(fort. pars operis $1*XEIRO/MHKTA
- Edition reference
- Περὶ τῶν ὑποστάτων καὶ τῶν δʹ σωμάτων κατὰ τὸν Δημόκριτον τὸν εἰπόντα (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 141v), ed. Berthelot and Ruelle, op. cit., 148–153.
- CTS identifier
urn:cts:greekLit:tlg4319.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
151
Αἰθάλη δὲ πνεῦμα, πνεύματι διὰ τὰ σώματα. Διενήνοχεν οὖν
ψυχὴ πνεύματος. Ψυχὴν καλεῖ τὴν ἀπ' ἀρχῆς θειώδη καὶ καυστι-
κὴν φύσιν, ταύτην διὰ πυρὸς προσομιλοῦν τε καὶ καθαιρόμενον τὸ
πνεῦμα σώζει, ἐὰν τεχνικῶς τηρηθῇ· ἀπολέσθαι γὰρ οὐ δύναται.
Τοῦτο τὸ χρήσιμον τὸ βαπτικόν· τοιούτῳ δὲ χρὴ εἶναι ἀνθρώπῳ
λεπτῷ τῷ νοῒ, ἵνα ἐπιγνῷ πνεῦμα ἀπὸ σώματος ἐξερχόμενον, κἀκείνῳ
χρήσηται, καὶ ἐξ ἐκείνου διατηρήσας ἐπιτεύξηται τοῦ
σκοποῦ, δηλαδὴ τοῦ σώματος ἀπολομένου, καὶ τὸ πνεῦμα συνα-
πολέσθαι. Οὐκ ἀπώλετο δὲ, ἀλλὰ τῷ βάθει διέδυ, ποιήσαντος τὸ
πρᾶγμα.
Οἱ δὲ μὴ ἐπιγνῶντες τὸ καλῶς γεγονὸς, κακῶς ὑπέλαβον· οὐδὲν
γὰρ ἄλλο ὁρῶσιν, εἰ μὴ σώματα, καὶ ταῦτα καέντα, ἢ τεφρωθέντα·
καὶ ὑπολαβόντες τούτων μόνον τὸ ὁρώμενον, ὥσπερ ζημιωθέντες οἱ
ἀποτυχόντες τὰ πάντα σφετερίζουσιν· καὶ οὐδ' οὕτω φεύγουσιν τοῦ
τεφροῦντος· οὐδαμοῦ γὰρ τῶν γραφῶν εἴρηταί τι ὑπόστατον, εἰ μὴ
ἐκεῖ μόνος ὁ χαλκὸς ὃν ἡ <Μαρία> λέγει οἰκονομεῖσθαι χαλκὸν καὶ
ὕστερον καίεσθαι· καὶ ἔσται ὑποστατικός. Οὕτως ὁ τῆς ἐργασίας ἡμῶν
χαλκὸς ἢ ἄργυρος· οὔτε γε ποιότητα ἐξ αὐτῶν βουλόμεθα λαβεῖν·
τὸ δὲ σῶμα αὐτῶν θνητὸν ἄχρηστον· οὔτε γὰρ βοτάναι· πυρὶ γὰρ
εἰώθασιν δαπανᾶσθαι.
<Ὁ Ἀγαθοδαίμων> λέγει· «Μαγνησία καὶ στίμι καὶ λιθάρ-
152
γυρος φεύγουσιν, τὸ εἰλικρινὲς καταλείψαντα.» Ἡ <Μαρία·> «Ἐκφύσα,
φησὶν, αἰθάλας ἕως ἐκφύγωσιν μετὰ τῆς σκιᾶς τὰ θειώδη, καὶ γέ-
νηται χαλκὸς ἀσκίαστος.» Οὕτως ὁ χαλκὸς ὁ ἡμῶν παρ' αὐτοῖς,
αἰθάλη· αἰθάλη δὲ πνεῦμα· πνεῦμα δ' ἐστὶ τὸ τοῦ σώματος. Διε-
νήνοχεν οὖν ψυχὴ πνεύματος. Ψυχὴν καλεῖ τὴν ἀπ' ἀρχῆς θειώδη
καὶ καυστικὴν φύσιν, ταύτην διὰ πυρὸς προσομιλοῦν τε καὶ καθαι-
ρόμενον τὸ πνεῦμα σώζει, ἐὰν τεχνικῶς τηρηθῇ· ἀπολέσθαι γὰρ οὐ
δύναται. Τοῦτο τὸ χρήσιμον τὸ βαπτικόν. Τοιούτῳ δὲ χρὴ εἶναι ἀν-
θρώπῳ λεπτῷ τῷ νοΐ, ἵνα ἐπιγνῷ πνεῦμα ἀπὸ σώματος ἐξερχόμε-
νον, κἀκείνῳ χρήσηται, ἢ ἐκεῖνο διατηρήσας ἐπιτεύξηται τοῦ σκο-
ποῦ, δηλαδὴ τοῦ σώματος ἀπολλομένου, καὶ τὸ πνεῦμα συναπολέσ-
θαι. Οὐκ ἀπώλετο δὲ, ἀλλὰ τῷ βάθει διέδυ, ποιήσαντος τὸ πρᾶγμα.
Οἱ δὲ μὴ ἐπιγνῶντες τὸ καλῶς γεγονὸς, κακῶς ὑπέλαβον·
οὐδὲν γὰρ ἄλλο ὁρῶσιν, ἢ μὴ σώματα, καὶ ταῦτα καέντα, καὶ τεφρω-
θέντα ὑπολαβόντες τούτων μόνον τὸ ὁρώμενον, ὥσπερ
ζημιωθέντες τι οἱ ἀποτυχόντες τὰ πάντα σφετερίζουσιν· οὐδ' οὕτω
γὰρ φεύγουσιν τε καὶ τεφροῦνται· ἡ δὲ ποιότης μόνη μετὰ τοῦ χαλ-
κοῦ παραμένει· ἐκεῖνος γὰρ μόνος ἄφευκτος ὑπόστατος· οὐδαμοῦ γὰρ
τῶν γραφῶν εἴρηταί τι ὑπόστατον, εἰ μὴ μόνος ὁ χαλκός· <Μαρία>
λέγει οἰκονομεῖσθαι καὶ ὕστερον καίεσθαι· καὶ ἔσται ὑποστατικός.
Οὗτος ὁ τῆς ἐργασίας ἡμῶν χαλκὸς ἢ ἄργυρος· οὔτε γὰρ ποιότητα
ἐξ αὐτῶν βουλόμεθα λαβεῖν· τὸ γὰρ σῶμα αὐτῶν θνητὸν ἄχρηστον,
οὔτε βοτανῶν ποιότητα· πυρὶ γὰρ εἰώθασι δαπανᾶσθαι. <Ἀγαθοδαί-
μων> φησὶν—ἕως οὗ ἐκφύγωσιν μετὰ τῆς σκιᾶς τὰ θειώδη, καὶ
γένηται ὁ χαλκὸς ἀσκίαστος. Οὕτως ὁ χαλκὸς ὁ ἡμῶν αἰθάλη.
Τὰ σταθμὰ ἀπεσιώπησεν ὁ <Δημόκριτος>· φησίν· «Οὐδὲν ὑπο-
λέλειπται, οὐδὲν ὑστερεῖ πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις.
Εἰ δὲ ὅπερ ἔλεγεν καὶ περὶ σταθμῶν· καὶ θείου σταθμὸν πεποίηται
153
ἐν τῇ ὑστέρᾳ τάξει· καὶ τὸν λευκὸν ζωμὸν ἀρσενίκου 𐆄 αʹ», καὶ
τὰ ἑξῆς. Δύο γὰρ συνθέματα θείων καὶ οὐσίαι τῶν οὐσιῶν· καὶ
ἄλλαι αἱ οὐσίαι καὶ τὰ μέταλλα ἐν τῷ θείῳ, καί γε καὶ τὰ ὅμοια,
πλὴν πάντα ἀπολειφθέντα, χαλκὸς εὑρεθήσεται ποιωθεὶς, ὡς φύσιν
ἔχων συγγαμεῖσθαι, καὶ συγκρατεῖται, καὶ συντέρπεται· καὶ τοῦτο·
«Η φύσις τὴν φύσιν τέρπει.» Πάντα γὰρ τὰ σώματα λαβὼν ὁ
ἄργυρος οὐκ ἐλαύνεται, εἰ μὴ ὁ χαλκὸς, καὶ τοῦτο μόνον δέχεται,
ὥσπερ ἵππος ὄνον, καὶ κύων λύκον, καὶ ὅσα κατὰ τὸν αὐτὸν και-
ρὸν τὰ ὅμοια φυσικὰ πάσχουσιν. Καὶ γὰρ ἰώθη ὁ χαλκὸς, καὶ ἀνε-
ξιώθη· καὶ οὐκ ἀπαλλάττεται τῆς ἑαυτοῦ φύσεως. Ὁ <Δημόκριτος>
ἐν τῇ τάξει τῆς μαγνησίας· «Ἡ γὰρ μαγνησία λευκανθεῖσα οὐκ ἐᾷ
ῥήγνυσθαι τὰ σώματα, οὐδὲ τῇ σκιᾷ τοῦ χαλκοῦ ἐπιφαίνεσθαι.» Καὶ
ἀπεδώκαμεν τὸν περὶ σταθμῶν λόγον. Ἔρρωσο.
{ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΧΑΛΚΟΥ ΚΕΚΑΥΜΕΝΟΥ} Χαλκὸν κεκαυμένον ποιοῦσιν πολλοὶ διὰ θείου, ὡς αἱ τάξεις τῶνἄλλων λέγουσιν ἀσαφῶς· μόνος δὲ <Δημόκριτος> ἀφθόνως. Τῷ χαλκῷἐπιβάλλειν τὸν δʹ σίδηρον θειωθέντα, τουτέστιν χωνευθέντα μετὰ τοῦμαγνήτου τὸ δʹ, ἢ θείου ἀθίκτου ἥμισυ, ἵνα ῥεύσῃ ἐπὶ τὸν μολύβδοντὸν ἀπὸ στίμμεως καὶ λιθαργύρου· ἔπειτα πυρίτην, χαλκὸν, σίδηρονκάῃς, ἵνα πρεπόντως γένηται σκωρίδιον. Τούτῳ ἐπίβαλλε νεφέληντὴν ἀπὸ ἀρσενίκου. Λευκαίνεται δὲ διὰ τοῦ θείου ἀθίκτου ἡ νεφέλη.Ὅταν δὲ λέγῃ ψιμύθιον ἅμα θείῳ ὀπτηθὲν, τὸ θεῖον ἄθικτον δηλοῖ,ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος· ὅταν δὲ λέγῃ· «τὸ δὲαὐτὸ ποιεῖ καὶ μαγνησία λευκανθεῖσα,» κιννάβαριν συνοικονομηθεῖ-σαν ἔλεγεν. Ἀλλ' ἐρεῖ τις· μαγνησίαν πρῶτον εἴρηκεν, καὶ πυρίτην.Ναὶ, ἵνα μάθῃς ὅτι ἅμα τῷ χαλκῷ σίδηρος καὶ ὁ μόλυβδος βάλ-λεται, καὶ οἱ λίθοι, ἵνα γένηται χαλκὸς, μόλυβδος, ἐτήσιος χαλκός.{ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΠΑΝΤΩΝ ΤΩΝΥΓΡΩΝ ΤΟ ΘΕΙΟΝ ΥΔΩΡ ΚΑΛΟΥΣΙΝ· ΚΑΙ ΤΟΥΤΟ ΣΥΝΘΕΤΟΝΕΣΤΙΝ, ΚΑΙ ΟΥΧ ΑΠΛΟΥΝ} Τὴν προγεγραμμένην νεφέλην ἕψει ἐλαίῳ· ἡ προγεγραμμένηνεφέλη ὅλον τὸ σύνθεμα· ἔοικεν γὰρ τὸ ὕδωρ τοῦ θείου καὶ ἔλαιονλαμβάνειν. Μετὰ ὅλων δὲ τῶν ὑγρῶν οἰκονομοῦσιν, ἔνυγρον αἰνισσό-μενοι· πρῶτον γὰρ ὀξάλμῃ, εἶτα ἐλαίῳ, εἶτα μέλιτι καὶ γάλακτι,ὕδωρ θεῖον αἰνίσσονται· ἀλλὰ καὶ ὁ κρόκος καθ' ἑαυτὸν ἀδυναμεῖ, εἰμὴ διὰ τοῦ σκεύους τοῦ θείου ὕδατος· καὶ οἱ βαφεῖς οὕτω χρῶνται·Καὶ <Μαρία·> «λύσιν κομάρεως καὶ ἐλυδρίου.» Καὶ <Δημόκριτος> ἐντῇ ὑστέρᾳ τάξει τῶν λευκῶν ζωμῶν· «Ὕδωρ ἀσβέστου στακτικῆς διὰτοῦ ῥυτοῦ στάζον, ἢ δι' ὑλιστῆρος.» Ταριχεύονται τὰ εἴδη πάντα διὰτῶν ἁπλῶν ὑγρῶν· καὶ τὰ ἐνδεχόμενα πλύνεται· πλύνονται δὲ οἷον τὰστερεὰ σώματα· ταριχεύονται δὲ, ἢ λειούμενα, ἢ βρεχόμενα, καὶ τὰἐνδεχόμενα ἡλίῳ καὶ δρόσῳ λειοῦνται, ὡς τὸ λευκὸν θεῖονἡ λιθάργυρος· ταριχεύονται περὶ τὸν ἀριθμὸν οἷα ἡμέραν αʹ ἢ γʹ ἢ εʹἢ ζʹ, [ἕως] τοῦτο ἐπὶ πάσης λειώσεως. Ταριχευθέντων οὖν αὐτῶν, συμμίξεις ποιήσεις καὶ συλλειοῖς ἐνδρόσῳ καὶ ἡλίῳ. Καὶ ἀναξηράνας καὶ συλλειώσας αὐτοῖς νιτρελαίῳκατάσπα, καὶ εὑρήσεις μέλανα μόλυβδον. Τοῦτον λύε, ἀναλάμβανεὑδράργυρον καὶ ὕδωρ θεῖον καὶ κόμμι, καὶ ὄπτησον ἐλαφροῖς φωσὶν,ἕως ἂν ἀπόθηται τὸ ὕδωρ, καὶ λύεις ἐν ἡλίῳ, ἕως οὗ λευκανθῇκαλῶς. Τοῦτο πολλάκις ποιοῦσιν βαπτίζοντες τὸ σκωρίδιον. Καὶ<Πηβίχιος>· «Κατάβαπτε δὶς ζʹ καὶ δὶς ὀκτὼ ἐπὶ ὀκτὼ καὶ ἐπι-πλέω.» Καὶ <Δημόκριτος,> τὸ αὐτὸ ποιῶν ἐν τῇ ὑστέρᾳ τάξει τῶνλευκῶν ζωμῶν, εἰς τοῦτο πόρον καταβάπτει καὶ τὰ ἔνσκια πέταλα, καὶἀποσκιώσεις ποιεῖ. Καὶ ἀναξηράνας εἰ ἔστιν ἀσκίαστος, ἀναλάμβανενεφέλην, βάλλε τὰ ξανθῶσαι δυνάμενα ὕδωρ θεῖον, καὶ κόμμι,πῆξον ἐλαφροῖς φῶσιν· Ὅταν πήξῃς, μεταβαλὼν [ἡμέρας βʹ ἢ γʹ]καταρρεῦσαι ποίησον εἰς τὸ τοῦ φαρμάκου λείψανον ἡμέρας βʹ ἢ γʹἢ ζʹ ἢ μαʹ. Τούτῳ ἐπιβάλλεις ἄργυρον κοινὸν, καὶ βάπτεις. Ἑξῆς δὲκαὶ περὶ τῶν καιρῶν ζητήσωμεν.