασμῷ τοῦ σ̅ ἀνέσχον· ὁ μέσος δεύτερος ἀόριστος

ἀνεσχόμην ἀνέσχου ἀνέσχετο ἀνασχέσθαι Z206. Et. gen. 812 + 798.

<ἀναγκάζω>· ἀπὸ τοῦ ἄναξ † ἄνακτος, ἐξ οὗ—14

ἀναγκάζω. Et. gen. 799.

<ἀνάκτορα>· οὐ πεποίηται—29, 2 τῶν † ῥημάτων παρά-

κειται οὐδετέρου παρασχηματισμός—3 ἀνάκτορος. Et. gen. 800.

30

<ἀναδούμενος>· δέω δέομαι δεόμενος καὶ κατὰ συναί-

ρεσιν ἀναδούμενος Z198. Et. gen. 802.

<ἀναρροιβδεῖ> (μ 104)· ἀντὶ τοῦ ἀναρροφεῖ—10 εἰς

τὸ ψιλὸν † δ̅ Z206, 212. Et. gen. 803.

<ἀναρριχᾶσθαι>· ἀναρριχάω ἀναρριχῶ ἀνηρρίχαον ἀ-

νηρρίχων· σημαίνει δὲ τὸ ἀναδίδοσθαι—18 τοῖς ποσὶ καὶ ταῖς

χερσὶν—31, 5 ἀναρριχᾶσθαι ἤ ἐστι ῥίον, τὸ ἀκρωτήριον, ἐκ τούτου

31

γίνεται ῥιᾶσθαι ἀναρριᾶσθαι καὶ 〈πλεονασμῷ τοῦ χ̅〉 ἀναρριχᾶσθαι

Z206. Et. gen. 805.

<ἄνα> (Ι 247)·

ἀλλ' ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν,

ἀπὸ τοῦ—10 τοιούτων Z194. Et. gen. 806.

<ἀναίνετο> (Σ 500)· ἀπηρνεῖτο· ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω

καὶ ὁρμῶ ὁρμαίνω 〈καὶ〉 ὑφῶ ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ

οὗ καὶ τὸ ἀρνοῦμαι, —16 ἀναίνομαι. ἢ παρὰ τὸ ναὶ—17 ἀναίνω. ἢ

παρὰ τὸ αἰνῶ καὶ—18 ἐπαινῶ καὶ οὐ συγκατατίθεμαι f Z203. Et. gen. 807.

<ἀναπεμπάζεσθαι> (Plat. Legg. 4, 724b ?)· ἐπαναλαμβάνεσθαι

ἢ ἀναλέγεσθαι· ἐκ τοῦ πέμπω Z203. Et. gen. 808.

34

<ἀναίδεια> (Α 149)· παρὰ τὸ ἀναιδής ἀναίδεια· τὸ δὲ

ἀναιδής παρὰ τὸ ἀναιδῶ. Et. gen. 809.

<ἀναίδητος> (Ap. Rh. 3, 360)· παρὰ τὸ αἰδῶ αἰδέσω καὶ

αἰδήσω αἰδητός καὶ ἀναίδητος. 〈τὸ δὲ ἀναιδῶ παρὰ τὴν ἀνά πρόθεσιν

καὶ τὸ αἰδῶ· τοῦτο παρὰ τὸ στερητικὸν α̅ καὶ τὸ εἴδω, τὸ βλέπω,

ἐκβολῇ τοῦ ε̅ καὶ κράτει τοῦ α̅ καὶ ι̅ αἰδῶ.〉 Et. gen. 811.

<ἀναχασσάμενος> (Η 264)· ἀπὸ τοῦ ἀναχάζω, 〈ὃ σημαίνει

τὸ ὑποχωρῶ〉. Et. gen. 813.

<ἀναβέβρυκεν> (Ρ 54)· ἀναπέπωκεν. ἂν δὲ ἀναβέβρυχεν,

ἔστιν 〈ἀντὶ τοῦ〉 ἀναβρύει Z195. Et. gen. 759.

<ἀν δὲ νάκην> (ξ 530)· ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κεῖται

κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης Z184. Et. gen. 814.

<† ἀνδριφόντης> (Β 651)· 〈ὁ φονεύων τοὺς ἄνδρας·〉 ἀπὸ

τῆς ἀνδρί δοτικῆς καὶ τοῦ φένω, τὸ φονεύω Z170. Et. gen. 815.

<Ἀνδρόγεω>· Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω, 〈ὡς Μενέλεως

Μενέλεω〉. Et. gen. 816.

<ἀνδράγρια> (Ξ 509)· τὰ σκῦλα· ἢ ὅτι ἀπὸ 〈τῶν〉 ἀνδρῶν

ἀγρεύεται. προπαροξύνεται ὡς τὸ ζωάγρια Z190. Et. gen. 817.

<ἄνδηρα> (Hyp. Or. Fr. 113)· τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν—36, 1

36

ἄνω εἶναι τῶν διερῶν, τουτέστι τῶν διύγρων Z190. Et. gen. 818.

<Ἀνδάνεια>· πόλις Μεσήνης, —5 ἀρέσκειν. Et. gen.

819.

<ἀνδίκτης> (Call. Fr. 177, 33)· εἶδος παγίδος· παρὰ τὸ

δίκειν, τὸ βάλλειν, ἔνθεν καὶ δίσκος ὁ ῥιπτούμενος Z170. Et. gen. 820.

<ἀνδρακάς> (ν 14)· ἐπίρρημα· —14 γενικὴν καὶ τὸ

ἕκαστος, συγκοπῇ ἑκάς, ἀνδροεκάς καὶ κατὰ συγκοπὴν ἀνδροκάς

καὶ τροπῇ ἀνδρακάς, ὡς κυνόμυια κυνάμυια Z226. Et. gen. 821 + 822.

38

<ἀνδρόμεος> (Λ 538)· ἀπὸ—12 παραγωγῇ κτητικῶς

ἀνδρόμεος Z170. Et. gen. 825.

<ἀνδροτῆτα> (Π 857)· ἀνδρείαν· ἀπὸ τῆς ἀνδρός γενι-

κῆς ἀνδροτής ἀνδροτῆτος Z184. Et. gen. 826.

<ἀνενδοιάστως>· ἀπὸ τοῦ ἀνενδοιάζω, τοῦ σημαίνον-

τος τὸ ἀμφιβάλλω—39, 6 συναυλίζομαι (Ps. 140, 4)·

καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ,

ἀντὶ τοῦ—39, 8 ἀνενδοιάζω γίνεται ἐκ τοῦ δοάζω, τοῦ σημαίνοντος

τὸ ἀμφιβάλλω καὶ 〈τὸ〉 δοκῶ (Ν 458)·

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι.

λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σ̅σ̅ εἰς ζ̅ δοάζω, ὡς

νίσσω νίζω· δοάζω οὖν καὶ δοιάζω πλεονασμῷ τοῦ ι̅ f. Et. gen. 827.

40

<ἀνδρόκμητος> (Λ 371)· ἀπὸ τοῦ καμεῖν—3 κεκμη-

κὼς κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον· ἢ ὃν

ἄνδρες μετὰ καμάτου ἐποίησαν. Et. gen. 828.

<ἄνεται> (Κ 251)· τελειοῦται· ἐκ τοῦ ἄνω, τοῦ σημαί-

νοντος τὸ πράττω καὶ τελειῶ, τὸ παθητικὸν ἄνομαι, τὸ τρίτον

ἄνεται Z221, Et. gen. 830.

<ἀνδροκτασίας> (Η 237)· ἐκ τοῦ κτῶ, τὸ φονεύω,

παράγωγον κτῆμι, ὁ μέλλων κτήσω ἔκτηκα ἔκταμαι ἔκτασαι κτά-

σις κτασία, καὶ μετὰ τῆς ἀνδρός γενικῆς ἀνδροκτασία Z184. Et.

gen. 831.

<ἀνέδην> (Aesch. Suppl. 14)· σημαίνει τὸ ἀναστάτους εἶναι·

παρὰ τὸ ἕδος ἕδην καὶ ἀνέδην, τὸ ἄνευ ἕδους· Αἰσχύλος (l. c.)·

φεύγειν ἀνέδην·

κατὰ στέρησιν τοῦ ἑδράσαι, ὅ ἐστιν ἱδρύσαι, οἷον ἀναστάτους γε-

νομένας ἐκ τοῦ ἕδους ἀνεστηκυίας. ἢ παρὰ τὸ ἕω, τὸ ἀφίημι, ἕδην καὶ

ἀνέδην, ὡς κλέπτω κλέβδην, 〈κρύπτω κρύβδην〉 Z225. Et. gen. 832.

<ἀνέεργεν> (Γ 77)· ἐκώλυεν· ἀπὸ τοῦ εἴργω 〈εἶργον〉

εἶργεν, 〈ἐν〉 διαλύσει τῆς ε̅ι̅ διφθόγγου ἔεργεν 〈καὶ ἀνέεργε, τὸ

ἐκώλυεν〉 Z219. Et. gen. 833.

42

<ἀνεμώλιος> (Ε 216)· ὁ μάταιος· παρὰ τὴν † ἄνεμος

γενικὴν—7 οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων ὀλλύμενα. ἢ ἀντὶ

τοῦ ἀνεμοφόρητα (Δ 355), ἀνέμοις ἐοικότα Z191. Et. gen. 836.

<ἀνεμώνη>· τὸ ἄνθος· —13 ἀνέμῳ Z184. Et. gen. 837.

<ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον>· παρὰ τὸ

ἄνεμος καὶ τὸ οὖρος, ὃ σημαίνει τὸ αὐτό Z191. Et. gen. 839.

† <ἀνελίνυον> (Ap. Rh. 1, 862)· ἐνδίδωμι, ἀναπαύο-

μαι παρὰ τὸ εἰλῶ, ἵν' ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι· εἰλῶ εἰλίνω

καὶ ἐλίνω καὶ ἐλινύω. εἰς δὲ τὸ † Ῥῆμα εὗρον σημαίνειν τὴν

λέξιν τὸ στρατεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας (Hdt. 1, 67, 5).

ἐλίνυον (Ap. Rh. 1, 862)· διέτριβον, ἀνεστρέφοντο, περιεφέροντο·

ἀπὸ τοῦ λίνου εἴρηται (l. c.)·

δηρὸν δι' ἀνελίνυον αὖθι μένοντες

Z212. Et. gen. 834 + Et. gen. s. v. ἐλινύω.

44

<ἄνεως> (Β 323)· ὁ ἄφωνος, 〈οἷον (Ι 30 ? ψ 93 ?)·

ἄνεω δ' ἔσταν.〉

ἔστιν ἰά, ἡ φωνή, 〈ἴα δὲ ἡ πορεία, ὅθεν καὶ ὁ † λόξιος, ὁ λοξὴν

τὴν ἴαν ποιούμενος,〉 καὶ πλεονασμῷ τοῦ ω̅ 〈ἰωά καὶ〉 ἰωή διὰ

τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄνιος—5

ἄνεος· καὶ Ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὔω τοῦ σημαίνοντος—7

καὶ Ἀττικῶς ἄνεως ὡς ναός νεώς Z171. Eg. gen. 840.

<ἀνέπαλτο> (Θ 85)· πάλλω, τὸ πηδῶ, πάλλομαι ἐπαλ-

λόμην ἐπάλλου ἐπάλλετο καὶ κατὰ συγκοπὴν ἔπαλτο καὶ ἀνέπαλτο

Z212. Et. gen. 841.

<ἀνέδεντο>· δέω δέσω δέδεκα δέδεμαι ἐδεδέμην ἐδέδεντο καὶ

ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δ̅ε̅ ἀνέδεντο Z212. Et. gen. 842.

<ἄνετος>· παρὰ τὸ ἵημι τὸ σημαῖνον τὸ πέμπω ἑτός καὶ

ἄφετος καὶ ἄνετος Z171. Et. gen. 843.

46

<ἀνέγναμψαν> (ξ 348)·

αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν,

ἀνέλυσαν· ὅταν γὰρ δεσμῶσι—7 ἀνακάμπτονται δὲ καὶ † ἀνα-

λύονται, ὅταν ἀναλύωνται. ἀπὸ τοῦ γνάμπτω, τοῦτο παρὰ τὸ

γόνυ γονάπτω καὶ γνάμπτω γνάμψω ἀνέγναμψαν Z212. Et. gen. 845.

<ἀνεῳγμένος> (Ps. 5, 10)· οἴγω οἴξω 〈ᾦχα〉 ᾦγμαι

καὶ—17 ἀνέῳγμαι, ἡ μετοχὴ ἀνεῳγμένος Z213. Et. gen. 848.

<ἀνέσχεθεν> (Η 412)· ἀνέτεινε· σχέθω, τὸ κωλύω,

ἔσχεθον ἔσχεθε καὶ ἀνέσχεθε Z214. Et. gen. 846.

<ἀνέσταν> (Α 533)· ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην,

48

τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν—3

ἀνέσταν Z214. Et. gen. 849.

<ἀνέδυ> (Α 359)· ἀνῆλθεν, ἀνέβη· ἔστι δύω, παράγωγον

δῦμι, ὁ δεύτερος ἀόριστος ἔδυν, τὸ τρίτον ἔδυ καὶ ἀνέδυ Z214. Et.

gen. 850.

<ἀνεκτά> (Α 573)· ἀνασχετά· ἐκ τοῦ ἀνέχω ἀνέξω ἀνεῖχα

ἀνεῖγμαι ἀνεῖξαι ἀνεῖκται καὶ ἀφαιρέσει τοῦ ι̅ ἀνεκτός καὶ ἀνεκτά

Z191. Et. gen. 851.

<ἀνέστιος> (Ι 63)· ἑστίαν μὴ ἔχων, ἅοικος Z171. Et.

gen. 847.

<ἀνεπαφρόδιτος> (Fr. Com. inc. novum)·

κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ

ἀνεπαφρόδιτα προσμάττεις φιλήματα·

ὁ ἀηδὴς καὶ μὴ ἐπιχαρής, ἀπὸ τοῦ Ἀφροδίτη Z190. Et. gen. 852.

<ἀνέῳγε> (Π 221)· μέσος παρακείμενος· ἀνοίγω ἤνῳγα,

〈ὡς ἠνώρθουν καὶ ἠνώχλουν ἐπαυξήσει διπλῇ,〉 προσθέσει τοῦ

ε̅ καὶ συστολῇ τοῦ η̅ ἀνέῳγα 〈ἀνέῳγεν. εἰ δέ ἐστιν ἀπὸ τοῦ οἴγω

καὶ οὐκ ἀπὸ τοῦ ἀνοίγω, κανονίζεται οὕτως· οἴγω οἴξω ᾦχα

ᾦγα, Ἀττικῶς ἔῳγα καὶ συνθέσει τῆς ἀνά ἀνέῳγα〉 Z213. Et.

gen. 853.

50

<ἀνεκήκιεν> (Η 262)· 〈Ὅμηρος (l. c.)·

μέλαν δ' ἀνεκήκιεν αἶμα·〉

ἀνέφερεν, ἀνεδίδου—5 κικίω ἐκίκιε καὶ τροπῇ Ἰωνικῇ τοῦ ι̅

εἰς η̅ ἐκήκιεν. 〈ἢ οὕτως· κίω, τὸ πορεύομαι, ὁ παρατατικὸς ἔκιον

ἔκιες ἔκιε, πλεονασμῷ τῆς κ̅η̅ καὶ ἐκτάσει ἀνεκήκιεν〉 Z220, 221. Et.

gen. 854.

<Ἀνεκυμβαλίαζον> (Π 379)· ἀνεκρότουν ἢ ἀνετρέ-

ποντο. ἀνακυμβαλιάζω Z219. Et. gen. 855.

<ἀνήλατος> (Anacr. Fr. 145 Gentili)· ὁ ἀπειθής, ἀπὸ

τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς. ἐλαύνω ἐλάσω

〈ὡς πιάνω πιάσω, οἷον (Ev. Jo. 21, 3)· «ἐκείνῃ τῇ νυκτὶ

ἐπίασαν οὐδέν»· ἢ ἐλάω ἐλῶ ἐλάσω〉 ἤλακα 〈ὡς θεάω θεῶ

τεθέακα〉 ἤλασμαι ἤλασαι ἤλασται ἠλαστός, καὶ ἀνήλατος ἀπο-

βολῇ τοῦ σ̅ EM 1379, Z171. Et. gen. 856.

52

<ἀνήλιπος> (Theocr. Id. 4, 56)· ἀνυπόδητος—3 στερη-

τικόν Z171. Et. gen. 857.

<ἀνήνηται> (Ι 510)· ἀναίνω ἀνανῶ, ὁ ἀόριστος ἤνηνα,

τὸ ὑποτακτικὸν ἐὰν ἀνήνω, 〈τὸ ὑποτακτικὸν παθητικὸν〉 ἐὰν

ἀνήνωμαι, ἐὰν ἀνήνηται. 〈ἢ οὕτως· ὁ ἀόριστος ἤνηνα, ὁ μέσος

ἠνηνάμην, τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν ἀνήνωμαι. ὁ κανών·

πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ πρώτου προσώπου τὸ μ̅ κλίνε-

ται τρέπον τὴν ἐσχάτην εἰς μ̅α̅ι̅ καὶ ἐν τῇ παραληγούσῃ προσλαμ-

βάνον τὸ ω̅ μέγα ὑποτακτικὸν παθητικὸν ποιεῖ〉 EM 1380. Et.

gen. 858.

<ἀνήρεις> (Aesch. Fr. 218)· ἀνάνδρους· ἐκ τοῦ ἄνω,

τὸ πράττω Z172. Et. gen. 859.

<ἀνηρίναστος>· ὁ μὴ κρατῶν—12 ἐρινεῶν Z172. Et.

gen. 860.

54

<ἀνήνοθεν> (Λ 266)· ἐκ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ

πέμπω, ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος ἦθα καὶ πλεονασμῷ

τῆς ν̅ο̅ συλλαβῆς ἀνήνοθα. ἢ οὕτως· ἐκ τοῦ θέω, τὸ τρέχω, κατὰ

μετάθεσιν ἔθω καὶ ἀνέθω, ὁ μέσος παρακείμενος ἤνοθα καὶ ἀνήνοθα

ἀνήνοθας ἀνήνοθεν. Et. gen. 861 + 870.

<ἄνηστις>· παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος τῶν σιτίων.

Et. gen. 863.

55

<ἀνῆκεν> (Β 71)· ἵημι, ὁ μέλλων ἥσω, ὁ ἀόριστος ᾗκα ἀνῆκα.

σεσημείωται τὸ ἔθηκα ἔδωκα ἧκα. 〈τῶν πληθυντικῶν τὸ πρῶτον

ἀνήκαμεν, συγκοπῇ ἀνῆμεν· ἢ ὁ δεύτερος ἀόριστος ἀνῆν, τὸ πληθυντικὸν

ἀνῆμεν〉 f Z215. Et. gen. 865.

<ἀνήῃ> (Β 34)·

μελίφρων ὕπνος ἀνήῃ.

〈ἀν〉ίημι, ὁ δεύτερος ἀόριστος 〈ἀν〉ῆν, 〈ἡ μετοχὴ ἀνείς ἀνέντος, τὸ

ὑποτακτικὸν〉 ἐὰν 〈ἀν〉ῶ, ἐὰν ἦς, 〈τὸ τρίτον〉 ἐὰν 〈ἀν〉ῇ καὶ πλεονασμῷ

τοῦ η̅ ἀνήῃ Z215. Et. gen. 867.

56

<ἀνήγκακα>· ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα

καὶ καθ' ὑπερβιβασμὸν ἀνήγκακα. ἢ ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαί-

νοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τού〈του〉 ἀγκάσω ἤγ-

κακα καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. Et. gen. 868.

<ἀνήνασθαι> (Η 93)· ἀναίνω ἀνανῶ ἤνηνα ἠνηνάμην

ἠνήνατο καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι Z215. Et. gen. 869.

<ἀνείκαστος>· ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ ἀνείκαστος

πλεονασμῷ τοῦ ν̅ F. Et. gen. 871.

<ἀνήκεστον> (Ε 394)· ἀθεράπευτον· ἀκῶ, τὸ θερα-

58

πεύω, ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, ἤκεκα ἤκεσμαι ἤκεσται

ἠκεστός ἀήκεστος καὶ ἀνήκεστος. Et. gen. 873.

<ἄνηθον>· παρὰ τὸ ἄνω θεῖν Z192. Et. gen. 874.

<ἀνηρείψαντο> (Υ 234)· ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου

ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω, 〈καὶ〉 ἀνερέπτω καὶ

—18 ἀνηρείψαντο Z215. Et. gen. 876.

61

<Ἀνθεμοῦς>· 〈καὶ〉 χωρίον—60, 4 ἀνθέων, ὅθεν καὶ τὸ 〈ἀν-

θεμόεις〉 ἀνθεμόεντος. Et. gen. 878.

<ἀνθέρικος> (Υ 227)· παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος

καὶ ἀνθέρικος. 〈ἢ ἀνθέριξ ἀνθέρικος μετενεχθείσης εἰς εὐθεῖαν τῆς

γενικῆς〉 Z173. Et. gen. 879.

<ἄνθραξ>· παρὰ τὸ θέρω θέραξ καὶ † ἀνθέραξ καὶ συγκοπῇ

ἄνθραξ Z173. Et. gen. 880.

<Ἄνθεια>· ἡ Ἥρα, ὅτι ἀνίησι τοὺς καρπούς. Et. gen. 877.

<ἄνθος>· παρὰ τὸ—1 αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ

ἐτυμολογίαι—3 πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη οὐ λέγον-

ται—5 ὄφεις, ὅπερ—6 τοῦτο ποιεῖ, ἔλαφος λέγεται· ἡ γὰρ δί-

κταμος—7 καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος f Z192. Et. gen. 882.

<ἀνθοσμίας> (Ar. Ran. 1150. Fr. 351)· ὁ ἀνθέων ὀσμὴν ἔχων

οἶνος f Z173. Et. gen. 883.

<ἀνθίας> (Dorio de pisc. ap. Ath. 7, 282c)· «ἀνθίαν—13ἔλ-

λοπα». 〈ἔστι δὲ καὶ ὁ ἀνθίας.〉 Et. gen. 884.

62

<ἄνθρωπος> (Plat. Cratyl. 399c)· παρὰ τὸ ἀναθρεῖν ἃ

ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἀλόγων ζῴων

μὴ λογιζομένων—4 κρατούμενον. οἱ δὲ παρὰ τὸ ἄνω ἀθρεῖν, ἤγουν

βλέπειν 〈ἄνω〉. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα Z174. Et. gen. 885.

<ἀνθερεών> (Α 501)· ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται δὲ

διὰ τὸ δι' αὐτοῦ θορεῖν—63, 3 τριχῶν, ὅθεν κατηγοροῦσι τοῦ Εὐφο-

ρίωνος εἰπόντος (Fr. 92, 1 Powell)·

τέκνον, μὴ σύ γε μητρὸς ὑπ' ἀνθερεῶνος ἀμήσῃς

Z173. Et. gen. 886.

<ἀνθηδών>· ἡ μέλισσα· παρὰ τὸ τὰ ἄνθη ἔδειν Z184. Et.

gen. 887.

<Ἀνθεστήρια>· τὰ Διονύσια· οὕτως γὰρ 〈οἱ〉 Ἀθηναῖοι

τὴν ἑορτὴν λέγουσιν—64, 3 ἀνθεῖν· 〈ἔαρι γὰρ ἐτελοῦντο τὰ Διονύσια.〉

ἢ παρὰ τὸ τὰ ἄνθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν καὶ παροιμία

(CPG I 93)·

θύραζε Κᾶρες· οὐκέτ' Ἀνθεστήρια

Z192. Et. gen. 888.

64

<Ἀνθεμίδης> (Δ 488)· ὥσπερ—14 Δευκαλιωνίδης, οὕτως

καὶ παρὰ τὸ 〈Ἀνθεμίων〉 Ἀνθεμίωνος Ἀνθεμιωνίδης—16

Ἀνθεμίδης, ὡς Δεύκαλος Δευκαλίδης καὶ Κρόνος Κρονίδης. Et.

gen. 891.

<ἀνθ' ὧν>· ἀπὸ τῆς ἀντὶ—9 τοῦ ὦν ἄρθρου. ἐπὶ δὲ—11

ἀλλ' ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ Z192. Et. gen. 890.

<ἀνιγρός>· ὁ λυπηρὸς—20 ἀνιγρός Z172. Et. gen. 892.

66

<ἀνιαρός>· παρὰ—1 ῥῆμα Z172. Et. gen. 893.

† <)νίψαλλον> (Stesich. Fr. 72)· τὸν ἀβλαβῆ—4 ἰάπτε-

σθαι. Et. gen. 894.

<ἀνία>· λύπη—7 ἰάσεως Et. gen. 895.

<ἀνιμῶμαι>· παρὰ τὸ ἱμὰς ἱμάντος ἱμῶ καὶ ἀνιμῶ καὶ

ἀνιμῶμαι. Et. gen. 897.

<Ἄνιος>· ἱερεὺς—67, 2 Ἄνιος, ὡς καὶ παρὰ τὴν ὑπό

Ὕπιος· Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν. Et. gen. 898.

<ἀν' ἰωχμόν> (Θ 89)· κατὰ τὴν δίωξιν· παρὰ τὸ διώκω διώ-

ξω δεδίωγμαι διωγμός, τροπῇ τοῦ γ̅ εἰς χ̅ 〈καὶ ἐνδείᾳ τοῦ δ̅ ἰωχμός,

ὡς πέπλεγμαι πλογχμός πλοχμός καὶ βρεγμός βρεχμός.〉 ἐκ δὲ τοῦ

διώκω γίνεται διωκή καὶ ἀποβολῇ τοῦ δ̅ ἰωκή Z173. Et. gen. 899.

<ἀνιηρέστερον> (β 190)· ἀπὸ τοῦ ἀνιαρός ἀνιαρότερος

καὶ κατ' ἔθος Ἰώνων ἀνιηρέστερος τροπῇ τοῦ α̅ εἰς η̅. εἴρηται δὲ

εἰς τὸ <αἰδοιέστερον> (Sym. α 247) 〈καὶ ζήτει ἐν τῷ α̅

μετὰ τοῦ ι̅ Z193. Et. gen. 900.

68

<ἀνόπαια> (α 320)·

ὄρνις δ' ὣς ἀνόπαια·

παρὰ—22 ἀνόπαιαν τὴν τετρημένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς

Z187. Et. gen. 901.

70

<ἀνόστιμος> (δ 182)· παρὰ τὸ νόστος νόστιμος καὶ

ἀνόστιμος. νόστος δὲ λέγεται ἡ εἰς τὸν οἶκον ὑποστροφὴ καὶ γίνε-

ται παρὰ τὸ νέω, τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀνό-

στιμος Z176. Et. gen. 902.

<ἀνόρουσεν> (Α 248)· ἀνώρμησεν, ἀνέστη—9 οἷον

(Γ 250)·

ὄρσεο Λαομεδοντιάδη.

τοῦτο—13 ἀνόρουσεν. οἱ γὰρ Ἴωνες συναρχομένους ποιοῦσι 〈τοῖς

ἐνεστῶσι〉 τοὺς παρῳχημένους Z216. Et. gen. 903.

<ἀνοχλίζω> (Ap. Rh. 1, 1167)· τὸ ἀνέχω· <παρὰ τὸ>

ὄχλος, τοῦτο παρὰ τὸ εἱλῶ, τὸ συστρέφω Z223. Et. gen. 905.

72

<ἀντάξιον> (Α 136)· <ἰσοστάσιον· παρὰ τὸ ἄγω ἄξιον>

καὶ ἀντάξιον Z193. Et. gen. 906.

<ἀνόστεος> (Hes. Op. 524)· <παρὰ τὸ ὀστέον· ὁ μὴ>

ἔχων ὀστᾶ. Et. gen. 907.

<ἀνούτατος> (Δ 540)· παρὰ τὸ οὐτάζω οὐτάσω 〈οὔτασα

οὔτασμαι〉 οὔτασται οὐταστός καὶ ἀνούταστος ἀποβολῇ τοῦ σ̅

ἀνούτατος. καὶ (Χ 371)

ἀνουτητί

Et. gen. 908.

<ἀνστάς> (Τ 269)· ἀναστάς καὶ (l. c.)

ἀνστάς·

καὶ ἀναστάντες καὶ (Β 398)

ἀνστάντες.

Et. gen. 909.

74

<ἀνστήτην> (Α 305)· ἀνέστησαν δυϊκῶς, ἀναστήτην

γάρ. ἔστιν οὖν ὁ δεύτερος ἀόριστος ἔστην ἔστης ἔστη ἔστητον

ἐστήτην καὶ ἀναστήτην 〈καὶ〉 ἀνστήτην Z216. Et. gen. 910.

<Ἀνταία> (Ap. Rh. 1, 1141)· ἡ Ῥέα—6 παρὰ τὸ ἀντῶ

οὖν γίνεται Ἀνταία. Et. gen. 911.

<ἄντην> (Θ 399)· παρὰ τὸ ἄντω βαρύτονον· ἢ παρὰ τὸ

ἀντῶ. Et. gen. 912.

<Ἄντανδρος>· πόλις περὶ τὴν Ἴδην θαλασσία· ὅτι—

15 ὠνομάσθη. Et. gen. 913.

<ἀντετόρησεν> (Ε 337)· ἐκ τοῦ ἀντιτορῶ ἀντιτορήσω·

τοῦτο ἐκ τοῦ τορῶ τορήσω, 〈τοῦ〉το δὲ ἐκ τοῦ τείρω, τὸ κατα-

πονῶ. τὸ οὖν τορῶ γίνεται κατὰ συγκοπὴν τρῶ τρήσω, σημαίνει

δὲ τὸ διορύσσω καὶ διακόπτω Z216. Et. gen. 914.

76

<ἀντικρύς> (Γ 359)· τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί πρόθεσιν

καὶ τὸ κάρα ἀντικαρύ καὶ ἐν συγκοπῇ ἀντικρύ f Z225. Et. gen. 917.

<ἀντίπαλος>· ὁ ἐναντίος—6 τουτέστι κλῆρον ἐναντιού-

μενος Z176. Et. gen. 918.

<ἀντίχειρ>· ὁ μέγας—77, 3 χειρί. 〈ὀνόματα δὲ τῶν δα-

κτύλων ταῦτα· ὁ μέγας καὶ πρώτιστος δάκτυλος ἀντίχειρ ὀνομά-

ζεται δι' ἣν αἰτίαν εἰρήκαμεν· ὁ δ' εὐθὺς μετ' αὐτὸν λιχανός, λίαν

γὰρ οὖτος χαίνει πλέον τῶν ἄλλων. ὁ τρίτος σφάκελος εἴρηται,

λέγεται δὲ σφάκελος καὶ ὁ σπασμός, οἱονεὶ ἀπὸ τοῦ σπᾶσθαι καὶ

κλᾶσθαι σπακλός καὶ σφάκελος· σφάκελος δέ ἐστι καὶ ἡ περὶ

τὸν ἐγκέφαλον, μᾶλλον δὲ ἡ τοῦ ἐγκεφάλου αὐτοῦ σῆψις, ὃ καὶ

σφακελισμὸς λέγεται, ὁ τέταρτος ἐπιβάτης, δηλονότι ἀπὸ τοῦ

ἐπάνω τοῦ μετ' αὐτὸν βαίνειν καὶ ἵστασθαι· ὁδὲ τελευταῖος

μύωψ, εὔδηλον διὰ τὸ τῶν ἄλλων ἐλαχιστότερον εἶναι ἀπὸ μετα-

φορᾶς τοῦ κώνωπος〉 Z176. Et. gen. 919.

<ἀντιόωσαν> (Α 31)· ἔστι—77, 6 τὸ ἀντιλαμβανομένην τῇ

αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντῶν μετὰ γενικῆς, οἷον (α 25)·

ἀντιόων ταύρων τε 〈καὶ † αἰγῶν·

ὅτε δὲ τὸ διοικῶ καὶ λαμβάνω αἰτιατικῇ (Α 31)·

ἐμὸν λέχος ἀντιόωσαν·〉

ὅτε δὲ τὸ συναντῶ μετὰ δοτικῆς. ἔστι δὲ πλεονασμὸς τοῦ ο̅ 〈ἐπὶ

τῆς δευτέρας συζυγίας τῶν περισπωμένων κατὰ ποιητάς· βοάω

βοόω, κομάω κομῶ κομόω, ἀντιῶ ἀντιόω〉 (Α 31)·

ἀντιόωσαν,

ὡς τὸ (Β 198)

βοόωντα.

Et. gen. 920.

78

<ἀντίπηξ>· ἡ κιβωτός—9 † τοῦ πήσσω Z186. Et. gen. 923.

<ἀντίος> (Α 535)· παρὰ τὸ ἀντῶ—15. ἀντίος. Et. gen. 924.

<ἄντα>· ὥσπερ—81, 26 καὶ κράτεα κράτα καὶ καθ' ὑπερβιβασμὸν

κάρτα καὶ σαφέα σάφα, οὕτως οὖν καὶ ἀντία, οἶον (Γ 425)·

ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα,

καὶ κατὰ συγκοπὴν ἄντα. ἢ παρὰ—31 σίγα. Et. gen. 933.

<ἀντιφερίζω> (Hes. Op. 210)· ἐναντιοῦμαι—79, 6 θερίζω,

Ἡσίοδος (l. c.). καὶ ἀντιφέρεσθαι (Α 589 ...) τὸ ἐναντιοῦσθαι λέγει

f Z216. Et. gen. 926.

79

<ἀντιάνειραι> (Γ 189)· αἱ ἐναντιούμεναι—81, 3 τὸ ἴσον, ὡς

τὸ ἀντίθεος, τουτέστι ἰσόθεος· σημαίνει δὲ—5 δυνάμει Z185. Et.

gen. 928.

<ἀντίβιος> (Γ 435)· ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ

δυνάμει· τὸ βία παρὰ τὸ ἴς ἰνός. ἢ παρὰ τὸ ἐναντίον τῶν μαχο-

μένων τὴν βίαν φέρειν Z176. Et. gen. 929.

<ἀντιβίοις> (Α 304)· ἐναντίοις καὶ στασιαστικοῖς. Et.

gen. 930.

<ἀντιβολῆσαι> (Δ 342)· ἀπαντῆσαι—81, 14 τῆς ἀντί ἀντιμο-

λῆσαι καὶ τροπῇ τοῦ μ̅ εἰς β̅ ἀντιβολῆσαι. τὸ δὲ ἀντιβολῶ, ὃ

σημαίνει τὸ ἱκετεύω καὶ δυσωπῶ, γίνεται παρὰ τὸ βάλλω καὶ τὴν

ἀντί πρόθεσιν, ἢ μᾶλλον παρὰ τὸ ἀντίος. ἔξωθεν δὲ κλίνεται, ἐπειδὴ

τούτου τὸ ἁπλοῦν οὐκ ἔστι ῥητόν Z217. Et. gen. 931 + 935.

<ἀντήρεις>· σημαίνει δὲ τὸ εἰς ὃ ἐπερείδεταί τις· καὶ

82

γίνεται παρὰ—81, 19 ἀντήρεις κατὰ τροπὴν τοῦ ε̅ εἰς τὸ η̅ καὶ ἀπο-

βολῇ τοῦ ω̅. οὐχ εὕρηται δὲ—21 ὡς ἀπὸ ὀξυτονουμένης καὶ εἰς

ι̅ς̅ ληγούσης ἔχουσιν· <ἀντηρίδος> (Eur. Fr. llll) Z176. Et. gen. 932.

<ἀντισηκοῦντα>· ἀντεξισάζοντα· ἐκ τοῦ ἴσος † ὄνομα

γίνεται ῥῆμα ἰσῶ, ὁ…

εἰς…

The complete text is available when the reading interface loads.